De adoratione et cultu in spiritu et ueritate
- Scientific editors
- Barbara Villani Editor Berlin-Brandenburgische Akademie der Wissenschaften
- Edition reference
- Kyrill von Alexandrien: De adoratione et cultu in spiritu et veritate Buch 1. Einführung, kritischer Text, Übersetzung und Anmerkungen · Berlin; Boston · De Gruyter · 2021
- CTS identifier
urn:cts:greekLit:tlg4090.tlg096.local002- Corpus release
- 2.2.0 · 2026-08-29
Preface 1
Bei dem hier dargebotenen Text handelt es sich um einen vorläufigen Lesetext von Buch 1 der in Arbeit befindlichen kritischen Edition, der aus den mit dem Classical Text Editor erstellten Dateien konvertiert wurde.
Book 0
Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας καὶ ὅτι τῆς ἐν Χριστῷ καὶ εὐαγγελικῆς πολιτείας σκιὰ καὶ τύπος ὁ νόμος πρὸς Παλλάδιον κατὰ πεῦσιν καὶ ἀπόκρισιν
Προθεωρία
Τοῖς ὡς ἄριστα καὶ ὡς ἔνι μάλιστα θεοφιλῶς διαβιοῦν ᾑρημένοις ἠθικὴν ὑφήγησιν συνθεῖναι προῃρημένος, ὡς ἂν εἰδεῖεν εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἰέναι τρίβον ὀρθῶς τε καὶ ἀπλανῶς τῆς ἐν Χριστῷ πολιτείας ἀποπεραίνειν δύνασθαι τὰ αὐχήματα, καθίημι μὲν ἀναγκαίως τὸν λόγον ἐπὶ τὴν θεόπνευστον γραφήν, ἐντολῆς δὲ τῆς διὰ Μωσέως τὰ βάθη διερευνώμενος ἐν βιβλίοις ἑπτακαίδεκα τὸ σύμπαν τῆς πραγματείας εἴργασμαι σῶμα.
Τῆς σῆς δ’ ἂν εἴη παγκάλης φρενός, ποθεινότατε ἀδελφέ, τὴν τῶν κεφαλαίων εὔρυθμον τηρῆσαι τάξιν καὶ προσώπων τῶν ἐξ ἀμοιβῆς ἀσύγχυτον τὴν διαφοράν. ἐπειδὴ γὰρ ἀνάγκη λεπτοεπεῖν καὶ ταῖς ἄγαν ἰσχναῖς προσβάλλειν ἐννοιαῖς διαπτύσσοντες τοῦ νόμου τὴν σκιὰν καὶ εἰς ἐμφανεστέραν ἄγοντες γνῶσιν τὰ ὡς ἐν αἰνίγμασιν εἰρημένα, ταύτῃτοι καὶ χρειωδέστατα πρὸς πεῦσιν ὥσπερ ἡμῖν καὶ ἀπόκρισιν τὸ εἶδος τοῦ λόγου συντέθειται καὶ ἔστιν ἀνειμένον.
Τὰ κεφάλαια τῆς πραγματείας
α ́
Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπῆς καὶ αἰχμαλωσίας τῆς εἰς ἁμαρτίαν καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς τῆς κατὰ μετάγνωσιν καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς.
β ́
Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ.
γ ́
Ἔτι ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ.
δ ́
Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ θεοῦ καὶ λελυτρωμένον αὐτῷ κατακολουθεῖν χρὴ καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακισμόν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς.
ε ́
Ἔτι περὶ ἀνδρείας τῆς ἐν Χριστῷ.
Ϛ ́
Ὅτι χρὴ θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι μόνῳ καὶ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας.
ζ ́
Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης.
η ́
Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον.
θ ́
Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ περὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ ἐκκλησίας.
ι ́
Περὶ τῶν ἐν τῇ ἁγίᾳ σκηνῇ.
ια ́
Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν ἡ κατὰ νόμον τῆς ἐν Χριστῷ.
ιβ ́
Περὶ ἱερωσύνης.
ιγ ́
Ἔτι περὶ ἱερωσύνης.
ιδ ́
Ὅτι χρὴ τοὺς φοιτᾶν ἐθέλοντας ἐν ἐκκλη σίαις καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλῖδα, καὶ οὕτω παρίστασθαι τῷ θεῷ.
ιε ́
Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους τὴν ἁμαρτίαν παρίστασθαι τῷ θεῷ. καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ κάθαρσις.
ιϚ ́
Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας θεῷ.
ιζ ́
Περὶ ἑορτῶν ἁγίων.
Λόγος πρῶτος
Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπῆς καὶ αἰχμαλωσίας τῆς εἰς ἁμαρτίαν καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς τῆς κατὰ μετάγνωσιν καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς.
Chapter 1
Α. Ποῖ δὴ καὶ πόθεν ἔρεσθαι μὲν δὴ περιττὸν οἶμαί που. φαίης γὰρ ἄν, εὖ οἶδ’, ὅτι μελλήσας οὐδὲν ὡς οἴκοθέν τε καὶ ὡς ἡμᾶς.
Β. Ἀληθές.
Α. Δέλτιον δὲ δή σοι τουτὶ τὸ ἐν χεροῖν ὅτι;
Β. Βίβλος εὐαγγελικὴ Ματθαίου τε καὶ Ἰωάννου συγγραφή.
Α. Οἴει δὲ αὐτὴν ὅποι τε καὶ ὅτῳ διακομίζεσθαι δεῖν; οὐ γάρ που θυραῖός γε ἰὼν ἐκμελετῴης ἄν, ὦ Παλλάδιε. πόνοι δὲ μᾶλλον οἱ ἐπὶ τῷδε γλυκεῖς οἴκοι τε καὶ ἐν σχολῇ.
Β. Εὖ λέγεις· περιτευξόμενος δὲ ἀφῖγμαί σοι καὶ δέλτον ἄγω τὴν ἱεράν· μυρία γὰρ ὅσα πεπονηκὼς οὐδὲν ὅτι μᾶλλον ἔχω νοεῖν, τί ἂν βούλοιτο δηλοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν μὲν τῷ Ματθαίῳ λέγων· μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
Ἐν δέ γε τῇ κατὰ τὸν Ἰωάννην συγγραφῇ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Α. Εἶτα τί τὸ ἄναντες εἶναί σοι δοκοῦν ὡς ἔν γε δὴ τούτοις; τί δὲ δὴ τὸ βαθὺ καὶ δυσέφικτον; ἐρομένῳ φράσον.
Β. Ἐθῶν μὲν γὰρ τῶν ἀρχαιοτέρων ἀποφοιτᾶν καὶ τῆς ἐν νόμῳ δικαιοσύνης καταλῆξαι δεῖν ἱερὸς ἡμῖν ἐπιτάττει λόγος. ἔφη γὰρ ὁ Παῦλος τοῖς ταύτης ἐφιεμένοις καὶ μετὰ τὴν πίστιν· κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. πολιτείας δὲ τῆς κατὰ τὸν νόμον καίτοι λαμπρὰ καὶ μεγάλα δεικνύων ἡμῖν ἐφ’ ἑαυτῷ τὰ αὐχήματα πάλιν φησίν· ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ θεοῦ δικαιοσύνην. οὐκ ἀμώμητον δὲ εἶναι τὴν ἀρχαίαν ἐντολὴν διεβεβαιοῦτο σαφῶς. ταύτῃτοί φησι καὶ ἀντ’ ἐκείνης ἡμῖν εἰσκεκομίσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν, τοῦτ’ ἔστι τὴν εὐαγγελικήν. γράφει δὲ οὕτως· ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ. καὶ πάλιν· εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. μεμφόμενος γὰρ αὐτοὺς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς. ἐξόχως δὲ λίαν τὸ τῆς καινότητος ὄνομα συνείς τε καὶ ἑρμηνεύων· ἐν δὲ τῷ λέγειν, φησί, καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
Εἰ τοίνυν τετελείωκε μὲν ὁ νόμος οὐδέν, ἀθέτησις δὲ τῆς ἀρχαίας γέγονεν ἐντολῆς καὶ τῆς δευτέρας ἐπεισφορὰ προσοικειούσης ἡμᾶς τῷ θεῷ, τί δὴ ἄρα φησὶν ὁ σωτήρ· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; καὶ ὅτι προσήκει προσκυνεῖν ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ θεῷ καὶ πατρί; δηλοῖ γάρ, οἶμαι, τουτὶ τὸ ἀποπαύσασθαι δεῖν ἡμᾶς ἐθῶν καὶ λατρείας τῆς κατὰ τὸν νόμον.
Α. Ὡς εἰς πλατὺ ζητημάτων ἐξοίχῃ πέλαγος. ποῖος γὰρ ἂν ἀρκέσειε νοῦς τοῖς οὕτω λεπτοῖς θεωρήμασιν ἐνατενίσαι λαμπρῶς ὡς τοῖς πάλαι τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως ἀδελφὴν οἷάπερ καὶ γείτονα καὶ διὰ τῶν αὐτῶν ἰοῦσαν πραγμάτων τὴν νέαν ἡμῖν ἐπιδεῖξαι γραφὴν καὶ τῆς νομικῆς πολιτείας οὐ σφόδρα διῳκισμένην τὴν ἐν Χριστῷ ζωήν, εἰ πρὸς θεωρίαν ἄγοιτο πνευματικὴν τὰ τοῖς ἀρχαίοις διωρισμένα; τύπος γὰρ ὁ νόμος καὶ σκιὰ καὶ τῆς εὐσεβείας ἡ μόρφωσις ὡς ἐν ὠδῖσιν ἔτι καὶ κεκρυμμένον ἐν ἑαυτῇ τὸ τῆς ἀληθείας ἔχουσα κάλλος. ἢ οὐχ ὧδε ἔχειν ὅπερ ἔφην ἐρεῖς;
Chapter 2
Β. Πάνυ μὲν οὖν. ἀλλὰ τίς ἂν γένοιτο τούτων ἡ διασάφησις; ἢ τίς ὁ τρόπος τοῦ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, ἐξῆφθαι δὲ ἔτι δοκεῖν τῆς ἀρχαίας ἐντολῆς καὶ πληροῦν οἴεσθαι τὰ διὰ Μωσέως;
Α. Οὐχ ἁπλοῦς ὁ λόγος, ὡς ἄν τις εἰκάσαι· χρῆμα δέ, οἶμαι, πολυσχιδὲς καὶ πολύμορφον ἡ ἀρετή, καὶ τῆς ἐν Χριστῷ πολιτείας τὰ αὐχήματα διὰ πλείστης ὅσης ἡμῖν τῆς ἀγαθουργίας ἐκποικίλλεται.
Καὶ γοῦν ὁ θεσπέσιος Δαυὶδ ἐν ψαλμῷ τῷ τετάρτῳ καὶ τεσσαρακοστῷ παρίστησι μὲν τῷ Χριστῷ παρθένον ἁγνὴν ὡς ἐν τάξει βασιλίδος τὴν ἐκκλησίαν, περίχρυσον δὲ αὐτῇ καὶ πεποικιλμένην περιτίθησι στολὴν οὕτω λέγων· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη καὶ πεποικιλμένη, τοῦ μὲν διαχρύσου τὸ ἔντιμον καὶ περιφανές, καθάπερ ἐγῷμαι, τοῦ δέ γε ποικίλου τὸ πολυειδὲς τῆς ἀρετῆς εὖ μάλα κατασημαίνοντος. ἐκπρεπεστάτη γὰρ λίαν ἐν τούτοις ἡ ἐκκλησία κόσμον ἔχουσα τὸν νοητὸν οὐ τοῖς τῆς σαρκὸς ὁρώμενον ὀφθαλμοῖς, ἀλλ’ εἰς νοῦν ἔσω καὶ καρδίαν τὸν ἐν τῷ κρυπτῷ νοούμενον Ἰουδαῖον διὰ πλείστων ἡμῖν ὅσων ὡραϊσμῶν εὐφυᾶ καὶ ἐξαίρετον ἀστείως ἐκφαίνοντα. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὔτε μὴν ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ.
Β. Ἆρ’ οὖν, εἰπέ μοι, τῆς ἐν πνεύματι περι τομῆς εἰσκεκομισμένης καὶ θυσιῶν τῶν κατὰ τὸν νόμον ἀνατετραμμένων καὶ τόπον οὐδένα παρ’ ἡμῖν ἐχούσης τῆς πολιτείας ἰουδαϊκῆς, οὐκ ἀπίθανόν πως εἶναι δοκεῖ τὸ φάναι Χριστὸν oὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; ἢ εἴπερ οὐχ ὧδε ἔχει, διακωλύσειεν ἂν οἶμαί που καὶ ἡμᾶς οὐδὲν βουθυσίαις μὲν καὶ λιβανωτοῖς τὸν τῶν ὅλων βασιλέα καταγεραίρειν θεόν, προσκομίζειν δὲ αὐτῷ τρυγόνας καὶ περιστεράς, καὶ εἴ τι δρᾶν ἕτερον τοῖς ἀρχαιοτέροις νενόμιστο, τοῦτο καὶ ἡμᾶς αὐτοὺς ἐπείγεσθαι πληροῦν.
Α. Καὶ μήν, ὦ ἑταῖρε, πολὺ τοῦ πρέποντος ἀποκομίζῃ μακράν· ἀνατετράφθαι γὰρ οἴει τὸν νόμον ὡς οὐδὲν ἀπώνασθαι μὲν τῶν αὐτοῦ καὶ ἀχρεῖον ἔχοντα παντελῶς τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀναγκαίων δήλωσιν καὶ οὐχὶ μετατετράφθαι μᾶλλον αὐτὸν εἰς ἀληθείας ἔνδειξιν, καίτοι τοῦ μακαρίου γράφοντος Παύλου· νόμον οὖν καταργοῦμεν διὰ πίστεως; μὴ γένοιτο. ἀλλὰ νόμον ἱστάνομεν. παιδαγωγεῖ γὰρ ὁ νόμος καὶ ἀποφέρει καλῶς εἰς τὸ ἐπὶ Χριστῷ μυστήριον. εἶναι δέ φαμεν τὰ πάλαι διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. εἰ δὴ παρωσαίμεθα τὸν παιδαγωγόν, τίς ἡμᾶς ἔτι διακομιεῖ πρὸς τὸ Χριστοῦ μυστήριον; καὶ εἰ παραιτοίμεθα τὸ μαθεῖν τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, πῶς ἂν ἔτι λοιπὸν ἢ πόθεν ἀφιξαίμεθα πρὸς τὸ τέλος; ἢ γὰρ οὐχὶ κατὰ τὰς γραφὰς πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός;
Β. Ναί.
Α. Γέγραπται γὰρ ὡδί· πλήρωμα δὲ νόμου καὶ προφητῶν εἴη ἂν εἰς αὐτόν, οἶμαί που, παντὸς ὁρῶντος καὶ τετραμμένου προφητικοῦ τε καὶ νομικοῦ θεσπίσματος. τοιγάρτοι καὶ ἔφασκε τὰς τῶν Ἰουδαίων ἀπειθείας ἐκδυσωπῶν· μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε; ἀφῖχθαι δὴ οὖν εἰ λέγοι καταλύσων μὲν οὐδαμῶς τὸν νόμον, ἀποπερανῶν δὲ μᾶλλον αὐτόν, μὴ τὴν εἰς ἅπαν ἀνατροπὴν τῶν πάλαι τεθεσπισμένων εἰργάσθαι διανοοῦ, μᾶλλον δὲ μεταπλασμὸν ὥσπερ τινὰ καί, ἵν’ οὕτως εἴπω, μεταχάραξιν τῶν ἐν τύποις ἐπὶ τὸ ἀληθές.
Β. Ὀρθῶς ἔφης.
Α. Καὶ δή τι τοιοῦτον ἔδει γενέσθαι παρὰ Χριστοῦ· οἱ τὴν ἐν πίναξι καὶ γραφαῖς εὐτεχνίαν ἐξησκηκότες οὐκ εὐθὺς τοῦ γράφειν ἀρχόμενοι τὸ ἀνενδεῶς ἔχον καὶ εἰς ἅπαν ἀπηρτισμένον ἐπιφέρουσιν εἶδος ταῖς γραφαῖς, ἑνὶ δὲ δὴ πρότερον καὶ ἀκαλλεστέρῳ χρώματι σκιαγραφοῦντες εὖ μάλα καὶ ὧνπερ ἂν ἕλοιντο τυχὸν ἀμυδροτέρους ἔτι τοὺς τύπους προαναφαίνοντες, εἶτα ταῖς σκιαῖς ἐπαλείφοντες τὸ ἑκάστῃ πρέπον τε καὶ ἁρμοδιώτατον χρῶμα, μεταφέρουσι τοὺς τύπους εἰς εἶδος τὸ ἐμφανὲς καὶ ἀσυγκρίτως ἄμεινον ἢ τὸ ἐν ἀρχαῖς. ἢ οὐχ ὧδε ἔχει;
Β. Ἔγωγέ φημι.
Α. Οἱ δὲ δὴ τὴν χαλκουργικὴν ἐπιτηδεύοντες ἐμπειρίαν ἀνδριάντα τυχὸν εἰ βούλοιντο διαπήγνυσθαι, κηρῷ μὲν τὸ πρῶτον εἰς εἶδος ἄγουσιν ἀδρανές, εἶτα πυρὶ κατατήκοντες ἐπιχέουσι τὸν χαλκὸν ἄγουσί τε οὕτω πρὸς τὸ ἀρτίως ἔχον εἶδός τε καὶ κάλλος εὖ μάλα τὸ τεχνουργούμενον. ἐπιρριφθείσης δὲ ταῖς σκιαῖς τῆς τῶν χρωμάτων πολυειδίας καὶ μὴν καὶ χαλκοῦ τὰ ἐκ κηροῦ κατατήκοντος, δόξειε μὲν ἂν ἠθετῆσθαί τε καὶ ἀνατετράφθαι βραχὺ τὰ πρῶτά τε καὶ ἐν ἀρχῇ σχήματα. ἔχει δὲ οὐχ οὕτω τὸ χρῆμα τῇ φύσει. φαῖεν γὰρ ἂν ἀληθεύοντες χαλκουργός τε καὶ γραφεύς· „ οὐ κατελύσαμεν τὰς σκιάς, οὐκ εἰς ἀχρειότητα παντελῆ τοὺς τύπους ἐπέμψαμεν, πεπληρώκαμεν δὲ μᾶλλον. ὃ γὰρ ἦν ἰδεῖν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις ἀφανέστερόν τε καὶ ἀκαλλέστερον, τοῦτο προβέβηκεν ἐπὶ τὸ ἄμεινόν τε καὶ ἐμφανέστερον. “
Β. Εὖ λέγεις.
Chapter 3
Α. Καὶ εἴπερ τις ἕλοιτο πολυπραγμονεῖν ἀλη θῶς τὴν ἱεράν τε καὶ θεόπνευστον γραφήν, εἴσεται δὴ πάντως ἀληθὲς ὑπάρχον, ὅ φημι. κάλυμμα γὰρ ἐτίθει Μωσῆς ἐπὶ τὸ πρόσωπον αὑτοῦ διὰ τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ κατὰ τὸ γεγραμμένον.
Β. Καὶ τί δὴ τοῦτο παραδηλοῖ;
Α. Ταῖς γὰρ Ἰουδαίων διανοίαις παχυτέραις οὔσαις ἔτι οἰστὰ μέν πως ἦν τὰ ἐξωφανῆ τοῦ νόμου, φημὶ δὲ δὴ πάλιν τὰ διὰ μόνου τοῦ γράμματος· ἀφόρητα δὲ καὶ ἀπρόσβλητα παντελῶς τὰ ἔσω κεκρυμμένα καί, ἵν’ οὕτως εἴπωμεν, τὸ τῶν νοημάτων πρόσωπον ἀληθές. τοιγάρτοι καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. ἀλλ’ ἕως σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. ἀλλ’ ὧδε μὲν δὴ τὰ τῶν Ἰουδαίων ἑστάτω. ἡμεῖς δὲ δὴ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, φησίν, τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.
Ὥσπερ γὰρ οἱ ἐν ἐσόπτρῳ βλέποντες εἰκόνα καὶ τύπον τοῦ ἀληθοῦς καὶ οὐκ αὐτό που τὸ ἀληθὲς ἐγκαταθρήσειαν ἄν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ἐπιθυμοῦντες ἰδεῖν, καθάπερ ἐσόπτρῳ τῷ νόμῳ χρώμενοι, κατορθώσειαν ἂν ὡς ἄριστα τὸ ποθούμενον. τὴν γὰρ αὐτὴν τῶν πραγμάτων εἰκόνα μεταπλάττοντες εἰς ἀλήθειαν, εἴσονται καθαρῶς τὸ ὅτι μάλιστα δοκοῦν καὶ εὐάρεστον τῷ θεῷ.
Β. Εἶτα τίς ἂν γένοιτο τυχὸν ὁ λόγος τοῦ μὴ ἐν ἀρχαῖς τοῖς πάλαι τὸ νέον τε καὶ εὐαγγελικὸν δεδόσθαι χρησμώδημα, τύπους δὲ μᾶλλον νενομοθετῆσθαι καὶ σκιάς;
Α. Τὸ μὲν ἀκριβὲς τῆς οἰκονομίας καὶ ὅπως ἂν ἔχοι ταυτὶ κατά γε τὸ ἀληθέστερον, ἀναθετέον εὐσεβῶς τῷ πάντα εἰδότι θεῷ. λογισμοὶ δὲ ἡμᾶς ἐννοιῶν ἀγαθῶν ἀμοιρεῖν οὐκ εἰδότες ἀποφέρουσί πως κἂν γοῦν εἰς μετρίαν εἴδησιν ἢ καὶ τάχα που πρὸς τὸ εἰδέναι δοκεῖν τῆς οἰκονομίας τὴν πρόφασιν.
Φαμὲν οὖν, ὅτι παιδαγωγίας ἔδει πολλῆς καὶ ἀνατροφῆς τρόπον τινὰ νηπιοπρεποῦς τοῖς ἐξ Αἰγύπτου λελυτρωμένοις. παχύνοι γὰρ ἦσαν ἔτι καὶ εὐπαράφοροι κομιδῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων. δυσαπόνιπτον δὲ παντελῶς τὴν φιλοσαρκίαν ἠρρωστηκόσι καὶ δυσδιαφύκτοις πάθεσιν ἐγκατειλημμένοις ἀνέφικτόν πως ἦν ἔτι καὶ οὐχ ἕτοιμον ἑλεῖν τὸ εὐθὺς ἀναθρῴσκειν δύνασθαι πρὸς τὸ ἄγαν ἀστεῖον, ὡς καὶ ζωῆς τινα τρόπον ἐπανελέσθαι τυχὸν τῆς οὕτω λαμπρᾶς καὶ ὑπερφυοῦς, ὡς περιπατεῖν μὲν ἐπὶ τῆς γῆς, ἔχειν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς κατὰ τὸ γεγραμμένον. ἦ γὰρ οὐχὶ τελείων μὲν ἔστιν ἡ στερεὰ τροφή, γάλα δὲ τοῖς ἔτι νηπίοις τὸ πρεπωδέστερον;
Β. Καὶ μάλα.
Α. Ἔδει τοίνυν παιδαγωγίας μὲν τῆς ἐν τύπῳ τοῖς ἔτι νηπίοις καί, ἵν’ οὕτως εἴπωμεν, τρυφερωτέρας ἀνατροφῆς, οὐχὶ τοῦ πρὸς τελειότητα διᾴττοντος λόγου καὶ ἀποκομίζειν οἵου τε πρὸς τὸ ἀρτίως ἔχον. ἐλαφροὶ δὲ οὕτως καὶ ὀλιγογνώμονες καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν παθῶν ἁλοῖεν ἂν οἱ ἐξ Ἰσραήλ, ὡς εἴπερ τις ἐν αὐτοῖς ἀκριβὴς ἦν βάσανος ἠθῶν καὶ ἐγχειρημάτων, οὐδ’ ἂν οἶμαι σκιᾶς ἠξίωντο. καὶ τοῦτο δέδειχεν ὁ Μωσῆς. θεοῦ γὰρ προστάττοντος ἀνέθορε μὲν εἰς τὸ ὄρος αὐτὸς τὸν νόμον ὑποδεξόμενος. οἱ δὲ παραχρῆμα κατώλισθον εἰς ἀπόστασιν. μεμοσχοποιήκασι γὰρ φάναι τε οἱ δείλαιοι τετολμήκασιν· oὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. ἐπὶ οὖν ταῖς οὕτω δειναῖς ἐλαφρίαις ἐδυσφόρει μὲν ὁ Μωσῆς, κατερρήγνυ δὲ τὰς πλάκας, ἐν αἷς ἦν ὁ νόμος, οὐδὲ σκιᾶς ἢ τύπων ἢ κἂν γοῦν ὅλως παιδαγωγίας τῆς ἄνωθεν ἀξίους εἶναι νομίσας τούτους, οἷς γε τοσοῦτον ἀπόπληκτος ἦν ὁ νοῦς, ὡς ἀμνημονῆσαι μὲν τῶν οὕτω τεθαυμασμένων, ἃ διὰ τῆς θείας ἰσχύος ὑπὲρ αὐτῶν ἐξεπράττετο, μόσχῳ δὲ τὸ σέβας ἀναθεῖναι πάλιν καὶ τῆς ἐν Αἰγύπτῳ λατρείας ἐλθεῖν εἰς ἀνάμνησιν.
Ἀλλ’ ἐν πλαξὶ μὲν λιθίναις ἐσκιαγραφεῖτο τότε τοῖς ἀρχαιοτέροις ὁ νόμος ἐν δακτύλῳ θεοῦ, καθὰ γέγραπται. τύπος δὲ ἦν ἐκεῖνα τῶν καθ’ ἡμᾶς ἐν Χριστῷ γενέσθαι πεπιστευμένων. καταγράφει γὰρ ὥσπερ ἐν ἡμῖν τῆς ἑαυτοῦ βουλῆς τὴν εἴδησιν ὁ πάντων δεσπότης θεὸς οἱονεὶ καλάμῳ χρώμενος τῷ υἱῷ ἐν πνεύματι. ὠνόμαζε γὰρ οὕτως αὐτὸν διὰ Δαυὶδ λέγων· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ἐνεχάραξε γὰρ ταῖς ἁπάντων καρδίαις ὁ τοῦ πατρὸς κάλαμος, τοῦτ’ ἔστιν ὁ υἱός, τὴν παντὸς εἴδησιν ἀγαθοῦ, οἱονεί τινι δακτύλῳ θεοῦ τῷ τε τοῦ πατρὸς καὶ τῷ ἰδίῳ χρώμενος πνεύματι. δάκτυλον γὰρ ὠνόμαζε τὸ πνεῦμα θεοῦ λέγων ποτὲ μέν· εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ποτὲ δὲ αὖ· εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ἐπιστολὴν δὲ ἡμᾶς τὴν πνευματικὴν καὶ ὁ Παῦλος ἐκάλει λέγων· ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ θεοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι θεοῦ ζῶντος οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.
Β. Ἀλλ’ ὅτι μὲν τύποι καὶ σκιαὶ τὰ κατὰ τὸν νόμον, φαίην ἂν καὶ αὐτός, ὡς εὖ ἴσθι τοι. φέρε δὴ οὖν λεπτόν τε καὶ ἀκριβῆ τοῖς ἐν τύπῳ κεχρησμῳδημένοις ἐνιέντες τὸν νοῦν πολυπραγμονῶμεν εὖ μάλα τῆς ἀληθείας τὸ κάλλος. εἴη γὰρ ἂν οὕτω λοιπὸν οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς τῆς ἐν πνεύματι λατρείας τὸ μυστήριον.
Α. Καὶ μήν, ὦ γενναῖε, καταπέφρικά τοι καὶ σφόδρα εἰκότως δυσοκνότατά τε εἶμι πρὸς τοῦτο λίαν. εἶεν γὰρ ἂν οἶμαί που τοῖς καθ’ ἡμᾶς οὐχ ἁλώσιμα τὰ οὕτως ἀνῳκισμένην καὶ ὑπερτενῆ λαχόντα τὴν θεωρίαν. χρῆναι δὲ οἶμαι λέγειν ἀνασκοπουμένῳ τὸ βάθος τῶν ἐν τῷ νόμῳ θεωρημάτων· τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά;
Β. Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα, ὦ τᾶν. αἰτεῖτε δέ, ὅμως φησὶν ὁ Χριστός, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.
Chapter 4
Α. Ἰτέον δὴ οὖν ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ τελοῦν εἰς ὄνησιν· καὶ δὴ καὶ ἱκετηρίαν προανατεί νωμεν λέγοντες· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, καὶ πρό γε τῶν ἄλλων εἰπεῖν τήν τε εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπὴν δουλείας τε πέρι καὶ αἰχμαλωσίας τῆς ὑπὸ τῷ πάντων ἐχθρῷ, ὅπως τε καὶ τίνα τρόπον ταυτὶ παρ’ ἡμῶν καὶ ἐν ἡμῖν ἐκπράττεται. προσεπειπεῖν δὲ δὴ οὕτω καὶ τίνα χρὴ τρόπον ἀπονεύειν τοῦ κακοῦ καὶ ἀποσείεσθαι μὲν τῆς ὑπ’ ἐκείνῳ δουλείας τὸν ζυγόν, ἀναθρῴσκειν δὲ αὖ πρὸς τὸ ἐν ἀρχαῖς διασώζοντος τε καὶ ἐπαμύνοντος θεοῦ. τῇδε γὰρ ἡμῖν ἰόντος τοῦ λόγου ὁδῷ τῇ πρεπούσῃ προήκοι ἄν, οἶμαι, καὶ τὰ λοιπά.
Β. Ὀρθότατα διανοῇ.
Α. Τὸ γάρ τοι καρποφορεῖν δύνασθαι τῷ θεῷ καὶ θυσίας προσάγειν πνευματικὰς ἤγουν ἀνδρίζεσθαι καὶ εὐδοκιμεῖν, κατορθοῦν ἐθέλοντας τὴν ἀρετήν, οὐχὶ δήπου πρέποι ἂν τοῖς οὔπω δουλείας καὶ παθῶν ἀνάγκης ἀπηλλαγμένοις, ἀλλ’ οἷς ἤδη πως ὁ νοῦς ἀνανήφει πρὸς τὸ ἐλεύθερον καὶ οὐκ ἀμελέτητον ἔχει τὸ ἀποσείεσθαι τὸν ζυγὸν τῆς τοῦ διαβόλου πλεονεξίας.
Β. Σύμφημι, νοεῖς γὰρ ὀρθῶς.
Α. Καὶ δὴ καὶ λέγωμεν, ὡς πεποίηται μὲν ὁ ἄνθρωπος ἐν ἀρχαῖς ἁμαρτίας μὲν καὶ παθῶν ἀνωτέρω πως ἔτι τὴν διάνοιαν ἔχων, οὐ μὴν ἀνεπίδεκτος παντελῶς τῆς ἐφ’ ὅπερ ἂν ἕλοιτο παρατροπῆς. ἐδόκει γὰρ ἔχειν ὀρθῶς τῷ πάντων ἀριστοτέχνῃ θεῷ τῶν ἰδίων θελημάτων ἀνάπτειν αὐτῷ τὰς ἡνίας καὶ ἀναθεῖναι δρᾶν τὸ δοκοῦν αὐτοκελεύστοις ὁρμαῖς. προαιρετικὴν γὰρ ἔδει καὶ οὐχ ὥσπερ ἐξ ἀνάγκης ὁρᾶσθαι τὴν ἀρετήν, ἀλλ’ οὐδὲ φύσεως νόμοις ἀδιαπτώτως ἐρηρεισμένην· ἴδιον γὰρ ἂν εἴη τουτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ὑπεροχῆς. ἐπειδὴ δὲ τοῖς τῆς ἰδίας φύσεως λόγοις τὸ ζῷον ἀπήρτιστο τεχνουργοῦντος θεοῦ, κατεπλούτει παραχρῆμα τὴν πρὸς αὐτὸν ὁμοίωσιν. ἐνεχαράττετο γὰρ αὐτῷ τῆς θείας φύσεως ἡ εἰκὼν ἐμφυσηθέντος ἁγίου πνεύματος. αὐτὸ γάρ ἐστιν ἡ πνοὴ τῆς ζωῆς, ἐπεί τοι ζωὴ κατὰ φύσιν ὁ θεός.
Β. Ἆρ’ οὖν ψυχὴ τῷ ἀνθρώπῳ τὸ θεῖον ἐγένετο πνεῦμα;
Α. Καὶ πῶς οὐκ ἄτοπον κομιδῇ τὸ τῇδε νοεῖν; ἦ γὰρ ἂν ἄτρεπτος καὶ αὐτή που πάντως διαμεμένηκεν ἡ ψυχή· νυνὶ δέ ἐστι τρεπτή, τρεπτὸν δὲ οὔτι που τὸ πνεῦμά ἐστιν. ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ’ αὐτὴν ὁ μῶμος τὴν θείαν εὐθὺς ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ μὴν καὶ τοῦ υἱοῦ τὸ οὐ σιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ πατρὸς δι’ υἱοῦ προχεόμενον πνεῦμα. ἀμαθὲς οὖν ἄρα τὸ εἰς ψυχὴν οἴεσθαι μεταπεπλάσθαι τὸ πνεῦμα καὶ εἰς ἀνθρώπου μεταχωρῆσαι φύσιν. ἀλλ’ ἐψυχοῦτο μὲν τὸ πλαστουργηθὲν ἀρρήτῳ δυνάμει, κατεκαλλύνετο δὲ παραχρῆμα τῇ τοῦ πνεύματος δόσει. ἦν γὰρ οὐχ ἑτέρως τὴν θείαν ἡμᾶς εἰκόνα δύνασθαι πλουτεῖν.
Β. Εὖ λέγεις.
Α. Κατακοσμήσας δὴ οὖν τὸ τέχνημα θεὸς τὴν ἐν παραδείσῳ δίαιταν ἐχαρίζετο. ἐπειδὴ δὲ ἔδει τὸν οὕτως κατηγλαϊσμένον καὶ τῇ τῶν ἄνωθεν ἀγαθῶν ἀφθονίᾳ κατεστεμμένον μὴ εὐκόλως ἀποφέρεσθαι πρὸς ἀλαζονείαν ἐᾶν, ἀγνοοῦντα τὴν δουλείαν καὶ ὡς ἔστι μέτρον τῶν οἰκετικῶν (τὸ γάρ τοι λίαν εὐρὺ πρὸς τὸ εὐκλεὲς καὶ τὸ ἀμέτρως ἐλεύθερον ἀποφέρει πρὸς τὸ ὑπέροφρυ καὶ ἐπάρατον πάθος), πρόφασις αὐτῷ τοῦ μὴ ἀγνοεῖν τὸν δεσπότην ἐγκρατείας ἐδόθη νόμος, ἵνα δι’ αὐτοῦ καλοῖτο πρὸς ἀνάμνησιν ἀεὶ τοῦ μετ’ ἐξουσίας προστεταχότος καὶ εἰδείη σαφῶς, ὡς ἔστιν ὑπεζευγμένος τοῖς τοῦ κρατοῦντος θεσμοῖς. ἀλλ’ οὐκ ἠρέμει τὸ ἀνόσιον ἐκεῖνο καὶ θεομισὲς θηρίον.
Β. Φαίης ἂν οἶμαί που τὸν Σατανᾶν, ὃς τῶν οὐρανίων ἀψίδων ἀστραπῆς δίκην κατηκοντίζετο· νοσεῖν γὰρ οὕτω μειρακιωδῶς ἐδόκει τὸ θέλειν εἶναι θεὸς καὶ τὰ ὑπὲρ φύσιν τὴν ἑαυτοῦ παραληρῶν ἐφαντάζετο.
Α. Διατεκμαίρῃ καλῶς. φθόνου γὰρ καὶ ἁμαρτίας εὑρετὴς ὢν καὶ πατὴρ ἀπρακτεῖν οὐκ ἤθελε περὶ τὸ ἐπὶ γῆς ζῷον, τοῦτ’ ἔστι τὸν ἄνθρωπον. εἶτα δόλῳ καὶ ἀπάταις ὑπελθὼν παρεκόμισεν εἰς παρακοὴν πανουργίας ὀργάνῳ τῷ γυναίῳ χρώμενος. ἀεὶ γάρ πως ἡμᾶς κατασείουσι πρὸς τὸ ἀκαλλές, τοῦτ’ ἔστιν εἰς ἁμαρτίαν, αἱ σὺν ἡμῖν τε καὶ ἐν ἡμῖν ἡδοναί· ἡδονῆς δὲ τύπος ἡ γυνή, θωπείαις δὲ ταῖς ἐξ ἡδονῶν καταθεῖ πολλάκις ἐπὶ τὸ ἀνεθέλητον ὁ νοῦς. ὅπερ οὖν ἐν Ἀδὰμ ὡς ἐν πάχει πραγμάτων καὶ αἰσθητῶς ὁρᾶται συμβεβηκὸς τοῦτο καὶ ἐν ἑκάστῳ τῶν καθ’ ἡμᾶς νοητῶς τε καὶ κεκρυμμένως κατίδοι τις ἂν πληρούμενον. προανατέλλουσα γὰρ ἡδονὴ καταγοητεύει τὸν νοῦν καὶ καταβιβάζει κατὰ βραχὺ πρὸς τὸ οἴεσθαι λοιπὸν τὸ μηδὲν εἶναι παντελῶς τοῦ θείου νόμου τὴν παράβασιν. καὶ πιστώσεται λέγων ὁ Χριστοῦ μαθητής· μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ θεοῦ πειράζεται. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
Β. Ἀτρεκὴς ὁ λόγος.
Α. Ἀπεμπολήσας δὴ οὖν τὴν παρὰ θεοῦ χάριν καὶ γυμνωθεὶς ἤδη πως τῶν ἐν ἀρχαῖς ἀγαθῶν ἐξεπέμ πετο μὲν τοῦ παραδείσου τῆς τρυφῆς, μετεπλάττετο δὲ πρὸς τὸ ἀκαλλὲς εὐθὺς ἡ ἀνθρώπου φύσις, φθορᾶς δὲ εἴσω πεσοῦσα λοιπὸν ἀνεδείκνυτο.
Β. Ἀναγκαίως. ἔνδεια γὰρ οἶμαι τῶν παρὰ θεοῦ χαρισμάτων οὐδὲν ἕτερόν ἐστιν ἢ παντὸς ἀπόγνωσις ἀγαθοῦ. ἀρρ ωστήσειε δ’ ἂν ἡ ἀνθρώπου φύσις καὶ μάλα ῥᾳδίως τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων παραφοράν, εἰ μὴ ἀνέχοι πρὸς ἀρετὴν αὐτὴν ἡ τοῦ διασώζοντος χάρις τοῖς ἄνωθεν καὶ παρ’ ἑαυτῆς ἀγαθοῖς πλουτίζουσα.
Α. Ὡς εὖ λέγεις. συναινέσαιμι γὰρ ἂν καὶ μάλα εἰκότως· τρέφει μὲν γὰρ εἰς ἀλκὴν τὴν πνευματικὴν ὁ ἄρτος ὁ ζῶν, τοῦτ’ ἔστιν, ὁ τοῦ θεοῦ λόγος. γέγραπται γάρ, ὅτι καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. δουλείας δὲ ἀπαλλάττει καὶ παθῶν καὶ τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν εὖ μάλα καταχρυσοῖ. συνεσταλκότος δὲ ὥσπερ τὴν χεῖρα τοῦ θεοῦ καὶ τὴν ἐν τούτοις ἡμῖν χορηγίαν οὐ διανέμοντος πᾶσα πως ἀνάγκη καὶ ἀνεθελήτοις ἡμᾶς περιπίπτειν κακοῖς καὶ ἀρετῆς μὲν ἁπάσης ἀπωλισθεῖν, ὑπελθεῖν δὲ ὥσπερ τὸν ἑτέρου ζυγὸν ἥκειν τε εἰς τοῦτο κακῶν καὶ πλεονεξίας, ὡς ἀγχοῦ γενέσθαι λοιπὸν τοῦ καὶ αὐτὴν ἀπολέσαι τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ὑπηρετοῦσαν τε ἡμῖν καὶ συνῳκισμένην σύνεσιν καὶ σοφίας ἐρήμην τῆς κατὰ θεὸν ἀποφανθῆναι παντελῶς τὴν τοῦ παθόντος καρδίαν ἐκπεπορνευμένην ὥσπερ τῷ Σατανᾷ καὶ ὑπενεχθεῖσαν εὐκόλως ὕβρεσί τε καὶ ἀσελγείαις ταῖς ὑπ’ αὐτῷ.
Chapter 5
Β. Ἐκδείξειας ἂν ὅπως, ἢ ψιλοῖς ἐάσεις ἐπινήχεσθαι λογισμοῖς;
Α. Ἥκιστά γε. παραδείξαιμι γὰρ ἂν ὡς ἔνι καλῶς τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διαμορφῶν εὐτέχνως εἰς τύπον τῶν νοητῶν. εἰκόνες γὰρ ἐναργεῖς καὶ ἀριδηλότατοι γένοιντ’ ἂν ἡμῖν τῶν ἐν θεωρίᾳ λεπτῇ τὰ ὡς ἐν αἰσθήσει τε καὶ ὡς ἐν ὄψει σωματικῇ. γέγραπται γὰρ τοίνυν περὶ τοῦ προπάτορος Ἀβραάμ· καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. τὴν γάρ τοι φίλην τε αὑτῷ καὶ ἐνεγκοῦσαν ἀφεὶς μεθωρμίζετο πρὸς ἑτέραν, ἣν ὑπέδειξε θεός. ἔξελθε γάρ, φησίν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. καταβρίθοντος δὲ τοῦ λιμοῦ καὶ δυσδιάφυκτον κομιδῇ τὴν ζημίαν ἐπάγοντος τὴν Αἴγυπτίων ἰδεῖν, καὶ οὐχ ἑκών, ἐβιάζετο καὶ κατοικῆσαι μὲν οὐχί, παροικῆσαι δὲ μᾶλλον ἐν αὐτῇ.
Β. Τί οὖν τοῦτό γε;
Α. Ἀρίστην ἡμῖν τῶν ἀφανεστέρων τὴν θεωρίαν διαμορφοῖ.
Β. Τίνα τρόπον;
Α. Ταῖς τῶν Ἰουδαίων ἀπειθείαις ἐπιτιμῶν ἔφη που ὁ θεός· ἰδοὺ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσιν. ἆρ’ οὖν, ὦ ἑταῖρε, τοὺς τῷ τοιῷδε τυχὸν καταπιεσθέντας λιμῷ καὶ χορηγίας ἐκπεπτωκότας τῆς διακρατούσης εἰς ἀρετὴν καὶ τροφὰς οὐκ ἔχοντας τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν, οὐχὶ πᾶσά πως ἀνάγκη μετανάστην ὥσπερ τινὰ καὶ φυγάδα ποιεῖσθαι τὸν νοῦν μεταθέοντα λοιπὸν ἐπὶ τὰ αἰσχίω καὶ ὥσπερ τινὸς γῆς ἰδίας τῆς εἰς ἀρετὴν εὐσθενείας ἐξωθούμενον καταβαίνειν εἰς ἑτέραν ἕξιν τε καὶ θέλησιν, οὐκ ἔτι μὲν τὴν ὑπὸ θεῷ, σκήπτροις δὲ μᾶλλον ὑποκειμένην διαβολικοῖς; πατὴρ γάρ, οἶμαι, καὶ βασιλεὺς ἁμαρτίας ὁ πρῶτος αὐτὴν εἰς κόσμον ἐνεγκών, οὗ καὶ εἰς εἰκόνα καὶ τύπον παραδέξαιτ’ ἂν οἶμαί τις, καὶ σφόδρα εἰκότως, τὸν Φαραὼ τῆς Αἰγυπτίων ἐξάρχοντα. παρ’ οἷς βαθὺς μὲν ἦν λίαν ὁ τοῦ πεπλανῆσθαι σκότος, κακίας δὲ τρόπος ἀνεπιτήδευτος παντελῶς οὐδείς.
Β. Καὶ τί τὸ λυπῆσαν τὸν μακάριον Ἀβραὰμ ἐκ τοῦ καθικέσθαι τυχὸν εἰς τὴν Αἰγυπτίων;
Α. Πλεῖστον μὲν οὖν ὅσον. μικροῦ γὰρ ἐπέκεινα παντὸς ἠνέχθη κακοῦ. ἀναμάθοις δ’ ἂν καὶ τοῦτο εὐκόλως ἱεροῦ φωνοῦντος γράμματος· ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβραὰμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. ἄθρει δὴ οὖν ὅτι μικροῦ διόλωλεν αὐτῷ τὸ γύναιον, ὦ τᾶν.
Β. Ὡς δριμὺ τὸ χρῆμα καὶ καταλυπεῖν ἱκανόν.
Α. Καὶ μὴν τοῦτό τοι περὶ ἡμᾶς αὐτοὺς νοητῶς συμβήσεται. οἷς γὰρ ἂν γένοιτο πατρίδος μὲν ὥσπερ τῆς ἰδίας ἀπολισθεῖν τῆς συνήθους τε καὶ φιλαιτάτης εὐκοσμίας καὶ ἀρετῆς, καθικέσθαι δὲ πρὸς τὰ χείρω καὶ ὑπὸ σκῆπτρα γενέσθαι διαβολικá, πάντῃ τε καὶ πάντως ἐπιφύονταί τε καὶ ἐπιβουλεύουσι δεινῶς αἱ πονηραὶ καὶ ἐναντίαι δυνάμεις· κἂν εἰ θεάσαιντό τινα τῶν ὑπ’ αὐταῖς γεγονότων οὐκ ἀκαλλῆ τὴν σύνεσιν ἔχειν δυνάμενον, περιποιεῖν σπουδάζουσι τῷ ἰδίῳ καθηγητῇ καὶ τοῖς ἐκείνου σπερματισμοῖς ὑποφέρουσιν, ἵνα θεῷ μὲν οὐκέτι, καρποφορῇ δὲ μᾶλλον τῷ Σατανᾷ. τὰ γὰρ βρώματα αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ἐκλεκτά· κατακηλοῦσαι δὲ ὥσπερ τὸν ἁλόντα τε καὶ ὑπολισθήσαντα νοῦν, ὡς ἂν μὴ πολὺ βλέπων εἰς τὸ ἐλεύθερον τῆς ὑπ’ αὐταῖς θητείας ἀποφοιτήσειεν, περιποιοῦσιν ἐσθ’ ὅτε τὰς ἐπὶ τοῖς γηΐνοις ἡδονὰς καὶ οἱονείπως καταπλουτίζουσι ταῖς εἰς τὸ μηδὲν θυμηδίαις, καθάπερ ἀμέλει καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες τὴν σύνοικον ἀπολλύντα τὸν μακάριον Ἀβραάμ, οἱονεὶ περισαίνοντες ταῖς τιμαῖς καὶ δώρων προσαγωγαῖς τοῦ λυπεῖσθαι λίαν ἀποκομίζειν ἤθελον. γέγραπται γάρ, ὅτι καὶ τῷ Ἀβραὰμ εὖ ἐχρήσαντο δι’ αὐτήν, δῆλον δέ, ὅτι τὴν Σάρραν, καὶ ἐγένοντο αὐτῷ πρόβατά τε καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Πλεονεκτῶν γὰρ ἡμᾶς εἰς τὰ καιριώτατα καὶ οἱονεὶ γονῆς τε καὶ εὐκαρπίας ἀποστερῶν ἐλευθέρας ὁ Σατανᾶς καὶ ταῖς ἰδίαις ὕβρεσι τε καὶ ἀσελγείαις τὸν εὐγενῆ νοῦν ὑποφέρων ἐκ πλεονεξίας τῇ τῶν ἐπιγείων τέρψει καταδεσμεῖ. διελήλακε δὲ μανίας εἰς τοῦτό ποτε, ὡς καὶ αὐτῷ τὴν πεῖραν καθεῖναι Χριστῷ. ἀναγαγὼν γὰρ αὐτόν, φησίν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν. σὺ οὖν, ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοι πάντα.
Chapter 6
Β. Ἔχει μὲν ὀρθῶς. πλὴν ἐρομένῳ φράσον. τίς ἂν γένοιτο τοῖς παθοῦσιν ἢ ὄνησις ἤγουν ἐπικούρησις;
Α. Θεός, ὦ γενναῖε, καὶ ἡ παρ’ αὐτοῦ χάρις οὐ μέχρι παντὸς ἐφιεῖσα τὸν ἠσθενηκότα νοῦν ὑπὸ πόδας εἶναι διαβολικούς, ἀλλ’ ὑπερασπίζουσά τε καὶ ἐξαιρουμένη τὸν οὐδὲν ἐπαμύνειν ἑαυτῷ δυνάμενον. ἴδοις δ’ ἄν, εἰ βούλοιο, τουτὶ γεγονὸς καὶ ἐπὶ τοῦ προπάτορος Ἀβραάμ. ἀπειρηκότος γὰρ τοῦ δικαίου καὶ δρᾶν οἵου τε παντελῶς οὐδὲν μέσος ἐχώρει θεὸς καὶ τῆς Αἰγυπτίων ἀσελγείας τὸ γύναιον ἠλευθέρου. ἤτασε γὰρ κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ φοβε ροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ, ἠφίει τε οὕτω μόλις ὕβρεως ἐλευθέραν τὴν τῷ δικαίῳ συνῳκισμένην. θεὸς οὖν ἄρα καὶ μόνος ἐξέλοιτο ἂν εὐκόλως ἐκ τῆς τοῦ διαβόλου χειρὸς τὸν ἐναλόντα νοῦν καὶ εἰς εὐκοσμίαν αὐτὸν ἀναπέμψαι τὴν ἐν ἀρχαῖς.
Β. Ἐνδείᾳ δὴ οὖν τῇ τῶν ἄνωθεν ἀγαθῶν κατωθούμενοι κάτιμεν ἐσθ’ ὅτε πρὸς τὰ αἰσχίω καὶ βδελυρά.
Α. Οὕτω φημί.
Β. Ἀλλ’ ἔστι που πάντως τῷ φιλαγάθῳ πρέπον θεῷ τὸ μηδενὶ τῶν τοιούτων ἐᾶν περιπίπτειν ἡμᾶς.
Α. Πρέπον μὲν ὅτι μάλιστα τουτὶ τῷ θεῷ καὶ θελητόν γε, ὦ τᾶν· εἴη γὰρ ἂν ἥκιστα μὲν ἀγαθός, φιλάρετος δὲ οὐ λίαν, εἰ μὴ τοῦτον ἔχοι περὶ ἡμᾶς τὸν σκοπόν. παραίτιοι δὲ τοῦ παθεῖν ἑαυτοῖς ἡμεῖς παραθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων δεσπότην· ἐνίησι γὰρ οὕτω πρὸς ἀσθενῆ τε καὶ ἄνανδρον νοῦν. ἢ οὐχὶ βοῶντος ἀκούεις δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· ἰδού, ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοί· ἅμα γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται; γράφει δὲ περί τινων καὶ ὁ σοφώτατος Παῦλος· καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοῦς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. τρανώτερον δὲ τουτὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας καθίστησι λέγων ὡς ἐκ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἤγουν τῶν ὠλισθηκότων εἰς ἁμαρτίας· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν.
Β. Ἆρ’ οὖν, εἰπέ μοι, καταρραθυμοῦντες ἡμεῖς τοῦ πρέποντος καὶ ταῖς ἁμαρτίαις ἐναλισκόμενοι προσρίψομεν τὴν αἰτίαν τῷ θεῷ καὶ ἐγκαλέσομεν αὐτῷ τὴν ὀργὴν ὡς διὰ τοῦτο ἡμαρτηκότες;
Α. Ἐπαιτιασόμεθα μὲν οὐχί, μανία γὰρ τοῦτό γε· φάσκοντες δέ, ὅτι σὺ ὠργίσθης καὶ ἡμεῖς ἡμάρτομεν, τοιοῦτόν τι νοοῦμεν ὡς εἰ μὴ τὸ σὸν ἔχοιμεν εὐμενές, ὦ δέσποτα, τὸ ἀπεῖργον οὐδὲν τυραννεῖσθαι μὲν ὑπὸ ἁμαρτίας διὰ τὸ τῆς ἡμετέρας φύσεως ἀσθενές, παντὶ δὲ λοιπὸν ἐνέχεσθαι κακῷ.
Β. Συνίημι, ὃ φής.
Α. Φροντίδος οὖν ἅμα καὶ μὴν καὶ φειδοῦς τῆς ἄνωθεν ἀπαμφιεννύμενοι καὶ τῆς εἰς ἄγαν ἐξιτηλίας καὶ τῶν εἰς τὸ φαῦλον ἀσχέτων ἀπονευμάτων πραττόμενοι δίκας, ἀσθενεῖς καὶ εὐάλωτοι καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ἠρρωστηκότες ἀποδεικνύμεθα; πάρα δὲ δή σοι ταυτὶ καταθεάσασθαι λαμπρῶς τοῖς Ἱερεμίου περιτυχόντι λόγοις. Ἰουδαίων μὲν γὰρ ἡ ἀγρία πληθὺς καί τοι σφόδρα πλουσίως ἐνσπαταλῶσά τε καὶ ἐνευρυνομένη ταῖς παρὰ θεοῦ φιλοτιμίαις καὶ ἁπάντων κρατήσασά τε λοιπὸν τῶν ἐχθρῶν διελάσασά τε λοιπὸν εἰς αὐτό που τάχα τῆς ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω σκληράν τε καὶ ἄθραυστον ἐμελέτα τὴν ἀπείθειαν. μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς καὶ μικροῦ παντελῶς ἀξιοῦντες λόγου τὰ τεθεσπισμένα ἀπαραποδίστοις ἐφέροντο ῥοπαῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. ὑποκάτω γὰρ δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος κατὰ τὴν τοῦ προφήτου φωνὴν βωμοὺς ἀνεδείμαντο καὶ ἐν τοῖς εὐδενδροτάτοις τῶν ἀλσῶν τεμένη τοῖς δαίμοσι διαπήξαντες βουθυσίαις καὶ λιβανωτοῖς καὶ τοῖς ἄλλοις ἅπασι καταγεραίρειν ἠξίουν θεοὺς καὶ σωτῆρας, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων οὐκ ἐρυθριῶντες λέγειν τὰ διὰ σφῶν τεχνουργούμενα; καθίκοντο δὲ μωρίας εἰς τοῦτό ποτε ὡς ἐν καυχημάτων τάξει ποιεῖσθαι λοιπὸν τὰς ἀνοσίους τεκνοσφαγίας, οἴεσθαι δὲ ὡδὶ λιπαρωτάτην ἀνάπτειν τὴν θυσίαν αὐτοῖς.
καὶ οὐ μέχρι τούτων τὰ τῆς δυσσεβείας ἐπράττετο τοῖς ἐξ Ἰσραήλ· προσθήκην δὲ ὥσπερ τινὰ τοῖς τολμήμασιν ἀεὶ προσεπάγοντες τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀχάλινον ἀποφοίτησιν οὐ μετρίως ἐφ’ ἑαυτοῖς κατηρέθιζον εἰς ὀργὰς καίτοι χρηστὸν ὄντα τὸν νομοθέτην. ἐπειδὴ δὲ τὴν ἐπ’ αὐτῷ δουλείαν ἀπεσείοντο νεανικῶς, μεθίει λοιπὸν καὶ πλεονεκτεῖσθαι καὶ παρ’ ἐχθρῶν καὶ πρὸς ἀναγκαίαν ἤδη πως ἀποφέρεσθαι θητείαν, τὴν ὑπὸ Χαλδαίοις φημὶ καὶ Βαβυλωνίοις. οἱ μὲν γὰρ ἧκον τὰ οἴκοι μεθέντες ἐξανδραποδισόμενοί τε αὐτοὺς καὶ τὴν ἁγίαν καὶ διαβόητον ἐμπρήσοντες πόλιν, ἔρεσθαι δὲ μόλις τοῖς πολεμουμένοις ἐδόκει τὸν προφήτην Ἱερεμίαν τὸ ὅποιπερ ἂν αὐτοῖς ἐκτελευτήσειε τὸ κακόν. καὶ εἶπε, φησίν, Ἱερε μίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν· τάδε λέγει κύριος· ἰδού, ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης. καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. εἶτα μεθ’ ἕτερα· καὶ πρὸς τὸν λαόν, φησίν, τοῦτον ἐρεῖς· τάδε λέγει κύριος· ἰδού, ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου. ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται. καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκύλα καὶ ζήσεται. διότι ἐστήρισα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθὰ εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί.
Συνίης οὖν, ὅτι ταῖς εἰς ἄγαν ἀτοπίαις καταλυποῦντες θεόν, ἐσόμεθα μὲν οὐχ οἷοί τε ταῖς τῶν ἐχθρῶν εὐσθενείαις ἀντιπράττειν οἱ δείλαιοι, ἐγκειμένης δὲ ὥσπερ καὶ καταθρωσκούσης ἡμῶν τῆς θείας ὀργῆς, δοῦλοι μὲν ἀντ’ ἐλευθέρων ἐσόμεθα, ἀκλεᾶ δὲ καὶ ἐλεεινὸν διαζήσομεν βίον.
Β. Εὖ λέγεις.
Α. Ἀποφέρει μὲν γὰρ ὁ τοῦ θεοῦ νόμος πρὸς ἀμώμητον πολιτείαν τὸν τρυφερὸν καὶ εὐήνιον, λύχνος δὲ ὥσπερ τις ἑκάστῳ γίνεται πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγκαίου παράδειξιν· καὶ αἰδοῖ μὲν τῇ πρὸς αὐτὸν ἡττώμενος διαβιῴη τις ἂν οὐκ ἀθαυμάστως, οἶμαί που, καὶ καθάπερ ἁγίαν κατοικήσει πόλιν τὸ ἐρηρεισμένον εἰς ἀρετὴν καὶ βεβηκὸς εἰς εὐλάβειαν. εἰ δὲ δή τις ἕλοιτο καθάπερ τινὰ δρυμόν τε καὶ ὕλην εὐανθῆ τε καὶ εὔξυλον εἰσβάλλειν ἑτοίμως εἰς τὰς κοσμικὰς ἡδονὰς καὶ τέρψεσι ταῖς κατὰ τὸν βίον ἐμφιλοχωρεῖν καὶ οἱονεί πως εἰδώλων ἐσμὸν εἰς νοῦν καὶ καρδίαν εἰσδέχεσθαι τὴν πολύμορφον ἡδονὴν καὶ θυμιᾶν τοῖς δαίμοσι τοὺς τῆς ἑαυτοῦ προθυμίας καρπούς, τότε δή, τότε καὶ σφόδρα εἰκότως, ἀπολισθήσειεν ἂν φειδοῦς τῆς ἄνωθεν καὶ ἑτοιμοτάτη λίαν προκείσεται θήρα τοῖς ἐθέλουσιν ἑλεῖν. πόλεως δὲ ὥσπερ ἁγίας ἐξωθούμενος τῆς ἐν ἀρχαῖς εὐκοσμίας κατοιχήσεται λοιπὸν καθάπερ ἐξ ἀναγκαίου ζυγοῦ πρὸς τὸ τοῖς κρατοῦσι δοκοῦν καὶ μακρὰν ἔσται θεοῦ, κατά γε τὸν τῆς διαθέσεως τρόπον, μετοικισμὸν ὑπομένων τὸν εἰς Βαβυλῶνα, τοῦτ’ ἔστι τὸν ἐπέκεινα τερμάτων γῆς ἁγίας, ἐν ᾗ γνωστὸς ὁ θεὸς καὶ μέγα τὸ ὄνομα αὐτοῦ. τοιγάρτοι διακεκράγασιν οἱ τὸν οὕτω σκληρὸν ὑπομένοντες πόνον καὶ εἰς χεῖρας πεσόντες ἐχθρῶν καὶ τὴν παρ’ ἐκείνοις δίαιταν ὡς ἀνδραποδώδη καὶ οἰκετικὴν οὐ φέροντες· ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών. νοσεῖ γὰρ οἶμαί τι τοιοῦτον ὁ ἀνθρώπινος νοῦς.
Β. Τὸ τί δὴ φής;
Α. Ῥάθυμος μὲν γὰρ καὶ ἀναπεπτωκὼς ἀεί πως ἐστὶν…
Β.…
The complete text is available when the reading interface loads.