The Greek Library Catalogue

Anonymous

Epimerismi in Psalmos

Edition reference
Epimerismi in Psalmos, ed. T. Gaisford, Georgii Choerobosci epimerismi in Psalmos, vol. 3, Oxford: Clarendon Press, 1842: 1–192.
CTS identifier
urn:cts:greekLit:tlg4093.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

τὸ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα, ἢ παρὰ τὸ

κεκρᾶσθαι αὐτὴν ἐκ ψυχροῦ καὶ θερμοῦ, ἢ παρὰ τὸ καιρίαν

δέχεσθαι τὴν πληγὴν, ἢ παρὰ τὸ κέαρ κῆρ· τοῦτο δὲ παρὰ

τὸ κῶ τὸ καίω· (τὴν ψυχὴν γὰρ τὸ ἔμφυτον θερμὸν φασὶν

εἶναι·) καὶ σημαίνει δύο κῶ, τὸ κοιμῶμαι, ἐξ οὗ κοίτη· κῶ τὸ

καίω, ἐξ οὗ καὶ τὸ [Il. ιʹ. 234.]

κειάμενοι πυρὰ πολλά.

Εἰς τὸ κῆρ τὸν τόνον περισπώμενον, διατί; Ἐκ τοῦ κέαρ

κῆρ· πᾶσα συναίρεσις ... Πῶς ἐστι τὸ ἐντελές; Τὸ κέαρ.

Πῶς κλίνεται; Τοῦ κέαρος. Ὁ κάνων τῶν εἰς ΑΡ οὐδε-

τέρων· τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ ΤΟΣ κλί-

νονται, δελέατος, ὀνείατος· τῶν δὲ δισυλλάβων τὰ μὲν μακρᾷ

παραληγόμενα διὰ τοῦ ΤΟΣ, ἥπατος, οὔθατος· τὰ δὲ βραχείᾳ

διὰ τοῦ ΡΟΣ, ἔαρος, κέαρος. Τὸ συνῃρημένον τὸ κῆρ· ὁ κανών;

Τὰ συνῃρημένα κανόνας οὐκ ἔχουσι. Καὶ πῶς ποιεῖς τὴν συναί-

ρεσιν; Τὸ Ε καὶ Α εἰς Η μακρὸν κιρνᾶται. Πῶς κλίνεται;

Τοῦ κῆρος· ὁ τόνος ἡ κῆρος καὶ ἦρος, ἐκ τοῦ κέαρος καὶ

ἔαρος. Εἰ δὲ σημαίνει τὴν θανατηφόρον μοῖραν, γένους ἐστὶ

θηλυκοῦ, καὶ γίνεται παρὰ τὸ κῶ τὸ καίω. Τὸ ΚΑΙ δίφθογ-

γον διατί; Διότι ἀνεφάνη τὸ Α ἐν τῷ μέλλοντι, διὰ τῆς ΑΙ

διφθόγγου γράφεται ἐπὶ τοῦ ἐνεστῶτος. Καὶ ἄλλως· τὰ

δι' αὐτοῦ (διὰ τοῦ) ΕΩ ῥήματα δισύλλαβα ὄντα ἐπὶ δευτέρου

καὶ τρίτου προσώπου συναίρεσιν οὐκ ἐπιδεχόμενα διὰ τῆς ΑΙ

διφθόγγου γράφεται, οἷον κλαίω, παίω, ναίω. Οὕτως οὖν

καὶ τὸ καίω· τὸ δὲ πλέω καὶ ῥέω καὶ χέω καὶ τὰ ὅμοια

διὰ τοῦ Ε ψιλοῦ γράφεται, ὅτι κατὰ τὸ δεύτερον καὶ τρίτον

πρόσωπον συναίρεσιν ἐπιδέχονται, οἷον χέω χέεις χεῖς, ῥέω

ῥέεις ῥεῖς, πλέω πλέεις πλεῖς. Καίω καύσω· πόθεν ἔχει

τὸ Υ; Ἐφ' ὧν οἱ Ἀττικοὶ ἀποβάλλουσι τὸ Ι κατὰ τὸν

4

ἐνεστῶτα, πλεονάζουσι τὸ Υ κατὰ τὸν μέλλοντα, κλαίω

κλαύσω, καίω καύσω· καὶ γὰρ ἐπὶ τούτων ἀποβάλλοντες τὸ

Ι κατὰ τὸν ἐνεστῶτα κλάω καὶ κάω λέγουσι. Τὸ κῆρ, Η,

διατί; Ἐκ τοῦ κέαρ, κῆρ· τὸ γὰρ Ε καὶ Α εἰς Α μακρὸν

κιρνᾶται. Καὶ ἄλλως· πᾶν ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμε-

τάβολον λῆγον, μακροκαταληκτεῖ. Καὶ ἄλλως· τὰ εἰς ΗΡ

ἐπὶ παντὸς γένους διὰ τοῦ Η γράφεται, πλὴν τοῦ χεὶρ, φθεὶρ,

Εἲρ, (ὄνομα ποταμοῦ,) Βέκχειρ, (ἔθνους ὄνομα,) Σάφειρ,

(ὄνομα ἔθνους Ποντικοῦ,) ἔθειρ, Ἐλάτειρ, (ποταμὸς Κελτικὸς)

Λίχειρ, (ποταμὸς περὶ Πλαταίαν,) εἰνάτειρ, Ἐλεάζειρ, (βα-

σιλεὺς Λιβύων,) καὶ φὶρ καὶ Φθὶρ, (υἱὸς Ἐνδυμίωνος) καὶ γρά-

φεται διὰ τοῦ Ι. Εἰς τὸ κὴρ ὀξεῖαν, διατί; Πᾶσα ὀρθὴ

καὶ αἰτιατικὴ μὴ οὖσα ἀπὸ συναιρέσεως ὀξύνεται, χωρὶς τῶν

μονοσυλλάβων καὶ τῶν σεσημειωμένων καὶ τῶν διὰ τοῦ Ν Τ

κλινομένων.

Πῶς κλίνεται κηρός; Ὁ κανών· Πᾶν ὄνομα μονοσύλλαβον

εἰς ἀμετάβολον λῆγον προσθήκῃ τοῦ ΟΣ κλίνεται, πλὴν τοῦ

φρὴν φρενὸς, καὶ χθὼν, χθόνος. Καὶ διατί σεσημείωται τὸ

φρὴν φρενός; Διότι τὰ εἰς ΗΝ μονοσύλλαβα κοινά εἰσι τῷ

γένει, καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς, οἷον ὁ χὴν

καὶ ἡ χὴν, ὁ ῥὴν καὶ ἡ ῥήν· τὸ δὲ φρὴν θηλυκοῦ μόνου

γένους ὂν, ὡς διήλλαξε περὶ τὸ γένος, διήλλαξε καὶ περὶ τὴν

κλίσιν. Τὸ δὲ χθὼν χθονὸς διὰ τί σεσημείωται; Διότι οἱ

κανόνες κατὰ τὴν ἀναλογίαν γεγόνασι· (ἀναλογία δέ ἐστιν

ἡ τῶν ὁμοίων παράθεσις, τὸ δὲ ὅμοιον ὁμοίῳ ἐστὶν ὅμοιον·)

εἰκότως οὖν τὰ μονήρη σημειούμεθα καὶ οὐ κανονίζομεν. Τῆς

κηρὸς ὁ τόνος· αἱ μέντοι εἰς ΟΣ δισύλλαβοι γενικαὶ ὀξύνεσθαι

θέλουσιν. Ἀπὸ οὖν τοῦ κῆρ τοῦ σημαίνοντος τὴν θανατη-

φόρον μοῖραν γίνεται κατὰ παραγωγὴν κήριος, ὁ τῇ φθορᾷ

ὑποπεπτωκώς· καὶ μετὰ τοῦ στερητικοῦ Α ἀκήριος, ὁ ἐστερη-

μένος τῆς φθορᾶς· καὶ τροπῇ τοῦ Η εἰς Α, καὶ πλεονασμῷ

τοῦ Μ μακάριος.

Ποσαχῶς πλεονάζει τὸ Μ; Πολλαχῶς. Πῶς; Πλεο-

νάζει γὰρ τὸ Μ ἐν πολλαῖς λέξεσιν, ὡς ἐν τῷ ἴος, ἴου, ἴα τὸ

θηλυκὸν, καὶ πλεονασμῷ τοῦ Μ μία, καὶ ἄλευρον, μάλευρον,

5

καὶ ἐστὸς, μεστός· οὕτως οὖν καὶ ἀκήριος, μακήριος, καὶ

τροπῇ τοῦ Η εἰς Α μακάριος.

Ποσαχῶς γίνεται ἡ τροπὴ τῶν φωνηέντων; Τετραχῶς.

Ἢ γὰρ τὸ μακρὸν εἰς μακρὸν τρέπεται, ὡς ἐν τῷ ἁμαρτηλὸς

ἁμαρτωλός· ἢ τὸ βραχὺ εἰς βραχὺ, ὡς ἐν τῷ Αἴαντι Αἴ-

αντα· ἢ τὸ μακρὸν εἰς βραχὺ, ὡς ἐν τῷ ναὸς νεώς· ἢ τὸ

βραχὺ εἰς μακρὸν, ὡς ἐν τῷ θεοτόκος θεητόκος, ἐλαφοβόλος

ἐλαφηβόλος.

ΜΑΚΆΡΙΟΣ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι;

Ἐπιθέτου. Διόρισον. Ἐπιθετικὸν δέ ἐστι τὸ ἐπὶ κυρίων

ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον. Καὶ ποσαχῶς λαμ-

βάνεται τὰ ἐπίθετα; Τριχῶς· ἀπὸ ψυχῆς, ἀπὸ σώματος,

ἀπὸ τῶν ἐκτός. Τὸ δὲ ΜΑΚΆΡΙΟΣ πόθεν λαμβάνεται; Ἀπὸ

ψυχῆς. Διόρισον. Ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκώμαστος,

ἅγιος, μακάριος, καὶ τὰ ὅμοια.

Τὸ ΡΙ Ι· διατί; Τὰ διὰ τοῦ ΙΟΣ ἐπίθετα ἢ καὶ ἀπὸ

τόπου λαμβανόμενα διὰ τοῦ Ι γράφεται, οἷον ἅγιος, κύριος,

ὅσιος, οὐράνιος, θαλάσσιος, ποτάμιος, Ὀλύμπιος· καὶ τὰ

ἐθνικὰ δὲ, οἷον Σάμιος, Ῥόδιος, Ἀρμένιος, Φρύγιος, Θρᾴκιος,

χωρὶς τῶν παρὰ τὸ γαῖα συγκειμένων, ἅτινα γράφονται διὰ

τῆς ΕΙ διφθόγγου, οἷον εὔγειος, μεσόγειος, ἐπίγειος, πρόσ-

γειος, ἔγγειος, ὁ πρὸς τὴν γῆν κλίνων· ἔγγιον δὲ τὸ πλη-

σίον, Ι. Καὶ ἄλλως· τὰ ἀπὸ μονοσυλλάβων ὀξύτονα διὰ

τοῦ ΙΟΣ γινόμενα, μὴ σημαίνοντα μέρος σώματος, μήτε

μετουσιαστικὰ, μήτε κτητικὰ ὑπάρχοντα, διὰ τοῦ Ι γρά-

φεται, οἷον Φρὺξ Φρυγὸς Φρύγιος, μὴν μηνὸς μήνιος· οὕτως

οὖν καὶ κῆρ κηρὸς κήριος, τὸ δὲ χήνειος, ἄρνειος, μήλειος διὰ

διφθόγγου, ὅτι μέρη σώματος δηλοῖ· τὸ ἀργύρειος, χρύσειος

μετουσιαστικά· τὸ Αἰάντειος, Ἑκτόρειος, βρότειος κτητικὰ,

τὰ δὲ τοιαῦτα πάντα διὰ τῆς ΕΙ διφθόγγου γράφεται· καὶ

τὰ κύρια δὲ ὀνόματα διὰ τοῦ Ι γράφεται, οἷον Ἀντώνιος,

Ἀπολλώνιος, Εὐγένιος, καὶ τὰ ὅμοια, πλὴν τοῦ Ἄρειος,

Ἡράκλειος, βασίλειος.

Τὸ ΡΙ βραχύ. Διατί; Τὰ διὰ τοῦ ΙΟΣ προπαροξύτονα,

εἴτε κύρια, εἴτε ἐπίθετα, τῷ Ι μόνῳ παραληγόμενα, συ-

6

στέλλει αὐτὰ, οἷον ἅγιος, κύριος, Σέργιος, Φώτιος. Καὶ

ἄλλως· τὰ ἀπὸ τῶν εἰς Ξ ἢ εἰς Ρ ληγόντων συνεσταλμένου

ὄντος τοῦ Ι προπαροξύτονα, χωρὶς εἰ μὴ ἐπὶ κυρίου δια-

στολή τις γένηται ἐν τρισυλλάβοις τριβράχεσιν, ὡς ἔχει τὸ

Φρύγιος καὶ φλόγιος· τὰ δὲ προπαροξύτονα εἰσὶ ταῦτα·

Θρηΐκιος, Κιλίκιος, σωτήριος· οὕτως οὖν καὶ ΜΑΚΆΡΙΟΣ.

Τὸ ΜΑ βραχύ. Διατί; Τὸ τῆς στερήσεως Α ἀεὶ ἐν

συστολῇ παραλαμβάνεται, οἷον ἀδύνατος, ἀόργητος, καὶ τὰ

ὅμοια, πλὴν τοῦ ἀθάνατος καὶ ἀκάματος. Διατί πλὴν

τούτων; Ὅτι διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων ἐνταῦθα

ἐκτείνεται.

ἈΝῊΡ ὀνόματος ἐστὶ γένους ἀρσενικοῦ, εἴδους παραγώγου,

εἴδους τῶν παραγώγων, ῥηματικοῦ. Πόθεν γίνεται; Παρὰ

τὸ ἀνύω, τὸ τελειῶ καὶ πράττω, ἀνὴρ, ὥσπερ παρὰ τὸ αἴθω,

τὸ καίω, αἰθὴρ, καὶ ἄω, τὸ πνέω, ἀὴρ, ἢ παρὰ τὸ ἀνύω ἀνυὴρ,

καὶ ἐν συγκοπῇ ἀνήρ· ἀνυστικώτερος γὰρ καὶ πρακτικώτερος

ὁ ἀνὴρ τῆς γυναικός. Τί πνεῦμα ψιλόν; Τὸ Α πρὸ τοῦ Ν

ψιλοῦται· <ἄνια><οι> (sic) ἄνεμος. Τὸ ἀνύω Ἀττικοὶ δασύνουσι.

ἈΝῊΡ Η διατί· πᾶν ἀρσενικὸν καὶ θηλυκόν ....

Καὶ ἄλλως· τὰ εἰς ΗΡ ἐπὶ παντὸς γένους διὰ τοῦ Η γρά-

φεται. Ἀνὴρ διατί ὀξύ; Τὰ εἰς ΗΡ λήγοντα ὑπὲρ μίαν

συλλαβὴν ἁπλᾶ, μὴ ὄντα κύρια, μηδὲ ἐθνικὰ, ὀξύνονται,

οἷον αἰθὴρ, δαὴρ, ἀὴρ, ἀνήρ· μάχεται τὸ ἐριήρ· ἴσως δὲ τοῦ

ἐρίηρος ἐστὶν ἀποκοπή. Πόσα σημαίνει ἈΝΉΡ; Τέσσαρα·

τὸν φύσει, ὡς τὸ

ἄνδρα μοι ἔνεπε μοῦσα πολύτροπον·

τὸν γήμαντα, ὡς τὸ

ἄνδρα μὲν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ·

τὸν ἀνδρεῖον, ὡς τὸ

ὦ φίλοι, ἀνέρες ἐστὲ,

καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ

ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει.

ἈΝῊΡ ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Ὅτε

σημαίνει τὴν φύσιν, προσηγορικοῦ. Διόρισον. Προσηγο-

ρικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος,

7

ἵππος, ἀνήρ. Εἰ δὲ σημαίνει τὸν ἀνδρεῖον, ποίου εἴδους τῶν

ὑποπεπτωκότων τῷ ὀνόματι; Ἐπιθετικοῦ. Διόρισον. Ἐπί-

θετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέ-

μενον. Καὶ τὸ ἀνὴρ τοῦτο πόθεν λαμβάνεται; Ἀπὸ

σώματος. Διόρισον. Ἀπὸ δὲ σώματος, ὡς ταχὺς, βραχύς.

Εἰ δὲ σημαίνει τὸν γήμαντα, ποίου εἴδους τῶν ὑποπεπτω-

κότων τῷ ὀνόματι; Τῶν πρός τι. Διόρισον. Πρός τι ἔχον

δέ ἐστι τὸ πρὸς ἕτερον ἔχον σχέσιν, ὡς πατὴρ, υἱὸς, φίλος,

δεξιός. Καὶ πρὸς τίνα ἔχει; πρὸς τὴν γυναῖκα. Καὶ

ποσαχῶς τὰ πρός τι; Τετραχῶς. Κατά τι καὶ τί; Φύσει

μὲν, ὡς πατὴρ πρὸς υἱόν· τύχῃ, ὡς δοῦλοι πρὸς δεσπότην·

τέχνῃ, ὡς μαθητὴς πρὸς διδάσκαλον· προαιρέσει, ὡς φίλος

πρὸς φίλον. Εἰ δὲ σημαίνει τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα,

ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; Τῶν ὡς πρός

τι. Διόρισον. Τῶν ὡς πρός τι ἔχον δέ ἐστι, τὸ πρὸς

ἕτερον μὲν λεγόμενον, κατ' ἐναντιότητα δὲ, φθαρτικὸν, ὡς

νὺξ ἡμέρα, θάνατος ζωή. Καὶ ποσαχῶς λαμβάνονται τὰ

ὡς πρός τι; Τετραχῶς· κατὰ ποιὸν, ὡς τὸ γλυκὺ πρὸς

πικρόν· κατὰ ποσὸν, ὡς τὸ μικρὸς πρὸς μέγας, καὶ ἀνὴρ πρὸς

μειράκιον· κατὰ ἔμμεσον, ὡς τὸ ἁμαρτωλὸς πρὸς δίκαιον·

ἐνδέχεται γὰρ καὶ τὸν ἁμαρτωλὸν μετέχειν δικαιοσύνης, καὶ

τὸν δίκαιον ἁμαρτίας· κατὰ ἔμμεσον, (ἄμεσον marg.) ὡς τὸ

νὺξ ἡμέρα, θάνατος ζωή. Καὶ τί διαφέρει τὰ πρός τι τῶν

ὡς πρός τι; Διαφέρει ὅτι τὰ μὲν πρός τι σωματικά εἰσιν·

οὐ γὰρ εἴρηται πατὴρ χωρὶς υἱοῦ, οὐδὲ υἱὸς χωρὶς πατρός·

τὰ δὲ ὡς πρός τι ἀναιρετικά εἰσιν ἀλλήλων· ἀναιρουμένης

γὰρ τῆς ἡμέρας ἔρχεται ἡ νὺξ, καὶ ἀναιρουμένης τῆς ζωῆς

ἔρχεται ὁ θάνατος. Πῶς κλίνεται; Τοῦ ἀνέρος. Ὁ κανών·

τῶν εἰς ΗΡ ὀξυτόνων ὅσα μὲν ἔχει τὸ Τ ἐπ' εὐθείας διὰ τοῦ Η

κλίνεται, καμπτῆρος εἰς ατῆρος (ἐλατῆρος,) σεσημειωμένου

τοῦ πατέρος ἀστέρος· ὅσα δὲ μὴ ἔχει τὸ Τ ἐπ' εὐθείας διὰ

τοῦ Ε κλίνεται, ἀέρος, δαέρος, ἀνέρος, καὶ ἐν συγκοπῇ ἀνδρός.

Ὁ κανών· αἱ συγκοπτόμεναι γενικαὶ καὶ μιμεῖσθαι θέλουσι

τὰς ὀξυτόνους εὐθείας. Καὶ πῶς; Γίνεται δ' ἀνδρὸς κατὰ

πλεονασμὸν τοῦ Δ. Καὶ διατί ἐπλεόνασε τὸ Δ; Διότι τὸ Ν

8

οὐ δύναται εἶναι πρὸ τοῦ Ρ, οὔτε κατὰ σύλληψιν, οὔτε κατὰ

διάστασιν· κατὰ σύλληψιν, πλὴν τοῦ Μ τοῦ Ν ὡς ἐν τῷ

μνεία καὶ ἀμνός· κατὰ διάστασιν, ὅτι πᾶσα συλλαβὴ ἀπὸ

τοῦ Ρ ἀρχομένη θέλει ἔχειν τὴν πρὸ αὐτῆς εἰς Ρ λήγουσαν

ὡς ἐπὶ τὸ πλεῖστον, οἷον ἄρρεν, μυρρίνη, ἄρρωστος· διὰ

τοῦτο πλεονάζει τὸ Δ, καὶ γίνεται ἀνδρός.

Καὶ διατί οὐκ ἐπλεόνασεν ἄλλο σύμφωνον, ἀλλὰ τὸ Δ;

Ἐπειδὴ αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς

ὀξυτόνους εὐθείας· ἡ ἀνδρὸς, τὴν ἀμυδρὸς, ἡ πατρὸς καὶ θυγα-

τρὸς, τὴν ἰατρός.

Καὶ κατὰ πόσους τρόπους πλεονάζει τὸ Δ; Κατὰ τέσ-

σαρας. Κατὰ τὶ καὶ τί; Κατὰ κλίσιν, ὡς τὸ ἀνὴρ, ἀνέρος,

καὶ ἐν συγκοπῇ ἀνδρός· κατὰ γραφὴν, ὡς τὸ ὕω τὸ βρέχω,

ὕωρ, καὶ πλεονασμῷ τοῦ Δ ὕδωρ· κατὰ ποιητικὴν ἄδειαν, ὡς

τὸ [Il. αʹ. 33.]

ἔδδεισε δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ.

κατὰ ἀναγκαίαν σύνταξιν, ὡς τὸ χεὶρ, χειρὸς, ἄχερος, καὶ

πλεονασμῷ τοῦ Δ ἄχερδος· ἔστι δὲ βοτάνη ἀκανθώδης, μὴ

δυναμένης χειρὸς ψαῦσαι ταύτης. Καὶ αἰτιατικὴ, τὸν ἄνδρα.

Ὁ τόνος; Αἱ μέντοι εἰς Α αἰτιατικαὶ δισύλλαβοι μόνως

βαρύνονται, χῆνα, παῖδα, ἄνδρα. Ἡ κλητικὴ, ὦ ἄνερ. Ὁ

κανών· τὰ εἰς ἀμετάβολα λήγοντα μακροκατάληκτα, ἀπο-

βάλλοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ΟΣ, ποιεῖ τὴν κλητικήν.

Ὅτι ἡμάρτηται καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν.

Καὶ ἄλλως· σεσημείωται τὸ ἄνερ, πάτερ, σῶτερ, δᾶερ, ἀνα-

βιβάζοντα τὸν τόνον ἐπὶ τῆς κλητικῆς. Καὶ διατί σεση-

μείωται; Διότι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς Ρ βραχυ-

κατάληκτα ὑπὲρ μίαν συλλαβὴν ἀναστρέφονται τὴν ὀξεῖαν

τάσιν, πλὴν τῆς ὑπὲρ προθέσεως καὶ τοῦ αὐτὰρ συν-

δέσμου.

ὋΣ ἄρθρον ἐστὶν ὑποτακτικόν. Πόθεν δῆλον; Καὶ ἔστι

προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. Καὶ τί διαφέρει τὰ

προτακτικὰ τῶν ὑποτακτικῶν; Διαφέρει, ὅτι τὰ μὲν προ-

τακτικὰ [ἢ] πνεύματα ἢ (οὐ) τόνους ἐπιδέχονται, τὰ δὲ

ὑποτακτικὰ καὶ πνεύματα καὶ τόνους.

9

Τί ἐστιν ἄρθρον; Μέρος λόγου πτωτικὸν, προτασσό-

μενον ταῖς κλίσεσι τῶν ὀνομάτων καὶ ὑποτασσόμενον. Καὶ

πόθεν γίνεται ἄρθρον; Παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. Ἄρθρα

γὰρ κυρίως λέγονται αἱ τῶν μελῶν ἁρμονίαι. Καὶ πόθεν

εἴρηται ἄρθρον; Παρὰ τὸ συναρτᾶσθαι τοῖς πτωτικοῖς, καὶ

μηδέπω δίχα αὐτῶν εὑρίσκεσθαι.

Τί ἐστι ἴδιον ἄρθρου; Τὸ τὴν δευτέραν γνῶσιν σημαί-

νειν· ἐὰν γὰρ εἴπῃς ... ἦλθεν, ἀγνοῶ ποίας· ἐὰν δὲ σὺν τῷ

ἄρθρῳ εἰς γνῶσιν ἀνάγομαι τῇ ὑποκειμένῃ οὐσίᾳ τοῦ πράγμα-

τος. Πόσα παρέπεται τῷ ἄρθρῳ; Τρία. Τὶ καὶ τὶ;

Γένη, ἀριθμοὶ, πτώσεις. Τὸ ὃς ποίου γένους ἐστίν; Ἀρσε-

νικοῦ. Ποίου ἀριθμοῦ; Ἑνικοῦ. Ποίας πτώσεως; Ὀρθῆς

καὶ εὐθείας τῶν ἑνικῶν. Τὸ προτακτικὸν πῶς ἐστιν; ὁ. Καὶ

πόσα σημαίνει τὸ ὁ ἄρθρον; ζʹ. Τὶ καὶ τὶ; Ἄρθρον προ-

τακτικὸν ἀρσενικὸν, ὡς τὸ [Il. χʹ. 25.]

τὸν δ' ὁ γέρων Πρίαμος πρῶτος εἶδεν ὀφθαλμοῖς·

καὶ ἀντὶ τοῦ ὃς, ὡς τὸ [Il. σʹ. 460.]

καὶ θώρηχ' ὃ γὰρ ἦν (οἱ) ἀπώλεσεν πιστὸς ἑταῖρος.

ἔστι δὲ καὶ ὑποτακτικὸν οὐδέτερον, ὡς τὸ

εἴλετο δ' ἄλκιμον ἔγχος ὅ οἱ παλαμῆφιν ἀρήρει,

καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ

λεύσσετε γὰρ τόγε παντὲς ὅ μοι γέρας ἔρχεται ἄλλῃ·

καὶ ἀντὶ τοῦ οὗτος, ὡς τὸ

ὁ γὰρ βασιλῆϊ χολωθείς·

καὶ ἀντὶ τοῦ διό· ὡς τὸ

τοιούτου γὰρ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις·

καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τὸ

τὸ γὰρ γέρας ἐστὶ γερόντων·

κατὰ πλεονασμὸν τοῦ Τ.

Πόσα ἄρθρα προτακτικὰ ἀρσενικά; ιγʹ. Καὶ ὑπο-

τακτικά; ι. Τὰ ὑποτακτικὰ δὲ κλητικὰς οὐχ ἔχουσι, διατί;

Οὐδεὶς γὰρ τὸν ἀπόντα καλεῖ. Τὸ δὲ ὃς πῶς ἔχομεν γνῶναι

κἄν τε ἄρθρον ἐστὶ, κἄν τε ἀντωνυμία; Ἐκ τοῦ ἐπαγομένου·

λέγει γὰρ ὁ κανὼν, ὅτι τὰ ἄρθρα μὴ ἐπαγομένου ὀνόματος

ᾧ συνταγῶσι, μετάγονται εἰς ἀντωνυμικὴν σημασίαν.

10

ΟΥΚ ἘΠΟΡΕΎΘΗ· πόσα μέρη λόγου εἰσίν; Δύο· οὐκ ἐπ'

ἀρνήσεως ἐπορεύθη, φησί. Τὸ οὐ ποίου τῶν ἐπιρρημάτων;

Ἀρνήσεως. Διόρισον. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον

οὐ, οὐχὶ, οὐ δῆτα, οὐδαμῶς.

Τί διαφέρει ἄρνησις ἀπαγορεύσεως; Διαφέρει, ὅτι ἡ μὲν

ἄρνησις ἐπὶ ἐγκλήματος ἐπιφερομένου τίθεται, ὡς τὸ, “σὺ

τὸν δεῖνα ὑβρίσας, οὔ·” ἡ δ' ἀπαγόρευσις ἀπὸ τρόπου ἐστὶ

πράγματος τινὸς, ὡς τὸ “μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ

ψευδομαρτυρήσῃς.”

Εἰς τὸ οὐ τί πνεῦμα; Ψιλόν. Διατί; Ἡ οὐ ἄρνησις

ψιλοῦται, τὸ δὲ ἄρθρον καὶ ἡ ἀντωνυμία δασύνεται. Τίνα

τόνον; Ὀξεῖαν. Διατί; Πᾶσα δίφθογγος τελικὴ εἰς Υ

λήγουσα, καὶ ἐφ' ἑαυτῆς ἔχουσα τὸν τόνον, περισπᾶται.

Σεσημείωται τὸ ἰδοὺ, ἰοὺ, οὔ. Καὶ διατί σεσημείωται; Ὡς

μιμησάμενα τὸ σχῆμα τῆς ἀνανεύσεως.

Ἐκ πόσων μερῶν τοῦ λόγου γίνεται τὰ ἐπιρρήματα; Ἐκ

πάντων· ἀπὸ ὀνόματος, ῥήματος, μετοχῆς, ἄρθρου, ἀντωνυ-

μίας, προθέσεως ἐπιρρήματα σημ.

Ἐκ πόσων πτώσεων γίνονται τὰ ἐπιρρήματα; Ἐκ πασῶν·

ἐξ εὐθείας, γενικῆς, δοτικῆς, αἰτιατικῆς, κλητικῆς.

ἘΠΟΡΕΎΘΗ ἐστὶ ῥήματος, ἐγκλίσεως ὁριστικῆς, διαθέσεως

παθητικῆς, χρόνου ἀορίστου πρώτου, συζυγίας Ϛʹ τῶν βαρυ-

τόνων. Πρωτότυπόν ἐστιν ἢ παράγωγον; Καὶ πόθεν

γίνεται; Παρὰ τὸ πόρος.

Πόσα σημαίνει πόρος; γʹ. Τὸν περάσιμον τόπον τοῦ

ποταμοῦ, ὡς τὸ [Il. ξʹ. 433.]

Ἀλλ' ὅτε δὴ πόρον ἷξον εὐρρεῖος ποταμοῖο,

καὶ τὸν τραχὺν καὶ λιθώδη τόπον, καὶ κύριον ὄνομα τοῦ

Αἰγύπτου βασιλέως, ὃ καὶ διὰ τοῦ Ω μεγάλου γράφεται.

Τὸ δὲ πόρος πόθεν γίνεται; Παρὰ τὸ πέρας. Τὸ δὲ πέρας

πόθεν; Παρὰ τὸ ἀπόπαυσιν ἔχειν τῆς ἔρας· τὸ ΡΑΣ βραχύ.

Τὰ εἰς ΑΣ οὐδέτερα συστέλλει τὸ Α, πρὸς ἀντιδιαστολὴν

τῶν ἀρσενικῶν· καὶ εἰ μὲν εἰσὶ καθαρὰ, ἢ ἔχουσι πρὸ τοῦ Α

τὸ Ρ, ἐπιδέχονται καὶ κλίσιν, οἷον κρέας κρέατος, γήρας

γήρατος, χωρὶς τῶν τῷ Λ παραληγομένων, οἷον ἅλας ἅλατος,

11

ἐρυσιπέλας (νόσος) ἐρυσιπέλατος, εἰ δὲ μὴ, οὐ κλίνεται, οἷον

δέμας (σῶμα), δέπας, (τὸ ποτήριον,) βρέτας, (τὸ εἴδωλον·)

οὐ λέγομεν τούτων τὰς γενικάς.

Περῶ διατί περισπᾶται; Τὰ ἀπὸ ὀνομάτων γινόμενα

ῥήματα περισπῶνται, οἷον μόνος μονῶ, χρυσὸς χρυσῶ,

ἀγάπη ἀγαπῶ, τέλος τελειῶ, καὶ πέρας περῶ. Καὶ πότε

γίνονται τὰ ὀνόματα ἐκ τῶν ῥημάτων, καὶ πότε τὰ ῥήματα

ἐκ τῶν ὀνομάτων; Ἡνίκα ἰσοσυλλαβοῦσι τὰ ῥήματα τοῖς

ὀνόμασιν, ὀξύνονται δὲ ἢ βαρύνονται τὰ ὀνόματα, τὰ δὲ

ῥήματα περισπῶνται, τότε ἐκ τῶν ὀνομάτων παράγονται τὰ

ῥήματα, οἷον μόνος μονῶ, χρυσὸς χρυσῶ, πέρας περῶ· ἡνίκα

δὲ πάλιν ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνονται

δὲ ἢ βαρύνονται τὰ ὀνόματα, βαρύνονται δὲ καὶ τὰ ῥήματα,

τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνόματα, οἷον λέγω

λόγος, φέρω φόρος. Εἰ δὲ περιττοσυλλαβεῖ τὰ ῥήματα

τοῖς ὀνόμασι, καὶ συνάρχουσιν αὐτοῖς, τότε ἐκ τῶν ὀνομάτων

παράγονται τὰ ῥήματα, οἷον ἵππος ἱππεύω, δίφρος διφρεύω·

χωρὶς τῶν ἀπὸ τῶν μελλόντων γινομένων κατὰ ἀποβολὴν

τοῦ Ω μεγάλου, οἷον ἐλπίζω ἐλπίσω ἐλπὶς, ἰσχύω ἰσχύσω

ἰσχύς. Εἰ δὲ περιττοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι,

τότε ἐκ τῶν ῥημάτων παράγονται τὰ ὀνόματα, οἷον μαρ-

τυρῶ μαρτυρία, εὐδοκῶ εὐδοξία, κληρονομῶ κληρονομία.

Ἰστέον δὲ ὅτι ὅτε τὸ ῥῆμα τῇ ἰσοσυλλάβῳ εὐθείᾳ ἢ τῇ

περιττοσυλλάβῳ γενικῇ ἰσοσυλλαβεῖ, ταῦτα παράγωγά εἰσι.

Διὸ τὸ μὲν χρυσῶ ἰσοσύλλαβον ὂν πρὸς τὴν χρυσὸς εὐθεῖαν,

πρωτότυπον εἶναι φαμὲν, ἰσοσύλλαβα δὲ ἀμφότερα, τὸ

χρυσίζω δὲ παράγωγον, οὐ γὰρ ἰσοσυλλαβεῖ.

Περῶ τὸ ΠΕ ψιλόν. Διατί; Πᾶν ῥῆμα περισπώμενον

διὰ τοῦ ἐρῶ ἐκφερόμενον ἐνεστῶτος χρόνου διὰ τοῦ Ε ψιλοῦ

γράφεται, οἷον περῶ, ἐρῶ τὸ λέγω καὶ τὸ ἐπιθυμῶ, πλὴν

τῶν σεσημειωμένων. Πορεύω διατί βαρύνεται; Τὰ διὰ τοῦ

ΕΥΩ ῥήματα καθαρὰ βαρύνεται, οἷον ἀρδεύω, φυγεύω· οὕτως

οὖν καὶ πορεύω. Διατί τοῦ πορεύομαι τὰ ἐνεργητικὰ οὐχ

εὕρηνται ἐν χρήσει; Διότι ἀπέλειψαν διὰ τὴν σημασίαν.

Καὶ ποσαχῶς ἀπολιμπάνουσιν αἱ φωναὶ τῶν ῥημάτων;

12

Τετραχῶς· ἢ διὰ σημασίαν, ὡς ὅλα πρόσωπα τῶν προστα-

κτικῶν, καὶ ... τοῦ θνήσκω πίπτω ὀφθαλμιῶ ἐριγῶ

πυ...... φρίσσω, τρέμω τὰ παθητικά. (Τὴν γὰρ σημα-

σίαν τοῦ πάθους ἀνεδέξαντο τὰ φωνῆς ὄντα ἐνεργητικά.

Ὁμοίως καὶ τὰ φωνῆς ὄντα παθητικὰ, σημαινόμενα δὲ

ἐνεργητικὰ, καὶ ἐπὶ τοῦ πορεύομαι, μάχομαι, εὔχομαι, ὀρ-

χοῦμαι· ἐπὶ τούτων γὰρ καὶ τῶν ὁμοίων ἀπολιμπάνουσι

τὰ ἐνεργητικά·) ἢ διὰ ἀσυνταξίαν, ὡς τὸ τρίτον τῶν πλη-

θυντικῶν τοῦ παθητικοῦ παρακειμένου, ὃ διὰ μετοχῆς (τε-

τυμμένος) ἀναπληροῦται· (ἀσυνταξία δέ ἐστι τὸ μὴ ἔχειν

χαρακτῆρα Ἑλληνικόν·) καὶ τὸ αʹ τῶν δυϊκῶν ἐνεργητικῶν·

ἢ κατὰ τὸ φορτικὸν, ὡς τὸ χέω, ὁ μέλλων χεύσω, καὶ τοῦ

ἐκτρώσασα· τὸ ἀρσενικὸν γὰρ οὐχ εὕρηται ἐκτρώσας, οὐ γὰρ

ἀνὴρ ἐκτιτρώσκει· κατὰ τύχην δὲ, ὡς τοῦ γυνὴ ἡ κλῆσις, καὶ

τοῦ ὕδωρ ἡ γενικὴ, καὶ τοῦ ὕδατος ἡ εὐθεῖα, καὶ τῶν ὁμοίων.

Εἰδέναι δὲ δεῖ ὅτι τριῶν διαθέσεων οὐσῶν, ἐνεργείας, πάθους,

μεσότητος, τὰ μὲν τῶν ῥημάτων καὶ τῇ φωνῇ καὶ τῷ σημαι-

νομένῳ εἰσὶν ἐνεργητικὰ, ὡς τὸ τύπτω, γράφω, κόπτω· τὰ

δὲ καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ παθητικὰ, ὡς τὸ τύπτο-

μαι, γράφομαι, κόπτομαι. Εἰσὶ δέ τινα ῥήματα, ἃ οὔτε

ἐνέργειαν οὔτε πάθος σημαίνουσιν, ἅ τινα καὶ οὐδέτερα

λέγονται, οἷον ζῶ, πλουτῶ, ὑγιαίνω, πορεύω· ὁ μέλλων

πορεύσω, ὁ πορεύων, πεπόρευκα· ὁ παθητικὸς, πεπόρευμαι·

ὁ πρῶτος ἐπορεύθην, καὶ μετὰ τῆς οὐ ἀρνήσεως οὐκ ἐπορεύθη.

Καὶ πῶς γίνεται οὐκ ἐπορεύθη; Πλεονάζει τὸ Κ διὰ τὴν

χασμωδίαν.

Καὶ τί ἐστι χασμωδία; Ἐπάλληλα φωνήεντα. Καὶ διὰ

τί μὴ ἐπλεόνασε τὸ Χ ἀλλὰ τὸ Κ; Διότι ἡ οὐ ἄρνησις συν-

τιθεμένη μεθ' ἑτέρας λέξεως τῆς ἀπὸ φωνήεντος ἀρχομένης,

ψιλουμένης μὲν αὐτῆς τῆς λέξεως, πλεονάζει τὸ Κ, δασυνό-

μενον δὲ τὸ Χ.

ἘΝ ΒΩΥΛΗΙ. Πόσα μέρη λόγου εἰσί; Δύο. Τὶ καὶ τί;

Ἐν πρόθεσις, βουλὴ ὄνομα.

Τί ἐστι πρόθεσις; Λέξις προτιθεμένη πάντων τῶν τοῦ

λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει. Πῶς ἐν τῇ συν-

13

θέσει καὶ πῶς ἐν τῇ συντάξει; Ἐν μὲν τῇ συνθέσει, οἷον

ἀναφορὰ, εἰσφορά· ἐν δὲ τῇ συντάξει, οἷον ἐπὶ τῆς χώρας.

Πόθεν πρόθεσις; Ἐκ τοῦ τίθημι, θήσω, τέθεικα, τέθει-

μαι, τέθεισαι, θέσις, καὶ μετὰ τῆς πρὸ προθέσεως, πρόθεσις.

Καὶ διὰ τί λέγεται πρόθεσις; Διότι προτίθεται πάντων

τῶν τοῦ λόγου μερῶν. Καὶ διὰ τί προτίθεται; Διὰ τὴν

ἐνυπάρχουσαν αὐτῷ ἀσθένειαν. Ὥσπερ γὰρ ὁ ἄρρωστος, ὁ

μὴ δυνάμενος περιπατῆσαι, ὑπὸ ἄλλων βασταζόμενος ἐκφέ-

ρεται, οὕτω καὶ ἡ πρόθεσις ἀσθενὴς οὖσα, καὶ μὴ δυναμένη

ὑπὸ ἑαυτῆς ἐκφέρεσθαι, ὑπὸ ἄλλων λέξεων βασταζομένη

ἐκφέρεται. .... τῇ μὲν φωνῇ ιηʹ, τῷ δὲ σημαινομένῳ ιζʹ.

Ἡ γὰρ ἀμφὶ καὶ ἡ περὶ τὸ αὐτὸ σημαίνουσιν, ὅτι ἐν τῷ

ἅμα πολλάκις ἐκφέρεται, ὡς τὸ [Il. θʹ. 348.]

Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους.

Εἰς πόσα διαιροῦνται αἱ προθέσεις; Εἰς δύο· εἰς μονοσυλ-

λάβους καὶ εἰς δισυλλάβους. Τί ἀντιπεπόνθασιν αἱ μονο-

σύλλαβοι τῶν δισυλλάβων; Ὅτι αἱ μὲν μονοσύλλαβοι

πᾶσαι εἰς σύμφωνον κατέληξαν, μία δὲ ἐξ αὐτῶν εἰς φωνῆεν,

ἡ πρό· αἱ δὲ δισύλλαβοι πᾶσαι εἰς φωνῆεν κατέληξαν, μία

δὲ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ. Πόσαι ἐπεκτείνονται ἐκ

τῶν μονοσυλλάβων; Τέσσαρες, ἡ ἐν, ἡ εἰς, ἡ ἐξ, ἡ πρός.

Ἡ ἐν προσλαμβάνει Ι, καὶ γίνεται ἔνι, ὡς τὸ “οὐκ ἔνι

δοῦλος, οὐκ ἔνι ἐλεύθερος·” ἡ εἰς πρόθεσις προσλαμβάνει τὸ

Ω μέγα, καὶ γίνεται εἴσω, ὡς τὸ

καὶ νήεσς' ἡγήσατ' Ἀχαίων Ἴλιον εἴσω·

ἡ ἐξ προσλαμβάνει τὸ Ω μέγα, καὶ γίνεται ἔξω, ὡς τὸ

ἔξω τελφυὸς εἶκε δόρυ μείλινον.

[Il. λʹ. 456.

ὄβριμον ἔγχος Ἔξω τε χροὸς εἷλκε.]

Ἡ πρὸς προσλαμβάνει Ι καὶ γίνεται προσὶ, καὶ ἀποβολῇ

τοῦ Ρ ποσὶ, καὶ τροπῇ τοῦ Σ εἰς Τ ποτὶ, ἐξ οὗ καὶ τὸ

Διὸς ποτὶ χαλκοβατὲς δῶ.

Καὶ τί διαφέρει ἀλλήλοις (sic) ἡ ἐν καὶ ἡ πρός; Διαφέρει,

ὅτι ἡ μὲν ἐν προσλαμβάνει τὸ Ι, καὶ γίνεται ἔνι, καὶ μετά-

γεται εἰς ῥηματικὴν σημασίαν· ἡ δὲ πρὸς προσλαμβάνει τὸ

14

Ι καὶ γινομένη προσὶ, καὶ ἀποβολῇ τοῦ Ρ, καὶ τροπῇ τοῦ Σ

εἰς Τ ποτὶ, ὡσαύτως μένει πρόθεσις. Καὶ διατί ἡ πρὸς

προσλαμβάνει τὸ Ι, καὶ οὐ μετάγεται εἰς ῥηματικὴν σημα-

σίαν; Διότι κατὰ πάθος γέγονε, ὡς δὲ κατὰ πάθος γινομένη

τὴν ἰδίαν σημασίαν ἐφύλαξε.

Πόσαι ἀναστρέφονται ἐκ τῶν μονοσυλλάβων αἵτινες οὐκ

ἀναστρέφονται; εʹ οὐκ ἀναστρέφονται, αἱ λοιπαὶ δὲ ἀνα-

στρέφονται.

Καὶ ποῖαι εἰσὶν αἱ μὴ ἀναστρεφόμεναι; Ἡ ἀνὰ οὐκ ἀνα-

στρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ “Ζεῦ ἄνα·” ἡ διὰ οὐκ

ἀναστρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ Ζεὺς, Διὸς, Διὶ, Δία·

ἡ κατὰ οὐκ ἀναστρέφεται, ἵνα μὴ συνεμπέσῃ τῷ κᾷτα, ἀπο-

ρηματικῷ συνδέσμῳ· ἡ ἀντὶ καὶ ἀμφὶ ἐτριχρονίασαν, καὶ

αἱ φθάσασαι τριχρονίσαι προθέσεις οὐκ ἀναστρέφονται· καὶ

αὗται αἱ ἀνα..... πότε ἀναστρέφουσιν. Ὅπου (ἡνίκα)

ἀναμεταξὺ (sic) δύο κυρίων ἢ προσηγορικῶν εὑρεθῶσι σύν-

δεσμοι, παραλαμβανόμενοι μετὰ προθέσεως, τότε ἀναστρέ-

φονται αἱ προθέσεις, ὡς ἐν τῷ

νεῶν ἀπὸ καὶ κλισιάων.

“Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλῆος.” Καὶ τί ἐστιν ἀνα-

στροφή; Μετάθεσις τόνου. Πότε ἀναστρέφεται ἡ κατὰ

πρόθεσις; Ἡνίκα ὑποτάττηται τῇ λέξει, μεθ' ἧς ὀφείλει

συντάττεσθαι, μὴ παρατιθεμένης ἐν τῷ μέσῳ οἱασδήποτε

λέξεως, τότε ἀναστρέφεται ἡ κατὰ πρόθεσις, ὡς ἐν τῷ

ξύλοχον κάτα βοσκομένων.

Πόσα παρέπεται τῇ προθέσει; Πέντε; Τὶ καὶ τί; Τὸ

ὀξύνεσθαι, τὸ βραχυκαταληκτεῖν, τὸ μέχρι τῆς δισυλλαβίας

αὔξεσθαι, τὸ διὰ ψιλοῦ συμφώνῳ τυποῦσθαι, καὶ τὸ ψιλοῦ-

σθαι. Πῶς τὸ ὀξύνεσθαι; Πᾶσα πρόθεσις ὀξύνεσθαι θέλει.

Πῶς τὸ βραχυκαταληκτεῖν; Πᾶσα πρόθεσις βραχυκατα-

ληκτεῖ, πλὴν τῆς εἰς καὶ ἐξ, ὅθεν καὶ ἀναλογώτεραί εἰσιν, εἰ (ἐς)

καὶ ἐκ λεγόμεναι. Πῶς τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι;

Οὐδέπω πρόθεσις ὑπερβαίνειν θέλει τὴν δισυλλαβίαν. Πῶς

τὸ διὰ ψιλοῦ συμφώνου τυποῦσθαι; Πᾶσα πρόθεσις ἀπὸ

φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπὸ καὶ ὑπέρ.

15

Ἡ ἀντὶ πρόθεσις πόσα σημαίνει; Τρία· κυρίως τὴν πρό-

θεσιν, ὡς ἡμεῖς τίθεμεν, καὶ ὡς Ἀρίσταρχος ἀναγινώσκει

τόνδε τὸν στίχον,

Τρώων ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος

στήσεσθ' ἐν πολέμῳ.

Τίθεται καὶ ἐπὶ τοῦ ἶσος·

ἀντί τοι εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο·

ἀντὶ, ἶσος εἰμὶ ἱκέτου, καὶ

ἀντιθέου Ὀδυσῆος,

ἀντὶ ἰσοθέου. Ἐπὶ δὲ τοῦ Κύκλωπος, ὅτε φησὶν “ἀντίθεον

Κύκλωπα,” Πολύφημον λέγει τὸν ἐναντιούμενον τοῖς θεοῖς.

Διότι; Αὐτὸς ἐστὶν ὁ λέγων·

οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσι·

τὰς δὲ “ἀντιανείρας Ἀμαζόνας” ὁ μὲν Ἀρίσταρχος τὰς

ἴσας ἀνδρῶν· ἔνιοι δὲ ἐπὶ πολεμικῶν τὰς ἀντιαζούσας, οἷον

ἐναντιουμένας ἀνδράσι. Τίθεται καὶ ἐπὶ τοῦ ἐναντίου, καθὼς

εἴρηται, ὡς τὸν “ἀντίθεον Κύκλωπα.”

Ἡ παρὰ πρόθεσις πόσα σημαίνει; Τρία. Τὴν ἐκτὸς

σχέσιν, ὡς τὸ ἄνομος, παράνομος· λαλῶ τὸ παραλαλῶ· καὶ

τὴν πλησίαν σχέσιν, ὡς τὸ ἕζετο, [Il. αʹ. 557.]

παρέζετο καὶ λάβε γούνων·

καὶ τὴν πλείονα σχέσιν, ὡς τὸ ὁρμῶ, παρορμῶ.

Ἡ ἀπὸ σημαίνει δύο· τὴν πρόθεσιν, ὡς τὸ

οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης,

καὶ ἀντὶ τοῦ ἄποθεν, ὡς τὸ

πολλῶν γὰρ ἄπο πλυνοὶ εἰσὶ πόλεως.

Κατὰ πόσους τρόπους ἡ ἀμφὶ τῆς περί (διαφέρει); Κατὰ

τρεῖς· ἡ μὲν γὰρ ἀμφὶ ἀποβάλλει τὸ Ι, ὡς τὸ

ἀμφ' ἀγαθὸν θεράποντα,

ἡ δὲ περὶ οὐδέπω· καὶ ὅτι ἡ μὲν περὶ μετάγεται εἰς ἐπιρρη-

ματικὴν σημασίαν, ὡς τὸ

Ἰδομενεῦ πέρι μέν σε τίω Δαναῶν ταχυπώλων,

ἀντὶ τοῦ περισσῶς, ἡ δὲ ἀμφὶ οὐδέπω, καὶ ὅτι ἡ μὲν πέρι

ἀναστρέφεται.

ΒΟΥΛῊ, ποίου μέρους λόγου ἐστίν; Ὀνόματος, γένους

16

θηλυκοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥημα-

τικοῦ. Καὶ πόθεν γίνεται; Παρὰ τὸ βάλλω, βολὴ, καὶ

πλεονασμῷ τοῦ Υ βουλή· τρέπεται τὸ Α εἰς Ο μικρὸν, ὡς

ἐν τῷ ἡμερόβιος, ὥρα, ὡροσκόπος, ἢ παρὰ τὸ βάλλω, βολὴ

καὶ βουλὴ, ἡ τοῦ νοὸς ἐμβολή. Εἴδους τῶν ὑποπεπτωκότων

τῷ ὀνόματι προσηγορικοῦ.

Βουλὴ διατί ὀξύνεται; Τὰ εἰς ΛΗ καθαρὰ, μὴ ὄντα κύρια,

παραληγόμενα διφθόγγῳ διὰ τοῦ Υ ὀξύνεται, οἷον αὐλὴ,

οὐλὴ, τὸ ἐπὶ τοῦ ἕλκους, οὗ πρὸς ἀντιδιαστολὴν ἐμαράνθη

(ἐβαρύνθη) τὸ οὔλη ἐπὶ τῶν κριθῶν· τὸ δὲ Θούλη ὄνομα

νήσου, καὶ τὸ δούλη, προσηγορικά.

Βουλὴ σημαίνει τρία· τὸ βούλευμα, ὡς τὸ

βουλὴν δὲ πρῶτον μεγαθύμων ἵζε γερόντων·

καὶ τὴν θέλησιν, ὡς τὸ

νῦν δ' ἐμὲ μὲν στυγεεῖ, Θέτιδος δ' ἐξήνυσε βουλάς·

καὶ τὴν γνώμην, ὡς τὸ

Διὸς δ' ἐτελείετο βουλή.

Συντάττεται δὲ ἡ ἐν πρόθεσις μετὰ δοτικῆς, ὡς “ἐν τῷ

οὐρανῷ αὐτὸς κατοικεῖς·” Ἀττικῶς δὲ καὶ μετὰ γενικῆς, οἷον

ἐν Ἅιδου.

ἈΣΕΒΩΝ, πτώσεως γενικῆς τῶν πληθυντικῶν· ἡ εὐθεῖα, ὁ

ἀσεβής· εἴδους τῶν παραγώγων ῥηματικοῦ. Καὶ πόθεν

γίνεται; Παρὰ τὸ σέβω, σεβὴς, καὶ μετὰ τοῦ στερητικοῦ Α

ἀσεβής. Τὸ Α ποίου μέρους λόγου ἐστίν; Οὐκ ἐστὶ μέρος

λόγου, ἀλλὰ μορίον. Καὶ τί ἐστι μορίον; Τὸ τοῦ μέρους

μέρος. Ὥσπερ γὰρ τοῦ σώματος μέρη εἰσὶν ἡ κεφαλὴ καὶ

αἱ χεῖρες καὶ οἱ πόδες, μέρη δὲ τῆς κεφαλῆς ὀφθαλμοὶ, ὦτα,

χείλη, ὀδόντες, τῶν δὲ χειρῶν δάκτυλοι, ὄνυχες, τῶν δὲ

ποδῶν ἀστράγαλα καὶ ἄλλα τινὰ, οὕτω καὶ τῶν μερῶν τοῦ

λόγου μέρη εἰσὶ τὰ μορία.

Πόσα σημαίνει τὸ Α; Ἑπτά· στέρησιν, ὡς ἄφιλος, ὁ

ἐστερημένος τῆς φιλίας· ἐπίτασιν, ὡς τὸ “ἄξυλος ὕλη,” ἡ

πολύξυλος, καὶ Ἄτλας, ὁ πάνυ καρτερικός· ὁμοῦ, ὡς τὸ

ἄλοχος, ἡ ὁμόκοιτος, καὶ ἀδελφοὶ οἱ ἐκ τῆς αὐτῆς δελφύος ἢ

μήτρας· κακὸν, ὡς τὸ ἄφωνος, ὁ κακόφωνος· ὀλίγον, ὡς τὸ

17

ἀμαθὴς, ὁ ὀλιγομαθὴς, καὶ ἄπειρος, ὁ ὀλίγην πεῖραν ἔχων·

ἄθροισιν, ὡς τὸ πᾶς, ἅπας· πλεονασμὸν, ὡς τὸ σταφὶς,

ἄσταφις, καὶ στάχυς, ἄσταχυς.

Πόσα μορία στερητικά; Πέντε· Α, ἄοικος, ὁ μὴ ἔχων

οἰκίαν, ΝΕ, νεκρὸς, ὁ μὴ ἔχων ψυχήν· ΝΗ, νῆστις, ὁ ἐστερη-

μένος σιτίων· ΝΩ, νωθρὸς, ὁ ἐστερημένος τοῦ θορεῖν ἢ πηδᾶν,

καὶ νωδὸς, ὁ ἐστερημένος τῶν ὀδόντων· ΝΟ, νόσος, ὁ ἐστερη-

μένος τοῦ σώου.

Ὅσα μορία ἐπιτατικά; ζʹ· Α, ἄπειρος ὁ πολύς· ΝΗ, νήδυ-

μος, ὁ πάνυ ἡδύς· ΖΑ, ζάπλουτος, ὁ πάνυ πλούσιος· ΛΑ, λά-

βρος, ὁ πάνυ βαρύς· ΔΑ, δαφοινὸς, ὁ πάνυ μέλας· ΕΡΙ, ἐρι-

αύχην, ὁ μεγαλοτράχηλος· ΑΡΙ, ἀρίζηλος, ὁ πάνυ φανερός·

τινὲς δὲ καὶ τὸ ΒΟΥ, ὡς τὸ βουγάϊος, ὁ πάνυ πλούσιος καὶ

γαυριῶν, καὶ βούπεινα, ἡ μεγάλη πείνα.

Σέβω, συζυγίας πρώτης τῶν βαρυτόνων. Πόθεν δῆλον;

Ἡ δὲ πρώτη συζυγία διὰ τοῦ Β, ἢ Π, ἢ Φ, ἢ ΠΤ, οἷον λείβω,

τέρπω, γράφω, κόπτω. Τὸ ΣΕ ψιλόν. Διατί; Τὰ εἰς ΒΩ

λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται, πλὴν τοῦ

ἀμείβω, τὸ ἐναλλάσσω· [Il. ζʹ. 235.]

ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε' ἄμειβε·

στείβω τὸ περιπατῶ·

στείβοντες νέκυάς τε καὶ ἀσπίδας.

λείβω τὸ σπένδω,

λείβων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσιν·

εἴβω τὸ στάζω·

τέρεν κατὰ δακρύων εἶβε.

Σέβω ὁ μέλλων οὐκ ἔχει. Διατί; Τὰ εἰς ΒΩ λήγοντα ῥή-

ματα δισύλλαβα τῷ Ε παραληγόμενα, ἢ μόνα, ἢ μετὰ συμ-

φώνου, ἄχρι παρατατικοῦ κλίνεται, οἷον σέβω, φέρβω, τὸ

τρέφω.

Ἀσεβὴς διατί ὀξύνεται; Ὅσα γὰρ παρασύνθετα ἐπί-

θετα ῥηματικὰ, εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν καὶ τὸ οὐδέτερον

εἰς ΕΣ, ὀξύνεται, οἷον εὐσεβὴς, ἀτριβὴς, ἀβλαβής· τὸ εὐσεβὲς,

τὸ ἀβλαβὲς, τὸ ἀτριβές· οὕτως οὖν καὶ ζαὴς, ἀφ' οὗ καὶ

ζαέα· τὰ γὰρ παρὰ τὸ ἄω ῥῆμα ὀξύνεται, οἷον ἀκραής· καὶ

18

ὅλα ὅσα τῶν εἰς ΗΣ ἔχει τὸ ΖΑ· ζαμενὴς, ζαχρειής. Σεση-

μείωται τὸ αὐθάδης αὐτάρκης ἐβαρύνθη, ὅτι ἐν ἀμφοτέροις

ἡ αὐτὸς ἀντωνυμία κατάρχεται. Οὐ πάντα δὲ τὰ ἔχοντα

τὴν αὐτὸς βαρύνεται· αὐτοσφαγὴς ὀξύνεται. Εἰς τὸ ΒΗΣ

ὀξεῖαν. Διατί; Πᾶσα ὀρθὴ καὶ αἰτιατικὴ μὴ οὖσα ... Πῶς

κλίνεται; Τοῦ εὐσεβοῦς· ὁ κανών· τὰ εἰς ΗΣ ὑπὲρ δύο συλ-

λαβὰς ὀξύτονα σύνθετα ἐπίθετα ῥηματικὰ εἰς ΟΥΣ ἔχει τὴν

γενικήν· φύω, εὐφυὴς, εὐφυοῦς· εἴκω, ἐπιεικὴς, ἐπιεικοῦς· μήθω,

εὐμαθὴς, εὐμαθοῦς· κρίνω, εὐκρινὴς, εὐκρινοῦς· χαίρω, εὐχαρὴς,

εὐχαροῦς.

Διατί εἶπεν ὀξύνεται; Διότι τὰ εἰς ΗΣ βαρύτονα ἀπὸ

ῥημάτων συγκείμενα εἰς ΟΥ ἔχει τὴν γενικὴν, χωρὶς τῶν

παρὰ τὸ φαίνω· οἷον μετρῶ, γεωμέτρης, γεωμέτρου· τρίβω,

παιδοτρίβης, παιδοτρίβου. Τὰ δὲ παρὰ τὸ φαίνω συγκεί-

μενα εἰς ΟΥΣ ἔχει τὴν γενικήν· Θεοφάνης, Θεοφάνους, Μητρο-

φάνης, Μητροφάνους. Εἰς τὸ ΟΥΣ Περισπώμενον. Διατί;

Πᾶσα συναίρεσις ....

Ἡ αἰτιατικὴ τὸν ἀσεβέα, καὶ τὸ συνῃρημένον καὶ

ἀσεβῆ. Ὁ κανών· τὸ Ε καὶ Α εἰς Η μακρὸν κιρνᾶται, ἡνίκα

πρὸ τοῦ Ε ἐστὶ σύμφωνον, πλὴν τοῦ Ρ· εἰ δὲ καθαριεύει, καὶ

εἰς Α καὶ εἰς Η, οἷον, τὸν εὐφυέα καὶ εὐφυᾶ καὶ εὐφυῆ, τὸν

διφυέα καὶ διφυᾶ καὶ διφυῆ. Εἰ δὲ ἔχει τὸ Ρ, εἰς Α· ἀργυ-

ρέα, ἀργυρᾶ· τὸ δὲ κανᾶ καὶ ὀστᾶ οὐκ ἀπὸ τοῦ κάνεα καὶ

ὀστέα γέγονεν, ἀλλ' ἀπὸ τῆς ἰδίας εὐθείας τῆς κανοῦν καὶ

ὀστοῦν· ἐντελὴς γὰρ καὶ συνῃρημένη ἐστὶν ἡ εὐθεῖα τῶν

ἑνικῶν, κάνεον καὶ κανοῦν. Διατί οὐ προσλαμβάνει τὸ Ν καὶ

γίνεται ἀσεβῆν; Διότι οἱ Ἀττικοὶ οὐκ ἐπὶ πασῶν τῶν

αἰτιατικῶν τῶν ἀπὸ τῶν εἰς ΗΣ προσλαμβάνουσι τὸ Ν, ἀλλ'

ἐπὶ τῶν κυρίων μόνον, τὸν Δημοσθένην λέγοντες, καὶ Ἀρι-

στοφάνην· ἐπὶ δὲ τῶν ἐπιθέτων οὐδαμῶς.

Καὶ διατί ἐπὶ τῶν κυρίων προσλαμβάνει τὸ Ν; Διότι

οὐδέπω τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης, ὀφείλει ἡ αἰτια-

τικὴ εἰς Η καταλήγειν, οἷον ὦ Πηλεῦ· τὸν Πηλέα οὐ γίνεται

καὶ Πηλῆα κατὰ συναίρεσιν· ὦ ἡδὺ, τὸν ἡδύν· ἐκεῖνοι οὖν

ἀποβολῇ τοῦ Σ ποιοῦσι τὴν κλητικὴν, ὦ Μητροφάνη, καὶ ὦ

19

Ἀριστοφάνη καὶ Δημοσθένη λέγοντες. Διὰ τοῦτο οὖν

προσλαμβάνει τὸ Ν ἐπὶ τῆς αἰτιατικῆς, ἐπὶ δὲ τῶν ἐπιθέτων

οὐδαμῶς, διότι οὐ ποιοῦσι τὴν κλητικὴν εἰς Η, οἷον, ὦ

εὐσεβῆ καὶ ὦ μονογενῆ, καὶ τῶν ὁμοίων. Ἡ κλητικὴ, ὦ

εὐσεβές· ὁ κανών· τὰ εἰς ΗΣ εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν, εἰς

ΕΣ ποιεῖ τὴν κλητικήν. Διατί οὐκ ἀναβιβάζει τὸν τόνον;

Διότι τὰ εἰς ΗΣ ὀνόματα εἰς ΟΥΣ ἔχοντα τὴν γενικὴν, εἰ μὲν

ὦσι κύρια, ἢ ἀπ' οὐδετέρων γίνονται, εἰς ΗΣ βαρύτονα, ἀνα-

βιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς, οἷον ὦ Δημόσθενες,

ὦ Μητρόφανες, καὶ κῆτος, μεγακήτης, ὦ μεγάκητες, καὶ

μέγεθος, εὐμεγέθης, εὐμέγεθες, ὦ παμμέγεθες. Εἰ δέ εἰσιν

ὀξύτονα καὶ ἐπίθετα, τὸν αὐτὸν τόνον φυλάττουσι καὶ ἐπὶ

τῆς κλητικῆς, οἷον, ὦ εὐτυχὲς, ὦ εὐγενὲς, ὦ μονογενές.

Καὶ ποίου μέρους λόγου ἐστί; Συνδέσμου. Τί ἐστι σύν-

δεσμος; Λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως, καὶ τὸ τῆς

ἑρμηνείας κεχηνὸς δηλοῦσα. Τί σημαίνει τὸ κεχηνός; Δια-

κεχωρισμένον. Εἰς πόσα διαιρεῖται τὸ σύνδεσμος; Εἰς

ὀκτώ· οἱ μὲν γάρ εἰσι συμπλεκτικοὶ, οἱ δὲ διαζευκτικοὶ, οἱ δὲ

συναπτικοὶ, οἱ δὲ παρασυναπτικοὶ, οἱ δὲ αἰτιολογικοὶ, οἱ δὲ

ἀπορηματικοὶ, οἱ δὲ συλλογιστικοὶ, οἱ δὲ παραπληρωματικοί.

Συμπλεκτικοὶ μὲν οὖν εἰσιν, ὅσοι τὴν ἑρμηνείαν ἐπ' ἄπειρον

ἐκφερομένην συμπλέκουσιν· εἰσὶ δὲ οἵδε· μὲν, δὲ, τὲ, καὶ,

ἀλλὰ, ἠμὲν, ἠδὲ, ἀτὰρ, αὐτὰρ, ἤτοι, κὲν, ἄν.

Διαζευκτικοὶ δέ εἰσιν, ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν,

ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διϊστῶσιν· εἰσὶ δὲ οἵδε· ἢ,

ἤτοι, ἠέ.

Συναπτικοὶ δέ εἰσιν, ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαί-

νουσι δὲ ἀκολουθίαν καὶ τάξιν· εἰσὶ δὲ οἵδε· εἰ, εἴπερ, εἰ δὴ,

εἰδήπερ.

Παρασυναπτικοὶ δέ εἰσιν, ὅσοι μεθ' ὑπάρξεως καὶ τάξιν

δηλοῦσιν· εἰσὶ δὲ οἵδε· ἐπεὶ, ἐπείπερ, ἐπειδὴ, ἐπειδήπερ.

Αἰτιολογικοὶ δέ εἰσιν, ὅσοι ἐπ' ἀποδώσει αἰτίας ἕνεκεν

παραλαμβάνονται· εἰσὶ δὲ οἵδε· ἵνα, ὄφρα, ὅπως, εἵνεκα,

οὕνεκα, διὸ, διότι, καθὸ, καθότι, καθόσον.

20

Ἀπορηματικοὶ δέ εἰσιν, ὅσοις ἐπαποροῦντες εἰώθαμεν

χρῆσθαι· εἰσὶ δὲ οἵδε· ἆρα, κᾆτα, μῶν.

Συλλογιστικοὶ δέ εἰσιν, ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ

συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται. Εἰσὶ δὲ οἵδε· ἄρα,

ἀλλὰ, ἀλλὰ μὴν, τοίνυν, τοιγάρτοι, τοιγαροῦν.

Παραπληρωματικοὶ δέ εἰσιν, ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν

αἰτίας παραλαμβάνονται· εἰσὶ δὲ οἵδε· δὴ, ῥὰ, νυ, που, τοι,

θεν, ἀρ, δῆτα, περ, πω, μὴν, ἂν, αὖ, οὖν, κεν, γε. Τινὲς δὲ

προστιθέασι καὶ ἐναντιωματικοὺς, οἷον ἔμπης, ὅμως.

Διατί πάντων τῶν τοῦ λόγου μερῶν ἔσχατος τίθεται ὁ

σύνδεσμος; Ἵνα συνδήσῃ καὶ συνδεσμήσῃ πάντα τὰ πρὸ

αὐτοῦ λεχθέντα μέρη τοῦ λόγου.

Τί διαφέρει δεσμὸς συνδέσμου; Διαφέρει, ὅτι ὁ μὲν

δεσμὸς εἰς ἓν χαρακτηρίζεται, ὁ δὲ σύνδεσμος εἰς πολλά.

Τὸ ΚΑῚ ποίου τῶν συνδέσμων; Συμπλεκτικοῦ. Διόρισον.

Συμπλεκτικοὶ δέ εἰσιν, ὅσοι τὴν ἑρμηνείαν ἐπ' ἄπειρον ἐκφερο-

μένην συνδοῦσι. Τὸ ΚΑΙ τί (ΑΙ) γράφεις, διατί; Πᾶσα λέξις

ἀπὸ τῆς ΚΕ συλλαβῆς ἀρχομένη, διὰ τοῦ Ε ψιλοῦ γράφεται,

οἷον κέραμος, κεφαλὴ, χωρὶς τοῦ ΚΑΙ συνδέσμου, καὶ καιρὸς,

καίριον, Καῖσαρ, καὶ τὰ ἐξ αὐτοῦ γινόμενα Καισαρεὺς

Καισάρεια, καὶ τὰ ἔχοντα ἀναφαινόμενον τὸ Α, ὡς τὸ καίω,

καύσω, καὶ καικίας ὁ ἄνεμος, καὶ Καινεὺς (κύριον,) καὶ καινὸν,

τὸ νεωστὶ κατεσκευασμένον· κενὸς δὲ ὁ μάταιος ψιλὸν, ἐκ

τοῦ χέω, χενὸς καὶ κενός.

Εἰς ΚΑῚ ὀξεῖαν. Διατί; Πᾶς σύνδεσμος συμπλεκτικὸς μὲν

ὀξύνεται, συνεπόμενος δὲ καὶ βαρύνεται, πλὴν τοῦ ἤτοι. Καὶ

ἐκεῖνος διατί βαρύνεται; Διότι σύνθετόν ἐστι. Καὶ πόθεν

συνετέθη; Ἐκ τοῦ Η διαζευκτικοῦ καὶ τοῦ ΤΟΙ παραπληρω-

ματικοῦ. Ἀντὶ πόσων ὑπάρχει ὁ Η σύνδεσμος; Ἀντὶ δʹ·

ἔστι γὰρ διαζευκτικὸς, διασαφητικὸς, βεβαιωτικὸς, καὶ δια-

πορητικός.

Πόσα παρέπεται τῷ συνδέσμῳ; Τρία· εἶδος, σχῆμα, καὶ

τόνος.

Κατὰ πόσους τρόπους διαφέρει ὁ ἤτοι τοῦ μέν; Κατὰ

21

δύο· ὅτι ὁ μὲν ἤτοι κατ' ἀρχῆς τίθεται, ὁ δὲ μὲν μέσος

παράκειται. Τί διαφέρει ὁ τε τοῦ καὶ συνδέσμου; Διαφέρει,

ὅτι ὁ μέν τε τὰ ὄπισθεν συμπλέκει, ὡς τὸ

Ἀγαμέμνονά τε καὶ Μενέλαον,

ὁ δὲ καὶ τὰ ἐπιφερόμενα.

Ἀντὶ τίνος παραλαμβάνεται ὁ ἀλλὰ σύνδεσμος; Ἀντὶ

τοῦ καί· οἷον “ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ.”

ὉΔῸΣ ὄνομα, γένους θηλυκοῦ, εἴδους παραγώγου, εἴδους

τῶν παραγώγων ῥηματικοῦ.

Πόθεν γίνεται; Παρὰ τὸ ἕω τὸ πορεύομαι. Καὶ πόσα

σημαίνει τὸ ἕω; Ἓξ, δʹ βαρύτονα, καὶ δύο περισπώμενα·

ἕω τὸ ἐνδύομαι, (ἕω, τὸ πορεύομαι) ἀφ' οὗ καὶ ὁδός· ἔω τὸ

ὑπάρχω, ἀφ' οὗ καὶ ἔσεται τὸ γενήσεται· ἕω, τελειῶ, ἀφ' οὗ

καὶ ἕως ἡμέρα, καὶ ἑσπέρα, ἡ τῆς ἡμέρας τελείωσις· τὰ δὲ

περισπώμενα, ἐῶ τὸ συγχωρῶ, ἐξ οὗ καὶ τὸ ἐάσας· ἑῶ τὸ

καθέζομαι, ἐξ οὗ καὶ τὸ ἕεμαι, ἧμαι καὶ κάθημαι.

Διατί τὸ ἔω ψιλοῦται; Διότι τὸ Ε πρὸ φωνήεντος ὂν

κατὰ διάστασιν ψιλοῦται, εἰ μή τις ἕτερος λόγος κωλύσῃ,

χωρὶς τοῦ ἕω τὸ ἐνδύομαι, καὶ τὸ ἕω τὸ καθέζομαι. Ἐκ τοῦ

ἕω τὸ πορεύομαι γίνεται ἑδὸς καὶ ὁδός. Καὶ διατί δασύ;

Τὸ Ο πρὸ τοῦ Δ ψιλοῦται, ὀδοὺς, ὀδωδὸς, ὀδάξ· πλὴν τοῦ

ὁδὸς καὶ τῶν ἐξ αὐτοῦ γινομένων, ὁδοιπόρος, ὁδηγὸς, καὶ τῶν

ὁμοίων.

Ὁδὸς τὸ Ο μικρὸν διατί; Ἐκ τοῦ ἕω τὸ πορεύομαι. Τὰ

γὰρ ἔχοντα τὸ Ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν, ἔχουσι τὸ Ο

ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν. Ὀξεῖαν διατί; Τὰ εἰς

ΔΟΣ δισύλλαβα, διβράχεα, θηλυκὰ, προσηγορικὰ ὄντα, ὀξύ-

νονται, οἷον σποδὸς, ὁδός. Ποίου εἴδους τῶν ὑποπεπτω-

κότων τῷ ὀνόματι; Προσηγορικοῦ.

Πόσα σημαίνει ὁδός; Τρία· τὸν βίον· “μακάριοι ἄμωμοι

ἐν ὁδῷ οἱ πορευόμενοι,” τουτέστιν ἐν βίῳ· καὶ τὴν ἔνεδραν,

ὡς τὸ

ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι·

καὶ τὴν κοινῶς νοουμένην ὁδὸν, ὡς τὸ

ὁδὸς δ' ἑτέρηφι παρελθεῖν.

22

ἉΜΑΡΤΩΛΩΝ· μέρος λόγου ἐστὶν ὀνόματος, γένους ἀρσε-

νικοῦ, εἴδους παραγώγου, εἴδους τῶν παραγώγων ῥηματικοῦ.

Καὶ πόθεν γίνεται; Παρὰ τὸ ἁμαρτῶ, ἁμαρτήσω, ἁμαρ-

τηλὸς καὶ ἁμαρτωλός.

Ἁμαρτῶ, συζυγίας πρώτης τῶν περισπωμένων, ἁμαρτῶ·

καὶ ὁ μέλλων ἁμαρτήσω. Πόθεν ἔχει τὸ Η; Ἡ δὲ πρώτη

συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ Η ἢ

τὸ Ε. Καὶ ὤφειλεν ἔχειν τὸ Ε καὶ μὴ τὸ Η· ἀλλ' ἡνίκα ὁ

ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων (μακρᾷ)

παραληγούσης φύσει ἢ θέσει διὰ τοῦ Η ἔχει τὸν μέλλοντα,

οἷον οἰκῶ οἰκήσω, ποιῶ ποιήσω, πλὴν τοῦ ἀρκῶ ἀρκέσω, καὶ

νικῶ νικέσω· καὶ ἡνίκα καθαριεύει ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει

τὸν μέλλοντα, οἷον νοῶ, νοήσω· καὶ ἐὰν διχρόνῳ παραλή-

γηται ὁ ἐνεστὼς, διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον φιλῶ

φιλήσω, κιχῶ κιχήσω, πλὴν τοῦ ἀρῶ ἀρέσω, ἐξ οὗ καὶ τὸ

ἀρέσκω, καὶ καλῶ καλέσω, καὶ τὰ ἀπὸ τῶν εἰς ΟΣ ἀρσενικὰ

γινόμενα διὰ τοῦ Η ἔχει τὸν μέλλοντα· οἷον, κτύπος κτυπῶ

κτυπήσω, δοῦπος δουπῶ δουπήσω, καὶ τὰ παρασύνθετα διὰ

τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον οἰκονόμος οἰκονομῶ οἰκονο-

μήσω, καὶ τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα,

διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον οἰκτείρω οἰκτειρῶ οἰκτει-

ρήσω, ἕλκω ἑλκῶ ἑλκήσω, ἐω ἐῶ ἐήσω, καὶ τὰ διφορούμενα

κατὰ τὰς συζυγίας διὰ τοῦ Η ἔχει τὸν μέλλοντα, οἷον

ξυρῶ ξυρεῖς ξυρᾶς ξυρήσω, ἐλεῶ ἐλεεῖς ἐλεᾷς ἐλεήσω,

καὶ τὰ μονοσύλλαβα διὰ τοῦ Η ἔχουσι τὸν μέλλοντα, οἷον

ῥῶ ῥήσω, μνῶ μνήσω, σχῶ σχήσω, καὶ τὰ δι' ἑνὸς Λ ἐκφερό-

μενα βαρύτονα, ἐπὶ δὲ τοῦ μέλλοντος περιττοσυλλάβως

κλινόμενα, διὰ τοῦ Η ἔχουσι τὸν μέλλοντα, οἷον θέλω

θελήσω, μέλω μελήσω· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα,

παραλήγοντα δὲ τῷ Ο ἢ τῷ Ε, διὰ τοῦ Ε ἔχουσι τὸν μέλ-

λοντα, οἷον τελῶ τελέσω, ὀλῶ ὀλέσω, πλὴν τοῦ μολῶ

μολήσω, τορῶ τορήσω, ὠφελῶ ὠφελήσω. Ἰστέον δὲ ὅτι

ταῦτα διφοροῦνται, καλέσω καὶ καλήσω, φθονέω καὶ φθο-

νήσω, κορέσω καὶ κορήσω, χωρέσω καὶ χωρήσω, φορέσω καὶ

φορήσω, αἰδέσω καὶ αἰδήσω, αἰνέσω καὶ αἰνήσω, πονέσω καὶ

23

πονήσω, καὶ εἰ μὲν σωματικῶς, πονέσω, εἰ δὲ ψυχικῶς,

πονήσω. Καὶ .... “ἔπαισε τῷ Ἰὼβ βέλει πονηρῷ.”

Διατί τὸ Α πρὸ τοῦ Μ ψιλοῦται καὶ δασύνεται;…

ὡς…

The complete text is available when the reading interface loads.