De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis)
- Edition reference
- De accentibus (excerpta e Choerobosco, Aetherio, Philopono et aliis) (e codd. Urbin.
- CTS identifier
urn:cts:greekLit:tlg4093.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
17
μενα μακρὸν ἔχουσι τὸ ας, πλὴν τῶν οὐδετέρων· <κρέας,
κέρας,> σὺν τούτοις <γέρας> καὶ <οὖδας.>
18
Αἱ εἰς ας μετοχαὶ μακροκαταληκτοῦσι καὶ παροξύνονται·
<ὁ ποιήσας, ὁ νείμας·> ἀλλὰ καὶ αἱ κλητικαὶ τούτων·
<ὦ ποιήσας, ὦ νείμας·> λέγει γὰρ ὁ κανών, ὅτι αἱ μετοχαὶ
καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητι-
κάς. Τὰ οὐδέτερα τούτων προπερισπῶνται· <Τὸ ποιῆ-
σαν, τὸ λαλῆσαν.>
19
Τὰ εἰς ος τῷ α παραληγόμενα καὶ ἐπ' αὐτοῦ τὸν
τόνον ἔχοντα παροξύνονται· <κάρος, σκάρος, βάδος·>
τὸ <πρᾶος> μόνον προπερισπᾶται.
20
Τὰ εἰς ιξ βραχυκαταληκτοῦσι καὶ προπερισπῶνται·
<Φοῖνιξ, ἧλιξ, ὁμῆλιξ·> σὺν τούτοις καὶ <κῆρυξ> διὰ
τοῦ υ ψιλοῦ.
21
Τὰ διὰ τοῦ ιλος ὀνόματα δισύλλαβα παροξύνονται, οἷον
<φίλος, κτίλος, σπίλος·> ὡσαύτως καὶ τὰ ὑπὲρ δύο συλ-
λαβάς· <ποικίλος, ὀργίλος·> ἔν τισι τὸ <σπῖλος> καὶ <πῖ-
λος> προπερισπώμενον ἐφεύρηται.
22
Τὰ διὰ τοῦ ινος ἅπαντα προπερισπῶνται· <Κωνσταν-
τῖνος, Πλωτῖνος, Ἰουστῖνος·> ἔν τισι τὸ <πίνος ὁ>
ῥύπος παροξυνόμενον εὕρηται. Σημείωσαι, ὅτι τὸ <καρ-
κίνος> καὶ <ἐχίνος> ἡ συνήθεια παροξύνει.
23
Τὰ διὰ τοῦ ιτης ἅπαντα μακρὸν ἔχουσι τὸ ι· <πολί-
της, ὁπλίτης,> ὅθεν αἱ τούτων εὐθεῖαι τῶν πληθυντικῶν
προπερισπῶνται· <οἱ πολῖται, οἱ ὁπλῖται, οἱ Θερ-
σῖται·> καὶ <ἡ χρυσῖτις> γῆ θηλυκόν.
24
Τὰ διὰ τοῦ ιος παροξύνονται· <ἐναντίος, νυμφίος,>
πλὴν τοῦ <δῖος> καὶ <Χῖος> ἀνήρ.
25
Τὰ εἰς ος μὴ καθαρῷ τῷ ι παραληγόμενα καὶ
ἐπ' αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· <τρίτος,
κρίκος,> καὶ τὰ λοιπά, πλὴν τοῦ <σῖτος, ἶσος, μῖμος,
γρῖφος· ἡ> συνήθεια παροξύνει τὸ <γρίφος.>
26
Τὰ εἰς ιν καὶ εἰς ις δικατάληκτα μακρὸν ἔχουσι τὸ ι καὶ
ἐπὶ τῆς γενικῆς προπερισπῶνται· <δελφῖνος, ἀκτῖνος·>
τὰ δὲ μονοσύλλαβα τούτων ὀξύνονται μὲν ἐν τῇ γενικῇ καὶ
δοτικῇ, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν, ἔνθα τὸν τόνον ἡ πα-
ραλήγουσα δέχεται καὶ βραχεῖά ἐστιν ἡ λήγουσα, προπερι-
σπῶνται· <ῥίν ῥινός, ῥῖνα ῥῖνε ῥῖνες ῥῖνας·> οὕτω
καὶ ἐπὶ τῶν ὁμοίων. Διὰ τοῦτο οὐδὲ τὸ <εὔριν> προ-
περισπᾶται, ἐπειδὴ τὸ ι μακρόν ἐστιν.
27
Τὰ εἰς υξ προπερισπῶνται, εἰ μακρᾷ παραλήγονται,
οἷον <δοῖδυξ.>
28
Τὰ εἰς ος τῷ υ μὴ καθαρῶς παραληγόμενα καὶ
ἐπ' αὐτοῦ τὸν τόνον ἔχοντα παροξύνονται· <κύβος, λύ-
γος, στύλος, Κύρος> κύριον, πλῆν τοῦ <κῦρος> ἡ ἐξου-
σία οὐδέτερον, <μῦθος, θῦμος, τῦφος·> ἡ δὲ συνήθεια
ὀξύνει τὸ <τύφος.>
Τὰ διὰ τοῦ υνος προπερισπῶνται· <φρῦνος, θῦνος.>
5
t
{Περὶ θηλυκῶν.}
29
Τὰ διὰ τοῦ αια θηλυκά, εἰ μὲν ἐξ ὀνόματος γένων-
ται, ἐκτείνουσι τὸ α καὶ παροξύνονται, οἷον <δίκη δι-
καία, σελήνη σεληναία, εὐκταία> ἀπὸ τοῦ
<εὐχή, ἀπευκταία, περικεφαλαία> ἀπὸ τοῦ <κεφαλή,
δειλαία> ἀπὸ τοῦ <δειλός, κεραία> ἀπὸ τοῦ <κέρας·> σὺν
τούτοις καὶ <ἐλαία> καὶ <νεολαία> ἡ πληθύς· εἰ δὲ μὴ ἐξ
ὀνομάτων παράγονται, βραχυκαταληκτοῦσι καὶ προπερι-
σπῶνται, οἷον <μαῖα, γαῖα, γραῖα, αἶα,> καὶ <Μαῖα>
τὸ κύριον.
30
Ἁπλῶς ὅσα ἀπὸ ῥήματος γίνονται, βραχὺ ἔχουσι τὸ
α καὶ προπερισπῶνται, εἰ μακρὰ παραλήγεται, οἷόν ἐστι τὸ
<Μοῦσα> ἐκ τοῦ μῶ τὸ ζητῶ, <βῆσσα> ἐκ τοῦ βῶ, καὶ <νῆσσα>
ἐκ τοῦ νῶ, καὶ <ἧσσα> ἐκ τοῦ ἡσσῶ· σὺν τούτοις καὶ
τὰ μετοχικά, ὡς ἀπὸ ῥήματος καὶ αὐτά· <σχοῦσα, τετυ-
φυῖα, πεποιηκυῖα·> σὺν αὐτοῖς <στᾶσα, βᾶσα,> καὶ τὰ
ὅμοια προπερισπῶνται. Τούτοις ἠκολούθησε καὶ τὸ <πᾶσα.>
31
Ἕτερος κανὼν λέγει· τὰ εἰς α λήγοντα θηλυκὰ εἰ ἔχει
τὴν παραλήγουσαν διὰ διχρόνου, ἐκτείνει αὐτό· διὸ καὶ προ-
περισπῶνται <πᾶσα, στᾶσα, τλᾶσα, γνοῦσα, δει-
κνυοῦσα· πρύμνα> δέ, <πυράγρα> ὀξεῖαν ἔχουσιν, ὡσαύ-
τως καὶ τὰ εἰς διπλοῦν λήγοντα· <ῥίζα, σχίζα, μύξα.>
32
Τὰ εἰς ρα θηλυκὰ πρὸ μιᾶς ἔχοντα τὸν τόνον, εἰ μὲν
διφθόγγῳ παραλήγονται, προπερισπῶνται, οἷον <σφαῖρα,
μοῖρα, στεῖρα·> εἰ δὲ μονοφθόγγῳ παραλήγονται,
παροξύνονται· <Ἥρα, χήρα, χώρα, ὥρα·>
καὶ τὰ διχρόνῳ παραληγόμενα·
<λύρα, θύρα, σφύρα.>
33
Τὰ διὰ τοῦ εια θηλυκὰ
μακρὸν ἔχουσι τὸ α, κἂν ἀπὸ
τῶν διὰ ευω ῥημάτων γένων-
ται, οἷον τὸ <πρεσβεία> καὶ
τὸ <δουλεία,>
πλὴν εἰ μὴ ἀπὸ τῶν εἰς υς
ἀρσενικῶν διὰ τοῦ εος κλινο-
μένων γίνονται· τὰ τοιαῦτα
βραχὺ ἔχουσι τὸ α καὶ εἰκότως
περισπῶνται.
34
Τὰ εἰς ας ὀξύνονται
θηλυκὰ καὶ διὰ τοῦ δος κλί-
νονται· <μονάς, τριάς, λαμ-
πάς· τῆς μονάδος, τῆς
λαμπάδος, τῆς τριάδος.>
35
Τὰ εἰς ις θηλυκὰ μακρᾷ
παραληγόμενα προπερισπῶν-
ται· <ῥῆσις, λῆξις> καὶ <θραῦ-
σις·>
εἰ δὲ διχρόνῳ παραλήγεται,
βραχὺ ἔχει τὸ δίχρονον καὶ
παροξύνονται· <τάσις, φρά-
σις, κλίσις,> καὶ τὰ λοιπὰ
πάντα, πλὴν τοῦ <ῥῦσις, λῦ-
σις, πρᾶξις, χᾶτις> καὶ
<πρᾶσις·> τοῦτο ἡ συνήθεια
παροξύνει.
32bis
ἔτι παροξύνονται καὶ τὸ <οὐ-
ρήθρα, δακτυλήθρα.>
Τὰ τῇ αυ διφθόγγῳ παρα-
ληγόμενα παροξύνονται· <σαύ-
ρα, λαύρα, αὔρα> ἡ δούλη·
<αὖρα> δὲ ἡ λεπτοτάτη πνοὴ
περισπᾶται· σὺν τούτοις καὶ
τὸ <Φαίδρα> κύριον.
33bis
Τὰ διὰ τοῦ ια θηλυκὰ
παροξύνονται, οἷον <κοιλία>,
καὶ τὰ διφθόγγῳ παραληγό-
μενα, οἷον <θεία, χρεία,> καὶ
τὰ ἀπὸ τῶν ευω, οἷον <πρε-
σβεύω πρεσβεία,> καὶ τὰ
ὅμοια.
Τὰ δὲ εἰς α θηλυκὰ παρε-
σχηματισμένα ἀρσενικοῖς τῇ
γενικῇ τούτων ἰσοχρονεῖ· καὶ
εἰ μὲν ἡ γενικὴ εἰς μακρὸν
λήγει, καὶ τὸ α μακρὸν ἔχει
τὸ θηλυκὸν καὶ παροξύνεται·
εἰ δὲ ἡ γενικὴ τοῦ ἀρσενικοῦ
εἰς βραχὺ λήγει, καὶ αὐτὸ τὸ
θηλυκὸν βραχὺ ἔχει τὸ α καὶ
προπερισπᾶται, οἷον <ὀξύς
ὀξέος ὀξεῖα, γλυκύς γλυ-
κέος γλυκεῖα·> ἡ γὰρ γενικὴ
τοῦ ἀρσενικοῦ εἰς βραχὺ λή-
γει καὶ διὰ τοῦτο καὶ αὐτὸ
βραχύ ἐστι καὶ προπερισπᾶται·
τὸ δὲ <θείος θείου
θεία> καὶ <ἀστείος ἀ-
στείου ἀστεία> παροξύ-
νονται, διότι ἡ γενικὴ τοῦ
ἀρσενικοῦ εἰς ου λήγει.
Σημείωσαι, ὅτι ἡ <γενναῖα>
καὶ <ἡ σπουδαῖα> καὶ <τὰ
γενναῖα> προπερισπῶνται.
35bis
Τὰ εἰς ις θηλυκὰ πρὸ
μιᾶς συλλαβῆς ἔχοντα τὸν τό-
νον καὶ μακρὰ παραληγόμενα
προπερισπῶνται· <μῆνις, ῥῆ-
σις, καῦσις,> καὶ ἡ αἰτιατικὴ
<τὴν μῆνιν, τὴν ῥῆσιν,
τὴν καῦσιν·> λέγει γὰρ ὁ
κανών· πᾶσα αἰτιατικὴ εἰς ν
λήγουσα τῇ ἰδίᾳ εὐθείᾳ ὁμο-
τονεῖν θέλει καὶ ὁμοχρονεῖν,
καὶ αἱ κλητικαί· <ὦ μῆνις,
ὦ ῥῆσις·> καὶ ὁ κανών·
τὰ εἰς ις λήγοντα τὴν αὐτὴν
ἔχει ὀρθὴν καὶ κλητικήν.
Τὰ εἰς ις διχρόνῳ παραλη-
γόμενα παροξύνονται· <τάσις,
βάσις,> πλὴν τοῦ <ῥῦσις,
λῦσις, πρᾶξις> καὶ <πρᾶ-
σις·> τοῦτο ἡ συνήθεια παρο-
ξύνει. Εὗρον καὶ τὸ <μῦσις>
παρά τισι περισπώμενον.
36
<Ἡ Χίος, ἡ Κίος, ἡ Τίος> παροξύνονται. <Χῖος>
δὲ ἀνὴρ προπερισπᾶται.
37
Τὰ διὰ τοῦ ινη θηλυκὰ ἐκτείνουσι τὸ ι· <κλίνη,
ὑσμίνη,
ἡρωίνη·> καὶ αἱ τούτων εὐ-
θεῖαι τῶν πληθυντικῶν προ-
περισπῶνται· <ὑσμῖναι, κλῖ-
ναι, ἡρωῖναι,> καὶ τὰ ὅμοια.
37bis
<δωτίνη·> τὰ κύρια <Στρατο-
νίκη, Βερονίκη·> αἱ γοῦν
θηλυκαὶ τούτων εὐθεῖαι ὡς
βραχυκατάληκτοι περισπῶν-
ται· <αἱ ὑσμῖναι, αἱ κλῖ-
ναι, αἱ ἡρωῖναι.>
Αἱ διὰ τοῦ ινος γενικαὶ
<ἀκτῖνος, Σαλαμῖνος> προ-
εγράφησαν ἐν τοῖς ἀρσενικοῖς,
ἤγουν ἐν τοῖς <δελφῖνος,
ἑρμῖνος·> ταῦτα δὲ περι-
σπῶνται.
38
Τὰ εἰς ις ὀξύτονα διὰ τοῦ δος κλινόμενα δισύλλαβα
ὄντα καὶ παραληγόμενα τῷ η μακροκατάληκτά εἰσι καὶ
προπερισπῶνται ἐν τῇ γενικῇ, οἷον <κηλίς κηλῖδος,
ψηφίς ψηφῖδος·> ὅσα δὲ δισύλλαβα μὴ τῷ η παραλή-
γωνται ἐν τῇ γενικῇ, παροξύνονται· <ῥανίς ῥανίδος, βο-
λίς βολίδος·> καὶ τῶν ὑπὲρ δύο συλλαβάς, ὅσα ἀπὸ δοτικῆς
συστέλλονται· <Αἰθίοπι Αἰθιοπίς,> καὶ <Πέλοπι Πελο-
πίς.> Οἱ καθ' ἡμᾶς γραμματικοὶ ὡς ἐπὶ τὸ πολὺ μόνα τὰ
τὴν παραλήγουσαν ἔχοντα φύσει μακρὰν ἐκτείνουσι καὶ τὰς
τούτων γενικὰς προπερισπῶσιν· <αἰγῖδος, σφραγῖδος,
καταιγῖδος·> φύσει μακρὸν εἴπομεν διὰ τὸ <ἀτμίδος, βαλ-
βίδος.>
39
Τὰ διὰ τοῦ υνη δισύλλαβα μακρὸν ἔχουσι τὸ υ, οἷον
<φρύνη, αἱ φρῦναι·> λοιπὸν προπερισπᾶται, καὶ τὰ ὅμοια·
τῶν δὲ ὑπὲρ δύο συλλαβάς, ὅσα μὲν ἔχει πρὸ τοῦ υ τὸ σ,
μακρὸν αὐτὸ ἔχει· <βριθοσῦναι> ἄρα καὶ <γηθοσῦναι,> καὶ
τὰ ὅμοια προπερισπῶνται· εἰ δὲ μὴ τὸ σ ἔχουσι πρὸ τοῦ
υ, συνεσταλμένον αὐτὸ ἔχουσι· <αἱ κορύναι, αἱ τορύναι,
αἱ αἰσχύναι,> καὶ τὰ ὅμοια παροξύνονται.
40
Τῶν εἰς υς ὀξυτόνων τὰ εἰς δος κλινόμενα βραχὺ ἔχει
τὸ υ καὶ ἐπὶ τῆς γενικῆς· διὰ τοῦτο τῆς <χλαμύδος>
τὸ μυ βραχύ ἐστι καὶ παροξύνεται. Τὸ <ἰσχύος, Ἐριν-
νύος, πληθύος> παροξύνονται, καὶ ὁ κανών· τὰ εἰς υς ἐπὶ
τέλους ἔχοντα τὸν τόνον καὶ διὰ καθαροῦ τοῦ ος κλινόμενα
τὸ δίχρονον ἐπὶ τῆς γενικῆς συστέλλουσιν ἀεί, καὶ ἐπὶ τῶν
ἄλλων πτώσεων ἔν τε μονοσυλλάβοις καὶ ἐν τοῖς ὑπὲρ μίαν
συλλαβήν· <σῦς συός, οἱ σύες· μῦς μυός, οἱ μύες· αἱ
δρύες, αἱ ὀσφύες,> καὶ τὰ ὅμοια.
6
t
{Περὶ οὐδετέρων.}
41
Τὰ εἰς μα δισύλλαβα οὐδέτερα τῷ υ ψιλῷ παρα-
ληγόμενα συστέλλει αὐτό· <χύμα, πλύμα,> πλὴν τοῦ
<κῦμα, θῦμα, φῦμα.>
42
<Γῆρας, οὖδας, οὖας,> καὶ τὰ ὅμοια προπερισπῶν-
ται, καὶ ὁ κανών· τὰ εἰς ας οὐδέτερα συστέλλει τὸ α.
43
Τὰ εἰς αρ οὐδέτερα προπερισπῶνται· <ἧπαρ, οὖθαρ,
εἶλαρ, πῖαρ·> σὺν τούτοις καὶ τὸ <εἶθαρ> ἐπίρρημα ἀντὶ
τοῦ εὐθέως.
44
Τὰ εἰς ος δισύλλαβα οὐδέτερα τῷ α παραληγόμενα
συστέλλει αὐτὸ καὶ παροξύνονται· <χάος, φάος, νάπος,
κράτος, λάχος,> καὶ τὰ ὅμοια, πλὴν τοῦ <πρᾶγος·> τοῦτο
γὰρ μακρὸν ἔχει τὸ α, ὡς ἐκ τοῦ πράσσω.
45
Τὰ διὰ τοῦ ιον ἅπαντα παροξύνονται· <παιδίον,
θριγγίον, κηπίον,> καὶ τὰ ὅμοια.
46
Τὰ εἰς ον μὴ καθαρῷ τῷ ι παραληγόμενα προπε-
ρισπῶνται· <κρῖνον, γρῖφον, ἶσον.>
47
Τὰ εἰς ος τῷ ι παραληγόμενα παροξύνονται·
<ξίφος, στίφος,> πλὴν τοῦ <δῖνος, σῖνος, πνῖγος,
νῖκος, κλῖτος, μῖσος, λῖπος,> καὶ <μῦσος> διὰ τοῦ υ
ψιλοῦ γραφόμενον· τὸ δὲ <ῥίγος> ἡ συνήθεια παρο-
ξύνει, κἂν οἱ ἀρχαῖοι προπερισπῶσι.
48
Τὰ εἰς υ λήγοντα οὐδέτερα συστέλλει αὐτό, ὥστε
τὸ <πῶυ, μῶλυ,> καὶ τὰ ὅμοια προπερισπῶνται.
49
Τὰ διὰ τοῦ υλον οὐδέτερα προπερισπῶνται· <σκῦλον,
φῦλον> τὸ γένος, <σῦλον> τὸ κλέμμα, πλὴν τοῦ <ξύλον>
καὶ <φύλλον.>
50
Τὰ εἰς ος τῷ υ παραληγόμενα προπερισπῶνται·
<μῦσος, κῦτος, σκῦτος, φῦκος· ψύχος> δὲ καὶ <τρύχος>
παροξύνονται.
51
Τὰ διὰ τοῦ αον οὐδέτερα ἀπὸ τῆς αι διφθόγγου γινό-
μενα μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· <τὸ κλαῖον
τὸ κλᾶον, τὸ καῖον τὸ κᾶον.>
7
t
{Περὶ ῥημάτων.}
52
Τῶν διὰ τοῦ ανω ῥημάτων τὰ ὑπὲρ δύο συλλαβὰς
ὄντα βραχύνονται· <μανθάνω, τυγχάνω,> ὥστε καὶ τὰ οὐδέ-
τερα, <τὸ μανθάνον, τὸ τυγχάνον,> καὶ τὰ ὅμοια παρ-
οξύνονται· τὸ δὲ <ἱκᾶνον> καὶ τὸ <κιχᾶνον> παραλόγως
μακρὸν ἔχουσι τὸ α καὶ προπερισπῶνται· <τὸ φθάνον> καὶ
τὰ λοιπὰ δισύλλαβα παροξύνονται.
Λέγει γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ
τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος· τὰ γοῦν ἀπαρ-
έμφατα τούτων προπερισπῶνται· <φᾶναι, λιπᾶναι,> καὶ
τὰ ὅμοια· σὺν τούτοις καὶ τὸ <δρᾶναι ἀποδρᾶναι·
φάναι> δὲ ἀντὶ τοῦ εἰπεῖν παροξύνεται, καὶ <ἱστάναι·> τὸ
στα βραχὺ γὰρ ἔχει κατ' ἀκολουθίαν τοῦ <τιθέναι, διδό-
ναι·> ἀλλὰ δὴ καὶ τὸ <ζευγνύναι, δεικνύναι.>
53
<Γελάω γελάσω> βραχέα τὰ δίχρονα· διὰ τί; Ἡνίκα
ἔχει ὁ ἐνεστὼς τὸ α, τότε καὶ ὁ μέλλων διὰ βραχέος τοῦ
α ἐκφέρεται· <γελάω γελάσω, πελάω πελάσω·> ἐκ τοῦ
μέλλοντος λοιπὸν καὶ ὁ ἀόριστος τῶν τοιούτων βραχύνεται
κατὰ τὴν παραλήγουσαν, καὶ παροξύνεται ἐν τοῖς ἀπαρεμφά-
τοις· <ἐγέλασα γελάσαι, ἔθλασα θλάσαι·> λέγει γὰρ ὁ
κανών· καθόλου ὁ ἀόριστος μακρᾷ παραλήγεται, εἰ μὴ ἀπὸ
τοῦ μέλλοντος ἔχει τὸ βραχύ. Ἐπιγνοίης δὲ τὸν μέλλοντα
βραχείᾳ παραληγόμενον ἐκ τοῦ παθητικοῦ παρακειμένου
ἔχοντος τὸ σ πρὸ τῆς τελευταίας συλλαβῆς· <ἡτοίμασμαι,
οὔτασμαι, πέφρασμαι, γεγέλασμαι·> λέγει γὰρ ὁ
κανών· βραχείας οὔσης τῆς παραληγούσης τοῦ μέλλοντος
προσλαμβάνει ὁ παθητικὸς παρακείμενος τὸ σ.
54
<Κρίνω κρινῶ,> ὁ ἀόριστος <ἔκρινα> καὶ τὸ ἀπαρέμ-
φατον <κρῖναι·> οὕτως καὶ τὸ <κλῖναι, σῖναι·> λέγει
γὰρ ὁ κανών· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παραλήγου-
σαν ἐκτείνει ὁ ἀόριστος. Τούτοις ἀκολουθεῖ καὶ τὸ <γερᾶραι>
καὶ <ἆραι,> καὶ τὰ παραπλήσια. Καὶ τὰ προστακτικὰ δὲ
τοῦ πρώτου ἀορίστου ὑπόκειται τῷ κανόνι καὶ προπερισπᾶται·
<κρῖνον> καὶ <κλῖνον,> καὶ <ἆρον> καὶ τὰ τοιαῦτα.
55
Τὸ <φωτίσαι, ἁγνίσαι, ἁγιάσαι> παροξύνονται,
ἐπειδὴ κατὰ τὴν τοῦ μέλλοντος παραλήγουσαν, βραχεῖαν οὖσαν,
ἔστι καὶ ἡ τοῦ ἀορίστου βραχεῖα· ὅτι δὲ ἡ τοῦ μέλλοντος
τοιαύτη, δῆλον ἐκ τοῦ παθητικοῦ παρακειμένου τὸ σ ἔχοντος
πρὸ τῆς ἐσχάτης συλλαβῆς· <πεφώτισμαι, ἥγνισμαι,
ἡγίασμαι.>
56
Τὰ διὰ τοῦ ιω ῥήματα ὑπὲρ δύο συλλαβὰς συστέλλουσι
τὸ ι· <κυλίω, ἐσθίω· τὸ κυλίον, τὸ ἐσθίον,> καὶ τὰ
τοιαῦτα παροξύνονται· ἀλλὰ καὶ τὸ <κυλίσω> καὶ τὸ
<μηνίσω> βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν· καὶ δῆλον ἐκ
τοῦ παθητικοῦ παρακειμένου κατὰ τὸν κανόνα τὸ σ προσλαμ-
βάνοντος, ὥστε καὶ τὸ <κυλίσαι> καὶ <μηνίσαι> ἀπαρέμφατα
παροξύνονται. Τὸ <τίω> δισύλλαβον μακρὸν ἔχει τὸ ι, ὅθεν
καὶ τὸ <τῖον> προπερισπᾶται· σὺν δὲ καὶ τὸ <τῖσαι>
ἀπαρέμφατον.
57
<Ὀτρύνω, ἀλγύνω,> καὶ τὰ τοιαῦτα μακρὸν ἔχουσι
τὸ δίχρονον· καὶ γὰρ τούτων ὁ μέλλων <ὀτρυνῶ> καὶ <ἀλγυνῶ.>
Καὶ ὁ ἀόριστος ἄρα κατὰ τὸν κανόνα μακρὰν ἔχων τὴν
παραλήγουσαν τὸ οἰκεῖον ἀπαρέμφατον προπερισπᾷ· <ὀτρῦναι,>
καὶ τὰ τοιαῦτα· σὺν τούτοις καὶ τὸ <δῦναι> καὶ <ὀξῦναι,>
καὶ τὸ <δῦνον> καὶ <ὀξῦνον> προπερισπῶνται. Τὸ <ζευγνύναι>
παροξύνεται· βραχὺ γὰρ ἔχει τὸ γνυ, κατὰ τὴν ἀκολουθίαν
φησὶ τοῦ <διδόναι.>
58
<Ὀρύσσω, ἀμύσσω> καὶ <ὀρύξαι, ἀμύξαι,> καὶ τὰ
ὅμοια παροξύνονται.
59
Τὰ διὰ τοῦ υω ῥήματα μακρᾷ παραλήγονται· <κωλύω,
μηνύω, μύω, θύω.> Οἱ μὲν παλαιοὶ μακρὰ ἔχοντες τὰ ἐκ
τούτων ἀπαρέμφατα, οἷον τὸ <μηνῦσαι, κωλῦσαι, μῦσαι,>
καὶ τὰ οὐδέτερα προπερισπῶσιν· ἡ δὲ τῶν νεωτέρων
συνήθεια πάντα ταῦτα παροξύνει, πλὴν τῶν ἀπὸ τοῦ <θύω>
καὶ <λύω> καὶ <ῥύομαι·> τὰ γὰρ ἀπὸ τούτων προπερισπῶσιν.
8
t
{Περὶ τῶν πρὸ δύο συμφώνων διχρόνων.}
60
Τὰ δίχρονα, ὅτε τούτων ἔμπροσθεν κεῖνται δύο σύμφωνα,
ὀξεῖαν ἔχουσιν ἐπὶ πάσης λέξεως· <ἄλλος, ὕλλος,
ἴλλος, ὕβρις, φύλλον, κάλλος, ἅλμα, τρίμμα,
τὸ ἄρχον, τὸ τίκτον,> καὶ τὰ ὅμοια, πλὴν τοῦ <μᾶλ-
λον, θᾶττον, ἆθλον· ἄεθλον> γάρ· <ᾆσμα, ὗθλος,
πῦργος.>