The Greek Library Author

Cyrillus Alexandrinus

De adoratione et cultu in spiritu et ueritate

Edition reference
Non-critical edition Patrologia graeca 68 Aubert Jean Migne Jean-Paul Paris 132–1125 1864
CTS identifier
urn:cts:greekLit:tlg4090.tlg096.local001
Corpus release
2.2.0 · 2026-08-29

Book 0

ΠΙΝΑΞ ΤΗΣΔΕ ΤΗΣ ΒΙΒΛΟΥ.

ΛΟΓΟΣ Αʹ. Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπῆς, καὶ αἰχμαλωσίας τῆς εἰς ἁμαρτίαν· καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς τῆς κατὰ μετάγνωσιν, καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς.

ΛΟΓΟΣ Βʹ. Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι' ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. Καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ' ἐν Χριστῷ.

ΛΟΓΟΣ Γʹ. Περὶ τοῦ αὐτοῦ.

ΛΟΓΟΣ Δʹ. Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ Θεοῦ, καὶ λελυτρωμένον αὐτῷ κατακολουθεῖν χρὴ, καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακισμὸν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς

ΛΟΓΟΣ Εʹ Ἔτι περὶ ἀνδρείας, τῆς ἐν Χριστῷ.

ΛΟΓΟΣ ϛʹ. Ὅτι χρὴ Θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι μόνῳ, καὶ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας.

ΛΟΓΟΣ Ζʹ. Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης.

ΛΟΓΟΣ Ηʹ. Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς, καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον.

ΛΟΓΟΣ Θʹ. Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως, καὶ περὶ τῆς ἁγίας σκηνῆς ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ Ἐκκλησίας.

ΛΟΓΟΣ Ιʹ. Περὶ τῶν ἐν τῇ ἁγίᾳ σκηνῇ.

ΛΟΓΟΣ ΙΑʹ. Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν ἡ κατὰ νόμον τῆς ἐν Χριστῷ

ΛΟΓΟΣ ΙΒʹ. Περὶ ἱερωσύνης.

ΛΟΓΟΣ ΙΓʹ. Ἔτι περὶ ἱερωσύνης.

ΛΟΓΟΣ ΙΔʹ. Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλησίαις καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλῖδα, καὶ οὕτω παρίστασθαι τῷ Θεῷ.

ΛΟΓΟΣ ΙΕʹ. Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους τὴν ἁμαρτίαν παρίστασθαι τῷ Θεῷ. Καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ κάθαρσις.

ΛΟΓΟΣ Ιϛʹ. Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας Θεῷ.

ΛΟΓΟΣ ΙΖʹ. Περὶ ἑορτῶν ἁγίων.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ.

ΛΟΓΟΣ ΠΡΩΤΟΣ

Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπῆς, καὶ αἰχμαλωσίας, τῆς εἰς ἁμαρτίαν, καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς, τῆς κατὰ μετάγνωσιν, καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς.

Ποῖ δὴ καὶ πόθεν ἔρεσθαι μὲν δὴ, περιττὸν οἶμαί που. Φαίης γὰρ ἂν, εὖ οἶδ' ὅτι, μελλήσας οὐδὲν, ὡς οἴκοθέν τε καὶ ὡς ἡμᾶς.

ΠΑΛΛΑΔΙΟΣ.

Ἀληθές.

ΚΥΡΙΛΛΟΣ.

Δέλτιον δὲ δή σοι τουτὶ τὸ ἐν χεροῖν, ὅ τι;

ΠΑΛΛ.

Βίβλος Εὐαγγελικὴ, Ματθαίου τε καὶ Ἰωάννου συγγραφή.

ΚΥΡ.

Οἴει δὲ αὐτὴν ὅποι τε καὶ ὅτῳ διακομίζεσθαι δεῖν; Οὐ γάρ που θυραῖός γε ἰὼν ἐκμελετῴης ἂν, ὦ Παλλάδιε. Πόνοι τε μᾶλλον οἱ ἐπὶ τῷδε γλυκεῖς, οἴκοι τε καὶ ἐν σχολῇ.

ΠΑΛΛ.

Εὖ λέγεις. Ἐντευξόμενος δὲ ἀφῖγμαί σοι. Καὶ δέλτον ἄγω τὴν ἱεράν· μυρία γὰρ ὅσα πεπονηκὼς, οὐδὲν ὅ τι μᾶλλον ἔχω νοεῖν τί ἂν γένοιτο δηλοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπὶ μὲν τῷ Ματθαίῳ, λέγων· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ἐν δέ γε τῇ κατὰ τὸν Ἰωάννην συγγραφῇ, πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ τῇ ἀληθείᾳ δεῖ προσκυνεῖν.

Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.

Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ τῇ ἀληθείᾳ δεῖ προσκυνεῖν.

ΚΥΡ.

Εἶτα τί τὸ ἄναντες εἶναί σοι δοκοῦν, ὡς ἔν γε δὴ τούτοις; Τί δὲ δὴ τὸ βαθὺ καὶ δυσέφικτον; ἐρομένῳ φράσον.

ΠΑΛΛ.

Ἐθῶν μὲν τῶν ἀρχαιοτέρων ἀποφοιτᾷν, καὶ τῆς ἐν Νόμῳ δικαιοσύνης καταλῆξαι δεῖν ἱερὸς ἡμῖν ἐπιτάττει λόγος. Ἔφη δὲ ὁ Παῦλος τοῖς ταύτης ἐφιεμένοις καὶ μετὰ τὴν πίστιν· Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν Νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Πολιτείας δὲ τῆς κατὰ τὸν Νόμον, καί τοι λαμπρὰ καὶ μεγάλα δεικνύων ἡμῖν ἐφ' ἑαυτῷ τὰ αὐχήματα, πάλιν φησίν· Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν ἐκ Νόμου, ἀλλὰ τὴν ἐκ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. Οὐκ ἀμώμητον δὲ εἶναι τὴν ἀρχαίαν ἐντολὴν διεβεβαιοῦτο σαφῶς. Ταύτῃτοί φησι καὶ ἀντ' ἐκείνης ἡμῖν εἰσκεκομίσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν, τοῦτ' ἔστι, τὴν εὐαγγελικήν. Γράφει δὲ οὕτως· Ἀθέτησις μὲν γὰρ γίνεται προσαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ Νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Καὶ πάλιν· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς. Ἐξόχως δὲ τὸ τῆς καινότητος ὄνομα συνιείς τε καὶ ἑρμηνεύων· Ἐν τῷ λέγειν, φησὶ, καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Εἰ τοίνυν τετελείωκε μὲν ὁ Νόμος οὐδὲν, ἀθέτησις δὲ τῆς ἀρχαίας γέγονεν ἐντολῆς καὶ τῆς δευτέρας ἐπεισφορὰ, προσοικειούσης ἡμᾶς τῷ Θεῷ, τί δὴ ἄρα φησὶν ὁ Σωτὴρ, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; καὶ ὅτι, Προσήκει προσκυνεῖν ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί; Δηλοῖ γὰρ, οἶμαι, τουτὶ, τὸ ἀποπαύσασθαι δεῖν ἡμᾶς ἠθῶν καὶ λατρείας τῆς κατὰ τὸν νόμον.

Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν Νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.

Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν ἐκ Νόμου, ἀλλὰ τὴν ἐκ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.

Ἀθέτησις μὲν γὰρ γίνεται προσαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ Νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ.

Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.

Ἐν τῷ λέγειν,

καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.

Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι;

Προσήκει προσκυνεῖν ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί;

ΚΥΡ.

Ὡς εἰς πλατὺ ζητημάτων ἐξοίχῃ πέλαγος! Ποῖος γὰρ ἂν ἀρκέσειε νοῦς, τοῖς οὕτω λεπτοῖς θεωρήμασιν ἐνατενίσαι λαμπρῶς, ὡς τοῖς πάλαι τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως, ἀδελφὴν οἷά περ καὶ γείτονα, καὶ διὰ τῶν αὐτῶν ἰοῦσαν πραγμάτων, τὴν νέαν ἡμῖν ἐπιδεῖξαι Γραφὴν, καὶ τῆς νομικῆς πολιτείας οὐ σφόδρα διῳκισμένην τὴν ἐν Χριστῷ ζωὴν, εἰ πρὸς θεωρίαν ἄγοιτο τὴν πνευματικὴν τὰ τοῖς ἀρχαίοις διωρισμένα. Τύπος γὰρ ὁ νόμος καὶ σκιὰ, καὶ τῆς εὐσεβείας ἡ μόρφωσις ὡς ἐν ὠδῖσιν ἔτι, καὶ κεκρυμμένον ἐν ἑαυτῇ τὸ τῆς ἀληθείας ἔχουσα κάλλος. Ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς ὅπερ ἔφην;

ΠΑΛΛ.

Πάνυ μενοῦν. Ἀλλὰ τίς ἂν γένοιτο τούτου ἡ διασάφησις; Ἢ τίς ὁ τρόπος τοῦ πολιτεύεσθαι μὲν Εὐαγγελικῶς ἐξῆφθαι ἔτι δοκεῖν τῆς ἀρχαίας ἐντολῆς, καὶ πληροῦν οἴεσθαι τὰ διὰ Μωσέως;

ΚΥΡ.

Οὐχ ἁπλοῦς ὁ λόγος, ὡς ἄν τις εἰκάσειε· χρῆμα δὲ, οἶμαι, καὶ πολυσχιδὲς καὶ πολύμορφον ἡ ἀρετή· καὶ τῆς ἐν Χριστῷ πολιτείας τὰ αὐχήματα, διὰ πλείστης ὅσης ἡμῖν τῆς ἀγαθουργίας ἐκποικίλλεται. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ ἐν ψαλμῷ τῷ τετάρτῳ καὶ τεσσαρακοστῷ παρίστησι μὲν τῷ Χριστῷ, παρθένον ἁγνὴν, ὡς ἐν τάξει βασιλίδος, τὴν Ἐκκλησίαν, περίχρυσον δὲ αὐτῇ καὶ πεποικιλμένην περιτίθησι στολὴν, οὕτω λέγων· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημμένη καὶ πεποικιλμένη. Τοῦ μὲν διαχρύσου, τὸ ἔντιμον καὶ περιφανὲς, καθάπερ ἐγῷμαι, τοῦ δὲ ποικίλου, τὸ πολυειδὲς τῆς ἀρετῆς εὖ μάλα κατασημαίνοντος. Εὐπρεπεστάτη γὰρ λίαν ἡ Ἐκκλησία, κόσμον ἔχουσα τὸν νοητὸν, οὐ τοῖς τῆς σαρκὸς ὁρώμενον ὀφθαλμοῖς, ἀλλ' εἰς νοῦν ἔσω καὶ καρδίαν, τὸν ἐν τῷ κρυπτῷ νοούμενον Ἰουδαῖον, διὰ πλείστων ἡμῖν ὅσων ὡραϊσμῶν εὐφυᾶ καὶ ἐξαίρετον ἀστείως ἐκφαίνοντα. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὔτε μὴν ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημμένη καὶ πεποικιλμένη.

Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὔτε μὴν ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.

ΠΑΛΛ.

Ἆρ' οὖν, εἰπέ μοι, τῆς ἐν πνεύματι περιτομῆς εἰσκεκομισμένης, καὶ θυσιῶν τῶν κατὰ τὸν νόμον ἀνατετραμμένων, καὶ τόπον οὐδένα παρ' ἡμῖν ἐχούσης τῆς πολιτείας, οὐκ ἀπίθανόν πως εἶναι δοκεῖ τὸ φάναι Χριστὸν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; Ἢ εἴπερ οὐχ ὧδε ἔχει, διακωλύσειεν ἂν οἶμαί που καὶ ἡμᾶς οὐδὲν, βουθυσίαις μὲν καὶ λιβανωτοῖς τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν, προσκομίζειν δὲ αὐτῷ τρυγόνας καὶ περιστερὰς, καὶ εἴ τι δρᾷν ἕτερον τοῖς ἀρχαιοτέροις νενόμισται, τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἐπείγεσθαι πληροῦν.

Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι;

ΚΥΡ.

Καὶ μὴν, ὦ ἑταῖρε, πολὺ τοῦ πρέποντος ἀποκομίζῃ μακράν· ἀνατετράφθαι γὰρ οἴει τὸν νόμον, ὡς οὐδὲν ἀπώνασθαι μὲν τῶν αὐτοῦ, καὶ ἀχρεῖον ἔχοντα παντελῶς τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων δήλωσιν, οὐχὶ μετατετράφθαι μᾶλλον αὐτὸν εἰς ἀληθείας ἔνδειξιν, καίτοι τοῦ μακαρίου γράφοντος Παύλου· Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν. Παιδαγωγεῖ γὰρ ὁ νόμος, καὶ ἀποφέρει καλῶς εἰς τὸ ἐπὶ Χριστῷ μυστήριον. Εἶναι δέ φαμεν τὰ πάλαι διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα, στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ. Εἰ δὲ παρωσόμεθα τὸν παιδαγωγὸν, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ Χριστοῦ μυστήριον; Καὶ εἰ παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, πῶς ἂν ἔτι λοιπὸν, ἢ πόθεν ἀφιξόμεθα πρὸς τὸ τέλος; Ἢ γὰρ οὐ κατὰ τὰς Γραφὰς πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός;

Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; μὴ γένοιτο! ἀλλὰ νόμον ἱστάνομεν.

ΠΑΛΛ.

Ναί.

ΚΥΡ.

Γέγραπται γὰρ ὡδί. Πλήρωμα δὲ νόμου καὶ προφητῶν, εἴη ἄν· εἰς αὐτὸν οἶμαί που παντὸς ὁρῶντος καὶ τετραμμένου προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. Τοιγάρτοι ἔφασκε τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐκδυσωπῶν· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε; Ἀφῖχθαι δὴ οὖν εἰ λέγοι, καταλύσων μὲν οὐδαμῶς τὸν νόμον, ἀποπερανῶν δὲ μᾶλλον αὐτὸν, μὴ τὴν εἰς ἅπαν ἀνατροπὴν τῶν πάλαι τεθεσπισμένων εἰργάσθαι διανοοῦ· μᾶλλον δὲ μεταπλασμὸν ὥσπερ τινὰ, καὶ ἵν' οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθές.

Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;

ΠΑΛΛ.

Ὀρθῶς ἔφης.

ΚΥΡ.

Καὶ δὴ τοιοῦτον ἔδει γενέσθαι παρὰ Χριστοῦ. Οἱ τὴν ἐν πίναξι καὶ γραφαῖς εὐτεχνίαν ἐξησκηκότες, οὐκ εὐθὺς τοῦ γράφειν ἀρχόμενοι, τὸ ἀνενδεῶς ἔχον, καὶ εἰς ἅπαν ἀπηρτισμένον ἐπιφέρουσιν εἶδος ταῖς γραφαῖς, ἐν εἴδει πρότερον καὶ ἀκαλλεστέρῳ χρώματι σκιαγραφοῦντες εὖ μάλα, καὶ ὧνπερ ἂν ἕλοιντο τυχὸν ἀμυδροτέρων ἔτι τοὺς τύπους προαναφαίνοντες, εἶτα ταῖς σκιαῖς ἐπαλείφοντες, τὸ ἑκάστῃ πρέπον τε καὶ ἁρμοδιώτατον σχῆμα, μεταφέρουσι τοὺς τύπους ἐξ εἶδος τὸ ἐμφανὲς, καὶ ἀσυγκρίτως ἄμεινον, ἢ τὸ ἐν ἀρχαῖς. Ἢ οὐχ ὧδε ἔχει;

ΠΑΛΛ.

Ἔγωγέ φημι.

ΚΥΡ.

Οἱ δὲ δὴ τὴν χαλκουργικὴν ἐπιτηδεύοντες ἐμπειρίαν, ἀνδριάντα τυχὸν εἰ βούλοιντο διαπήγνυσθαι, κηρῷ μὲν τὸ πρῶτον εἰς εἶδος ἄγουσιν ἀδρανὲς, εἶτα πυρὶ κατατήκοντες, ἐπιχέουσι τὸν χαλκὸν, ἄγουσί τε οὕτω πρὸς τὸ ἀρτίως ἔχον εἶδός τε καὶ κάλλος εὖ μάλα τὸ τεχνουργούμενον. Ἐπιῤῥιφθείσης δὲ ταῖς σκιαῖς τῆς τῶν χρωμάτων πολυειδίας, καὶ μὴν καὶ χαλκοῦ τὰ ἐκ κηροῦ κατατήκοντος, δόξειε μὲν ἂν ἠθετῆσθαί τε καὶ ἀνατετράφθαι βραχύ. τὰ πρῶτά τε καὶ ἐν ἀρχῇ σχήματα. Ἔχει δὲ οὐχ οὕτω τὸ χρῆμα τῇ φύσει. Φαῖεν γὰρ ἂν ἀληθεύοντες, χαλκουργός τε καὶ γραφεύς· Οὐ κατελύσαμεν τὰς σκιὰς, οὐκ εἰς ἀχρειότητα παντελῆ τοὺς τύπους ἐπέμψαμεν, πεπληρώκαμεν δὲ μᾶλλον. Ὃ γὰρ ἦν ἰδεῖν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἀφανέστερόν τε καὶ ἀκαλλέστερον, τοῦτο προβέβηκεν ἐπὶ τὸ ἄμεινόν τε καὶ ἐμφανέστερον.

ΠΑΛΛ.

Εὖ λέγεις.

ΚΥΡ.

Καὶ εἴπερ τις ἕλοιτο πολυπραγμονεῖν ἀληθῶς τὴν ἱεράν τε καὶ θεόπνευστον Γραφὴν, εἴσεται δὴ πάντως ἀληθὲς ὑπάρχον, ὅ φημι. Κάλυμμα γὰρ ἐτίθει Μωσῆς ἐπὶ τὸ πρόσωπον αὑτοῦ, διὰ τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν εἰς τὸ πρόσωπον αὐτοῦ, κατὰ τὸ γεγραμμένον.

ΠΑΛΛ.

Καὶ τί δὴ τοῦτο παραδηλοῖ;

ΚΥΡ.

Ταῖς γὰρ Ἰουδαίων διανοίαις παχυτέραις οὔσαις ἔτι οἰστὰ μέν πως ἦν τὰ ἐξωφανῆ τοῦ νόμου, φημὶ δὲ δὴ πάλιν τὰ διὰ μόνου τοῦ γράμματος, ἀφόρητα δὲ καὶ ἀπρόβλητα παντελῶς, τὰ ἔσω κεκρυμμένα, καὶ ἵν' οὕτως εἴπωμεν τὸ τῶν νοημάτων πρόσωπον ἀληθές. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἀλλ' ὧδε μὲν δὴ τὰ τῶν Ἰουδαίων ἑστάτω. Ἡμεῖς δὲ δὴ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ, φησὶν, τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Ὥσπερ γὰρ οἱ ἐν ἐσόπτρῳ βλέποντες εἰκόνα καὶ τύπον τοῦ ἀληθοῦς, καὶ οὐκ αὐτό που τὸ ἀληθὲς ἐγκαταθρήσειαν ἂν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, οἱ τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ἐπιθυμοῦντες ἰδεῖν, καθάπερ ἐσόπτρῳ τῷ νόμῳ χρώμενοι κατορθώσειαν ἂν ὡς ἄριστα τὸ ποθούμενον. Τὴν γὰρ αὐτὴν τῶν πραγμάτων εἰκόνα μεταπλάττοντες εἰς ἀλήθειαν, εἴσονται καθαρῶς τὸ ὅτι μάλιστα δοκοῦν καὶ εὐάρεστον τῷ Θεῷ.

Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.

Ἡμεῖς δὲ δὴ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ, φησὶν, τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.

ΠΑΛΛ.

Εἶτα τίς ἂν γένοιτο τυχὸν ὁ λόγος τοῦ μὴ ἐν ἀρχαῖς τοῖς πάλαι, τὸ νέον τε καὶ Εὐαγγελικὸν δεδόσθαι χρησμώδημα· τύπους δὲ μᾶλλον νενομοθετῆσθαι καὶ σκιάς;

ΚΥΡ.

Τὸ μὲν ἀκριβὲς τῆς οἰκονομίας, καὶ ὅπως ἂν ἔχοι ταυτὶ, κατά γε τὸ ἀληθέστερον, ἀναθετέον εὐσεβῶς τῷ πάντα εἰδότι Θεῷ. Λογισμοὶ δὲ ἡμᾶς ἐννοιῶν ἀγαθῶν ἀμοιρεῖν οὐκ εἰδότες, ἀποφέρουσί πως κἂν γοῦν εἰς μετρίαν εἴδησιν, ἢ καὶ τάχα που πρὸς τὸ εἰδέναι δοκεῖν τῆς οἰκονομίας τὴν πρόφασιν. Φαμὲν οὖν, ὅτι παιδαγωγίας ἔδει πολλῆς, καὶ ἀνατροφῆς τρόπον τινὰ νηπιοπρεποῦς, τοῖς ἐξ Αἰγύπτου λελυτρωμένοις. Παχύνοι γὰρ ἦσαν ἔτι καὶ εὐπαράφοροι κομιδῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων. Δυσαπόνιπτον δὲ παντελῶς τὴν φιλοσαρκίαν ἠῤῥωστηκόσι, καὶ δυσδιαφύκτοις πάθεσιν ἐγκατειλημμένοις, ἀνέφικτόν πως ἦν ἔτι καὶ οὐχ ἕτοιμον ἑλεῖν τὸ εὐθὺς ἀναθρώσκειν δύνασθαι πρὸς τὸ ἄγαν ἀστεῖον, ὡς καὶ ζωῆς τινα τρόπον ἐπανελέσθαι, τυχὸν τῆς οὕτω λαμπρᾶς καὶ ὑπερφυοῦς, ὡς περιπατεῖν μὲν ἐπὶ τῆς γῆς, ἔχειν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς, κατὰ τὸ γεγραμμένον. Ἦ γὰρ οὐχὶ τελείων μὲν ἔστιν ἡ στερεὰ τροφὴ, γάλα δὲ τοῖς ἔτι νηπίοις τὸ πρεπωδέστερον;

ΠΑΛΛ.

Καὶ μάλα.

ΚΥΡ.

Ἔδει τοίνυν παιδαγωγίας μὲν τῆς ἐν τύποις, ἔτι νηπίοις, καὶ ἵν' οὕτως εἴπωμεν, τρυφερωτέρας ἀνατροφῆς, οὐχὶ τοῦ πρὸς τελειότητα διατάττοντος λόγου, καὶ ἀποκομίζειν οἵου τε πρὸς τὸ ἀρτίως ἔχον. Ἐλαφροὶ δὲ οὕτως καὶ ὀλιγογνώμονες, καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν παθῶν, ἁλοῖεν ἂν οἱ ἐξ Ἰσραήλ· ὡς εἴπερ τις ἐν αὐτοῖς ἀκριβὴς ἦν βάσανος ἠθῶν καὶ ἐγχειρημάτων, οὐδὲ ἂν οἶμαι σκιᾶς ἠξίωντο. Καὶ τοῦτο δέδειχεν ὁ Μωσῆς. Θεοῦ γὰρ προστάττοντος, ἀνέθορε μὲν εἰς τὸ ὄρος αὐτὸς, τὸν νόμον ὑποδεξόμενος. Οἱ δὲ παραχρῆμα κατώλισθον εἰς ἀπόστασιν. Μεμοσχοποιήκασι γὰρ, φάναι τε οἱ δείλαιοι τετολμήκασιν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. Ἐπὶ οὖν ταῖς οὕτω δειναῖς ἐλαφρίαις ἐδυσφόρει μὲν ὁ Μωσῆς, κατεῤῥήγνυ δὲ τὰς πλάκας, ἐν αἷς ἦν ὁ νόμος, οὐδὲ σκιᾶς ἢ τύπων, ἢ κἂν γοῦν ὅλως παιδαγωγίας τῆς ἄνωθεν ἀξίους εἶναι νομίσας τοὺς οἷς γε τοσοῦτον ἀπόπληκτος ἦν ὁ νοῦς, ὡς ἀμνημονῆσαι μὲν τῶν οὕτω τεθαυμασμένων, ἃ διὰ τῆς θείας ἰσχύος ὑπὲρ αὐτῶν ἐξεπράττετο, μόσχῳ δὲ τὸ σέβας ἀναθεῖναι πάλιν, καὶ τῆς ἐν Αἰγύπτῳ λατρείας ἐλθεῖν ἐς ἀνάμνησιν. Ἀλλ' ἐν πλαξὶ μὲν λιθίναις ἐσκιογραφεῖτο τότε τοῖς ἀρχαιοτέροις ὁ νόμος ἐν δακτύλῳ Θεοῦ, καθὰ γέγραπται. Τύπος δὲ ἦν ἐκεῖνα τῶν καθ' ἡμᾶς ἐν Χριστῷ γενέσθαι πεπιστευμένων. Καταγράφει γὰρ ὥσπερ ἐν ἡμῖν τῆς ἑαυτοῦ βουλῆς τὴν εἴδησιν ὁ πάντων Δεσπότης Θεὸς, οἱονεὶ καλάμῳ χρώμενος τῷ Υἱῷ ἐν Πνεύματι. Ὠνόμαζε γὰρ οὕτως αὐτὸν διὰ Δαβὶδ, λέγων· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐνεχάραξε γὰρ ταῖς ἁπάντων καρδίαις ὁ τοῦ Πατρὸς κάλαμος, τοῦτ' ἔστιν, ὁ Υἱὸς, τὴν παντὸς εἴδησιν ἀγαθοῦ, οἱονεί τινι δακτύλῳ Θεοῦ, τῷ τε τοῦ Πατρὸς, καὶ τῷ ἰδίῳ χρώμενος Πνεύματι. Δάκτυλον γὰρ ὠνόμασε τὸ Πνεῦμα Θεοῦ, λέγων, ποτὲ μὲν, Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ποτὲ δὲ αὖ, Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἐπιστολὴν δὲ ἡμᾶς τὴν πνευματικὴν καὶ ὁ Παῦλος ἐκάλει, λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Θεοῦ διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πίναξι λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.

Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.

Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια·

Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.

Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Θεοῦ διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πίναξι λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.

ΠΑΛΛ.

Ἀλλ' ὅτι μὲν τύποι καὶ σκιαὶ τὰ κατὰ τὸν νόμον, φαίην ἂν καὶ αὐτὸς, εὖ ἴσθι τοι. Φέρε δὴ οὖν λεπτόν τε καὶ ἀκριβῆ τοῖς ἐν τύπῳ κεχρησμῳδημένοις ἐνιέντες τὸν νοῦν, πολυπραγμονῶμεν εὖ μάλα τῆς ἀληθείας τὸ κάλλος. Εἴη γὰρ ἂν οὕτω λοιπὸν οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς τῆς ἐν πνεύματι λατρείας τὸ μυστήριον.

ΚΥΡ.

Καὶ μὴν, ὦ γενναῖε, καταπέφρικά τοι σφόδρα εἰκότως, δυσοκνότατά τέ εἰμι πρὸς τοῦτο λίαν. Εἶεν γὰρ οἶμαί που τοῖς καθ' ἡμᾶς οὐχ ἁλώσιμα, τὰ οὕτως ἀνῳκισμένην καὶ ὑπερτενῆ λαχόντα τὴν θεωρίαν. Χρῆναι δὲ οἶμαι λέγειν ἀνασκοπουμένῳ τὸ βάθος τῶν ἐν τῷ νόμῳ θεωρημάτων· Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά;

Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά;

ΠΑΛΛ.

Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα, ὦ τᾶν. Αἰτεῖτε δὲ ὅμως, φησὶν ὁ Χριστὸς, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.

Αἰτεῖτε

καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.

ΚΥΡ.

Ἰτέον δὴ οὖν ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ τελοῦν εἰς ὄνησιν· καὶ δὴ καὶ ἱκετηρίαν προανατείνωμεν λέγοντες· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, πρό γε τῶν ἄλλων εἰπεῖν, τήν τε εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπὴν, δουλείας τε πέρι, καὶ αἰχμαλωσίας τῆς ὑπὸ τῷ πάντων ἐχθρῷ, ὅπως τε καὶ τίνα τρόπον ταυτὶ παρ' ἡμῶν καὶ ἐν ἡμῖν ἐκπράττεται. Προσεπειπεῖν δὲ δὴ οὕτω, καὶ τίνα χρὴ τρόπον ἀπονεύειν τοῦ κακοῦ, καὶ ἀποσείεσθαι μὲν τῆς ἐπ' ἐκείνῳ δουλείας τὸν ζυγὸν, ἀναθρώσκειν δὲ αὖ πρὸς τὸ ἐν ἀρχαῖς, διασώζοντος καὶ ἐπαμύνοντος τοῦ Θεοῦ. Τῇδε γὰρ ἡμῖν ἰόντος τοῦ λόγου ὁδῷ τῇ πρεπούσῃ, προσήκοι ἂν, οἶμαι, καὶ τὰ λοιπά.

Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.

ΠΑΛΛ.

Ὀρθότατα διανοῇ.

ΚΥΡ.

Τὸ γάρ τοι καρποφορεῖν δύνασθαι τῷ Θεῷ καὶ προσάγειν θυσίας πνευματικὰς, ἤγουν ἀνδρίζεσθαι, καὶ εὐδοκιμεῖν, κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν, οὐχὶ δήπου πρέποι ἂν τοῖς οὕτω δουλείας καὶ παθῶν ἀνάγκης ἀπηλλαγμένοις, ἀλλ' οἷς ἤδη πως ὁ νοῦς ἀνανήφει πρὸς τὸ ἐλεύθερον, καὶ οὐκ ἀμελέτητον ἔχει τὸ ἀποσείεσθαι τὸν ζυγὸν τῆς τοῦ διαβόλου πλεονεξίας.

ΠΑΛΛ.

Σύμφημι, νοεῖς γὰρ ὀρθῶς.

ΚΥΡ.

Καὶ δὴ καὶ λέγωμεν, ὡς πεποίηται μὲν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, ἁμαρτίας μὲν καὶ παθῶν ἀνωτέρω πως ἔτι τὴν διάνοιαν ἔχων, οὐ μὴν ἀνεπίδεκτος παντελῶς τῆς ἐφ' ὅπερ ἂν ἕλοιτο παρατροπῆς. Ἐδόκει γὰρ ἔχειν ὀρθῶς τῷ πάντων ἀριστοτέχνῃ Θεῷ, τῶν ἰδίων θελημάτων ἀνάπτειν αὐτῷ τὰς ἡνίας, καὶ ἀναθεῖναι δρᾷν τὸ δοκοῦν αὐτοκελεύστοις ὁρμαῖς. Προαιρετικὴν γὰρ ἔδει, καὶ οὐχ ὥσπερ ἐξ ἀνάγκης ὁρᾶσθαι τὴν ἀρετὴν, ἀλλ' οὐδὲ φύσεως νόμοις ἀδιαπτώτως ἐρηρεισμένην· ἴδιον γὰρ ἂν εἴη τουτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ὑπεροχῆς. Ἐπειδὴ δὲ τοῖς τῆς ἰδίας φύσεως λόγοις τὸ ζῶον ἀπήρτιστο τεχνουργοῦντος Θεοῦ, κατεπλούτει παραχρῆμα τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἐνεχαράττετο γὰρ αὐτῷ τῆς θείας φύσεως ἡ εἰκὼν, ἐμφυσηθέντος ἁγίου Πνεύματος. Αὐτὸ γάρ ἐστιν ἡ πνοὴ τῆς ζωῆς, ἐπεί τοι ζωὴ κατὰ φύσιν ὁ Θεός.

ΠΑΛΛ.

Ἆρ' οὖν ψυχὴ τῷ ἀνθρώπῳ τὸ θεῖον ἐγένετο πνεῦμα;

ΚΥΡ.

Καὶ πῶς οὐκ ἄτοπον κομιδῇ τὸ τῇδε νοεῖν; Ἦ γὰρ ἂν ἄτρεπτος, καὶ αὐτή που διαμεμένηκεν ἡ ψυχή· νυνὶ δέ ἐστι τρεπτή. Τρεπτὸν δὲ οὔτι που τὸ πνεῦμά ἐστιν. Ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ' αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν; εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ τοῦ Υἱοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ Πατρὸς δι' Υἱοῦ προχεόμενον Πνεῦμα. Ἀμαθὲς οὖν ἄρα τὸ εἰς ψυχὴν οἴεσθαι μεταπεπλάσθαι τὸ Πνεῦμα, καὶ εἰς ἀνθρώπου μεταχωρῆσαι φύσιν. Ἀλλ' ἐψυχοῦτο μὲν τὸ πλαστουργηθὲν ἀῤῥήτῳ δυνάμει· κατεκαλλύνετο δὲ παραχρῆμα τῇ τοῦ πνεύματος δόσει. Ἦν γὰρ οὐχ ἑτέρως τὴν θείαν ἡμᾶς εἰκόνα δύνασθαι πλουτεῖν.

ΠΑΛΛ.

Εὖ λέγεις.

ΚΥΡ.

Κατακοσμήσας δὴ οὖν τὸ τέχνημα Θεὸς, τὴν ἐν παραδείσῳ δίαιταν ἐχαρίζετο. Ἐπειδὴ δὲ ἔδει τὸν οὕτως κατηγλαϊσμένον, καὶ τῇ τῶν ἄνωθεν ἀγαθῶν ἀφθονίᾳ κατεστεμμένον, μὴ εὐκόλως ἀναφέρεσθαι πρὸς ἀλαζονείαν ἐᾷν, ἀγνοοῦντα τὴν δουλείαν, καὶ ὡς ἔστι μέτρον τῶν οἰκετικῶν (τὸ γάρ τοι λίαν εὐρὺ πρὸς τὸ εὐκλεὲς, καὶ τὸ ἀμέτρως ἐλεύθερον, ἀποφέρει πρὸς τὸ ὑπέροφρυ καὶ ἐπάρατον πάθος), πρόφασις αὐτῷ τοῦ μὴ ἀγνοεῖν τὸν Δεσπότην, ἐγκρατείας ἐδόθη νόμος· ἵνα δι' αὐτοῦ καλοῖτο πρὸς ἀνάμνησιν ἀεὶ τοῦ μετ' ἐξουσίας προστεταχότος, καὶ εἰδείη σαφῶς, ὡς ἔστιν ὑπεζευγμένος τοῖς τοῦ κρατοῦντος θεσμοῖς. Ἀλλ' οὐκ ἠρέμει τὸ ἀνόσιον ἐκεῖνο καὶ θεομισὲς θηρίον.

ΠΑΛΛ.

Φαίης ἂν οἶμαί που τὸν Σατανᾶν, ὃς τῶν οὐρανίων ἀψίδων ἀστραπῆς δίκην κατηκοντίζετο· νοσεῖν γὰρ αὐτῷ μειρακιωδῶς ἐδόκει τὸ θέλειν εἶναι Θεὸς, καὶ τὰ ὑπὲρ φύσιν τὴν ἑαυτοῦ παραδηλῶν, ἐφαντάζετο.

ΚΥΡ.

Διατεκμαίρῃ καλῶς. Φθόνου γὰρ καὶ ἁμαρτίας εὑρετὴς ὢν, καὶ πατὴρ, ἀπρακτεῖν οὐκ ἤθελε περὶ τὸ ἐπὶ γῆς ζῶον, τοῦτ' ἔστι, τὸν ἄνθρωπον. Εἶτα δόλῳ καὶ ἀπάταις ὑπελθὼν, παρεκόμισεν εἰς παρακοὴν, πανουργίας ὀργάνῳ τῷ γυναίῳ χρώμενος. Ἀεὶ γάρ πως ἡμᾶς κατασείουσι πρὸς τὸ ἀκαλλὲς, τοῦτ' ἔστιν, εἰς ἁμαρτίαν, αἱ σὺν ἡμῖν τε καὶ ἐν ἡμῖν ἡδοναί· ἡδονῆς δὲ τύπος, ἡ γυνή· θωπείαις δὲ ταῖς ἐξ ἡδονῶν καταθεῖ πολλάκις ἐπὶ τὸ ἀνεθέλητον ὁ νοῦς. Ὅπερ οὖν ἐν Ἀδὰμ ὡς ἐν πάχει πραγμάτων καὶ αἰσθητῶς ὁρᾶται συμβεβηκὸς, τοῦτο καὶ ἐν ἑκάστῳ τῶν καθ' ἡμᾶς, νοητῶς τε καὶ κεκρυμμένως κατίδοι τις ἂν πληρούμενον. Προανατέλλουσα γὰρ ἡδονὴ καταγοητεύει τὸν νοῦν, καὶ κατὰ βραχὺ ὑποσπᾷ πρὸς τὸ οἴεσθαι λοιπὸν, τὸ μηδὲν εἶναι παντελῶς, τοῦ θείου νόμου παράβασιν. Καὶ πιστώσεται λέγων ὁ Χριστοῦ μαθητής· Μηδεὶς πειραζόμενος, λεγέτω ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.

Μηδεὶς πειραζόμενος, λεγέτω ὅτι Ἀπὸ Θεοῦ πειράζομαι.

ΠΑΛΛ.

Ἀτρεκὴς ὁ λόγος.

ΚΥΡ.

Ἀπεμπολήσασα δὴ οὖν τὴν παρὰ Θεοῦ χάριν, καὶ γυμνωθεῖσα ἤδη τῶν ἐν ἀρχαῖς ἀγαθῶν, ἐξεπέμπετο μὲν τοῦ παραδείσου τῆς τρυφῆς, μετεπλάττετο δὲ πρὸς τὸ ἀκαλλὲς εὐθὺς ἡ ἀνθρώπου φύσις, φθορᾶς δὲ εἴσω πεσοῦσα λοιπὸν ἀνεδείκνυτο.

ΠΑΛΛ.

Ἀναγκαίως. Ἔνδεια γὰρ οἶμαι τῶν παρὰ Θεοῦ χαρισμάτων, οὐδὲν ἕτερόν ἐστιν ἢ παντὸς ἀπόπτωσις ἀγαθοῦ. Ἀῤῥωστήσειε δ' ἂν ἡ ἀνθρώπου φύσις καὶ μάλα ῥᾳδίως τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων παραφορὰν, εἰ μὴ ἀνέχοι πρὸς ἀρετὴν αὐτὴν ἡ τοῦ διασώζοντος χάρις, τοῖς ἄνωθεν καὶ παρ' ἑαυτῆς ἀγαθοῖς πλουτίζουσα.

ΚΥΡ.

Εὖ λέγεις. Συναινέσαιμι γὰρ ἂν καὶ μάλα εἰκότως· τρέφει μὲν γὰρ εἰς ἀλκὴν τὴν πνευματικὴν ὁ ἄρτος ὁ ζῶν, τοῦτ' ἔστιν, ὁ τοῦ Θεοῦ λόγος. Γέγραπται γὰρ, ὅτι Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Δουλείας δὲ ἀπαλλάττει καὶ παθῶν, καὶ τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν εὖ μάλα καταχρυσοῖ. Συνεσταλκότος δὲ ὥσπερ τὴν χεῖρα τοῦ Θεοῦ, καὶ τὴν ἐν τούτοις ἡμῖν χορηγίαν οὐ διανέμοντος· πᾶσα ἀνάγκη πως καὶ ἀνεθελήτοις ἡμᾶς περιπίπτειν κακοῖς, καὶ ἀρετῆς μὲν ἁπάσης ἀπωλισθεῖν, ὑπελθεῖν δὲ ὥσπερ τὸν ἑτέρου ζυγὸν, ἥκειν τε ἐς τοῦτο κακῶν καὶ πλεονεξίας, ὡς ἀγχοῦ γενέσθαι λοιπὸν τοῦ καὶ αὐτὴν ἀπολέσαι τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ὑπηρετοῦσαν ἡμῖν καὶ συνῳκισμένην σύνεσιν, καὶ σοφίας ἐρήμην τῆς κατὰ Θεὸν ἀποφανθῆναί τε παντελῶς τὴν τοῦ παθόντος καρδίαν, ἐκπεπορνευμένην ὥσπερ τῷ Σατανᾷ, καὶ ὑπενεχθεῖσαν εὐκόλως ὕβρεσί τε καὶ ἀσελγείαις ταῖς ὑπ' αὐτοῦ.

Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.

ΠΑΛΛ.

Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις ἐπινήχεσθαι λογισμοῖς;

ΚΥΡ.

Ἥκιστά γε. Παραδείξαιμι γὰρ ἂν ὡς ἔνι καλῶς τὰ τοῖς ἀρχαίοις συμβεβηκότα, διαμορφῶν εὐτέχνως εἰς τύπον τῶν νοητῶν. Εἰκόνες γὰρ ἐναργεῖς καὶ ἀριδηλότατοι γένοιντο ἂν ἡμῖν τῶν ἐν θεωρίᾳ λεπτῇ, τὰ ὡς ἐν αἰσθήσει τε καὶ ὡς ἐν ὄψει σημαντικῇ. Γέγραπται τοίνυν περὶ τοῦ προπάτορος Ἀβραάμ· Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον παροικίσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Τὴν γάρ τοι φίλην τε αὑτῷ καὶ ἐνεγκοῦσαν ἀφεὶς, μεθωρμίζετο πρὸς ἑτέραν, ἢν ὑπέδειξε Θεός. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Καταβρίθοντος δὲ τοῦ λιμοῦ, καὶ δυσδιάφυκτον κομιδῇ τὴν ζημίαν ἐπάγοντος, τὴν Αἴγυπτον ἰδεῖν, καὶ οὐχ ἑκὼν, ἐβιάζετο. Καὶ κατῴκησε μὲν οὐχὶ, παρῴκησε δὲ μᾶλλον ἐν αὐτῇ.

Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον παροικίσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.

ΠΑΛΛ.

Τί οὖν τοῦτό γε;

ΚΥΡ.

Ἀρίστην ἡμῖν τῶν ἀφανεστέρων τὴν θεωρίαν διαμορφοῖ.

ΠΑΛΛ.

Τίνα τρόπον;

ΚΥΡ.

Ταῖς τῶν Ἰουδαίων ἀπειθίαις ἐπιτιμῶν, ἔφη που ὁ Θεός· Ἰδοὺ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν. Ἆρ' οὖν, ὦ ἑταῖρε, τοὺς τοιῷδε τυχὸν καταπιεσθέντας λιμῷ, καὶ χορηγίας ἐκπεπτωκότας τῆς διακρατούσης εἰς ἀρετὴν, καὶ τροφὰς οὐκ ἔχοντας τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, οὐχὶ πᾶσά πως ἀνάγκη μετανάστην ὥσπερ τινὰ καὶ φυγάδα ποιεῖσθαι τὸν νοῦν, μεταθέοντα λοιπὸν ἐπὶ τὰ αἰσχίω, καὶ ὥσπερ τινὸς γῆς ἰδίας τῆς εἰς ἀρετὴν εὐσθενείας ἐξωθούμενον, καταβαίνειν εἰς ἑτέραν ἕξιν τε καὶ θέλησιν· οὐκ ἔτι μὲν τὴν ὑπὸ Θεῷ, σκήπτροις δὲ μᾶλλον ὑποκειμένην διαβολικοῖς. Πατὴρ γὰρ, οἶμαι, καὶ βασιλεὺς ἁμαρτίας, ὁ πρῶτος αὐτὴν ἐς κόσμον ἐνεγκὼν, οὗ καὶ εἰς εἰκόνα καὶ τύπον παραδέξαιτ' ἂν οἶμαί τις, καὶ σφόδρα εἰκότως, τὸν Φαραὼ, τῆς Αἰγυπτίων ἐξάρχοντα. Παρ' οἷς βαθὺς μὲν ἦν λίαν ὁ τοῦ πεπλανῆσθαι σκότος· κακίας δὲ τρόπος ἀνεπιτήδευτος παντελῶς οὐδείς.

Ἰδοὺ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.

ΠΑΛΛ.

Καὶ τί τὸ λυπῆσαν τὸν μακάριον Ἀβραὰμ, ἐκ τοῦ καθικέσθαι τυχὸν εἰς τὴν Αἰγυπτίων;

ΚΥΡ.

Πλεῖστον μενοῦν ὅσον. Μικροῦ γὰρ ἐπέκεινα παντὸς ἠνέχθη κακοῦ. Ἀναμάθοις δ' ἂν καὶ τοῦτο εὐκόλως, ἱεροῦ φωνοῦντος Γράμματος· Ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ ἤγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Ἄθρει δὴ οὖν ὅτι μικροῦ διόλωλεν αὐτῷ τὸ γύναιον, ὦ τᾶν.

Ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ ἤγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ.

ΠΑΛΛ.

Ὡς δριμὺ τὸ χρῆμα, καὶ καταλυπεῖν ἱκανόν.

ΚΥΡ.

Καὶ μὴν τοῦτό τοι περὶ ἡμᾶς αὐτοὺς νοητῶς συμβήσεται. Οἷς γὰρ ἂν γένοιτο πατρίδος μὲν, ὥσπερ τῆς ἰδίας ἀπολισθεῖν, τῆς συνήθους τε καὶ φιλαιτάτης εὐκοσμίας καὶ ἀρετῆς, καθικέσθαι δὲ πρὸς τὰ χείρω, καὶ ὑπὸ σκῆπτρα γενέσθαι διαβολικὰ, πάντη τε καὶ πάντως ἐπιφύονταί τε καὶ ἐπιβουλεύουσι δεινῶς αἱ πονηραὶ καὶ ἐναντίαι δυνάμεις· κἂν εἰ θεάσαιντό τινα τῶν ὑπ' αὐταῖς γεγονότων οὐκ ἀκαλλῆ τὴν σύνεσιν ἔχειν δυνάμενον, περιποιεῖν σπουδάζουσι τῷ ἰδίῳ καθηγητῇ, καὶ τοῖς ἐκείνου σπερματισμοῖς ὑποφέρουσιν, ἵνα Θεῷ μὲν οὐκέτι, καρποφορῇ δὲ μᾶλλον τῷ Σατανᾷ. Τὰ γὰρ βρώματα αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ἐκλεκτά· κατακηλοῦσαι δὲ ὥσπερ τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ πολὺ βλέπων εἰς τὸ ἐλεύθερον, τῆς ὑπ' αὐταῖς θητείας ἀποφοιτήσειε. Περιποιοῦσιν ἐσθ' ὅτε τὰς ἐπὶ τοῖς γηΐνοις ἡδονὰς, καὶ οἱονείπως καταπλουτίζουσι ταῖς εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες, τὴν σύνοικον ἀπολλύντα τὸν μακάριον Ἀβραὰμ, οἱονεὶ περισαίνοντες ταῖς τιμαῖς, καὶ δώρων προσαγωγαῖς, τοῦ λυπεῖσθαι λίαν ἀποκομίζειν ἤθελον. Γέγραπται γὰρ, ὅτι Καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι' αὐτὴν, δῆλον δὲ, ὅτι τὴν Σάῤῥαν, καὶ ἐγένοντο αὐτῷ, πρόβατά τε καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. Πλεονεκτῶν γὰρ ἡμᾶς εἰς τὰ καιριώτατα, καὶ οἱονεὶ γονῆς τε καὶ εὐκαρπίας ἀποστερῶν ἐλευθέρας ὁ Σατανᾶς, καὶ ταῖς ἰδίαις ὕβρεσι καὶ ἀσελγείαις τὸν εὐγενῆ νοῦν ὑποφέρων ἐκ πλεονεξίας, τῇ τῶν ἐπιγείων τέρψει καταδεσμεῖ. Διελήλακε δὲ μανίας εἰς τοῦτό ποτε, ὡς καὶ αὐτῷ τὴν πεῖραν καθεῖναι τῷ Χριστῷ. Ἀναγαγὼν γὰρ αὐτὸν, φησὶν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης, ἐν στιγμῇ χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδονται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτά. Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.

Τὰ γὰρ βρώματα αὐτοῦ,

ἐκλεκτά·

Καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι' αὐτὴν,

καὶ ἐγένοντο αὐτῷ, πρόβατά τε καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι.

Ἀναγαγὼν γὰρ αὐτὸν, φησὶν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης, ἐν στιγμῇ χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδονται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτά. Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.

ΠΑΛΛ.

Ἔχει μὲν ὀρθῶς. Πλὴν ἐρομένῳ, φράσον. Τίς ἂν γένοιτο τοῖς παθοῦσιν ἢ ὄνησις ἤγουν ἡ ἐπικούρησις;

ΚΥΡ.

Θεὸς, ὦ γενναῖε, καὶ ἡ παρ' αὐτοῦ χάρις, οὐ μέχρι παντὸς ἐφιεῖσα τὸν ἠσθενηκότα νοῦν ὑπὸ πόδας εἶναι διαβολικοὺς, ἀλλὰ ὑπερασπίζουσά τε καὶ ἐξαιρουμένη, τὸν οὐδὲν ἐπαμύνειν ἑαυτῷ δυνάμενον. Ἴδοις δ' ἂν, εἰ βούλοιο, τουτὶ γεγονὸς καὶ ἐπὶ τοῦ προπάτορος Ἀβραάμ. Ἀπειρηκότος γὰρ τοῦ δικαίου, καὶ δρᾷν οἵου τε παντελῶς οὐδὲν, μέσος ἐχώρει Θεὸς, καὶ τῆς Αἰγυπτίων ἀσελγείας τὸ γύναιον ἠλευθέρου. Ἤτασε γὰρ Κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Ἠφίει δὲ οὕτω μόλις ὕβρεως ἐλευθέραν τὴν τῷ δικαίῳ συνῳκισμένην. Θεὸς οὖν ἄρα καὶ μόνος ἐξέλοιτο ἂν ἐκ τῆς τοῦ διαβόλου χειρὸς τὸν ἐναλόντα νοῦν, καὶ εἰς εὐκοσμίαν αὐτὸν ἀναστρέψει τὴν ἐν ἀρχαῖς.

Ἤτασε γὰρ Κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ.

ΠΑΛΛ.

Ἐνδείᾳ δὴ οὖν τῇ τῶν ἄνωθεν ἀγαθῶν κατωθούμενοι κάτιμεν ἐσθ' ὅτε πρὸς τὰ αἰσχρὰ καὶ βδελυρά.

ΚΥΡ.

Οὕτω φημί.

ΠΑΛΛ.

Ἀλλ' ἔστι που πάντως τῷ φιλαγάθῳ πρέπον Θεῷ, τὸ μηδενὶ τῶν τοιούτων ἐᾷν περιπίπτειν ἡμᾶς.

ΚΥΡ.

Πρέπον μὲν ὅτι μάλιστα τουτὶ Θεῷ, καὶ θελητόν γε, ὦ τᾶν· εἴη γὰρ ἂν ἥκιστα μὲν ἀγαθὸς, φιλάρετος δὲ οὐ λίαν, εἰ μὴ τοῦτον ἔχοι πρὸς ἡμᾶς τὸν σκοπόν. Παραίτιοι δὲ τοῦ παθεῖν ἑαυτοῖς ἡμεῖς, παραθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων Δεσπότην· ἐνίησι γὰρ οὕτω πρὸς ἀσθενῆ τε καὶ ἄνανδρον νοῦν. Ἢ οὐχὶ βοῶντος ἀκούεις δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται; Γράφει δὲ περί τινων καὶ ὁ σοφώτατος Παῦλος· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοῦς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. Τρανώτερον δὲ τουτὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας καθίστησι, λέγων, ὡς ἐκ προσώπου τῶν υἱῶν Ἰσραὴλ, ἤγουν τῶν ὠλισθηκότων εἰς ἁμαρτίας· Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.

Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται;

Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοῦς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.

Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.

ΠΑΛΛ.

Ἆρ' οὖν, εἰπέ μοι, καταῤῥᾳθυμοῦντες ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἁλισκόμενοι, προσρίψομεν τὴν αἰτίαν τῷ Θεῷ, καὶ ἐγκαλέσομεν αὐτῷ τὴν ὀργὴν, ὡς διὰ τοῦτο ἡμαρτηκότες;

ΚΥΡ.

Ἐπαιτιασόμεθα μὲν οὐχὶ, μανία γὰρ τοῦτό γε· φάσκοντες δὲ, ὅτι Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, τοιοῦτόν τι νοοῦμεν· Ὡς εἰ μὴ τὸ σὸν ἔχοιμεν εὐμενὲς, ὦ Δέσποτα, τὸ ἀπεῖργον οὐδὲν, τυραννεῖσθαι μὲν ὑπὸ ἁμαρτίας, διὰ τὸ τῆς ἡμετέρας φύσεως ἀσθενὲς, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ.

Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν,

ΠΑΛΛ.

Συνίημι ὃ φῄς.

ΚΥΡ.

Φροντίδος οὖν ἅμα καὶ μὴν καὶ φειδοῦς τῆς ἄνωθεν ἀπαμφιεννύμενοι, καὶ τῆς εἰς ἄγαν ἐξιτηλίας, καὶ τῶν εἰς τὸ φαῦλον…

Καὶ…

The complete text is available when the reading interface loads.