The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms V)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local011
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Book pr

εἰ πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν· εἰς δὲ τὸ βάθος καταδύνειν· καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκων ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἐρμηνείαν πάντων· εὐπετῶς παρ' αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφι κνουμένων· ἐπειδὴ δὲ μίαν μὲν ἅπαντες φύσιν ἐλάχομεν· οὐκ ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν· ἑκάστω γὰρ δίδοταί φησιν ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον καὶ ἄλλω μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως· κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἐτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡς αὔτως κατα διαίρεσιν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἷμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσιν τὰ θεία τούτων έγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν γὰρ αὐτοῖς ἐντραφεῖς· παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισομένοις· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος· ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ, αὐτά φησὶν τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν. καὶ ὁ μέγας διδάσκαλος δαβὶδ δαδ προσέχετε λαός μου φησὶ τὸν νόμον μου· κλείνατε τὸ οὺς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στο ματός μου· ἀνοίξω ἐν παραβωλαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς· εἶτα δείκνυσιν πόθεν ταῦτα με μάθηκεν· ὅσα ἠκούσαμέν φησιν καὶ ἔγνωμεν αὐτὰ· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων εἰς γενεαν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ιηλ · ὅσα ενετειλατο τοῖς πατράσιν ἡμῶν του γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν· ὅπως ἂν γνῶ γενεᾶ ἐτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοὶς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέ λειαν δεικνὺς ἐπάγει· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς εντολὰς αυτοῦ ἐκζητήσωσιν· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι χρέος δίκαιον τοῖς μεθ' ἡμὰς γενομένοις τὲ καὶ ἐσομένοις ὀφείλομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνους ποιήσασθαι· οὐ μόνον δὲ ἡμᾶς ὁ θεῖος διἐγείρειν νόμος ἀλλἂ καὶ πολλοὶ τῶν ἐπισήμων συνήθων θερμῶς ἡμᾶς λειπαρήσαντες. θαρρῆσαι τὸν ἀγῶνα τούτων ἡνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ένι μάλιστα σαφῆ τοῖς ἀγνοοῦσιν ποιήσωμεν· ἴσως δὲ οὐδὲ της τοῖς γνώσεως ἡξιωμένοις, ἀχρήστως οὗτος ὁ πόνος γενήσεται· εἰ γὰρ πλείονα εὐρήσουσιν ὧν νενομίκασιν· ἣ τὰ αὐτῶν εν τοῖς ἡμετέροις εὑρίσκοντες βεβαιώσουσιν τῆ κοινωνία τὸ ὑπο σφῶν αὐτῶν θηρευθὲν· φιλεῖ γὰρ πῶς ἡ τῶν πλειόνων συνκατάθεσις κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἐρμηνεύειν πειρώμεθα· οὐχ' ὡς τῶν ἄλλων καταφρονοῦντες μη γένοιτο· ἅπαντας γὰρ εἶσμεν τοῦ θείου πνεύματος πνς ὄργανα· 2ἀλ2λὰ πρῶτον μὲν ὅτι τούτου τὴν ἐρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν· καὶ προσήκον ἡγούμεθα ἣν ἡτήθημεν χάριν ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς· ἡ ϊοὐδαίων ἄ Ν ν οιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν τὰς δὲ τούτου προρήσεις γυμνοῦν καὶ δῆλας ποιεῖν. εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν. ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αυτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστιν δὲ αὐτοῖς ἀναιδὲς μὲν. οὐκ ἀπο σκοποῦ δὲ τὸ τέχνασμα ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν του μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισεν παρουσίαν οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς. καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικῶς ἀριθμὸν· καὶ ἅπαντα σαφῶς καταλέξας τὰ τούτοις αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρᾶ· εἰκότως ἄτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσιν ἀναιδῶς λέγειν ὡς οὐκ έστιν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας· ἀποχρὴν ἡγούμενοι τὴν οἱκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδὲν εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες το ύ ὺ ς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριος κς φησὶμ εἰ ἐμὲ ἑδίωξαν· καὶ ὑμᾶς διώξουσιν· καὶ πάλιν εἰ τὸν οικοδεσπότην βεελζεβοὺλ ἀπεκάλεσαν. πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περίοντος τὴν ἀναίδιαν αὐτῶν διελέγξωμεν· πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναι φατέ· ἀλλἂ γὰρ ἴσως ἂν εἴποιεν. τὸ, τὰ μέλλοντα προειδέναι τὲ καὶ πρὸλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκεν καὶ προείρηκεν ὁ μακάριος δανιηλ καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ . λόγον, τέως ἐπισχῶμεν. τὰς δὲ ἄλλας αὐτοῦ προφητείας. εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν πολλα μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειτα. ὅτι τούτους καταλύσας ὁ μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέτταρεις δὲ ἀνθ ενὸς κληρονομίσουσι τῆς βασιλείας· καὶ ὅτι ἐξ ενὸς τούτων βλαστήσας τίς. μυρία ὅσα ἐργάσεται τοὺς ϊουδαίους δεινὰ· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ρωμαίων ϊσχὺν· καὶ ὅτι πάσας καταγωνισάμενοι τὰς βασιλείας. τὸν παρα παντ· κομιοῦνται δασμόν· τί δεῖ λέγειν. ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγόρευσεν βασιλέων καὶ ὅσα ἀλλήλους ἐργάσωνται δεινᾶ· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς. καὶ τὰς ἐπιγαμίας καὶ συγγε νείας, εἶτα πάλϊν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγὴν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν καταλειπόντα· πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια. τίνα προφητείας τὰ ίδια· εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προστίθησιν λόγον τό τάδε λέγει κύριος κς . καὶ τούτου χάριν τῆς προφητικῆς αὐτῶν ἀποστεροῦσιν συμμορίας εἰπάτωσαν ἡμῖν. τί τοιοῦτον ἁβραὰμ ὁ πατρι πρι άρχης εἰρηκῶς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ . τῶ γὰρ ἁβραὰμ ἐλέχθη φησὶν· καὶ νῦν ἀπόδος τὴν γυναίκα τῶ ἀνδρὶ· ὅτι προφήτης ἐστιν καὶ προσεύξηται περὶ σοῦ καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἵκος σου. καὶ ὁ μακάριος δὲ δαβίδ δαδ · περίτε αὐτοῦ καὶ τοῦ υἱέως καὶ του ἐκγόνου φησὶν ὅτι ἥλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς λέγων· μὴ ἅπτεσθαι τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονήρευεσθαι· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ· ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ είδος. ἀλλὰ καὶ αὐτὸς ἣ δι ονιράτων. ἣ δια μεθημερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις ἐννίας. καὶ προρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κακείνοις ἀναφανδὸν καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς εκβάλλεται προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθαι παροινίαν φεύγετε. καὶ τὴν κατ' αὐτοῦ συκοφαντίαν· προφήτης γὰρ· καὶ προφήτης ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος ἱδρῶσι καὶ πόνοις νηστία καὶ κακουχία τὰ ἐσόμενα διδαχθεὶς. οὐχ ἃ μόνοις ϊουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον. ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προσαγορεύσαντα. καὶ ϊωνὰν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευεῖ. τοῖς προφήταις ἐνκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ έθνους βραχέος. ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα. χαλδαϊκῆς περσικῆς. μακεδονικῆς. ρωμαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν καὶ τῆς πνευματι πνι κῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν ναβουχοδονόσ ω ο ρ αἰδεσθῆναι τὸν δυσσεβῆ τὸν θηριώδη τὸν βάρβαρον τὸν τῶν θείων ἀμύητον βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶ καὶ γὰρ τῷ ὄντι, τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνὕπνιον εἰπεῖν ὃ ἕτερος θεασάμενος ἀπελήσθη καὶ τούτου δηλῶσαι τὴν ἐρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλύσαι μανίαν. ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότι· ἀλλ' ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσιν τὰ θεία συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προρήσεως τέλος· ἀλλὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα νοούμεν ἐκείνα τὰ παλαῖα θεσπίσματα καὶ ὑπ αὐτῶν ποδηγούμενοι. τῶν πραγμάτων ῥαδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ δια τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἐρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνυν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν απολογίαν καὶ τὴν ἰουδαίων κατηγορείαν ἀποχρῶντος ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἶθ' οὕτως τῆς κατα λέξιν ἐρμηνείας ἀψώμεθα: μετὰ τὸν ἰωσίαν; εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς· ἐβασίλευσεν τῆς ϊουδαίας ἰωάχαζ ὁ υιὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὁλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται ὁ δὲ μακάριος ϊερεμίας αὐτὸν ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἱγύπτου βασιλεὺς. φαραῶ νεχαῶ λαβὼν, αἰχμάλωτον εἰς τὴν αἵγυπτον ἀπήγαγεν· ἐχειροτόνησεν δὲ ἀντ ἀυτοῦ βασιλέα ἐλιακὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσεν δὲ οὖτος, ἓν καὶ δέκα ἔτη, πρὸς ὁλίγοις μησὶν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας, ἐπιστρατεύσας ναβουχοδονόσωρ ὁ τῶν βαβυλωνίων βασιλεὺς, ἔλαβεν μὲν οὐκ ολίγους δοριαλώτους τῶν ἐπ εὐγενία λαμπρυνομένων. ἔλαβε δὲ καὶ ἔνια τῶν ϊερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπεῖρεν εἰς τὴν βαβυλῶνα· εἶτα τούτου τὸν ὁρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσεν τοῖς ἱεροσολύμοις. καὶ τὴν πόλιν ἑλὼν· καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ ἱωακεὶμ μὲν ὑπὸ τῶν ϊουδαίων ὀνομασθέντα· ἐλιακὶμ δὲ πάλιν μετωνομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ϊερεμίας ὁ προφήτης ϊεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ϊεχονίας υἱὸς ἰωακὶμ βασιλέως ϊοῦδα· ἀποσφρά γισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς· ἐκείθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χείρας ζητούντων τὴν ψυχήν σου· ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χείρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μήνας πρὸς ὁλίγαις ἡμέραις τὴν βασιλείαν προιτανεύσαντος τότε πάλιν ὁ ναβουχοδονόσωρ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατειὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν αἱχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλῶνα· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν ἐνκείμενον οὐ δεδωκότος φόρον· μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ϊεροσολύμοις τῶν βαβυλωνίων ὁ βασιλεὺς· ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ' αὐτῶν συμμάχω χρησάμενος και μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν. ῥήγνυσι μὲν τὸ τείχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δωριαλώτους πυρὶ τήν τε πόλιν καὶ τὸ ϊερὸν παραδοὺς· ἀλλ' ὁ τῶν ὅλων θεὸς θς ὁ ταῦτα παθεῖν ϊουδαίους διὰ τὴν πολὴν αὐτῶν συνχωρήσας παρανομίαν· οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδαιμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ιουδαία οἷόν τινας παιδονόμους ἐδεδώκει τόν τε οὐρίαν τὸν σαμαίου καὶ ϊερεμίαν τὸν τοῦ χελκίου ἄνδρα ϊερωσύνη καὶ προφητεία λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἱχμαλωσίαν δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα. τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν ἐζεκιὴλ καὶ ἀνανίαν καὶ αζαρίαν καὶ μισαὴλ ἴν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμηξείας δέξωνται λώβην· ἀλλ' έχωσιν ἀρχέτυπα τῆς προγωνικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας, ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτ ο ω λῶν ποιεῖται προμήθειαν: ὅτι τοὺς εὐνοεικῶς αὐτῷ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους τῆς ἐκείνων ἔνεκεν ὠφελείας. αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν. καὶ διὰ κυμάτων καὶ κλύδωνος· ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ωσηὲ τοῦ προφήτου φησιν ὅτι ἀπέκτϊνα δι ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκείνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ϊουδαίων ποιοῦμενος πρόνοιαν καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησεν συν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὡς ὀς νέος ὢν καὶ τῆ ώρα λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μιρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεῖς. καὶ παιδόθεν τὴν θειαν χάριν ἐσχηκῶς ἐπανθοῦσαν; σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονῶς; πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι τῆ παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κακείνω γεγένηται πρόξενος· οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψεν. νόμον τεθεικῶς· τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · ὅτε μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὖτος ἀπήχθη προφήτης. καὶ τίνος ἔνεκεν καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἐρμηνείας. ακριβέστερον ἐκθησόμεθα: τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνείας, ἀρξώμεθα·

Book 1

λόγος α ἐν έτει τρίτω τῆς βασιλείας ἰωακὶμ βασιλέως ἰούδα. ἦλθεν ναβουχοδονόσωρ βασιλεὺς βαβυλῶνος εἰς ιερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν· ἀναγκαίως πρὸ τῶν ἄλλων ἀπάντων· καὶ τοῦ τηνίκαδὲ βασιλέως ἐμνημόνευσεν. καὶ τὸν χρόνον ἡμᾶς· ἐδίδαξεν· ἵν ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσίας καιρὸν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακὶμ τοῦ καὶ ἐλιακὶμ. ὃς ἐβασίλευσεν μετα τὸν ἰωάχαζ· πατὴρ δὲ ἐγένετο τοῦ ἰώχαζ ὃς καὶ ἰωακὶμ καὶ ἰεχονίας ὠνομάζετο. ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο· τῶν τότε βασιλέων μεμνήσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτήρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας. ἔστιν ποιοῦντας εὐρεῖν· ὅρασις γάρ φησιν ἢν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου. καὶ ἰωάθὰμ καὶ άχαζ. καὶ ἐζεκίου. οἳ εβασίλευσαν τῆς ιουδαίας. καὶ ἐγενήθη λόγος κυρίου κυ πρὸς ιερεμίαν ἐν ἡμέραις ιωσίου υἱοῦ ἀμὼς βασιλέως ιοῦδα: ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἐζεκιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν ἔκαστος, ὡς τὰ πολλᾶ, τοῦτω τῶ προοιμίω τῆς προφητείας κέχρηται· ἀπόχρητοι γαρ οῦν καὶ τοῦτο τὴν ιουδαίων ἐλέγξαι παρανομίαν· καὶ διδάξαι προφήτην τὸν τῶ όντι προφήτην· καὶ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ιοῦδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οικου τοῦ θεοῦ θυ · καὶ τοῦτο δὲ τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ πάντων ἐστὶν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἡξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν όλων συνχωρήσαντος. διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν. καὶ ἡ πόλις εάλω καὶ τῶν ιερῶν σκευῶν ενία· ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λείαν δὲ ἀναγκαίως τέθεικεν. τὸ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ιούδα· ἵνα μή τις ὑπολάβη οἱκεία δυνάμει τὸν ναβουχοδονόσωρ χρησάμενον, τῆς τῶ θεῶ θω ἀνακειμένης περιγενέσθαι πόλεως. μάθωσιν ἅπαντες δὲ ἀκριβὼς ὅτι τοῦ θεοῦ θυ προδεδωκότος καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένοντο· τοῦτο δὲ. καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησὶν· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αυτῆ; ἣ ὑψωθήσεται πριὼν ἄνευ τοῦ ἔλκοντος αὐτὸν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤ νεγκεν αὐτά φησιν εἰς γὴν σενναάρ. εἰς οἶκον θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· καὶ )λια ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια δυσσυέη σκεύη τὰ τῷ θεῷ θῷ ἀνακείμενα παρεδόθη δυσσέβειν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες ψυχικὸς γὰρ ἄνθρωπος ἄνος . οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μωρία γὰρ αὐτῶ εστι· ὁ δὲ πνευματι πνι κὸς ἀνακρίνει πάντα κατὰ τὸν θείον ἀπόστολον ἀπο . καὶ πέπισταιμὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς . καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενον ἔστιν καταμαθεῖν τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολλῆ γὰρ ἐντεῦθεν· οὐχὶ ιουδαίοις μόνον ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν οἱ ιουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν ὅλων θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων , προσφερόμενα δεχεται, ἀλλ ̓ ἐκείνου εὐγνωμοσύνην διδάσκων καὶ διδοὺς θεραπείαν τε καὶ ἀντιδόσεως ἀφορμὴν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν. ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν · εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελὴ παρὰ τῶν προσφερόντων ἐδέχετο; πείσαι τοίνυν βουλόμενος ιουδαίοις. ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν· ἀλλὰ τῆ ἐκείνων ἀσθενεία συνκατιῶν τὰς παρ ̓ αὐτῶν προσφερομένας θυσίας. ἐδέχετο· εἰκότως ἀποστραφεῖς αὐτοὺς καὶ αἰχμαλωσία παραδοὺς καὶ τὰ ὑπ αὐτῶν προσενεχθέντα σκεύη δι ̓ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. συν αυτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία· τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δε αὐτοὺς καὶ δι αὐτῶν τῶν πραγμάτων ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ οὐδὲν διαφέρουσι· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκείνοι· οἱ μὲν γὰρ. οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα ίδωλα θεραπεύοντες διετέλουν· παρέδωκεν τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι αὐτῶν τῶν πραγμάτων· ὅτι κατ ουδὲν τῶν βαρβάρων διαφέρεται· ὁμοίως γὰρ αὐτά καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἴσον ἔστιν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ· τοὺς μεν οῦν ἰουδαίους ἰκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν· πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη· ἀνθρωπίας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες τοῖς ὑπ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθηκότες θεοῖς τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἐστιώμενος· ἐκολάσθη μὲν παραυτίκα· καὶ τὴν ἀξίαν ἔτισεν δίκην· ἐδίδαξεν δὲ ἅπαντας διὰ τῆς τιμωρίας πῶσι ἐκείνων τῶν σκευῶν ἡ δύναμις· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ· ἀλλ εκὼν αὐτὰ προύδωκεν· διὰ τὴν πολὴν τοῦ λαοῦ παρανομίαν. τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς. οἱ ἡλὶ τοῦ ιερέως παίδες παράνομοι καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς επικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς οὐδὲ μιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγὴ πάραδοὺς. τὴν δὲ κιβωτὸν παραδίδωσιν τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων· ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ· ἀλλ ̓ αὐτῶν ἔνεκεν αυτὴν κατεσκεύασεν· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρία· ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον· καὶ ἀσεβεία συζὴν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἰ ἀλλόφυλοι. ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ιουδαίων θεόν θν · τεκμηρίω χρόμενοι. τὴν τῶν οἰκείων εἰδόλων κατασκευὴ· καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ιουδαίων θεόν θν · καὶ οἶον τι αριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς· παρασκευάζει· μὲν τὸν δαγῶν τὸ ὑπ ̓ αὐτῶν προσκυνούμενον ίδωλον πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι καὶ τὸ τῆς προσκυνήσεως ὐποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ήτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ και δεὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς ἕως οῦ τὴν κιβωτὸν ἀπέδωσαν· καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα· καὶ ἐπὶ τοῦ ναβουχοδονόσωρ ἡ ὠφέλια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίοις ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρα τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲχ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσἀγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱων ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρμα τος τῆς βασιλείας· καὶ ἀπὸ τῶν πορθμεῖν νεανίσκους. ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος. καλοῦς τῆ όψει καὶ συνιέντας ἐν πᾶσι σοφία. καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν καὶ διανοουμένους φρόνεσιν· καὶ οἷς ἐστιν ισχὺς ἐν αὐτοῖς. τοῦ ἐστάναι ἐν τῶ οἴκω τοῦ βα σιλέως καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν χαλδαίων· ὁ μὲν οὖν τῶν ὅλων θεός θς . ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα· ἵνα δια τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σωμάτων ὤραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσιν· καὶ σοφίαν οὐ τὴν τὰ θεία γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττία κεκομψευμένην· ἔστιν τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὁ πόσων τῶν θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζωνίαν τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελήσαι λαβεῖν· ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα· ἡ ἡσαΐου πρόρησις ἢν ἐζεκία πρὸ εἶπεν τῶ βασιλεῖ· ἄκουσον γὰρ φησὶν· ὁ λόγος κυρίου κυ σαβαὼθ. ὂν ἐλάλησεν πρός με· ἰδοὺ ἡμεραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὄσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης εις βαβυλῶνα ήξει· καὶ οὐδὲν οὐ μὴ καταλείπωσιν εἶπεν ο θεός θς · ὅτι καὶ ἀπὸ τῶν τεκνῶν σου ὧν γεννήσεις λήψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῶ οἴκω βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων. ὁ μακάριος δανιηλ φησὶν, προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν πόρθμιν δὲ τοὺς πάρθους παρθένους ἐκάλεσεν τῆ εβρέα φωνη· ὁ δὲ σύμμαχος τὸ πόρθμιν ἐπιλέκτους ἑρμήνευσεν καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς το τῆς ἡμέρας καθ ̓ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ αὐτοῦ καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ιοῦδα· δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ· ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλωτιμίαν· ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχεν τροφὴν· ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσεν· μετα βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώμενος· ἀλλ ̓ ὠφελείας διδασκαλείαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικῶς· ἔστιν δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκῶς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος, προσ ἔταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας κάλλει λάμποντας· καὶ μεγέθει διαπρέποντας καὶ τεθεικῶς ἐνταῦθα τὰ τῶν προσώ πων ὀνόματα· τῆς ιοῦδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν καὶ τὴν τῆς βασιλείας συγγένιαν ἔκρυψεν καὶ ἐπέθεικεν αὐτοῖς ὁ ἀρχιεὐνούχος ονόματα· τῶ δανιὴλ βαλτάσαρ. καὶ τῶ ἀνανία σεδρὰχ καὶ τῶ ἀζαρία μισάχ ̓· καὶ τῶ μισαὴλ ἀβδεναγῶ· καὶ τοῦτο δὲ παράτ η ι σιν δεσποτίας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμίβουσιν ἵνα καὶ τῆ τῆς προσηγορίας ἐνἀλλαγὴ τὴν δουλίαν γνωρίζουσιν· καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνούχος ἐποίησεν· καὶ τὰς ἑβραικὰς ἀφελῶν προσηγορίας· χαλδαικας ἐπιτέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρενεγύησεν· καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ τοῦ μὴ ἀλισγηθῆναι εν τῆ τραπέζη τοῦ βασιλέως· καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ αλισγηθῆ· oἱ γὰρ φιλόθεοι ουκ ἐν τόπω ζητούσιν τὸν ἐπὶ πάντων θεόν θν · ἀλλ ̓ ἔνθα ἂν ἀφίκονται τὴν αὐτὴν αὐτῶ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες· ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι δημιουργὸν· ἐνταῦθα δὲ πολλὴν ἐστιν εὐρεῖν θαύματος ὑπερβολὴν· παίδες γὰρ παρὰ ιουδαίοις τεθραμμένοι· καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην οἱκοῦντες καὶ δουλεύειν ἡναγκασμένοι. νέαν ἄγοντες κομιδὴ τὴν ἠλικίαν ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρῶαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων. ταῖς μὲν τῶν ειδώλων ἐπικλήσεσιν τὰ ὅψα μολύναντας. σπονδαῖς δὲ τὸν οἴνον μιαίνοντας. τὴς ὁρωμένης καταφρονήσαντες σωτηρίας· καὶ τῆς βασιλικῆς πανδεσίας τὴν ἡδονὴν πατήσαντες. τὸν ἀρχιευνοῦχον ικετεύουσι. παραχωρῆσαι φησὶν τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλαβεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ καὶ οἰκτειρμῶν ἐνώπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημέ νον ἔστιν εὐρεῖν· ἢν γὰρ φησὶν κύριος κς μετὰ ιωσὴφ· καὶ ἣν ἀνὴρ ἐπι τυγχάνων· καὶ κατέχε εν αὐτῶ ἔλετον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος· διδασκόμεθα τοίνυν κἀν ἐντεύθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητον πῶσποτε κατα λέλοιπεν ὁ θεός θς · διὸ καὶ ἔτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν τίς ἐνεπίστευσεν κυρίω κω , καὶ κατισχύνθη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιὴλ· φοβοῦμαι ἐγὼ τὸν κύριον κυ μου. τὸν βασιλέα τὸν ἐντάξαντα τὴν βρῶσιν ὑμῶν μή ποτε ἤδη τὰ πρόσωπα ὑμῶν σκυθρωπᾶ παρὰ τὰ παι δάρια τὰ συνήλικα ὑμῶν· καὶ καταδικάση τε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐ καλὸν γοὖν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ανος γαρ ἢν πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ανθεῖν τὰ σώματα, δέδοικεμὴ τῶν μὲν. πολυτελῶς τρεφομένων. τούτων δὲ. ἀσκητικῶς βιοτευόντων διαφορὰ τίς εν τοῖς προσώποις φανὴ· καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστεταχότως βασιλέως· ἀλλ ̓ επειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ· μεταφέρει πρὸς τὸν ἀμελλάσαρ τὴν παράκλησιν· ὃν κατέστησεν ὁ αρχιευνουχος· κηδεμόνα αὐτοῦ τὲ καὶ ανανία καὶ ἀζαρία καὶ μισαὴλ· καί φησὶ· πείρασον δὴ τοὺς παίδας σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιώμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἰ ἰδέαι ἡμῶν· καὶ αἰ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν εἴδης ποίησον μετὰ τῶν παιδων σου· οὐδὲν τῆς εις θεὸν θν πίστεως ισχυρότερον· καὶ δια τοῦτο πολλαχόθεν καὶ ἄλλοθέν ἐστιν μαθεῖν· οὐχ ίκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεύσαι τὲ καὶ θαρρήσαι· ὡς τ ὴ ῆ ς θείας ροπῆς ἀπολαύσεται καὶ μὴ ἐσθιόντων καὶ τρεφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς· εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται ποῖαν εὐσεβείας ὑπερβολὴν καταλίπει· καλῶς δὲ καὶ τῶ πειθανῶ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδας σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα καὶ ὕδωρ πιόμεθα· καὶ γενοῦ σὺ τῶν προσώπων κριτὴς· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μὲν δοκοῦν σοι κελεύσεις ἡμεῖς δὲ οὐκ αντιλέξομεν· τοσαύτη εἶχεν παιδόθεν ὁ θείος οὗτος ἀνὴρ καὶ τῶν θειων νόμων φροντίδα· καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ικετείαν ἐδέχετο· καὶ εἰσήκουσεν γὰρ αὐτῶν φησὶν εἰς τὸ ρῆμα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν· ὡράθησαν αἰ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ αὐτοὶ ισχυροὶ ταῖς σαρξὶν ὑπὲρ τα παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· ἔτυχεν γὰρ ὧν ἡθέλησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἁληθεὶς τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐνκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες ὤφθεισαν ἀμείνους· πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος πρῶτον μὲν γὰρ. μεμάθηκεν ὡς δυνατὸν· καὶ νηστεία χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αυτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα ἐπηδεὶ περὶ ἑαυτοῦ μόνου. διἐξῆλθεν ὁ δανιὴλ ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καὶ φησι· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοὺς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πᾶση γραμματικὴ καὶ σοφία, οὐ γὰρ ἠ χαλδαίων φησὶν παιδεία συνετοὺς αυτοὺς ἀπέφηνεν καὶ σοφίας ἁπάσης ἐνέπλησεν· ἀλλ ̓ ἐκ θείας χάριτος. καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες κρίττους ἁπάντων ἐδείχθησαν· καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάση ὁράσει καὶ ἐν ὕπνοις· παιδόθεν γὰρ θειας αποκαλύψεις ἑώρα οὐκ όναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δὲ ἡδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκεν τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κἀντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν όλων θεός θς · ἀλλ ̓ εὐσέβειαν μόνον καὶ φιλοθεείαν ζητεῖ· κἂν εὔρη ταύτην ἐν νέω, πολλῶν τοῦτον προτίθησιν πρεσβυτέρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπι σαμουὴλ τοῦ προφήτου πεδίω γὰρ ὄντι κομιδὴ νέῳ καὶ ἐπιφανεῖ· καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προσαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος. ἀπόδειξιν δὲ τῆς ἐπ ἀνθούσης τῶ μιρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλευς εισαγαγεῖν αὐτοὺς· εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνούχος ενώπιον ναβου χοδονόσωρ. καὶ ἐλάλησεν μετ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι δανιὴλ ἀνανία ἀζαρία μισαῆλ. καὶ ἔστησαν ενώπιον τοῦ βασιλέως. καὶ ἐν παντὶ ρήματι σοφίας καὶ επιστήμης ὑπὲρ ὧν ἐζήτησεν παρ ̓ αὐτοῦ ὁ βασιλεὺς. ηὕρεν αὐτοὺς δεκαπλασίονας ὑπερ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὅντας ἐν τῆ βασιλεία αὐτοῦ· ἀλλ ̓ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν αἱδεσμάτων διαφορὰν. καὶ ἔμαθεν πάντως τῆς θειας χάριτος τὴν ἰσχὺν· ὁ δὲ βασιλεὺς ἴσως ἐγνώκει τούτων οὐδὲν· πῶς γὰρ ἔμαθεν τῆς μὲν τροφῆς ὁμοίως παρ ̓ αὐτοῦ χορηγουμένης. ὑπὸ δὲ τοῦ ἀμελλάσαρ ἀναλισκομένης· ἀλλ ̓ ὅμως οὐ σμικρὰν καὶ οὗτος ὠφέλειαν εδέξατο πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν κελευσθέντων, ἀμείνους εὑρῶν· κάλλει μὲν καὶ μεγέθει σώματος. σοφία δὲ καὶ συνέσει ψυχῆς· ῥυθμῶ τὲ λόγων. καὶ πάση λογικὴ ἐπιστήμη· τὰς δὲ συγκρίσεις οὐχ ̓ ἁπλῶς ἐποιήσατο· ἀλλ ̓ ἐρωτίσεις τινὰς προσαγαγῶν τὴν πείραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον· καὶ ηὕρεν αὐτοὺς οὐχ ̓ ἁπλῶς ὑπερκειμένους ἀλλα δέ και μοίρας ἀμείνους, ὑπάρχοντας· καὶ τέως μεμάθηκεν ὅτι τῶν ἄλλων πάντων ἐθνῶν. ιουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκῶς ἐπήγαγεν· καὶ ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· οὐκ ̓ ἁπλῶς δὲ τοῦτο προστέθεικεν ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει ὅτι καὶ τὸν ποιησάμενον τῆς αιχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· καὶ τῶ παρόντι βίω παραψυχῆς απήλαυσεν τὴν τῶν ὁμοφύλων ἐλευθερίαν εἰδῶν· ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ κύρος εἰς τὴν ἰουδαίαν· τοὺς βουλομένους ἰουδαίους προσέταξεν· καὶ τὸν θεῖον ἀνήγειρε νεὼν παρ ̓ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθεὶς ἐκεῖνος γὰρ διαρ ρήδην ἐβόα λέγων ἰσραὴλ ἰηλ οἰκοδομηθήση καὶ ταῖς πόλεσιν τῆς ιουδαίας κατοικησθήσεσθαι ὁ λέγων κύρω φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶ χριστῶ χω μου κύρω· οὐκ εκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακούσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συνκλισθήσονται· ἐγὼ γὰρ προπορεύσομαι προ προσώπου σου· καὶ ὅρη ὁμαλιῶ· πύλας χαλκὰς συντρῖψω καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκοτινοὺς ἀπο κρύφους ὁρατοὺς ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος τοῖς βου λομένοις τῶν ιουδαίων τὴν εἰσ ἐνέγκουσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γάρ φησι πρῶτου κύρου τοῦ βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου κυ δια στόματος ιερεμίου ἐξήγειρεν κύριος κύ τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν μετα τὸ πληρω καὶ παρήγγειλεν κύρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος βασιλεὺς περσῶν. πάσαις ταῖς βασιλείαις τῆς γῆς. ἔδωκέν μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ιερουσαλὴμ. τῆ ἐν τῆ ιουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται· μετ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας. διδάσκων χρόνον; ἐντέθεικεν τοῖς ιουδαίοις συγγράμμασιν τὸ ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ. ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν τὸν πατάσσοντα καὶ ιώμενον· μαστιγοῦντα, καὶ ιατρεύοντα· τιμωρία καὶ φιλ ανθρωπία ανία χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:-

Book 2

λόγος β ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ ἐνυπνιάσθη ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ αὐτοῦ· ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρήμα τῆς βασιλείας ἀρξάμενος ἐπεστράτευσεν τῆ ιουδαία εν τῶ τρίτω ἔτει τῆς βασιλειας ιωακὶμ· καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμὸν· τοὺς δὲ λαβῶν αἰχμαλώτους εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγεν χώραν· μαρτυρεῖ δὲ καὶ ιερεμίας ὁ προφήτης τοῖς χρόνοις οὐτωσὶ λέγων· ὁ λόγος ὁ γενόμενος ἐπὶ ἰερεμίαν τὸν προφήτην ἐπὶ πάντα τὸν λαὸν ἰοῦδα ἐν τῶ ἔτει τῷ τετάρ τῳ τοῦ ἰωακὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα· οὗτος ἑνιαυτὸς πρῶτος τῶ ναβουχοδονόσορ βασιλεῖ βαβυλῶνος· εὐρίσκομεν τοίνυν ἐνταῦθα ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας πληρουμένα τῶ ιωακὶμ βασιλεύσας ὁ ναβουχοδονόσωρ· τὴν κατὰ τῶν ιουδαίων στρατείαν ἐποιήσατο· ἐν αρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ιερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων· ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἑνιαυτὸν τῶ βασιλεῖ ναβουχοδονόσωρ· καὶ ὁ μακάριος δὲ δανιὴλ· τὴν πρώτην αἰχμαλωσίαν εἰρηκῶς γεγενῆσθαι· ἐν ἔτει τρίτω τῆς βασιλειας ιωακὶμ βασιλέως ιοῦδα· ἐπήγαγεν νῦν ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ, ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα· ἀλλ ̓ ἴνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν· καὶ οἰ θείοι προφήται μεμνημένοι τῶν βασι λέων· καὶ τὸν ἀριθμὸν τῶν ετῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ ενυπνιάσθη ἐνύ πνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀπέστη ἀπ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους τοῦ ἀναγγείλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν οὖν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσιν δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμενος τὸν οἰκεῖον προφήτην· ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σριους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω ἀφαιρεῖται δὲ τοῦ ενυπνίου τὴν μνήμην· ἀλλ ̓ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια· οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσιν καὶ ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ άκρας παραπληξίας τὸ παρ ἑτέρων ζητεῖν τοῦ ενυπνίου τὴν μνήμην· ἀλλ ̓ ὅμως κληθέντες φησιν· ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς· ἐνυπνιάσθην ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμά πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ελαλησαν οἰ χαλδαίοι τῷ βασιλεῖ συριστῆ· καὶ εἶπον βασιλευ· εις τοὺς αἰῶνας ζήθ ει ι · σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισίν σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· καὶ τὴν μὲν αίτησιν τῶ ὄντι ἀκόλουθον ἐποιήσαντο ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὕτε…

Book 3

λ…

The complete text is available when the reading interface loads.