De spiritibus
- Edition reference
- De spiritibus (excerpta), ed. L. C. Valckenaer, Ammonius. De differentia adfinium vocabulorum, 2nd edn., Leipzig: Weigel, 1822: 188–215.
- CTS identifier
urn:cts:greekLit:tlg4093.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
188
ψιλοῦται. οἷον, ἀβειρῶν. ἀβιμέλαχ. ἄβαρις. ἄβυδος. καὶ
τὰ λοιπά. τὸ μέντοι ἁβραάμ. καὶ ἁβράμιος. καὶ ἁβρός.
ἁβρότης. ἁβρότονον. ἃ πάντα ἀπὸ τοῦ ἁβρὸς γίνεται, καὶ
ὅσα ἐκ τούτου, δασύνονται, ὅτι ἐπάγεται τῷ Β τὸ Ρ.
σεσημείωται ἐν τούτοις τὸ Ἀβρότη νὺξ, ἐν ᾗ βροτὸς οὐ
πορεύεται. καὶ Ἀβροτάζω, τὸ ἁμαρτάνω, κυρίως δὲ, τὸ
βροτοῦ ἀποτυγχάνω· τοῦ Α κατὰ στέρησιν ἐπὶ τούτων
λαμβανομένου. καὶ Ἄβρομοι, οἱ πολύηχοι, τοῦ Α κατ'
ἐπίτασιν λαμβανομένου, ἢ κατὰ στέρησιν, ἤγουν οἱ βρόμον
μὴ ἔχοντες.
Τὸ Α πρὸ τοῦ Γ ψιλοῦται. ἄγαν. ἀγείρω. ἀγορά.
Ἄγνος, τὸ φυτόν. τὸ μέντοι Ἁγνὸς, ὁ καθαρός. καὶ ἅγιος.
189
καὶ ἁγιάζω. καὶ ἁγιωσύνη. καὶ ἁγνίζω. καὶ ἁγνισμός. καὶ
ὅσα ἐκ τοῦ Ἅζω ῥήματος, ὃ δηλοῖ τὸ σέβομαι, τὴν δασεῖαν
φυλάττουσιν.
Τὸ Α πρὸ τοῦ Δ ψιλοῦται. ἀδάμ. ἄδωνις. ἀδελφός.
Ἀδριὰς, κόλπος θαλάσσης. πλὴν τοῦ ᾅδης. ἁδρύνω. ἁδρό-
της. τὸ μέντοι Ἁδριὰς † παρ' Ὁμήρῳ δασύνεσθαι φησὶν
Ἡρωδιανὸς, ἐν δὲ τῷ Καθόλου ψιλοῦσθαι.
Τὸ Α πρὸ τοῦ Ε ψιλοῦται. οἷον, ἀεί. ἀετός. Ἄελλα,
ἡ συστροφὴ τοῦ ἀνέμου. Ἀερόπη, κυρίως. ἀένναον. ἀέριον.
Τὸ Α πρὸ τοῦ Ζ ψιλοῦται. Ἄζω, τὸ ξηραίνω. ἐξ οὗ
καὶ Ἀζαλέος, ὁ κατάξηρος. καὶ Ἀζαρίας, κύριον. Ἄζωτος,
πόλις. πλὴν τοῦ Ἅζω, τὸ σέβομαι, καὶ θαυμάζω. ἅζομαι.
ἁζόμενος.
Τὸ Α πρὸ τοῦ Η ψιλοῦται. οἷον, Ἀήτης, ἄνεμος.
ἀηδών. καὶ τὰ ὅμοια.
Τὸ Α πρὸ τοῦ Θ ψιλοῦται. οἷον, Ἄθως, ὄνομα
ὄρους, οὗ ἡ γενικὴ, ἄθω· ὡς ὁ κάλως, τοῦ κάλω· καὶ ὁ
ἄπρως, τοῦ ἄπρω· καὶ ὁ ταὼς, τοῦ ταώ. Ἀθῶος, ὁ
ἀζήμιος. ἀθηνᾶ. ἀθροίζω. ἀθηρηλοιγός. καὶ τὰ λοιπά.
Τὸ Α πρὸ τοῦ Ι ψιλοῦται. οἷον, Ἀΐδης, ὁ ᾅδης.
Ἀΐσσω, τὸ ὁρμῶ. Ἀΐω, τὸ ἀκούω. Ἀϊστῶσαι, τὸ ἀφα-
νίσαι. καὶ τὰ λοιπά.
Τὸ Α πρὸ τοῦ Κ ψιλοῦται. ἀκοή. ἄκμων. ἀκόνη.
Ἀκαλήφη, εἶδος βοτάνης, ἡ λεγομένη κνίδη. Ἀκωκὴ, ἡ
κεφαλὴ τοῦ βέλους. καὶ τὰ λοιπά.
Τὸ Α πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον
Ἀλῶ, τὸ πλανῶ. Ἄλη, ἡ πλάνη. Ἀλήτης, ὁ πλανήτης.
Ἀλίτης, ὁ ἁμαρτωλός. καὶ ἀλιτρός. Ἄλυδις †, ἀντὶ τοῦ
ὁμοῦ. Ἀλδήσκω, τὸ αὐξάνω. ἄλλος. καὶ ὅσα ἐξ αὐτοῦ.
ἀλλοῖος. ἀλλοδαπός. ἀλλότριος. ἀλλόκοτος. ἀλλᾶς, ἀλλᾶντος.
πλὴν τοῦ Ἃλς, ὃ θηλυκῶς μὲν λεγόμενον σημαίνει τὴν
θάλασσαν, ἀρσενικῶς δὲ τὸ ἅλας. καὶ τῶν ἐξ αὐτοῦ,
Ἁλίτης, ὁ θαλάσσιος. Ἅλιος, ὁ μάταιος, καὶ ὁ θαλάσ-
σιος. ἁλουργίς. ἅλμη. ἁλιεύς. Ἁλικαρνασὸς, πόλις. καὶ
ἁλίασος. ἁλίαρτος. Ἁλιζῶνες, ἔθνος, ἀπὸ τοῦ ὑπὸ τῆς
ἁλὸς περιζωννύεσθαι. Ἁλυκὸν, τὸ ἁλμυρόν. Ἁλίζω, τὸ
ἅλατι πάσσω. σὺν τούτοις καὶ τὰ ἄθροισμα σημαίνοντα.
Ἅλις, ἀντὶ τοῦ δαψιλῶς, καὶ αὐτάρκως. Ἁλίζω, τὸ
190
συναθροίζω. καὶ Ἅλως, τὸ ἁλώνιον. σὺν τούτοις καὶ Ἁλῶ,
τὸ κρατῶ. ἅλωσις. ἁλωτός. ἁλίσκω. ἅλυσις. σὺν αὐτοῖς καὶ
τὸ Ἅλλομαι, διὰ δύο λλ, ὃ σημαίνει τὸ πηδῶ, καὶ
ἁλλόμενος. καὶ Ἅλμα, τὸ πήδημα. Ἄλμα δὲ, τὸ ἄλσος,
ψιλοῦται, ὡς καὶ ὁ Λυκόφρων,
Ἵν' ἄλμαθ' ἵππου † καὶ χαμευνάδος μόροι.
καὶ τὰ ὅμοια. τὸ μέντοι Ἆλτο, ἀντὶ τοῦ ἐπήδησεν, ὡς καὶ
Ὅμηρος, ἆλτο χαμᾶζε,
ψιλοῦται. τὸ Ἁλετρίβανον, εἰ μὲν παρὰ τὸ τοὺς ἅλας
τρίβειν ἐτυμολογεῖται, δασύνεται· εἰ δὲ παρὰ τὸ Ἀλεῖν,
ἤγουν ἀλήθειν καὶ τρίβειν, ψιλοῦται. λέγεται δὲ καὶ
ἀλότριψ. Ἀλκυὼν, ἐκ τοῦ ἐν ἁλὶ κύειν ἐτυμολογεῖται,
ὅμως ψιλοῦται, διὰ τὸ ἐπάγεσθαι τὸ Κ. Ἁλέα, ἡ
θερμασία, δασύνεται παρὰ τοῖς Ἀττικοῖς, ἐν δὲ τῷ Κα-
θόλου ψιλοῦται· σὺ δὲ ψίλου κατὰ συνήθειαν. Ἄλυς,
ποταμὸς, ὅθεν καὶ ἀλύτη, ψιλοῦται. ὡς καὶ Ἀλύτης,
πολλὴν γὰρ χώραν περιτρέχει· τινὲς δὲ δασύνουσιν, ἁλυκὸν
ὕδωρ λέγοντες ἔχειν αὐτόν. Ἄλυς δὲ, ἡ ἀδημονία, παρὰ
πᾶσι ψιλοῦται.
<Ἄλλως>. Τὸ Α πρὸ τοῦ Λ, ἐπαγομένου συμφώνου
τῆς πρώτης συζυγίας τῶν βαρυτόνων, ἢ τῆς δευτέρας, ἢ
τῆς τρίτης, ψιλοῦται. οἷον, Ἄλπεις, ὄνομα ὄρους ἐν
Ἰταλίᾳ. Ἀλφειὸς, ποταμὸς ἐν Ἀρκαδίᾳ. ἀλγηδών. Ἀλκὴ,
ἡ δύναμις. Ἀλδήσκω, τὸ αὐξάνω. Ἀλθαία, εἶδος βοτά-
νης. καὶ Ἀλθαίνω, τὸ θεραπεύω. ὅθεν τὸ Ἀλκυὼν, ὄνομα
ὀρνέου τινὸς ἐν τῇ θαλάσσῃ τίκτοντος, εἰ καὶ παρὰ τὸ ἐν
τῇ ἁλὶ κύειν ἐτυμολογεῖται, ἀλλ' ὅμως ψιλοῦται, διότι
ἐπάγεται τὸ Κ. ὡσαύτως καὶ τὸ ἆλτο. καὶ τοῦτο δείκνυσιν
ἡ συναλοιφή. φησὶ γὰρ Ὅμηρος ἐν τῇ Φῖ ῥαψῳδίᾳ τῆς
Ἰλιάδος,
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων.
Τὸ Α πρὸ τοῦ Μ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον
ἀμνός. Ἀμύνω, τὸ βοηθῶ. καὶ Ἀμύνομαι, τὸ τιμωρῶ.
ἀμείβω. Ἀμῶ, τὸ θερίζω. Ἄμη, ἡ δρεπάνη. τινὲς δὲ
δασύνουσι τὴν ἅμην, ἐτυμολογοῦντες ἀπὸ τοῦ ἅμα πολλοὺς
τέμνειν στάχυας. Ἀμάλη, ἡ ἀγκάλη. ἀμαθύνω. Ἄμης,
πλακοῦς. ἄμμος. ἄμαθος. Ἄμμυδις, Αἰολικῶς, ἀντὶ τοῦ
ὁμοῦ. καὶ τὰ ἔχοντα τὸ Α στερητικόν. ἄμορφος. ἀμείλικτος.
191
πλὴν τοῦ ἅμα, καὶ τῶν ἐξ αὐτοῦ. οἷον Ἁμαρτῆ, ἀντὶ τοῦ
ὁμοῦ. ἅμιλλα. ἁμιλλῶμαι. ἅμαξα. σὺν τούτοις, ἁματροχιά.
ἁμαρτάνω. ἁμαρτία. ἁμαρτωλός. Ἅμμα, ὁ δεσμός. (γρ. τὸ
σχοινίον) παρὰ τὸ ἅπτομαι. Ἁμὶς, τὸ οὐροδόχον ἀγγεῖον.
Ἁμνίον, τὸ εἰς ὑποδοχὴν αἵματος ἐπιτήδειον ἀγγεῖον. καὶ
Ὅμηρος,
Περσεὺς δ' ἁμνίον εἶχε.
γίνεται δὲ ἀπὸ τοῦ αἷμα αἱμνίον, καὶ ἁμνίον κατὰ ἀπο-
βολὴν τοῦ ι. Ἁμυδὶς, τὸ ὁμοῦ. ἁμωσγέπως. καὶ ἁμωσγέπη.
τοῦτο δὲ παρὰ ἑτέροις ψιλοῦται, οἳ ἀπὸ τοῦ Ἀμὸς, ὃ
σημαίνει τὸν ἡμέτερον, ἐτυμολογοῦσιν εἶναι. τὸ Ἄμμος
παρὰ πᾶσι τοῖς Τεχνολόγοις δασυνόμενον εὗρον καὶ δι'
ἑνὸς μ. ἡ μέντοι συνήθεια τοῦτο ψιλοῖ, καὶ διὰ δύο μμ
γράφει. τὸ Ἅμαξα δασύνεται, ὡς εἴπομεν, ἐκ τοῦ ἅμα
ἄγεσθαι ὑπὸ δύο βοῶν· τινὲς δὲ ψιλοῦσιν αὐτὸ, ἐτυμολο-
γοῦντες ἐκ τοῦ τὸν ἄμητον ἄγειν. ὅθεν καὶ Κατημαξευ-
μένας ὁδοὺς καὶ λέξεις λέγομεν τὰς συνήθεις καὶ κατατε-
τριμμένας. καὶ Ἀμαξιτὸς, ἡ ὁδός. δηλοῖ δὲ καὶ Ὅμηρος
εἰπὼν,
Τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο.
Τὸ Α λῆγον εἰς Μ, ἐπιφερομένου συμφώνου, ψιλοῦ-
ται ἀεί. ἄμφω. ἀμφίς. ἄμπυξ. ἄμπελος. καὶ τὰ ὅμοια.
Τὸ Α πρὸ τοῦ Ν ψιλοῦται. ἀνία. ἄνεμος. ἀνεμώλιον.
Ἀνύω, ὃ καὶ Ἀνύτω Ἀττικῶς γράφεται. καὶ τὰ λοιπά.
πλὴν τοῦ Ἁνδάνω, τὸ ἀρέσκω. ἐκ γὰρ τοῦ Ἥδω, τὸ εὐ-
φραίνω, γινόμενον τὴν δασεῖαν ἐφύλαξε τοῦ γεννήσαντος.
Τὸ Α πρὸ τοῦ Ξ ψιλοῦται ἀεί. ἄξων. ἀξίνη. ἀξία.
Ἄξυλος ὕλη, ἡ πολύξυλος. καὶ Ἄξυλος, κύριον ὄνομα.
Τὸ Α πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἄορ, τὸ ξίφος.
Ἀολλέες, οἱ συνηθροισμένοι. Ἀοσσητὴρ, ὁ βοηθός. καὶ
τὰ λοιπά.
Τὸ Α πρὸ τοῦ Π ψιλοῦται. ἀπηνής. ἀπόλλων. Ἀπολ-
λῶτος, ὄνομα ἀποστόλου. ἀπάνθρωπος. ἀπώλεια. ἀπὸ,
πρόθεσις· καὶ τὰ ἐξ αὐτῆς πάντα. πλὴν τοῦ ἅπας.
ἁπλοῦς. ἁπλῶς, ἐπίῤῥημα. ἁπαλός. ἅπαξ. ἁπαξάπαντες.
ἅπτομαι. καὶ ἅπαν.
Τὸ Α πρὸ τοῦ Ρ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ-
νου, ψιλοῦται. οἷον ἀρά. ἀραῖος. ἀρέθας. ἄρσην. ἀριπρεπής.
192
ἄρδην. ἀρνός. ἄροτρον. ἄρης. ἀρητός. Ἀρβύλη, καὶ Ἀρβυ-
λὶς, εἶδος ὑποδήματος. ἀργία. Ἄρδω, τὸ ποτίζω. Ἄργος,
πόλις. ἀργός. ἄρμενον. ἀρμένιος. καὶ Ἀρμοῖ, ἀντὶ τοῦ
νεωστὶ, παρὰ Λυκόφρονι, ὡς τὸ,
Θύσσησιν ἀρμοῖ μηλάτων ἀπάργματα
Θύουσαν.
πλὴν τοῦ ἁρμόζω. ἁρμογή. ἁρμός. ἁρμονία. Ἁρμαλιὰ, ἡ
τροφὴ, ὅπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται. ἅρμα. Ἅρκυς, ἡ
παγίς. Ἅρπη, ἡ δρεπάνη. Ἅρπυια, εἶδος ἀνέμου σφοδροῦ.
ἁρπάζω. ἅρπαξ. ἁρπαλέος. καὶ τῶν λοιπῶν, τῶν ἐχόντων
ἐπαγόμενον τὸ Π.
Τὸ Α πρὸ τοῦ Σ, ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, φωνήεν-
τος ἢ συμφώνου ἐπαγομένου. ἀσία. Ἄση, ἡ βλάβη. Ἀσά-
μινθος, ἡ λεκάνη· παρὰ τὸ τὴν Ἄσιν, τουτέστι τὸν ῥύπον,
μινύθειν καὶ ἐλαττοῦν. Ἆσσον, ἀντὶ τοῦ ἐγγύς. ἀσσυρία.
ἀσκός. ἀσσύριος. ἀσπίς. ἄστυ. καὶ τὰ λοιπά. πλὴν τοῦ
Ἅσσα, ἀντὶ τοῦ ἅτινα. Ἄσσα δὲ, ἀντὶ τοῦ τινὰ ἀορίστως,
ψιλοῦται.
Τὸ Α πρὸ τοῦ Τ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. οἷον
Ἄτη, ἡ βλάβη. Ἀτεράμων, ὁ σκληρός. Ἀτρεὺς, κύριον.
Ἀττέλαβος, ἡ ἀκρίς. ἀττικός. Ἄτερ, ἀντὶ τοῦ χωρίς. Ἀτ-
ταγὴν, εἶδος ὄρνιθος καταστίκτου, τὸ λεγόμενον ταγηνά-
ριον. καὶ Ἄττα, ἀντὶ τοῦ τινὰ ἀορίστως. πλὴν τοῦ Ἅττα,
ἀντὶ τοῦ ἅτινα. Ἅτε, ἀντὶ τοῦ καθά. καὶ Ἅτερος, ἀντὶ
τοῦ ἕτερος. καὶ ἁτέρα, θηλυκόν.
Τὸ Α πρὸ τοῦ Υ ψιλοῦται. Ἀϋτὴ, ἡ βοή. Ἀΰω, τὸ
φωνῶ. ἐξ οὗ καὶ τὸ παρ' Ὁμήρῳ,
ἀμφὶ δὲ νῆες
Σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν.
ἀντὶ τοῦ φωνησάντων.
Τὸ Α πρὸ τοῦ Φ ψιλοῦται. οἷον ἄφνω. ἀφανής.
Ἄφαρ, ἀντὶ τοῦ εὐθέως. πλὴν τοῦ Ἁφὴ, εἴτε τὴν χεῖρα
σημαίνει, εἴτε τὴν ἔξαψιν.
Τὸ Α πρὸ τοῦ Χ ψιλοῦται. οἷον Ἄχος, ἡ θλίψις.
Ἄχθος, τὸ βάρος. ἄχυρον. ἀχιλλεύς. ἀχιτόφελ. ἀχαιός.
ἀχυρμιά. ἀχαία. καὶ τὰ ὅμοια.
Τὸ Α πρὸ τοῦ Ψ ψιλοῦται. οἷον Ἂψ, ἀντὶ τοῦ
πάλιν, καὶ εἰς τοὐπίσω. ἐξ οὗ καὶ Ἄψοῤῥος, ὁ ὀπισθόρμητος.
193
Ἄψυρτος. καὶ τὰ λοιπά. πλὴν τῶν παρὰ τὸ ἅπτω, καὶ
ἅπτομαι· Ἁψίκορος, ὁ ἅμα τοῦ ἅψασθαι κορεννύμενος,
τουτέστιν, ὁ ταχέως χορταζόμενος. ἁψιμαχία. ἁψὶς, ἁψίδος.
καὶ Ἅψεα, τὰ μέλη.
Τὸ Α πρὸ τοῦ Ω μέγα ψιλοῦται. οἷον Ἄω, τὸ πνέω.
Ἀωτᾶ, τὸ ὑπνώττω, καὶ ἀπανθίζω. καὶ Ὅμηρος,
ὕπνον ἀωτεῖς.
καὶ Ἀωρὶ, ἀντὶ τοῦ παρὰ καιρόν.
{Καθολικοὶ κανόνες περὶ τοῦ Α.}
Τὸ Α, εἴτε στέρησιν δηλοῖ, ὡς τὸ ἄφιλος καὶ ἄοικος·
εἴτε ἐπίτασιν, ὡς τὸ Ἄξυλος ὕλη, ἡ πολύξυλος· εἴτε κακὸν,
ὡς τὸ Ἄφωνος, ὁ κακόφωνος· εἴτε ὀλίγον, ὡς τὸ Ἀμαθὴς,
ὁ ὀλιγομαθής· εἴτε πλεονάζει, ὡς ἐν τῷ, στάχυς ἄσταχυς,
σταφὶς ἀσταφὶς, σπαίρω ἀσπαίρω· εἴτε τὸ ὀπίσω σημαίνει,
ὡς τὸ Ἀκόλουθος, ὁ ὀπίσω τὴν κέλευθον ποιούμενος· εἴτε
τὸ ὁμοῦ, ὡς τὸ Ἄλοχος, ἡ ὁμόκοιτος, καὶ Ἀκοίτης, ὁ
ἀνήρ· εἴτε τὸ ἴσον, ὡς τὸ Ἀτάλαντον, τὸ ἰσόσταθμον,
ψιλοῦται. Εἰ δὲ ἄθροισιν σημαίνει, δασύνεται. οἷον
ἅπας. Ἁλίζω, τὸ συναθροίζω. τὸ μέντοι ἅλυσις, καὶ
ᾅδης, κᾂν στερητικὸν ἔχωσι τὸ Α, δασύνονται. ἐκ γὰρ τοῦ
Α στερητικοῦ μορίου, καὶ τοῦ λύω. καὶ ἐκ τοῦ Α, τοῦ
σημαινομένου τὸ ὁμοῦ, καὶ τοῦ δῶ· πάντας γὰρ δεσμεῖ
ὁ ᾅδης.
Τὸ Α ἐν ταῖς προθέσεσι ψιλοῦται. ἀνά. ἀντί. ἀπό.
ἐπειδὴ καὶ πᾶσα πρόθεσις ψιλοῦται. ἐκτὸς τῶν ἀπὸ τοῦ
Υ ἀρχομένων.
Τὸ Α πρὸ παντὸς φωνήεντος, κατὰ διάστασιν, ψι-
λοῦται. ἀαρών. ἀηδών. τὸ γὰρ αἷμα, καὶ τὰ τοιαῦτα, μὴ
κατὰ διάστασιν ὄντα, δασύνονται.
Τὸ Α ἐν τοῖς ὑποτακτικοῖς ἄρθροις δασύνεται. ἃ,
ἃς, αἷς. ὡσαύτως καὶ ἐν τοῖς Δωρικοῖς. ἡμῶν, Ἁμῶν. ἡδὺ,
Ἁδύ. Σημειωτέον, ὅτι τὸ Α πρὸ παντὸς φωνήεντος, καὶ
πρὸ τῶν δύο δασέων τοῦ Θ Χ, καὶ πρὸ τοῦ Κ Ξ ψιλοῦ-
ται ἀεί.
194
{[ΑΡΧΗ ΤΟΥ Ε.]}
Τὸ Ε πρὸ τοῦ Α δασύνεται. οἷον Ἑανὸν, τὸ λεπτὸν
ἱμάτιον, ἢ τὸ ποικίλον. Ἑὰ, τὰ ἀγαθά. Ἑάλω, ἀντὶ
τοῦ ἐκρατήθη. Ἕαται, ἀντὶ τοῦ κάθηνται, παρ' Ὁμήρῳ,
ὡς τὸ,
Οἳ δὴ νῦν ἕαται σιγῇ.
καὶ τὰ λοιπά. πλὴν τοῦ ἔαρ καὶ τῶν ἐξ αὐτοῦ. Ἐαρίζω.
Ἐαρινὸς καιρός. Ἐάω, τὸ καταλιμπάνω. καὶ τῶν ἐξ αὐτοῦ.
καὶ Ἐαδότα, τὸν ἀρέσκοντα.
Τὸ Ε πρὸ τοῦ Β ψιλοῦται, εἰ μὴ ἐπάγοιτο τῷ Β
τὸ Δ ἢ τὸ Ρ. οἷον Ἔβενος, ξύλον. Ἔβερ, κύριον. Ἐβιω-
ναῖος, ὄνομα αἱρετικῶν τινῶν. καὶ τὰ ὅμοια. τὸ μέντοι
ἕβδομος, ἑβραῖος, καὶ ὅσα ἐξ αὐτῶν, δασύνονται· ὅτι ἐπά-
γοιτο τῷ Β τὸ Δ καὶ τὸ Ρ.
Τὸ Ε πρὸ τοῦ Γ ψιλοῦται ἀεί. οἷον ἐγώ. ἐγείρω. ἐγγύς.
Τὸ Ε πρὸ τοῦ Δ ψιλοῦται. οἷον ἔδαφος. Ἔδεσσα,
πόλις. Ἐδὸς, ὁ λαίμαργος. Ἔδω, τὸ ἐσθίω. Ἐδητὺς, ἡ
εὐωχία. Ἐδωδὴ, ἡ τροφή. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕδος,
τὸ ἔδαφος, ἕδρα, καὶ τῶν ἐξ αὐτοῦ, ἑδραῖος, ἑδράζω,
ἑδραίωμα. σὺν τούτοις Ἕδνον, ἡ προίξ. Ἑδώλιον, ἡ τῶν
ἐρεσσόντων καθέδρα. Ἑδανὸν, τὸ ἡδύ. καὶ Ἑδεῖται, ἀντὶ
τοῦ καθίσει.
Τὸ Ε πρὸ ἑαυτοῦ ψιλοῦται. οἷον ἐείκοσιν, ἀντὶ τοῦ
εἴκοσιν. Ἐεισάμενος, ἀντὶ τοῦ ὁμοιωθείς. καὶ Ὅμηρος,
Τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος.
καὶ Ἔεργεν, ἀντὶ τοῦ ἐκώλυσεν. καὶ τὰ λοιπά. πλὴν τοῦ
Ἑέρσα, ἡ δρόσος. καὶ Ἕετο, ἀντὶ τοῦ ἐνεδύετο. καὶ Ἑὲ,
ἀντὶ τοῦ ἑαυτὸν, ὡς καὶ Ὅμηρος,
Σκύζεσθαί σοι φησὶ θεοὺς, ἑὲ δ' ἔξοχα πάντων.
καὶ Ἑέλδωρ, τὸ ἐπιθύμημα. τοῦτο δὲ ψιλούμενον εὗρον ἐν
τοῖς Ἰωάννου.
Τὸ Ε πρὸ τοῦ Ζ ψιλοῦται. οἷον ἐζεκίας. καὶ ὅσα
κλιτικὸν ἔχει τὸ Ε, οἷον ἔζη. ἐζηλοτύπει. καὶ τὰ λοιπά.
πλὴν τοῦ Ἕζω, τὸ καθέζομαι.
Τὸ Ε πρὸ τοῦ Η δασύνεται. οἷον Ἑὴ, ἡ ἰδία. Ἑῆος,
τοῦ ἀγαθοῦ καὶ προσηνοῦς. ἑήνδανε. καὶ τὰ λοιπά. πλὴν
τοῦ Ἔην, τοῦ ὑπῆρχε. καὶ Ἐηνὸς, ὄνομα ποταμοῦ.
195
Τὸ Ε πρὸ τοῦ Θ ψιλοῦται, οἷον ἔθνος. ἔθος. Ἐθὰς,
ὁ συνήθης. Ἔθειρα, ἡ θρίξ. ἐθέλω. καὶ τὰ λοιπά. πλὴν
τοῦ Ἕθεν, ἀντωνυμίας, ἀντὶ τοῦ αὐτοῦ. ὡς Ὅμηρος,
Πρόσθεν ἕθεν φεύγοντα.
καὶ πάλιν,
οὐ ἕθεν ἐστὶ χερείων.
καὶ Ἑθεὶς, ὁ ἐμβληθεὶς, καὶ ὁ ἀφεθείς. ἐκ τοῦ Ἕω, τὸ
ἐμβάλλω, καὶ τὸ ἀπολύω.
Τὸ Ε πρὸ τοῦ Κ δασύνεται. οἷον ἑκατόν. ἕκαστος.
ἑκάτερος. Ἕκηλος, ὁ ἥσυχος. ἑκών. ἑκοῦσα. Ἑκατομβαιὼν,
ὄνομα μηνός. Ἕκατι, ἀντὶ τοῦ χάριν. Ἑκὰς, τὸ πόῤῥω.
καὶ τὰ ἐξ αὐτοῦ, ἑκηβόλος. ἑκάεργος. ἑκατηβελέτης. σὺν
τούτοις, ἑκάβη. ἕκτωρ. ἑκάτη. ἕκτη. ἑκταῖον. ἕκτον. καὶ ὅσα
ἀπὸ τοῦ ἓξ ἀριθμοῦ. πλὴν τοῦ Ἐκ, προθέσεως, καὶ τῶν
ἐξ αὐτῆς συγκειμένων. οἷον ἔκπτωτος. ἔκβλητος. καὶ τῶν
ἀπὸ κλίσεως ἐχόντων τὸ Ε, οἷον ἐκάλουν. ἔκρινον. ἐκεκτή-
μην. καὶ τῶν ἀποβολὴν πασχόντων τοῦ Ε. οἷον ἐκεῖνος.
ἐκεῖθεν. ἐκεῖθι. ἐκεῖσε. καὶ γὰρ λέγεται καὶ κεῖνος, καὶ
κεῖθεν, καὶ κεῖθι, καὶ κεῖσε, κατὰ ἀποβολὴν τοῦ Ε. τὸ
δὲ Ἐκυρὸς, ὁ πενθερὸς, καὶ Ἐκεχειρία, ἡ ἄδεια, κατὰ τὰ
λελεγμένα κανόνας οὐκ ἔχοντα, ὅμως ψιλοῦνται.
Τὸ Ε πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, οἷον
ἔλαφος. ἔλεος. Ἐλάτη, εἶδος δένδρου. ἐλεύθω. ἐλεγεῖον.
Ἐλλεδανὸς, ὁ δεσμός. ἐλάχιστος. Ἐλλόβιον, τὸ ἐνώτιον.
Ἐλῶ, τὸ ἐλαύνω. Ἔλλοπες, οἱ ἰχθύες. ἐλισσαῖος. καὶ τὰ
λοιπά. πλὴν τοῦ ἕλλην. ἑλλάς. Ἑλλανοδίκαι, οἱ κριταὶ,
οἱ εἰς τοὺς ἀγῶνας καθήμενοι. καὶ Ἕλλη, κύριον. ἀφ' ἧς
καὶ ἑλλήσποντος. ἑλληνοταμίας. ἑλένη. ἕλενος. Ἑλλὸς, ὁ
ἔλαφος. Ἕλω, τὸ λαμβάνω, καὶ τὸ φονεύω. καὶ τὸ ἑλκύω,
(ἀφ' οὗ καὶ Ἑλώρια, τὰ σπαράγματα, καὶ ἑλκύσματα τῶν
κυνῶν.) καὶ τὸ προκρίνω, ἀφ' οὗ καὶ ἑλόμενος, ὁ προκρί-
νας. Ἕλος, ὁ σύμφυτος τόπος. ἑλίκη. ἑλίσσω. ἕλιξ, ἕλικος.
ὅθεν καὶ Ἑλίκωπες ἀχαιοὶ, καὶ Ἑλικῶπις κούρη. ἑλιγμα-
τώδης. Ἑλικὼν, ὄρος. ἕλκω. ἑλκύω καὶ ἑλισάβετ.
Τὸ Ε πρὸ τοῦ Λ, ἐπαγομένου τοῦ Κ ἢ τοῦ Μ,
δασύνεται. οἷον ἕλκος. ἕλκω. ἑλκύω. Ἕλμινς, ὁ ἐν τῇ
γαστρὶ ἐκ σήψεος τικτόμενος σκώληξ. καὶ κλίνεται ἕλμιν-
θος. ὡς τίρυνς, τίρυνθος. εἰ δὲ ἐπάγεται ἕτερον σύμφωνον,
196
ψιλοῦται. οἷον ἐλπίς. ἐλθεῖν. Ἔλδεται, ἀντὶ τοῦ ἐπιθυ-
μεῖ. καὶ Ὅμηρος,
Καδδὲ κτήματα πολλὰ, τά τ' ἔλδεται ὅς κ' ἐπιδευής.
Τὸ Ε πρὸ τοῦ Μ, φωνήεντος ἢ συμφώνου ἐπαγομέ-
νου, ψιλοῦται. ἐμέ. ἐμός. Ἐμῶ, τὸ χέω. ἔμετος. ἔμπης.
ἐμπόρευμα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑμὺς, ἡ χελώνη, παρὰ
τὸ ἓ ἤγουν ἑαυτὴν μύειν, τουτέστι κρύπτειν ἐντὸς τοῦ
ὀστράκου. καὶ Ἕμα, τὸ ἄφεμα, καὶ ἡ πέμψις.
Τὸ Ε πρὸ τοῦ Ν ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται. Ἐνὸς,
ἐνιαυτός. Ἐνυὼ, ὄνομα πολεμικῆς θεᾶς. ἐξ ἧς καὶ Ἐνυά-
λιος, Ἄρης, καὶ σάλπιγξ ὁ τῆς Ἐνυοῦς παῖς. καὶ Ἐνῶ,
ἐνόσω, τὸ κινῶ, ἐξ οὗ καὶ Ἔνοσις, ἡ κίνησις. καὶ Ἐνο-
σίχθων καὶ Ἐνοσίγαιος Ποσειδῶν, ὁ τὴν γῆν κινῶν. καὶ
ἔναιτος. καὶ ἐναίτη. ἐννέα. καὶ ἐννενήκοντα. Ἔννη, ἡ νεομη-
νία. καὶ ἔννηφι. Ἐνηὴς, ὁ πρᾶος. καὶ τὰ λοιπά. πλὴν τοῦ
ἕνεκα, ὃ καὶ ἕνεκεν γράφεται. ἓν, ἑνός. καὶ τῶν ἐξ αὐτοῦ.
Ἑνὰς, ἡ μονάς. καὶ ἑνίζω. Ἑνῶ, τὸ μιγνύω, καὶ Ἕνωσις,
ἡ μίξις. καὶ Ἕντο, ἀντὶ τοῦ ἐνεδύοντο. ἐν τοῖς Θεοδωρίτου
τὸ Ἕνος καὶ Ἕνη δασυνόμενα εὗρον, ὡς ἀπὸ τοῦ ἑνὸς,
καὶ δι' ἑνὸς ν, τὸ ἕνη. σὺ δὲ ψίλου αὐτὸ κατὰ τὴν κρα-
τοῦσαν συνήθειαν.
Τὸ Ε πρὸ τοῦ Ξ δασύνεται. ἓξ, ἐπὶ ἀριθμοῦ. ἑξή-
κοντα. ἑξακόσια. ἑξῆς. ἑξείης, τὸ αὐτό. Ἕξω, ἀντὶ τοῦ
λάβω, ἐπὶ μέλλοντος, καὶ Ἕξις, θετικόν. πλὴν μόνης τῆς
ἐξ προθέσεως, καὶ τῶν ἐξ αὐτῆς γινομένων. Ἔξωρος, ὁ
παλαιός. ἐξορία. Ἔξαιτος, ὁ ἐξαίρετος, κατὰ συγκοπήν.
καὶ τῶν ἀπὸ κλίσεως ἐχόντων τὸ ε. οἷον ἔξεον, ἔξαινον.
Τὸ Ε πρὸ τοῦ Ο δασύνεται. οἷον Ἑὸν, τὸ ἴδιον,
καὶ τὸ ἀγαθόν. ὡς τὸ,
θεοὶ δοτῆρες ἑάων.
ἑορτή. ἑορτάζω. καὶ Ἕο, ἀντὶ τοῦ αὐτοῦ. ὡς τὸ,
ἕο μέγ' ἀμείνονα φῶτα
Ἠτίμησε. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
πλὴν τῶν ἀπὸ θέματος ἐχόντων αὐτό. ἔοικεν. ἔοργεν,
ἔολπεν, ἀντὶ τοῦ ἔπραξε, καὶ ἀντὶ τοῦ ἤλπισε. καὶ Ἐὸν,
τὸ ὑπάρχον.
Τὸ Ε πρὸ τοῦ Π ψιλοῦται. Ἔπω, τὸ λέγω. Ἔπος,
τὸ λόγιον. ἐπαίτης. Ἐπήτης, ὁ λόγιος. ἐπὶ, πρόθεσις.
197
καὶ ὅσα ἐξ αὐτῆς. οἷον ἐπιφορά. ἐπιτήδειος. ἐπίβουλος. καὶ
ἐπήβολος. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἕπω, ἕπομαι, τὸ ἀκο-
λουθῶ. καὶ ἑπτὰ, ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἑπτὰς, ἑπτάδος.
καὶ ὅσα ἀπὸ τοῦ ἑπτά.
Τὸ Ε ἐπιφερομένου τοῦ Ρ, μετὰ φωνήεντος ἢ συμ-
φώνου, ἢ αὐτοῦ τοῦ Ρ, ψιλοῦται· εἰ μὴ ἐπάγοιτο τῷ Ρ
τὸ Δ, ἢ τὸ Μ, ἢ τὸ Κ, ἢ τὸ Π, ἢ τὸ Σ. οἷον ἔρως.
ἐρωτῶ. Ἔρνος, ὁ κλάδος. Ἔρις, ἡ φιλονεικία. Ἐρύω, τὸ
ἑλκύω. Ἔῤῥω, τὸ φθείρομαι. ἔρχομαι. καὶ τὰ λοιπά. εἴρη-
ται εἰ μὴ ἐπάγοιτο τῷ Ρ τὸ Δ, ἣ τὸ Κ, ἢ τὸ Μ, ἢ τὸ
Π, ἢ τὸ Σ, διὰ τὸ Ἕρδω, τὸ πράττω. τοῦτο γὰρ ἐν τοῖς
Ἰωάννου δασυνόμενον εὗρον· ἔνιοι δὲ ψιλοῦσιν αὐτό. οὗ
ὁ μέλλων ἕρξω. Ἕρκος, τὸ περίφραγμα. Ἕρπω, ἀφ' οὗ
καὶ ἑρπετόν. καὶ ἑρπύζω. ἑρμῆς. Ἕρσα, ἡ δρόσος. καὶ
Ἐρσήεις, ὁ δροσώδης. καὶ Ἕργμα, τὸ κώλυμα. Ἔρμα δὲ,
τὸ ἔρεισμα, ψιλοῦται, ὡς ἀπὸ τοῦ ἔρεισμα γεγονὸς κατὰ
συγκοπήν. ἐν δὲ τοῖς Θεοδωρίτου, ἀλλὰ καὶ ἐν πολλοῖς τῶν
Σχεδεκτοτῶν † τὸ ἔρνος δασυνόμενον εὗρον. καὶ σὺ γοῦν
δάσυνε μᾶλλον αὐτό. οἱ δὲ ψιλοῦντες κατὰ ἐτυμολογίαν
ψιλοῦσιν, ὡς ἐκ τῆς ἔρας φυόμενον.
Τὸ Ε πρὸ Σ, φωνήεντος ἢ συμφώνου ἢ αὐτοῦ τοῦ Σ
ἐπαγομένου, ψιλοῦται. οἷον ἔσω, ἀντὶ τοῦ ἔσωθεν. ἔσοπ-
τρον. Ἐσσαῖοι, καὶ Ἐσσηνοὶ, ὀνόματα ἐθνῶν. ἐσθὴς, ἐσθῆ-
τος. ἐσθίω. Ἔσδρας, κύριον. Ἐσθλὸς, ἀγαθός. ἔσχατος.
ἐσχάρα. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἑσία, ἡ πρεσβεία. καὶ
Ἕσσο, ἀντὶ τοῦ ἐνεδέδυσο. καὶ Ἑσσάμενος, ὁ ἐνδυσάμενος,
ἀπὸ τοῦ Ἕω, ὃ σημαίνει τὸ ἐνδύομαι. ἑσπέρα. καὶ τῶν ἐξ
αὐτῆς. Ἑσπόμεθα, ἀντὶ τοῦ ἀκολουθήσομεν. τοῦτο δὲ ἐν
τοῖς Θεοδωρίτου ψιλούμενον εὗρον. Ἕστε ἀντὶ τοῦ ἕως
οὗ. καὶ τῶν ἐχόντων τὸ Τ μετὰ τοῦ Σ. οἷον ἑστία. ἑστιῶ.
ἑστίασις. Ἑστιαῖος, κύριον. ἕστηκα, ἑστηκὼς, ἑστὼς, καὶ
ἑστάναι. τὸ δὲ ἔστην, ἔστησα, ἐστάθην, ἐστησάμην, ψι-
λοῦνται, ὡς ἀπὸ κλίσεως ἔχοντα τὸ Ε, ἤγουν ἀπὸ αὐξή-
σεως. σὺν τούτοις καὶ τὸ ἔστιν, ἀντὶ τοῦ ὑπάρχει, καὶ τὸ
ἔστω, ἀπὸ τοῦ Ἔω, τὸ ὑπάρχω, γινόμενα.
Τὸ Ε πρὸ τοῦ Τ ψιλοῦται. ἔτος. Ἐτεὸν, τὸ ἀλη-
θές. ἔτυμον, καὶ ἐτήτυμον, τὸ αὐτό. Ἐτώσιον, τὸ μά-
ταιον. Ἔτνος, τὸ φάβα. πλὴν τοῦ Ἕτοιμος, ὁ πρόχειρος.
198
ἑτοιμάζω. ἑτοιλοπείθης †. Ἕτερος, ὁ ἄλλος. Ἑταῖρος, ὁ
φίλος. ἑτέρα, ἡ ἄλλη. καὶ ἑτεροῖον. Ἑταῖρα καὶ Ἑταιρὶς,
ἡ πόρνη. καὶ ἑταιρεία. καὶ τὰ τούτοις ὅμοια. τινὲς δὲ καὶ
τὸ Ἕτνος δασύνουσιν, ὀφεῖλον ψιλοῦσθαι· δηλοῖ δὲ τὸν
ἑψημένον κύαμον· γίνεται δὲ παρὰ τὸ Ἕω, τὸ ἀπολύω,
ἕτος, καὶ πλεονασμῷ τοῦ ν ἔτνος, τὸ διαλελυμένον ὑπὸ
τῆς ἑψήσεως, καὶ κλίνεται ἔτνους. καὶ Ἐτνήρυσις, τὸ
κοχλιάριον, παρὰ τὸ τὸ ἔτνος ἀρύεσθαι.
Τὸ Ε πρὸ τοῦ Υ, εἴτε ἐν συνελεύσει εἴτε ἐν δια-
στάσει ἐστὶ, ψιλοῦται. οἷον Ἐῢς, ὁ πλατὺς, καὶ ἀγαθός.
εὐρύς. εὐρύνω. εὖ, ἀντὶ τοῦ καλῶς, καὶ τὰ ἐξ αὐτοῦ. πλὴν
τοῦ εὑρίσκω, εὕρεσις, εὕρημα, εὕρω, εὑρήσω. Εὕω, τὸ
φωτίζω. καὶ τὰ ὅμοια.
Τὸ Ε πρὸ τοῦ Φ ψιλοῦται. ἔφεσις. ἐφετόν. ἔφεσος.
ἐφραΐμ. ἔφορος. καὶ τὰ ὅμοια. πλὴν τοῦ Ἑφθὸς, ὁ
ἑψημένος.
Τὸ Ε πρὸ τοῦ Χ ψιλοῦται. ἔχις. ἐχθρός. ἔχω. ἐχῖνος.
καὶ τὰ παραπλήσια.
Τὸ Ε πρὸ τοῦ Ψ δασύνεται ἀεί. οἷον ἕψω, καὶ ἑψῶ,
ἑψήσω. ἕψημα. ἑψητόν. Ἕψω, τὸ ἀκολουθήσω, ἐπὶ μέλ-
λοντος. εἰ μὴ ἀπὸ κλίσεως εἴη, ἤγουν αὐξήσεως. οἷον ἐψι-
λωμένος. ἔψυξα. ἐψώμισα. ἐψυχαγώγησα. Ἔψων, τὸ ἐσπόγ-
γιζον. σημείωσαι καὶ τὸ Ἐψία, ὅ ἐστιν ἡ διὰ λόγων παι-
διὰ, ἐκ τοῦ ἔπω, ἔψω, ὃ δηλοῖ τὸ λέξω. ἐξ οὗ καὶ Φι-
λέψιος, ὁ φιλοπαίγμων.
Τὸ Ε πρὸ τοῦ Ω δασύνεται. οἷον Ἕως, ἡ ἡμέρα,
καὶ ἡ ἀνατολή. καὶ τὰ ἐξ αὐτοῦ. ἕωθεν. ἑωθινός. Ἕωλος,
ὁ χθεσινός. ἑωσφόρος. καὶ Ἑωϋτὸν, Ἰωνικῶς ἀντὶ τοῦ
ἑαυτόν. σὺν τούτοις ἕως, ἐπίῤῥημα χρονικόν. καὶ Ἕω, τὸ
ἐνδύομαι, καὶ τὸ πληρῶ, καὶ τὸ πορεύομαι, καὶ τὸ ἀπο-
λύω. καὶ ἑώρακα, ἀπὸ θέματος, καὶ ἑωρακὼς, καὶ ἑωράκειν.
πλὴν τοῦ Ἔω, τὸ ὑπάρχω. καὶ Ἐῶ, τὸ καταλιμπάνω.
καὶ τῶν κατὰ αὔξησιν, ἐωνημένος. ἐῴκειν. ἐώργειν. περὶ ὧν
αὐτίκα ἐροῦμεν.
{Καθολικοὶ κανόνες περὶ πνεύματος τοῦ Ε.}
Τὸ Ε πλεονάζον ἐν μὲν λέξεσι ψιλουμέναις ἀπὸ
φωνήεντος ἀρχομέναις μεταλαμβάνει τοῦ ψιλοῦ πνεύματος,
199
ἐν δὲ δασυνομέναις τοῦ δασέος. καὶ τοῦ μὲν προτέρου πα-
ράδειγμα τὸ ὠνημένος, Ἐωνημένος, ὁ ἀγορασάμενος. ᾠνο-
χόει, Ἐῳνοχόει. ᾦξεν, Ἔῳξεν, ἀντὶ τοῦ ἀνέῳξεν. ἦν, Ἔην,
ἀντὶ τοῦ ὑπῆρχεν. εἴκοσιν, Ἐείκοσι. τοῦ δὲ δευτέρου τὸ
ὥρων, ἑώρων. ὥρακα, ἑώρακα. ἥνδανεν, ἑήνδανεν. εἷς, ἕεις.
Τὸ Ε δασυνόμενον, ἐὰν προσλάβῃ τὸ Υ, ψιλοῦται.
οἷον ἕκηλος, ὁ ἥσυχος, Εὔκηλος. ἕωλον, τὸ χθεσινὸν,
Εὔωλον. τὸ δὲ Εὔαδεν, ἀντὶ τοῦ ἤρεσε, ψιλοῦται. διότι
καὶ ἔαδεν. ἥμαρτον γὰρ οἱ δασύνοντες αὐτό.
Τὸ Ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ
ἀποπίπτον ψιλοῦται· καὶ προέρχεται μὲν ἐν τοῖς ἐνεργητι-
κοῖς καὶ παθητικοῖς τῶν ὁριστικῶν ῥημάτων, οἷον τύπτω
ἔτυπτον. λέγω ἔλεγον. τύπτομαι ἐτυπτόμην. ἀποπίπτει δὲ
ἐπὶ τῶν ἄλλων ἐγκλίσεων.
Τὸ Ε ἐν ταῖς ἀντωνυμίαις πρὸ συμφώνου ψιλοῦται.
ἐγὼ, ἐμοῦ, ἐμοὶ, ἐμὲ, ἐμὸς, ἐμαυτόν. ἐκεῖνος. καὶ τὰ
ὅμοια. τὸ δὲ ἑαυτὸν, καὶ τὰ τοιαῦτα, πρὸ συμφώνου μὴ
ὄντα, δασύνεται.
Τὸ Ε ἐν τοῖς ἀριθμοῖς δασύνεται. ἕν. ἕνδεκα. ἕξ.
ἑξήκοντα. ἑξακόσια. ἑπτά. ἑβδομήκοντα. ἑπτακόσια. ἑκτόν.
πλὴν τοῦ ἐννέα. ἐννενήκοντα. καὶ εἴκοσιν.
Τὸ Ε ἐν ταῖς προθέσεσι ψιλοῦται. ἐπί, ἐξ. ἐκ. ἐν.
εἰς. ἐς. ὡς καὶ πᾶν φωνῆεν ἐν αὐταῖς ἄνευ τοῦ υ.
Σημειωτέον ὅτι τὸ Ε πρὸ τριῶν φωνηέντων, τοῦ Ε Η
Ι, ψιλοῦται ἀεί. πλὴν τοῦ Ἑέλδωρ, τὸ ἐπιθύμημα. καὶ
πρὸ τῶν τριῶν δασέων, τοῦ Θ Φ Χ, ψιλοῦται ἀεί. πλὴν
τοῦ ἑφθός. καὶ πρὸ τοῦ <διπλοῦ> Ψ καὶ πρὸ τοῦ Γ.
{ΑΡΧΗ ΤΟΥ Η.}
Τὸ Η πρὸ τοῦ Α ἀπὸ κλίσεως ἤτοι αὐξήσεως εὑρί-
σκεται, καὶ ψιλοῦται. οἷον Ἠάκει, ἀντὶ τοῦ ἐθρήνησε. καὶ
Ἠάριζον, ἀντὶ τοῦ, περὶ ἔαρος ἔλεγον. καὶ τὰ ὅμοια.
Τὸ Η πρὸ τοῦ Β δασύνεται. οἷον Ἥβη, ἡ ἡλικία.
καὶ τὰ ἐξ αὐτοῦ, Ἡβῶ. ἡβάσκω. Ἡβηδὸν, ἀντὶ τοῦ σὺν
πάσῃ ἡλικίᾳ. πλὴν τοῦ Ἠβαιὸν, τὸ ὀλίγον, καὶ μικρόν.
καὶ ἠβολεῖν †. καὶ τῶν μὴ παρὰ τὴν ἥβην γινομένων. τὸ
μέντοι ἡβρύνετο, ὡς ἀπὸ τοῦ ἁβρὸς γινόμενον, δασύ-
νεται.
200
Τὸ Η πρὸ τοῦ Γ δασύνεται ἀεί. οἷον ἡγεμών. ἡγε-
μονία. ἡγοῦμαι. ἡγούμενος. ἡγήτωρ. ἡγήσιππος. ἡγεσίλαος.
καὶ τὰ λοιπά. πλὴν εἰ μὴ ἀπὸ κλίσεως εἴη. οἷον Ἠγμένος,
ὁ ἀγόμενος. ἠγορόωντο. ἠγροικίσθην. ἤγαμεν. ἠγαπᾶτο. τὸ
μέντοι ἡγνικότες ἐκ τοῦ ἁγνίζω γέγονε. τοῦτο δὲ ἐκ τοῦ
ἁγνός· τὸ δὲ ἁγνὸς ἐκ τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύ-
λαξε. καὶ πλὴν εἰ μὴ κατὰ τροπήν ἐστι τοῦ Α εἰς Η, οἷον
Ἠγάθεος, ὁ ἄγαν θεῖος.
Τὸ Η πρὸ τοῦ Δ δασύνεται. ἡδὺς, ἡδίων, ἥδιστος.
ἥδιον. ἡδονή. ἡδύνω. καὶ ἥδω. πλὴν τοῦ Ἠδωνοὶ, οἱ Μακε-
δόνες. Ἤδη, ἀντὶ ἀπάρτι. Ἦδος, τὸ ὄφελος. ὅπερ ἐστὶν
ἄκλιτον. καὶ Ἤδει, ἀντὶ τοῦ ἠπίστατο. καὶ τῶν ἀπὸ κλί-
σεως ἐχόντων τὸ Η. ἠδούμην. Ἦδεν, ἀντὶ τοῦ ἔλεγεν.
ἠδυνάμην. τὸ μέντοι ἡδρασμένος καὶ ἡδραιωμένος, ἀπὸ κλί-
σεως ἔχοντα τὸ Η, δασύνεται. ἀπὸ γὰρ τοῦ ἑδραιῶ καὶ
ἑδράζω γεγόνασι.
Τὸ Η πρὸ τοῦ Ε ψιλοῦται. Ἠετίων, κύριον. Ἠέ-
λιος, ὁ ἥλιος. ἠερίβοια. Ἠεροφοῖτις ἐριννὺς, ἡ ἐν τῷ ἀέρι
φοιτῶσα.
Τὸ Η πρὸ τοῦ Ζ ψιλοῦται. οἷον Ἤζανοι, ἔθνος. εἰ
δὲ εὕρηται ἀπὸ κλίσεως, ἔχει τὸ πνεῦμα τοῦ θέματος. ὡς
τὸ ἅζομαι ἡζόμην.
Τὸ Η πρὸ τοῦ Θ ψιλοῦται. οἷον ἦθος. Ἠθμὸς, τὸ
σακελιστήριον, ἐκ τοῦ Ἠθῶ, τὸ διϋλίζω. καὶ τὰ λοιπά.
Τὸ Η πρὸ τοῦ Ι ψιλοῦται. οἷον Ἤϊος, ἐπίθετον
Ἀπόλλωνος, σημαίνει δὲ τὸν τοξότην. Ἠΐθεος, ὁ ἄγαμος,
ἢ ὁ ἡμίθεος. Ἤϊα, τὰ βρώματα. Ἠϊὼν, ὁ αἰγιαλός. καὶ
τὰ λοιπά.
Τὸ Η πρὸ τοῦ Κ δασύνεται. Ἥκω, τὸ ἔρχομαι, καὶ
τὰ ἐξ αὐτοῦ. Ἥκιστα, ἀντὶ τοῦ οὐδαμῶς. καὶ τὰ λοιπά.
πλὴν τοῦ Ἦκα, ἀντὶ τοῦ ἡσύχως. ἠκέστης. Ἠκέσατο, ἀντὶ
τοῦ ἐθεράπευσεν. Ἤκαλον, ἀντὶ τοῦ ἠπάτων. καὶ τῶν
ὁμοίων.
Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται. Ἠλίας καὶ Ἠλεὶ, ὀνό-
ματα κύρια. ἠλέκτρα Ἠλεὸς, ὁ μάταιος. Ἠλεῖοι, ἔθνος,
τοῦτο δὲ τινὲς δασύνουσιν, ἐκ τοῦ ἥλιος ἱστοροῦντες. Ἠλι-
τόμηνον, τὸ ἡμιτελὲς κύημα, ἀπὸ τοῦ ἀλίζω, τὸ ἁμαρτά-
νω, καὶ τοῦ μὴν μηνὸς, τὸ ἐστερημένον τῆς ἐννεαμήνου
201
γεννήσεως. ἠλίθιος. ἠλιθιότης. καὶ τὰ λοιπά. πλὴν τοῦ
ἥλιος. Ἧλος, τὸ καρφίον. ἡλικία. καὶ τῶν ἐξ αὐτῶν. ἡλιο-
ειδής. Ἡλῶ, τὸ προσπαρφῶ †. ἥλιξ, ἥλικος, ἡλικιώτης.
Ἥλων, ἀντὶ τοῦ ἐκρατήθην, ἀπὸ κλίσεως τοῦ ἁλῶ. Ἥλισεν,
ἀντὶ τοῦ συνήθροισεν. Ἥλατο, ἀντὶ τοῦ ἐπήδησεν. Ἡλκω-
μένος, ὁ τετραυματισμένος. τούτων γὰρ τὰ θέματα δασύ-
νονται. τὰ δὲ λοιπὰ, ὅσα ἔχουσιν ἀπὸ κλίσεως τὸ Η,
ψιλοῦνται. οὐ γὰρ ἔχουσιν ἀπὸ πρωτοτύπου φωνῆς τὸ
δασὺ πνεῦμα. οἷον Ἠλόμην, τὸ ἐπλανώμην. ἠλαυνόμην.
ἤλειψα. καὶ τὰ ὅμοια.
Τὸ Η πρὸ τοῦ Μ ψιλοῦται. ἦμαρ. Ἠμάτιον, ἀντὶ
τοῦ καθ' ἡμέραν. Ἦμος. Ἠμαθόεις, ὁ ψαμμώδης. Ἠμω-
δὸν, ὄρος. Ἠμὶ, τὸ φημί. Ἠμύω, τὸ ἐπικλίνω. καὶ
Ὅμηρος,
ἐπί τ' ἠμύει ἀσταχύεσσι.
καὶ τὰ λοιπά. πλὴν τοῦ ἡμέρα. ἥμερος. ἡμερῶ, ῥῆμα.
ἥμισυ. ἡμιόλιον. ἡμεῖς. ἡμέτερον. ἡμεδαπός. Ἥμων, ὁ
ἀκοντιστής. καὶ ἀπὸ κλίσεως Ἡμμένος, ἐκ τοῦ ἅπτω.
Ἥμενος, ὁ καθήμενος. τὸ δὲ Ἠμήκει, ἀντὶ τοῦ ἐθέρισεν,
ἐκ τοῦ ἀμῶ, ψιλοῦται.
Τὸ Η πρὸ τοῦ Ν ψιλοῦται. οἷον Ἦνις, ὁ ἐνιαύσιος.
Ἦνοψ, ὁ μέλας, ἢ ὁ λαμπρός. Ἠνορέη, ἡ ἀνδρία. Ἠνε-
μόεις, ὁ ὑψηλός. καὶ Ἠνεμόεσσα, ἡ ὑψηλή. καὶ τὰ ἀπὸ
κλίσεως, οἷον ἠνόχλησα. ἠναιδησάμην. ἠνιάθην. καὶ Ἠνί-
παπεν, ἀντὶ τοῦ ἐκακολόγησε. πλὴν τοῦ Ἡνία, ὁ χαλινὸς,
καὶ Ἡνίον, τὸ αὐτό. καὶ τῶν ἐξ αὐτοῦ. ἡνίοχος. ἡνιοχεύω.
ἡνιοχεία. ἡνίκα. Ἥνδανεν, ἀπὸ τοῦ ἁνδάνω. καὶ Ὅμηρος,
Βουλὴν Ἥρα θεοῖσιν ἐφήνδανε μητιόωσι.
Τὸ Η πρὸ τοῦ Ξ ἐν τῷ ἥξω μέλλοντι μόνῳ εὑρίσκε-
ται καὶ δασύνεται. τὰ δὲ ἔχοντα αὐτὸ ἀπὸ κλίσεως ψιλοῦν-
ται. οἷον ἠξίωσα. Ἦξεν, ἀντὶ τοῦ ἤγαγε.
Τὸ Η πρὸ τοῦ Ο ψιλοῦται. οἷον Ἠονεὺς, κύριον.
καὶ ἀπὸ κλίσεως Ἠόνει, ἀντὶ τοῦ ἔβραχε.
Τὸ Η πρὸ τοῦ Π ψιλοῦται. Ἠπῶ, τὸ ῥάπτω.
Ἠπεδανὸς, ὁ ἀσθενῶν, καὶ ὁ χθαμαλός. Ἤπιος, ὁ πρᾶος.
Ἠπεροπευτὴς, ὁ ἀπατεών. Ἤπειρος, ἡ γῆ. καὶ τὰ λοιπά.
πλὴν τοῦ ἧπαρ, ἥπατος. ὅθεν καὶ ἡπατοσκοπία. καὶ τῶν
ἐξ αὐτοῦ.
202
Τὸ Η πρὸ τοῦ Ρ, μετὰ φυσικοῦ μακροῦ, δασύνεται.
οἷον ἥρα. ἥρως. Ἥρων, κύριον. ἡρώδης. ἡρωδιανός. ἡρακλῆς.
μετὰ δὲ βραχέος ψιλοῦται. οἷον Ἠριδανὸς, ποταμός.
Ἠρύγιον, εἶδος βοτάνης. ἠριγένεια. ἠριγόνη. Ἠρίον, ὁ
τάφος. Ἤρεμος, ὁ ἥσυχος. ἠρεμῶ. ἠρεμία. Ἠριγέρων, βο-
τάνη, παρὰ τὸ ἐν τῷ ἦρι γηρᾷν. Ἠρινὸς καιρὸς, ὁ ἐαρι-
νός. καὶ Ἠρέταινος, κύριον. τὸ μέντοι ἡρόδοτος καὶ ἡρό-
φιλος, ἐκ τοῦ ἥρα γεγονότα κατὰ τροπὴν τοῦ μακροῦ εἰς
βραχὺ, δασύνονται. τὸ δὲ ἠρόμην, καὶ ἠρήρειστο, καὶ ἤρετο,
ἐκ κλίσεως ὄντα, ψιλοῦται.
Τὸ Η πρὸ τοῦ Σ, φωνήεντος ἢ συμφώνου ἐπαγο-
μένου, ἢ αὐτοῦ τοῦ Σ, δασύνεται. οἷον Ἧσις, ἡ ἡδονή.
καὶ ὅσα ἀπὸ τοῦ ἥδω. Ἥσθην, ἀντὶ τοῦ ηὐφράνθην. καὶ
Ἧσαι, ἀντὶ τοῦ εὐφρᾶναι. ἡσαΐας. ἡσαῦ. ἡσίοδος. Ἡσιόνη,
κύριον. Ἥσυχος, ὁ ἤρεμος. ἡσυχάζω. ἡσυχία. Ἥσσων, ὁ
ἐλάττων. Ἧσσα, ἡ τροπή. πλὴν τοῦ Ἠσὶν, ἀντὶ τοῦ
φησὶν, ὅπερ ἀπὸ θέματος ἔχει τὸ η. καὶ χωρὶς τῶν ἀπὸ
κλίσεως· Ἦσα, ἀντὶ τοῦ ἔλεξα. Ἦσται, ἀντὶ τοῦ λέλεκται.
Ἤσθιον, τὸ ἔτρωγον. Ἦσθα, ἀντὶ τοῦ ὑπῆρχες. Ἤσθη,
ἀντὶ τοῦ ἐλέχθη. τὸ μέντοι Ἧστο, ἀντὶ τοῦ ἐκάθητο.
καὶ Ἧσται, ἀντὶ τοῦ καθῆσθαι, ἐκ τοῦ ἕω γινόμενα,
δασύνονται.
Τὸ Η πρὸ τοῦ Τ ψιλοῦται. Ἦτορ, ἡ ψυχή. Ἦτρον,
τὸ ἧπαρ, ἢ τὸ ἔντερον. Ἦτα, τὸ στοιχεῖον. Ἤτοι,
ἐφερμηνευτικὸς σύνδεσμος. καὶ ἀπὸ κλίσεως ἠτήσατο. ἠτιά-
σατο. ἠτύχησεν. ἠτίμησε. καὶ ἕτερα. πλὴν τοῦ ἧττα. καὶ
ἡττῶ. καὶ ἥττων. καὶ τῶν ἀπὸ κλίσεως δασυνομένων. Ἡται-
ρηκὼς, ὁ πορνεύσας. καὶ ἡτοίμασα. τὸ δὲ ἥτις ἐκ τοῦ ἣ
ἄρθρου καὶ τοῦ τὶς γέγονε, διὸ καὶ δασύνεται.
Τὸ Η πρὸ τοῦ Υ ψιλοῦται ἀεί. Ἠῢς, ὁ πλατύς.
ἠϋγένειος. ἠΰκομος. Ἠΰτε, ἀντὶ τοῦ καθά.
Τὸ Η πρὸ τοῦ Φ δασύνεται ἀεί. ἥφαιστος. ἡφαι-
στίων. χωρὶς τῶν ἀπὸ κλίσεως· ἠφειδηκώς. Ἤφυσεν, ἀντὶ
τοῦ ἤντλησεν. ἠφίει. καὶ τὰ λοιπά.
Τὸ Η πρὸ τοῦ Χ ψιλοῦται. ἠχῶ. καὶ ὅσα ἀπὸ τοῦ
ἦχος. καὶ ὅσα ἀπὸ κλίσεως. Ἦχεν, ἀντὶ τοῦ ἔφερεν. ἠχθέ-
σθη. καὶ τὰ λοιπά. πλὴν τοῦ Ἧχι, ἀντὶ τοῦ ὅπου.
203
Τὸ Η πρὸ τοῦ Ψ ἀπὸ κλίσεως τοῦ ἅπτω καὶ ἅπτο-
μαι εὕρηται, διὸ καὶ δασύνεται. ἡψάμην. ἥψατο. ἧψε.
Τὸ Η πρὸ τοῦ Ω ψιλοῦται ἀεί. οἷον Ἠὼς, ἡ ἡμέρα.
Ἠὼν, ὁ αἰγιαλός. Ἠῶθι, ἀντὶ τοῦ ἐκ πρωΐας. καὶ ἀπὸ
αὐξήσεως Ἠωρημένος, Ἰωνικῶς, ὁ χρονίσας. καὶ τὰ ὅμοια.
{Καθολικὸς κανὼν περὶ πνεύματος τοῦ Η.}
Τὸ Η πρὸ τοῦ Φ ἢ τοῦ Χ, ἢ καὶ πρὸ δύο δασέων,
ἢ τῷ δασεῖ ὑποτασσομένου ἀμεταβόλου, ψιλοῦται. ἠφίει.
ἦχος. ἤχθαιρον. ἤχλυον. σημείωσαι τὸ ἥφαιστος καὶ ἡφαι-
στίων.
Σημείωσαι, ὅτι τὸ Η πρὸ τοῦ Β. Γ. Σ. Φ. Ψ. δα-
σύνεται ἀεί. πλὴν τῶν ἀπ' αὐξήσεως. ἠφίει. ἠφάνισε. καὶ
τῶν ἀπὸ πλεονασμοῦ. ἠβαιός. ἠγάθεος. πρὸ δὲ παντὸς
φωνήεντος ψιλοῦται ἀεί. ὡσαύτως καὶ πρὸ τοῦ Ξ καὶ πρὸ
τοῦ Θ.
Τὸ Η ἐν τροχαϊκῇ λέξει ψιλοῦται. Ἦδος, τὸ ὄφελος.
Ἦμαρ, ἡ ἡμέρα. ἦμος. Ἠμὶ, τὸ λέγω. καὶ τὰ ὅμοια.
πλὴν τοῦ Ἧλος, ὅπερ ἐκ τοῦ ἵημι, ἥσω, γίνεται. καὶ
ἧπαρ, ὅπερ ἀπὸ τοῦ ἥδω ἐστίν.
{ΑΡΧΗ ΤΟΥ Ι.}
Τὸ Ι πρὸ τοῦ Α ψιλοῦται. ἰατρός. ἰάκωβος. ἴαμβος.
ἰάπτω. ἰάμβλιχος. ἴαμα. ἰατήρ. ἰάσων. καὶ τὰ λοιπά.
Τὸ Ι πρὸ τοῦ Β ψιλοῦται. Ἴβυκος, κύριον. Ἴβις, τὸ
ζῶον. Ἴβηρες, ἔθνος.
Τὸ Ι πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ἰγνὺς, Ἰγνύη, τὸ
ὄπισθεν τοῦ γόνατος. ἰγνάτιος. ἴγδα. πλὴν τῶν ἀπὸ κλί-
σεως. Ἷγμαι, ἀντὶ τοῦ ἔρχομαι. καὶ ἵγμενος.
Τὸ Ι πρὸ τοῦ Δ ψιλοῦται. οἷον Ἴδος, ὁ κόπος, καὶ
ὁ ἱδρώς. Ἰδίω, τὸ κοπιῶ. ἴδιον. Ἴδε, ἀντὶ τοῦ θέασαι,
καὶ ἀντὶ τοῦ, ἰδοὺ ἰδού. Ἴδη, ἡ βοτάνη, καὶ τὸ ὄρος. καὶ
Ἰδαῖος, ἀπὸ τῆς ἴδης. πλὴν εἰ μὴ τῷ Δ τὸ Ρ ἐπάγοιτο.
σεσημείωται τὸ ἴδρις· ἔν τισι δὲ δασυνόμενον εὗρον αὐτό.
Τὸ Ι πρὸ τοῦ Ε ψιλοῦται. ἰεσσαί. ἰαχονίας. ἰεμενεί.
πλὴν τοῦ ἱερός. καὶ τῶν ἐξ αὐτοῦ. ἱερεύς. ἱέρεια. Ἱερεῖον,
τὸ θῦμα. ἱερεύω. ἱερουργῶ. ἱεριχώ. ἱερουσαλήμ. ἱέραξ. καὶ
204
ἀπὸ κλίσεως, Ἵει, ἀντὶ τοῦ ἔπεμπεν. ἱεὶς, ἡ μετοχή. Ἵεμαι,
ἀντὶ τοῦ προθυμοῦμαι. ἵετο. καὶ τὰ ὅμοια.
Τὸ Ι πρὸ τοῦ Ζ δασύνεται ἀεί. Ἵζω, τὸ κάθημαι.
καὶ τὰ ἐξ αὐτοῦ. ἱζήσω. ἱζάνω.
Τὸ Ι πρὸ Η ψιλοῦται. οἷον ἰησοῦς. ἰητρός. ἰητήρ.
Ἴημι, τὸ πορεύομαι. Ἴῃ, ἀντὶ τοῦ ἔλθῃ. πλὴν τοῦ Ἱέω,
ἱῶ, τὸ πέμπω, καὶ Ἵημι, τὸ αὐτὸ, ὧν ὁ παρατατικὸς ἵην.
Τὸ Ι πρὸ τοῦ Θ ψιλοῦται ἀεί. Ἰθὺς, ὁ εὐθύς. Ἰθα-
γενὴς, ὁ ἐγχώριος. ἰθάκη. ἰθακήσιος. Ἰθώμη, πόλις. καὶ
τὰ λοιπά.
Τὸ Ι πρὸ τοῦ Κ ψιλοῦται. Ἴκελος, ὅμοιος. ἴκαρος.
Ἰκάριον, πέλαγος. Ἰκόνιον, πόλις. Ἰκρίον, τὸ ὀρθὸν ξύλον.
Ἰκτὶς, ὄρνεον. ἰκμάς. ἰκμαλέον. πλὴν τοῦ ἱκανός. ἱκανῶ,
ῥῆμα. Ἵκω, τὸ ἱκετεύω· ἀφ' οὗ καὶ ἱκετεία, καὶ ἱκέσιος,
καὶ ἱκεσία. Ἵκω, τὸ καταλαμβάνω, ποιητικὸν, διὰ τοῦ ι
γραφόμενον. ἀφ' οὗ καὶ ἱκάνω, παράγωγον. ἱκνοῦμαι, καὶ
ἀπὸ κλίσεως Ἵκετο, ἀντὶ τοῦ ἦλθε, καὶ ἵκτο τὸ αὐτό.
Τὸ Ι πρὸ τοῦ Λ, ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται. Ἴλιος,
ἡ Τροία. Ἴλος, κύριον. Ἰλὺς, ὁ βόρβορος. Ἴλη, ἡ τάξις.
Ἴλλος, ὁ ὀφθαλμός. Ἰλλὰς, τὸ σχοινίον. καὶ Ἰλλούστριος,
τὸ ἀξίωμα. Ἰλεὸς, ὁ φωλεός. ἴλιγγος. ἰλιγγιῶ. πλὴν τοῦ
Ἵλαος, ὁ εὐμενὴς, καὶ Ἵλεως, Ἀττικῶς τὸ αὐτό. ἱλῶ,
ῥῆμα. ἱλαρός. ἱλαρότης. ἱλαρίων. ἱλάσκω. ἱλασμός. καὶ Ἱλή-
κοις, ἀντὶ τοῦ ἵλεως εἴης.
Τὸ Ι πρὸ τοῦ Μ, φωνήεντος ἐπιφερομένου, δασύνε-
ται ἀεί. Ἵμερος, ἡ ἐπιθυμία. Ἱμέριος, κύριον. Ἱμὰς, ὁ
λῶρος. ἱμάσθλη. Ἱμῶ, τὸ ἀντλῶ. ἱμωνιά. Ἱμέρα, πόλις.
πλὴν τοῦ Ἴμεναι, ἀντὶ τοῦ πορεύεσθαι. καὶ Ἴμεν, ἀντὶ
τοῦ πορευόμεθα. Συμφώνου δὲ ἐπαγομένου ψιλοῦται.
Ἴμβρος, νῆσος. καὶ ἕτερα.
Τὸ Ι πρὸ τοῦ Ν ψιλοῦται. Ἴναχος, ποταμός. Ἰνὼ,
ὄνομα θεᾶς. Ἰνίον, τὸ νεῦρον. Ἲν, Ἰνὸς, ἡ δύναμις. Ἰνῶ,
τὸ ἐνδυναμῶ. πλὴν τοῦ Ἵνα, αἰτιολογικοῦ συνδέσμου. καὶ
Ἵνα, ἀντὶ τοῦ ὅπου, τοπικοῦ ἐπιῤῥήματος.
Τὸ Ι πρὸ τοῦ Ξ ψιλοῦται. Ἲξ, ὁ σκώληξ. Ἰξίων,
κύριον. πλὴν τοῦ Ἵξωμαι, ἀντὶ τοῦ παραγένωμαι. καὶ Ἵξον,
ἀντὶ τοῦ κατέλαβον. ὡς τὸ,
Οἱ δ' ἵξον κοίλην Λακεδαίμονα κητώεσσαν.
205
τὸ μέντοι Ἴξαλος, ὁ ὁρμητικός. καὶ ἰξὸς, εἰ καὶ ἀπὸ τοῦ
ἵξαι γέγονεν, ἀλλ' ὅμως ψιλοῦται. πολλάκις γὰρ ἡ παρα-
γωγὴ εἴωθεν ἀλλάσσειν καὶ τὸ πνεῦμα. ὡς ἐν τῷ ἅμα,
ἄμυδις. Ἰδίω, ἱδρώς. ἵξω, ἰξός. ὁδὸς, ὀδυσσεύς. εἴρω,
Εἱρμός. εἴργω, Εἱρκτή.
Τὸ Ι πρὸ τοῦ Ο ψιλοῦται ἀεί. οἷον, ἰοβιανός. ἰοβά-
της. ἰόλαος. ἰορδάνης. Ἴον, τὸ ἄνθος. Ἰοθὸρ, ὁ πενθερὸς
τοῦ Μωϋσέος. ἰοκάστη. ἰός. καὶ τὰ λοιπά. ζήτει, ἐὰν τὸ
Ἰὸς ἐλήφθη καὶ εἰς τὸ βέλος. οὐ γὰρ εὗρον διαστολὴν
τούτου ἐν τοῖς περὶ πνευμάτων. παρὰ μέντοι τοῖς Νεωτέ-
ροις Γραμματικοῖς καὶ δασυνόμενον τοῦτο κατέλαβον, ἐκ
τοῦ ἵημι, τὸ πέμπω, καὶ ψιλούμενον ἐκ τοῦ ἰοῦσθαι.
Τὸ Ι πρὸ τοῦ Π, ἑνὸς ὄντος, ψιλοῦται. Ἴπτω, τὸ
βλάπτω. Ἴπνος, ὁ φοῦρνος. Ἴπος, ἡ παγὶς τῶν μυῶν. καὶ
Ἶπες, οἱ σκώληκες. ἀπὸ πτώσεως σεσημείωται τὸ Ἵπταμαι,
δασυνόμενον. Δισσοῦ δὲ ὄντος δασύνεται. οἷον Ἵππος. καὶ
τὰ ἐξ αὐτοῦ συγκείμενα. ἱππεύω. ἱππεύς. ἱππίας. ἱπποκρά-
της. ἱππώναξ. Ἱππόκομος, ὁ τῶν ἵππων ἐπιμελούμενος.
ἱππηλάτης. ἱππηλάσιον. ἱππομανής.
Τὸ Ι πρὸ τοῦ Ρ ψιλοῦται. Ἶρος, ὁ πτωχός. Ἶρις,
τὸ τόξον. πλὴν τῶν ἀπὸ ἱερὸς γινομένων κατὰ κρᾶσιν τοῦ
ι καὶ ε εἰς ι μακρόν. οἷον Ἱρὸς, ὁ ἱερός. Ἱρεῖον, τὸ θῦμα.
Ἵρηξ, ὁ ἱέραξ. τινὲς δὲ παραλόγως ψιλοῦσι τὰ τοιαῦτα,
λέγοντες ὅτι τὰ συγκοπέντα κατὰ Αἰολεῖς ψιλοῦνται. οἷον
ὥρμησεν, Ὦρσεν. ἁρμόσας, Ἄρσας. πρὸς οὓς ἔστιν εἰπεῖν,
ὅτι οὔτε τὸ ὥρμησεν ἐγένετο κατὰ συγκοπὴν ὦρσεν, οὔτε
τὸ ἁρμόσας, ἄρσας. ἀλλὰ ἀπὸ τοῦ Ὄρω, τὸ διεγείρω, ὁ
μέλλων ὀρῶ, καὶ Αἰολικῶς ὄρσω. καὶ Ἄρω, τὸ ἁρμόζω,
ἀρῶ, καὶ Αἰολικῶς ἄρσω. τὰ τοιαῦτα ψιλοῦνται γινόμενα.
οὔτε μὴν τὸ ἱρὸς καὶ ἱρεῖον καὶ ἵρηξ συνεκόπησαν Αἰολι-
κῶς, ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ι καὶ ε εἰς ι, ὡς ἐν τῷ
ὄφιες ὄφις ἔστιν εὑρεῖν.
Τὸ Ι πρὸ τοῦ Σ, εἰ μὴ τὸ Τ ἐπάγοιτο, ψιλοῦται
ἀεί. Ἶσος, ὁ ὅμοιος. Ἴσις, ὄνομα θεᾶς. ἰσίδωρος. ἰσμηνίας.
ἰσμαήλ. Ἰσπανία, χώρα. ἰσχάς. ἰσχίον. ἰσχνός. ἰσχύς. εἰ δὲ
ἐπάγοιτο τὸ Τ, δασύνεται. Ἵστωρ, ὁ ἐπιστήμων. ἱστορία.
Ἱστιαῖος, κύριον. Ἵσμα, τὸ κτίσμα. ἵστημι. ἱστός. ἱστάριον.
206
ἱστίον. σημείωσαι τὸ Ἴστω, ἀντὶ τοῦ γινωσκέτω. Ἰστέον.
καὶ Ἴστρος, ποταμός.
Τὸ Ι πρὸ τοῦ Τ ψιλοῦται. Ἴτυς, ἡ περιφέρεια τοῦ
ἅρματος. καὶ Ἴτυς, ὁ υἱὸς τῆς ἀηδόνος. ἰταλία. ἰτέα. Ἰτέον,
ἀντὶ τοῦ πορευτέον. Ἰταμὸς, ὁ ἀναίσχυντος. Ἴτης, ὁ πτωχός.
καὶ τὰ λοιπά.
Τὸ Ι πρὸ τοῦ Υ ψιλοῦται. Ἴϋγξ, εἶδος ὀρνέου, καὶ
ὀργάνου. Ἰΰζω, τὸ βοῶ. καὶ τὰ ὅμοια.
Τὸ Ι πρὸ τοῦ Φ ψιλοῦται. ἴφικλος. ἴφιτος. Ἶφι,
ἀντὶ τοῦ ἰσχυρῶς, καὶ λίαν. καὶ ἴφια μῆλα. καὶ Ἶφις, ὁ
ταχύς. Ἰφιγένεια καὶ Ἰφιάνασσα, κύρια. καὶ τὰ λοιπά.
Τὸ Ι πρὸ τοῦ Χ ψιλοῦται. ἴχνος. ἰχώρ. ἰχθύς.
Τὸ Ι πρὸ τοῦ Ψ ψιλοῦται. ἲψ, ὁ σκώληξ. ἰψιφαγία.
Ἴψω, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ βλάψω.
Τὸ Ι πρὸ τοῦ Ω ψιλοῦται. ἰώσηπος. Ἰωάννης. ἴων,
ἴωνος. ἰωνᾶς. ἰωήλ. ἰώβ. Ἰωκὴ, ἡ δίωξις. Ἴωξις, τὸ αὐτό.
Ἰῶτα, τὸ στοιχεῖον. καὶ τὰ λοιπά. Ἱῶ δὲ, τὸ πέμπω,
δασύνεται.
{Καθολικὸς κανὼν περὶ πνεύματος τοῦ Ι.}
Σημειωτέον, ὅτι τὸ Ι πρὸ παντὸς φωνήεντος ψιλοῦ-
ται ἀεὶ, καὶ πρὸ τῶν τριῶν δασέων τοῦ Θ, Φ, Χ, πρὸ
τοῦ Ζ διπλοῦ ἀεὶ δασύνεται, πρὸ δὲ τῶν ἑτέρων δύο
διπλῶν Ξ, Ψ ἀεὶ ψιλοῦται. καὶ πρὸ τοῦ Β, Γ. πρὸ δὲ
τοῦ Μ δασύνεται ἀεὶ, πλὴν τοῦ Ἴμβρος.
{ΑΡΧΗ ΤΟΥ Ο.}
Τὸ Ο πρὸ τοῦ Α ψιλοῦται. οἷον Ὄαροι, αἱ γυναῖκες.
καὶ Ὀαρίζειν, τὸ γυναικὶ συνομιλεῖν, ἤγουν μίγνυσθαι.
καὶ Ὀαριστὺς, ἡ τῶν γυναικῶν ὁμιλία. καὶ τὰ λοιπά.
Τὸ Ο πρὸ τοῦ Β ψιλοῦται. οἷον ὀβολός. ὀβελός.
ὀβελίσκος. Ὄβριμος, ὁ ἰσχυρός. Ὀβότας, κύριον. Ὀβάρης,
ὁ πέρσης. καὶ τὰ ὅμοια.
Τὸ Ο πρὸ τοῦ Γ ψιλοῦται. οἷον Ὄγμος, ἡ τάξις.
ὄγκος. ὄγδοος. ὀγδοήκοντα. Ὄγμιος, ἐπίθετον τοῦ Ἡρακλέος.
καὶ τὰ λοιπά.
Τὸ Ο πρὸ τοῦ Δ ψιλοῦται. οἷον ὀδύνη. ὀδοὺς, ὀδόν-
τος. Ὀδὰξ, ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. ὀδωδώς. καὶ τὰ
207
λοιπά. πλὴν τοῦ ὁδός. καὶ τῶν ἐξ αὐτοῦ. ὁδεύω, ὁδίτης,
ὁδοιπόρος, ὁδοιδόκος, ὁ λῃστής. σὺν τούτοις καὶ Ὁδὶ,
ἀντὶ τοῦ οὗτος, καὶ ὁ δεῖνα. τὸ μέντοι Ὀδυσσεὺς οἱ μὲν
δι' ἑνὸς σ γράφοντες δασύνουσιν αὐτό· ἐτυμολογοῦντες παρὰ
τὴν ὁδὸν καὶ τὸ ὕω τὸ βρέχω. Ἱστόρηται γὰρ, ὅτι
ἡ μήτηρ Ἀντίκλεια πρὸς γάμον δοθεῖσα τῷ Λαέρτῃ ἐγέννη-
σεν αὐτὸν καθ' ὁδὸν ὑετοῦ γενομένου. διὸ καὶ Ὀδυσσεὺς
ἐκλήθη. Οἱ δὲ ψιλοῦσιν, ἐτυμολογοῦντες ἀπὸ τοῦ Ὀδύσσω,
τὸ ὀργίζομαι. ὀργίλῳ γὰρ ἐῴκει, ὅτε ἐδημηγόρει. καθὰ
δηλοῖ καὶ Ὅμηρος λέγων περὶ αὐτοῦ,
Φαίης κεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονα τ' αὔτως.
φαίνονται οὖν καὶ ἀμφότεραι αἱ ἐτυμολογίαι ἀρεσταί. εὕ-
ρηται δὲ παρ' Ὁμήρῳ ψιλούμενον καὶ δι' ἑνὸς σ γραφό-
μενον διὰ τὸ μετρούμενον, ὡς ἐν τῷ,
Εὗρεν ἔπειτ' Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον.
καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ καὶ παρὰ τὴν ὁδὸν ἐτυμολο-
γεῖται. οὐδὲν καθέστηκεν ἄπορον, πῶς οὐ δασύνεται. εἴρη-
ται γὰρ, ὡς αἱ παραγωγαὶ πολλάκις εἰώθασιν ἀμείβειν τὰ
πνεύματα. ἅμα, ἄμυδις. ἰδίω, ἱδρώς. οὕτως καὶ ὁδὸς,
Ὀδυσσεύς.
Τὸ Ο πρὸ τοῦ Ε ψιλοῦται. Ὀεργίλος, κύριον. Ὀετὴς,
ὁ ὁμοετὴς, κατὰ συγκοπήν. ὡς καὶ Ὄπατρος, ὁ ὁμόπατρος.
Τὸ Ο πρὸ τοῦ Ζ ψιλοῦται. Ὄζος, ὁ κλάδος. ὄζω,
ῥῆμα. καὶ τὰ λοιπά.
Τὸ Ο πρὸ τοῦ Θ ψιλοῦται. οἷον ὀθόνη. Ὀθνεῖος,
ὁ ξένος. Ὄθων, κύριον. Ὄθομαι, τὸ ἐπιστροφὴν ποιοῦμαι.
ὡς τὸ,
Οὐδ' ὄθομαι κοτέοντος.
πλὴν τοῦ Ὅθι, ἀντὶ τοῦ ὅπου. καὶ ὅθεν.
Τὸ Ο πρὸ τοῦ Ι ψιλοῦται. ὀϊστός. Ὀΐω, τὸ ὑπολαμ-
βάνω. καὶ τὰ λοιπά.
Τὸ Ο πρὸ τοῦ Κ ψιλοῦται. οἷον ὄκνος. ὀκλάζω.
ὀκρίβας. Ὀκριόεις, ὁ φρίκωδος † καὶ ὁ ταχύς. Ὀκέλλω, τὸ
προσορμίζω τὴν ναῦν. καὶ τὰ λοιπά. πλὴν τῶν κατὰ τρο-
πὴν τοῦ Π εἰς Κ γινομένων κατὰ διάλεκτον Ἰωνικήν. οἷον
Ὁκόσον, ἀντὶ τοῦ ὁπόσον. Ὁκοῖος, ἀντὶ τοῦ ὁποῖος. Ὅκως,
ἀντὶ τοῦ ὅπως. καὶ τῶν ὁμοίων.
208
Τὸ Ο πρὸ τοῦ Λ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, συμ-
φώνου ἐπαγομένου ἢ φωνήεντος. ὄλεθρος. ὄλυμπος. ὄλισθος.
Ὄλορος, κύριον. ὀλίγος. ὀλλύω. ὄλλω. Ὀλοοίτροχος, ὁ
στρογγύλος λίθος. Ὄλβος, ὁ πλοῦτος. Ὀλμειὸς, ποταμός.
Ὄλπη, ἡ λήκυθος, ὅ ἐστι τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐλαιόπη
τὶς οὖσα. πλὴν τοῦ ὅλος. Ὅλμος, ἡ ἔγδη. Ὅλκος, τὸ σῶμα
τοῦ ὄφεως, καὶ πᾶν ἐπίμηκες σῶμα, καὶ ὁ λιμὴν, ἐν ᾧ αἱ
ὁλκάδες ἵστανται. Ὁλκὰς, ἡ ναῦς. Ὁλκὴ, τὸ βάρος. ὅλως,
ἐπίῤῥημα. ὁλικῶς. ὁλότος †. καὶ τῶν ἀπὸ τοῦ ὅλος.
Τὸ Ο πρὸ τοῦ Μ, ἑνὸς ἢ δισσοῦ, φωνήεντος ἢ συμ-
φώνου ἐπαγομένου, ψιλοῦται. οἷον Ὀμῶ, τὸ ὀμνύω. Ὀμιχῶ,
τὸ οὐρέω. ὀμίχλη. ὄμμα. ὀμματῶ. ὄμβρος. Ὄμφαξ, ἡ ὠμὴ
σταφυλή. Ὀμόργνυσιν, ἀντὶ τοῦ ἀπομάσσει, καὶ ἀποσπογ-
γίζει. πλὴν τοῦ ὁμοῦ, καὶ τῶν ἐξ αὐτοῦ. οἷον ὁμαίμων.
Ὅμορος, ὁ γείτων. ὁμευνέτης. ὁμῆλιξ. ὅμηρος. ὁμώνυμος.
ὅμιλος. ὁμιλία. ὅμοιος. Ὁμοκλὴ, ἡ ἀπειλή.…
Τ…
The complete text is available when the reading interface loads.