The Greek Library Catalogue

Anonymous

Etymologicum genuinum

Edition reference
Etymologicum genuinum (ἀνάβλησις– βώτορες), ed. F. Lasserre and N. Livadaras, Etymologicum magnum genuinum. Symeonis etymologicum una cum magna grammatica. Etymologicum magnum auctum, vol. 2, Athens: Parnassos Literary Society, 1992: 15–20, 22, 24, 26–36, 38–44, 46, 48–50, 52–58, 60–64, 66–68, 70, 72–79, 81–83, 86–89, 91–92, 94–95, 97, 104, 106–116, 118–122, 124–131, 142, 144–161, 164–168, 170–176, 178–196, 198–204, 426–444, 446–456, 458–462, 464–480, 482–510, 512–524.
CTS identifier
urn:cts:greekLit:tlg4097.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

alpha

778

σειεν AB, Sym. 952, EM 1294. Comm. Hom.

779

<Ἀνασταδόν> (Ι 671)· ἀναστάντες (l. c. 670—671)·

τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν

†δειδέχαθ' ἄλλοθεν ἄλλος ἀνασταδόν,

οἷον ἄλλος ἐξ ἄλλου μέρους ἀναστάντες AB, Sym. 953, EM 1296.

Comm. Hom.

780

<Ἀνασφῆλαι>· τὸ ἀναρρωσθῆναι· παρὰ τὸ σφῆλον, ὃ ση-

μαίνει τὸ ἰσχυρόν· καὶ (Stes. fr. 76)

ἐρίσφηλος,

ὁ Ἡρακλῆς. Μεθόδιος AB, Sym. 954, EM 1306. Methodius.

781

<Ἀνάχαρσις>· ὁ Σκύθης· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὴν

χάρσιν, ὃ σημαίνει τὴν χάριν ἢ χαράν. Μεθόδιος AB, Sym. 955,

EM 1312. Methodius.

782

<Ἄναυρος> (Dion. per. 1118)· ὁ ἐξ ὑετῶν συνιστάμενος

ποταμός, ὡς παρὰ Διονυσίῳ (l. c.)·

ἄλλοι δ' ἰχνεύουσιν ἐπὶ προμοτῇσιν ἀναύρων.

παρὰ τὸ μὴ ἔχειν αὔραν. † Ὦρος AB, Sym. 956, EM 1310. Orio 3, 2.

783

<Ἀνάγκη>· παρὰ τὸ ἀνάγω ἀνάγη καὶ πλεονασμῷ τοῦ κ̅

ἀνάγκη· 〈***〉 ἡ πάντα κρατοῦσα. Ὠρίων (14, 16) AB, Sym. 957,

EM 1235. Orio l. c.

784

<Ἀναλῶ>· ἐξ οὗ καὶ τὸ ἀναλίσκω παράγωγον· σημαίνει δὲ

τὸ πορθῶ καὶ δαπανῶ· ἐξ οὗ καὶ ἀνάλωμα. ἔστιν οὖν ἀλές, τὸ

σημαῖνον τὸ ἀθροῦν, οἷον (Ψ 420)·

ᾗ χειμέριον ὕδωρ ἀλέν,

ἐξ οὗ ῥῆμα ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀαλῶ, τὸ πλανῶ, του-

τέστιν τὸ τὰ συνηθροισμένα σκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν̅ ἀναλῶ,

ὡς αἴτιος ἀαίτιος καὶ ἀναίτιος. ἐκ δὲ τοῦ ἀναλῶ γίνεται παράγωγον

ἀλίσκω καὶ ἀναλίσκω, τὸ αὐτὸ σημαῖνον τῷ ἀναλῶ. † Ὦρος. ἢ παρὰ

τὸ ἅλις ἐπίρρημα AB, Sym. 958, EM 1260. Orio.

785

<Ἀναλωτικός>· ἀφανιστικός· ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτι-

κός· τοῦτο παρὰ τὸ ἀναλῶ AB, Sym. 959, EM 1260. *Orio.

786

<Ἀνάρσιος>· ὁ ἀνάρμοστος καὶ ἀσύμφωνος· ἔστιν ἀρῶ, τὸ

ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ἐξ οὗ ἄρσιος καὶ ἀνάρσιος κατὰ

στέρησιν τοῦ α̅. Ὠρίων AB, Sym. 960, EM 1281, Et. Gud.

(c) α 1154 (?). Orio.

787

<Ἄνασσα>· οὐκ ἀπὸ τοῦ ἄναξ γέγονε· τὰ γὰρ ἀπὸ τῶν εἰς

ξ̅ εἰς α̅ παραγόμενα ἐθνικά εἰσι, Φοῖνιξ Φοίνισσα, Κίλιξ Κίλισσα.

τοῦτο δὲ μὴ ὂν ἐθνικὸν ὁμοίως οὐ λέγεται. ἔστιν οὖν ἀπὸ τοῦ

ἀνάσσω, ὡς ἐλίσσω ἔλισσα καὶ ἀμφιέλισσα, καὶ νύσσω νύσσα. Ὠρίων

(26, 1) AB, Sym. 961, EM 1305, Et. Gud. (c) α 1150. Orio l. c.

788

<Ἀναφαίρετον>· πολύν, ὃν οὐ δύναταί τις ἀφαιρῆσαι,

οἷον «πλοῦτον ἀναφαίρετον» καὶ «δωρεὰν ἀναφαίρετον»· ἀπὸ τοῦ

ἀφαιρῶ ἀφαίρετον καὶ ἀναφαίρετον ⟦καὶ⟧ πλεονασμῷ τοῦ ν̅, ὡς ἐπὶ

τοῦ ἀναιδής AB, Sym. 962, EM 1311. *Orio?

789

<Ἀναψύχω> (Ν 84)· οἷον (l. c.)·

παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ

Ab, Sym. 963. *Comm. Hom.

790

<Ἀνὰ δρυμά> (Euphor. fr. dub. 177, 3 Powell)·

σεῦ γὰρ † δι〈***〉

ειρήνη, Πολύβοια, καὶ † ἀνδράσι νήπιος ἐών †

πιλναμένης, καὶ θῆρες ἀνὰ δρυμὰ πρηΰνονται.

τινὲς ἀνέγνωσαν δρυμά ὡς ἀπὸ τοῦ δρυμός. οὐκ ἔστι δέ· οὐ γὰρ

σῴζεται τῶν τριῶν προσώπων ἡ συζυγία· σοφός μὲν γὰρ καὶ σοφή

καὶ σοφά ὁμοτόνως, δρυμός δὲ καὶ δρυμή οὐκέτι. οὐκ ἄρα δρυμά,

ἀλλὰ δρύμα, ὡς λύχνα AB, Sym. 964, EM 1241. *Orio.

791

<Ἀναλογία>· παρὰ τὸ λόγος λογία ἀλογία καὶ ἀναλογία· αἱ

γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν ποιοῦσιν, ὡς πυστά ἄπυστα

καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ πηρόν ἄπηρον καὶ ἀνάπηρον, τὸν

πεπηρωμένον. ἐπὶ πάντων δὲ τὸ ν̅ πλεονάζει, ὡς ἐπὶ τοῦ ἀναίτιος καὶ

ἀναίσχυντος. Ὠρίων (31, 1) AB, Sym. 965, EM 1261. Orio l. c.

792

<Ἀνάπλεων>· εἴρηται εἰς τὸ <ἀξιόχρεως> (Et. gen. α

948) AB, Sym. 966, EM 1275.

793

<Ἀναθηλήσει> (Α 236)· ἀναβλαστήσει· ἔστι τὸ θέμα

ἀναθηλῶ πρώτης συζυγίας τῶν περισπωμένων· ἀναθ(ηλήσω?) AB,

Sym. 967, EM 1246, Et. Gud. (d) ad α 422. Comm. Hom.

+ Epim. Hom. (cf. AP III 342, 21).

794

<Ἀναπλήσῃς> (Δ 170)· † ἀναπληρώσεις· ἐκ τοῦ ἀναπλῶ

AB, Sym. 968, EM 1266. Comm. Hom.

795

<Ἀναπρήσας> (Ι 433)· ἀναφυσήσας· ἢ ἀθρόως ἀναβαλών

AB, Sym. 969, EM 1267. Comm. Hom.

796

<Ἀναπνεύσωσιν> (Π 42)· ἀναψύξωσιν, ἀναπαύσωνται

(l. c. 42—43)·

ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν

τειρόμενοι· ὀλίγη δ' ἀνάπνευσις πολέμοιο,

ἀντὶ τοῦ ταχίστη τὸ ὀλίγη AB, Sym. 970, EM 1269. Comm.

Hom.

797

<Ἀναστάς> (Α 387)· ἐκ τοῦ ἵστημι, ὁ δεύτερος ἀόριστος ⟦ἐ-

στὶν⟧ ἔστην, ἡ μετοχὴ στάς καὶ ἀναστάς AB, EM 1292. Epim. Hom.

798

<Ἀνάσχεο> (Α 586)· μέσου ἀορίστου δευτέρου προστακτικοῦ

κατὰ διάλυσιν Ἰωνικήν AB, Sym. 971, EM 1291, Et. Gud. (d) ad

α 448. *Epim. Hom.

799

<Ἀναγκάζω>· ἀπὸ τοῦ ἄναξ ἄνακος, ἐξ οὗ τὸ ἄνακτος,

γέγονεν ἀνάκη καὶ ἀνάγκη· καὶ ὡς ἀπὸ τοῦ σπουδή σπουδάζω καὶ

ἀπὸ τοῦ αὐγή αὐγάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀνάγκη ἀναγκάζω. οὕτως

Ζηνόβιος (fr. 8 Schoemann) AB, Sym. 972, EM 1236. Zenob. l. c.

800

<†Ἀνάκτωρ> (Eur. Andr. 117 ...)· οὐ πεποίηται παρὰ

τὸ ἀνάκτωρ· οὐδενὶ γὰρ τούτων τῶν ῥηματικῶν παράκειται οὐδε-

τέρου παρασχηματισμός. πεποίηται οὖν παρὰ τὸ ἀνάκτορος. οὕτως

Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 363) AB, Sym. 973,

EM 1252. *Orio.

〈<Ἀνακωχεύειν>· EM 1253. *Orio?〉?

801

<Ἀνάπνευσις> (Π 43)· εἴρηται εἰς τὸ <ἀπινύσσειν>

(α 1017) AB, EM 1268.

802

<Ἀναδούμενος>· παρὰ τὸ δέω δέσω δέδεκα, ἡ μετοχὴ

δεόμενος καὶ ἀναδεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος. οὕτως

Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ (fr. 364) AB, Sym. 974, EM

1243. *Orio.

⟦802a in cod. A = gl. 808.⟧

803

<Ἀναρροιβδεῖ> (μ 104)·

ἀναρροιβδεῖ † μέγαν ὕδωρ·

ἀντὶ τοῦ ἀναρροφεῖ· ἔστι γὰρ ἀναρροφεῖ, πλεονασμῷ τοῦ ι̅ ἀναρροι-

φεῖ καὶ ἐπενθέσει τοῦ † β̅ ἀναρροιβδεῖ τραπέντος τοῦ δασέως φ̅

εἰς τὸ ψιλὸν † δ̅, οἷον (μ 105)·

τρὶς ἐν τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναροιβδεῖ.

οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (ΙΙ 270, 26) AB, Sym. 975, EM

1286. Hdn. l. c.

804

<Ἄνατε>· ἢ ἀπὸ τοῦ ἀνάστητε κατὰ συγκοπήν. ἢ ὥσπερ ἀπὸ

τοῦ ἄγε γίνεται ἄγετε, οὕτως ἄνα ἄνατε. οὕτως Ἡρωδιανὸς Περὶ

παθῶν (fr. novum) AB, EM 1308. Hdn.

805

<Ἀναρριχᾶσθαι>· σημαίνει τὸ ἀναδίδοσθαι τὸ ὕδωρ· καὶ

οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶ καὶ χερσὶν ἀντιλαμβανόμενον

ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι

τοῦτό ἐστιν· οὕτως γὰρ ἔθηκεν ὁ ἀνήρ (Ar. pac. 70). οὐ κλίνεται

δὲ ὁ παρατατικὸς ἠναρριχώμην, ἀλλὰ ἀνηρριχώμην. εὑρίσκεται δὲ

καὶ χωρὶς τῆς α̅ν̅ συλλαβῆς παρ' Ἱππώνακτι (fr. 137)·

†ἀριχῶμαι.

ἄλλως οὖν ἐσχημάτισται· ἄρριχος λέγεται ὁ κόφινος, ἐν ᾦ κομίζουσι

τοὺς βότρυς, καὶ ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ' οὖν γε οὕτως

κρεῖττόν ἐστιν ἀραχνιᾶσθαι καὶ ἀναρριχᾶσθαι. οὕτως Ἡρωδιανὸς ἐν

τῷ Περὶ παθῶν (ΙΙ 387, 5) AB, Sym. 976, EM 1287. Hdn. l. c.

806

<Ἄνα> (Ι 247)·

ἀλλ' ἄνα, εἰ μέμονάς γε.

ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη· οὐκ ἔστιν ἀποκοπὴ ἐπὶ τῶν

τοιούτων. οὕτως Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (ΙΙ 207, 16) AB,

Sym. 977, EM 1234. Hdn. l. c.

807

<Ἀναίνετο> (Σ 500)·

ὁ δ' ἀναίνετο μηδὲν ἑλέσθαι,

ἀπηρνεῖτο. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω καὶ ὁρμῶ ὁρμαίνω, ὑφῶ

ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, γίνεται ἀρναίνω·

καὶ ἐνδείᾳ τοῦ ρ̅ ἀναίνω ἀναίνομαι, ὡς σκηπτροῦχος σκηπτοῦχος. ἢ

παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ καὶ ἀναίνω,

τὸ οὐκ ἐπαινῶ, οὐ συγκατατίθεμαι, πλεονασμῷ τοῦ ν̅. Μεθόδιος

AB, Sym. 978, EM 1318, Et. Gud. (d) ad α 427. Methodius.

808

(=802a) <Ἀναπεμπάζεσθαι> (Plat. legg. 4, 724 b?)·

ἢ ἀναλέγεσθαι. (Lycophr. 1470)·

κἀναπεμπά(ζειν)

AB, Sym. 979, EM 1271. *Lex. rhet. + locus Lycophr.

809

<Ἀναίδεια> (Α 149)·

ὤ μοι, ἀναιδείην ἐπιειμένε·

σημαίνει δὲ τὴν ἀναίδειαν· ὁ γὰρ φιλόχρυσος καὶ ἀναιδής. παρὰ τὸ

ἀναιδής ἀναίδεια· τὸ δὲ ἀναιδής παρὰ τὸ αἰδῶ αἰδής καὶ ἀναιδής

καὶ ἀναίδεια AB, Sym. 980, EM 1315. *Epim. Hom.

810

<Ἀναισχυντῶ>· οὐκ ἔχει τὴν ἀνά πρόθεσιν, ἀλλὰ τὸ α̅

στερητικόν, ὡς ἐπὶ τοῦ ἀνήκοος ἀνέστιος. ὥστε οὐκ ἀλόγως ἡ

ἔξωθεν κλίσις. οὕτως † Ζήνων (Zenob. fr. novum) AB, EM

1317. Zenob.

811

<Ἀναίδητος> (Ap. Rh. 4, 360)· ἀναίσχυντος (l. c. 360, 374—375)·

†ἀναιδηϊότητι

φασγάνῳ αὐτίκα τόν γε διὰ λαιμὸν ἄμησον,

ὄφρ' ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσι,

† μανίας AB, Sym. 981, EM 1316. * Schol. Ap. Rh.

812

<Ἀνασχέσθαι> (Δ 511)· ἀναδέξασθαι, ὑπομεῖναι AB, EM 1293.

Comm. Hom.

813

<Ἀναχασσάμενος> (Η 264)· ἀπὸ τοῦ ἀναχάζω· σημαίνει τὸ

ἀναχωρήσας. AB, Sym. 982, EM 1313. Comm. Hom.

814

<Ἀν δὲ νάκην> (ξ 530)· ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κατὰ

συνέμπτωσιν (l. c.)·

ἀν δὲ νάκην βάλετο.

αἰτιατικῇ δὲ πτώσει συντάσσεται, σημαίνει δὲ καὶ ῥῆμα προστακτικὸν

ἐμφάσει τῶν ἄλλων προθέσεων. οὐδαμῶς νάκην ὄνομα προσηγορικόν.

τινὲς δὲ λέγουσιν αὐτὸ θηλυκόν· συνέμπτωσιν δὲ πέπονθε κατὰ τὴν

αἰτιατικήν. ἀμφότερα δὲ παρώνυμα· τὸ γὰρ θηλυκὸν παρὰ τὸ νάκος

νάκη, ὡς βλάβος βλάβη· τὸ δὲ ἀρσενικὸν παρὰ τὸ νάκης νάκου

νάκην. οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς (I, XX) AB, Sym. 984,

EM 1319, Et. Gud. α 455. Hdn. l. c.

815

<Ἀνδρειφόντης> (Β 651)· ὁ φονεύων τοὺς ἄνδρας AB,

Sym. 985, EM 1328. Comm. Hom.

816

<Ἀνδρόγεως>· Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω· καὶ

πλεονασμῷ τοῦ ς̅ Ἀνδρόγεως. † ὁ Ἡρωδιανὸς Περὶ παθῶν (fr.

novum; cf. II 198, 30) AB, Sym. 986, EM 1333. Hdn.

817

<Ἀνδράγρια> (Ξ 509)· τὰ σκῦλα· ἤτοι ὅτι ἀπὸ ἀνδρῶν

ἀγρεῖται, ἢ ὅτι ἀντὶ ἀνδρῶν· ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνάγειν αὐτοὺς

αἰχμαλώτους, τότε τὰ ὅπλα αὐτῶν σκυλεύουσιν· οὕτως Ὦρος. προπα-

ροξύνεται δὲ ὡς τὸ ζωάγρια, μοιχάγρια. Νίκανδρος (fr. 128 Schneider)

δὲ τὰ κατ' ἄνδρα λάφυρα· Πτολεμαῖος (p. 54 Baege) δὲ σκῦλα ᾑρη-

μένα παρὰ ἀνδρῶν AB, Sym. 987, EM 1331. Orus + *Comm. Hom.

818

<Ἄνδηρα> (Hyp. or. fr. 113)· τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν

τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν· παρὰ τὸ ἄνω εἶναι τῶν

διερῶν, τουτέστιν τῶν διύγρων. Ὠρίων (15, 20) AB, Sym. 988,

EM 1321, Et. Gud. (d) ad α 458 + (c) α 1121 + 1122. Orio l. c.

819

<Ἀνδάνεια>· πόλις τῆς Μεσσήνης, ἡ πρότερον Οἰχαλία

καλουμένη· παρὰ τὸ ἁδεῖν, ὅ ἐστιν ἀρέσκειν· κατὰ ἀντίφρασιν

ὅτι οὐδενὶ ἤρεσεν AB, Sym. 989, EM 1320. *Methodius.

820

<Ἀνδίκτης> (Call. fr. 177, 33)· εἶδος παγίδος (l. c.)·

ἀνδίκτην τε μάλ' εἰδότα μακρὸν ἁλέσθαι·

παρὰ τὸ δίκειν, τὸ βάλλειν, ἐξ οὗ·

†δίκεται τρομερὰ σώματα,

Εὐριπίδης (Bacch. 600)· ἔνθεν δίκος καὶ δίσκος ὁ ῥιπτούμενος

καὶ βαλλόμενος AB, Sym. 990, EM 1327. *Methodius.

821

<Ἀνδρακάς> (ν 14)· ἐπίρρημα· σημαίνει κατὰ ἄνδρα· παρὰ

τὴν ἀνδρός γενικὴν παράγωγον, ἢ παρὰ τὸν ἄνδρα καὶ τὸ κάσω

σύνθετον, ὁ κατὰ ἄνδρας κοσμίως τεταγμένος· κάσω κάς, ὡς δάξω

δάξ καὶ ὀδάξ. Μεθόδιος AB, Sym. 991, EM 1329, Et. Gud. α

458. Methodius.

822

<Ἀνδρακάς> (ν 14)· 〈***〉 ἕκαστος, συγκοπῇ ἑκάς καὶ

ἀνδροεκάς, καὶ ἐν συγκοπῇ ἀνδροκάς καὶ τροπῇ ἀνδρακάς, ὡς παρὰ

τὸ λέων Πανταλέων καὶ Παντολέων, κυνάμυια κυνόμυια A, Sym.

991, EM 1329. Methodius.

823

<Ἀνδράποδον>· δοῦλος· παρὰ τὸ ἀποδόσθαι· ἢ παρὰ τὴν

πέδην, ὃ σημαίνει τὸν δεσμόν, ἐπειδὴ τοῖς αἰχμαλώτοις † καὶ τοῖς γε

δραπετεύουσι † πέδας περιβάλλουσιν AB, EM 1330, Et. Gud. α 459.

*Methodius.

824

<Ἄνδραχλος>· πόα ἐν τοῖς κήποις γινομένη παρὰ τὸ ἀνδρὶ

εἴκελος εἶναι, ἀνδραείκελος καὶ ἄνδραχλος κατὰ συγκοπὴν καὶ τροπῇ.

Μεθόδιος AB, EM 1332, Et. Gud. (c) α 1196. Methodius.

825

<Ἀνδρόμεος>· καὶ (ι 297)

ἀνδρόμεα κρέα,

ἀνθρώπου, οὐδετέρως. ἀπὸ τοῦ ἀνδρός ἄνδρομος, ὡς Διός Δίομος,

ὁ πατὴρ Ἡρακλέους, καὶ Διόμεια ἑορτή (Ar. ran. 650). καὶ ἐν

ἑτέρᾳ παραγωγῇ κτητικῶς ἀνδρόμεος, ὡς κέρτομος κερτόμεος (Λ 537—

538)·

ὁ δὲ ἵετο δῦναι ὅμιλον

ἀνδρόμεον

AB, Sym. 992, EM 1335. *Methodius.

826

<Ἀνδροτῆτα> (Π 857)· ἀνδρείαν (l. c.)·

λιποῦς' ἀνδροτῆτα,

AB, Sym. 993, EM 1338. Comm. Hom.

827

<Ἀνενδοιάστως>· ἀπὸ τοῦ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω

καὶ δοκῶ· γράφεται διὰ τῆς ο̅ι̅ διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ

συνδυάζω, τοῦ σημαίνοντος τὸ συναυλίζομαι (Ps. 140, 4)·

καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ,

ἀντὶ τοῦ οὐ μὴ συναυλισθῶ. τὸ δὲ ἀνενδοιάζω, τὸ ἀμφιβάλλω, γρά-

φεται διὰ τῆς ο̅ι̅ διφθόγγου· ἔστι γὰρ ῥῆμα δοάζω σημαῖνον τὸ

ἀμφιβάλλω καὶ δοκῶ (Ν 458)·

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

ἀντὶ τοῦ ἔδοξε. λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σ̅σ̅

εἰς ζ̅ δοάσσω, ὡς νίσσω νίζω, δοάζω, καὶ δοιάζω πλεονασμῷ τοῦ

ι̅ καὶ ἐνδοιάζω καὶ ἀνενδοιάζω, τὸ ἀδιστάκτως καὶ ἀναμφιβόλως AB,

Sym. 994, EM 1355, Et. Gud. (d) ad α 476.

828

<Ἀνδροκμήτῳ> (Λ 371)·

στήλῃ κεκλιμένος ἀνδροκμήτῳ·

ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ἐφ' ᾧ ἀνὴρ κεκμηκὼς καὶ τελευτή-

σας κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον, οἷον (λ 476)·

βροτῶν εἴδωλα καμόντων.

ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν AB, Sym. 995, EM 1336,

Et. Gud. α 464 + (c) α 1195, Eust. 849, 58. *Comm. Hom.

829

<Ἀνεμοτρεφές> (Ο 625)· ὑπὸ ἀνέμου γεγυμνασμένον AB,

EM 1351. Comm. Hom.

830

<Ἄνεται> (Κ 251)· τελειοῦται· ἐκ τοῦ ἄνω. ἡ χρῆσις εἰς

<τὸ παρῴχωκε> (schol. K 252) AB, Sym. 996, EM 1363.

Comm. Hom.

831

<Ἀνδροκτασίας> (Η 237)· ἀνδρῶν ἀναιρέσεις, ἀνδροφονίας

AB, Sym. 997, EM 1337. *Comm. Hom.

832

<Ἀνέδην> (Aesch. suppl. 14)· σημαίνει τὸ ἀναστάτους εἶναι·

παρὰ τὸ ἕδος, ἕδην καὶ ἀνέδην, ἄνευ ἕδους. ἢ ἀπὸ τοῦ ἕω, τὸ ἀφίημι,

ἕην καὶ ἀνέδην, τὸ μὴ ἐφεκτικῶς τι πράττειν, ὡς κλέπτω κλέβδην.

Μεθόδιος. AB, Sym. 998, EM 1341. Methodius.

833

<Ἀνέεργεν> (Γ 77)· ἐκώλυεν· ἀπὸ τοῦ εἴργω εἶργε· διάλυσις

τῆς ε̅ι̅ διφθόγγου AB, Sym. 999, EM 1342. *Methodius.

834

<†Ἀνελίνυον> (Ap. Rh. 1, 862)· εἰς τὸ <ἐλινύω> (Et.

gen. ε s. v.) AB, Sym. 1003.

835

<Ἀνέτειλεν> (Ε 777)· ἀνέσχεν, ἀνέδωκεν, ἀνέφυεν (l. c.)·

τοῖσι δ' ἀμβροσίην Σιμόεις ἀνέτειλεν νέμεσθαι.

Μεθόδιος AB, EM 1364. Methodius.

836

<Ἀνεμώλιος> (Ε 216)· ὁ μάταιος· παρὰ τὴν ἀνέμων γενι-

κὴν ἀνεμώνιος καὶ ἀνεμώλιος· οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων

ὀλλύμενα· (Δ 355)·

σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις.

ἢ ἀντὶ τοῦ † ἀνεμοφθόρητα, ἀνέμοις ἐοικότα AB, Sym. 1000, EM

1354, Et. Gud. (c) α 1215b, Eust. 540, 35. Comm. Hom.

837

<Ἀνεμώνη>· τὸ ἄνθος· διὰ τὸ τὸ φύλλον εὐδιάσειστον εἶναι

παντὶ ἀνέμῳ AB, Sym. 1001, EM 1353, Et. Gud. (d) ad α

475, Areth. schol. Luc. apol. 11. *Methodius?

838

<Ἄνεμος>· παρὰ τὸ ἄω, τὸ πνέω, ἄεμος, πλεονασμῷ τοῦ ν̅

ἄνεμος. ἢ ἄμενός τίς † ἐστιν, ὁ μὴ ἐν τῷ αὐτῷ μένων μηδὲ ἠρεμῶν,

κατὰ μετάθεσιν τῶν στοιχείων ἄνεμος. οὕτως Ὠρίων (12, 22) AB,

EM 1350. Orio l. c.

839

<Ἀνεμούριον>· ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον AB, Sym.

1002, EM 1352.

840

<Ἄνεως> (Β 323)· ὁ ἄφωνος (l. c.)·

τίπτ' ἄνεῳ ἐγένεσθε.

ἔστιν ἰά, ἡ φωνή, καὶ πλεονασμῷ τοῦ ω̅ ἰωή διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν

ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος· καὶ μετα-

θέσει τοῦ ι̅ εἰς ε̅ ἄνεος· καὶ Ἀττικῶς διὰ τοῦ ω̅ ἄνεως. ἢ ἀπὸ τοῦ

αὔω τοῦ σημαίνοντος τὸ φωνῶ γίνεται ῥηματικὸν ὄνομα αὖος καὶ

ἄναυος, ὡς αὐδῶ ἄναυδος, καὶ κατὰ ἀποβολὴν τοῦ υ̅ ἄναος καὶ

Ἀττικῶς ἄνεως, ὡς ναός νεώς, λαός λεώς AB, Sym. 1004, EM

1371, Et. Gud. (d) ad α 489, Eust. 230, 27 + 387, 42. Orio 19, 33.

841

<Ἀνέπαλτο> (Θ 85)· ἀνεχαιτίσθη, ἀνήλατο. ἡ χρῆσις εἰς

τὸ <οὖρος> (Schol. Δ ad Θ 80)· ἆλτο, ἀνέπαλτο AB, Sym.

1005, EM 1359. Comm. Hom.

842

<Ἀνέδεντο>· ἐκ τοῦ δέω δέσω ὁ ὑπερσυντέλικος παθητικὸς

ἐδεδέμην, τὸ τρίτον ἐδέδεντο, ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δ̅ε̅

συλλαβῆς ἀνέδεντο AB, Sym. 1006, EM 1340. *Zenob.?

843

<Ἄνετος>· παρὰ τὸ ἵημι καὶ ἀφίημι ἑτός καὶ ἄνετος καὶ

ἄφετος. Ὠρίων AB, Sym. 1007, EM 1366, Et. Gud. α 482. Orio.

844

<Ἀνεψιός>· παρὰ τὸ ἀνῆφθαι, ὁ ἄνωθεν συνημμένος εἰς

συγγένειαν. οὕτως † Ἡρωδιανός (Orio 28, 21) EM 1367.

Orio l. c.

845

<Ἀνέγναμψαν> (ξ 348)·

αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν,

ἀνέλυσαν· ὅταν γὰρ † δεσμοῦσι τὰ σχοινία, κάμπτεται ταῖς συνα-

φαῖς· ἀνακάμπτονται δὲ καὶ ἀνορθοῦνται, ὅταν ἀναλύωνται· γνάμψαι

γὰρ τὸ κλάσαι, οἷον (δ 369)·

γναμπτοῖς ἀγκίστροισι,

τοῖς ἐπικεκλασμένοις. οὕτως Ὠρίων AB, Sym. 1008, EM 1345,

Et. Gud. α 465. Orio.

846

<Ἀνέσχεθε> (Η 412)· ἀνέσχεν, ἀνέτεινεν AB, Sym. 1010.

Comm. Hom.

847

<Ἀνέστιος> (Ι 63)· ἑστίαν μὴ ἔχων, ἄοικος AB, Sym.

1014, EM 1360. *Comm. Hom.

848

<Ἀνεῳγμένος> (Ps. 5, 10)· παρὰ τὸ οἴγω οἴξω ᾦγμαι

καὶ ἐν συνθέσει ἀνῷγμαι καὶ πλεονασμῷ τοῦ ε̅ ἀνέῳγμαι· καὶ

ἀνεῳγμένος AB, Sym. 1009, EM 1369. Choerob. epim. ps. 107, 32.

849

<Ἀνέσταν> (Α 533)· ἔστιν ἵστημι, ὁ δεύτερος ἀόριστος

ἔστην καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστη-

σαν, καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἔσταν καὶ ἀνέσταν (l. c.)·

θεοὶ δ' ἅμα πάντες ἀνέσταν

AB, Sym. 1011, EM 1361. *Epim. Hom.

850

<Ἀνέδυ> (Α 359)· ἀνῆλθεν, ἀνέβη· ἔστι δὲ δύω, παράγωγον

δῦμι, ὁ ἀόριστος δεύτερος ἔδυν καὶ τὸ τρίτον ἔδυ καὶ ἀνέδυ καὶ

κατέδυ (l. c.)·

καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλός

AB, Sym. 1012, EM 1339, Et. Gud. (c) α 1204a. Comm. Hom.

+ Epim. Hom. (cf. AP III 351, 17).

851

<Ἀνεκτά> (Α 573)· ἀνασχετά, ὑπομονῆς ἄξια· ἐκ τοῦ ἀνέχω

AB, Sym. 1013, EM 1343. Comm. Hom.

852

<Ἀνεπαφρόδιτα> (fr. com. inc. novum)· † εἰς τὸ †

ἐπαφρόδιτος, τὸ σημαῖνον 〈***〉 (l. c.)·

κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ

ἀνεπαφρόδιτα προσμάττεις φιλήματα

AB, Sym. 1015, EM 1358. *Lex. rhet.

853

<Ἀνέῳγε> (Π 221)· μέσος παρακείμενος ἐνεργητικός· ἀνοί-

γω ἤνῳγα, προσθέσει τοῦ ε̅ καὶ συστολῇ τοῦ η̅ ἀνέῳγα AB, Sym.

1016, EM 1370. *Epim. Hom. (cf. AO I 27, 26).

854

<Ἀνεκήκιεν> (Η 262)· ἀνέφερεν, ἀνῄει, ἀνεδίδου· ἐκ τοῦ

κίω, τὸ πορεύομαι, ἔκιον ἔκιε· πλεονασμῷ τοῦ κ̅ καὶ ἐκτάσει κήκιεν

καὶ (l. c.)·

ἀνεκήκιεν.

ἢ κίω, κατὰ ἀναδιπλασιασμὸν κικίω ἐκίκιε, καὶ τροπῇ †Ἰωνικῇ τοῦ ι̅

εἰς η̅, ὡς βαρυθυμία βαρυθυμήα, ψιμύθιον ψημύθιον, ἐκήκιεν καὶ (l. c.)·

ἀνεκήκιεν

AB, Sym. 1017, EM 1344, Eust. 680, 20. Comm. Hom. +

*Epim. Hom.

855

<Ἀνεκυμβαλίαζον> (Π 379)· ἀνεκρότουν ἢ ἀνετρέποντο

(l. c.)·

δίφροι δ' ἀνεκυμβαλίαζον

AB, Sym. Z219 + Magn. gramm. 1017. Comm. Hom.

856

<Ἀνήλατος> (Anacr. fr. 145 Gentili). ὁ ἀπειθής· ἀπὸ

τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς AB, Sym. 1018,

EM 1379, Et. Gud. (c) α 1249. *Methodius.

857

<Ἀνήλιπος> (Theocr. id. 4, 56)· ὁ ἀνυπόδετος. λέγεται

δὲ καὶ χωρὶς τοῦ α̅ νήλιπος, ἀνάλιφός τις ὤν· † προείληφεν γὰρ

τοὺς πόδας. ἢ χωρὶς τοῦ περιειλῆσαι· τὸ γὰρ ν̅η̅ στερητικόν AB,

Sym. 1019, EM 1387. *Methodius.

858

<Ἀνήνηται> (Ι 510)· ἀπαρνήσηται· ἐκ τοῦ ἀναινῶ περι-

σπωμένου, παρακείμενος παθητικός AB, Sym. 1020, EM 1391.

*Comm. Hom.

859

<Ἀνήρεις> (Aesch. fr. 218)· ἀνάνδρους, ἢ χήρας, ἢ παρ-

θένους. ⟦ἢ⟧ ὡς ξιφήρεις AB, Sym. 1021, EM 1396. *Methodius.

860

<Ἀνηρίναστος>· ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλ' ἀποβάλλων·

ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν διὰ τὸ μὴ ἐπιβλη-

θῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν· τοῖς γὰρ ὀλύν-

θοις τῶν ἀγρίων συκῶν φύεται θηρίδια ἐμπίσιν ὅμοια, ἃ προσαγο-

ρεύουσι ψῆνας. τούτων οἱ γεωργοὶ λαβόντες ἐφάπτουσι τῶν κλάδων

ταῖς ἡμέροις συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀπορρέῃ· ἐνδυόμενον

γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει.

διόπερ ἐπὶ τῶν † ἃ λάβωσι μὴ διακρατούντων ἐπέλεγον τὸ ἀνηρί-

ναστος. ἢ ἀντὶ τοῦ οὐκ ἠρινάσθης, οὐ περιεβλήθησάν σοι οἱ † ἠρι-

ναῖοι AB, Sym. 1022, EM 1398, Et. Gud. (c) α 1262. *Metho-

dius? an *Lex. rhet.?

861

<Ἀνήνοθεν> (Λ 266)· ἀνῄει, ἀνεφέρετο· ἐκ τοῦ ἕω, τὸ πέμπω,

ἑέθω, ὡς φλέγω φλεγέθω, καὶ τροπῇ τῶν δύο ε̅ε̅ εἰς η̅ ἥθω, καὶ συνθέσει

ἀνήθω· ὁ μέσος παρακείμενος ἤνηθα καὶ ὁ Ἀττικὸς ἀνήνηθα· καὶ

ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν βραχεῖαν

θέλει ἔχειν, συστολὴ γίνεται τοῦ η̅ εἰς τὸ ε̅· καὶ τροπῇ τοῦ ε̅ εἰς τὸ ο̅,

ἀνήνοθεν (l. c.)·

ὄφρα οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν

AB, Sym. 1023, EM 1375. Comm. Hom. + *Epim. Hom. (cf. AO

I 86, 31).

862

<Ἀνησίδανος>· ἡ τὰ δῶρα ἀναδιδοῦσα· δάνος γὰρ τὸ δῶρον,

ὅθεν κατὰ ἀντίφρασιν δάνειον, τὸ μὴ δῶρον AB, EM 1403, Et. Gud.

(c) α 1247. *Methodius.

863

<Ἄνηστις>· ὁ ἄσιτος· Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ (fr. 47)·

φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις·

καὶ Αἰσχύλος ἐν Φινεῖ (fr. 258 a)·

ἄνηστις δ' οὐκ ἀποστατεῖ γόος·

παρὰ τὸ ἔδω ἐστός, παρώνυμον ἔστις, ὡς πιστός πίστις, καὶ κατὰ

σύνθεσιν ἄνεστις καὶ ἄνηστις, ἢ παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος

σιτίων. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (fr. novum) AB, Sym. 1024,

EM 1402, Et. Gud. (c) 1246. Hdn.

864

<Ἀνηρίτης>· ἔστι δὲ κοχλίδιον· ἀπὸ γὰρ τοῦ Νηρέως ἐστί,

τοῦ θαλασσίου δαίμονος. οὐκ ἔστι δὲ πλεονασμός, ἀλλὰ παραγωγή.

οὕτως Ἡρωδιανὸς Περὶ παθῶν (II 202, 15 s. v. ἀνήρης) AB, EM 1397.

Hdn. l. c.

865

<Ἀνῆκεν> (Β 71)· ἡ φωνὴ ἀορίστου ἢ παρακειμένου, οὐδέποτε

δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α̅ λήγοντι συνέπεσεν, εἰ

μὴ οὗτος. ποικίλη δέ ἐστιν ἡ φωνὴ καὶ γίνεται ἐν πλεονασμῷ τοῦ ε̅

ἧκεν ἕηκεν· καὶ Ἀττικῶς ἕακα καὶ ἕωκα. γέγονε δὲ κατὰ μετροποιΐαν

ὡς τὸ παρῴχηκε παρῴχωκε. τὸ δὲ θέμα ἵημι. οὕτως Ἡρωδιανὸς ἐν

Ἐπιμερισμοῖς (fr. novum) AB, Sym. 1025, EM 1382, Et. Gud. (d) ad

α 493. Hdn. (= AO I 25, 21).

866

<Ἀνημιοβολαία>· ἀπὸ συντάξεως ὄνομα γίνεται· καλὸς

καὶ ἀγαθὸς καλοκαγαθία, θεοῖς ἐχθρός θεοεχθρία. οὕτως οὖν ἀνημιοβόλιον

ἀνημιοβολαία. Ὦρος. AB, EM 1390. Orus.

867

<Ἀνήῃ> (Β 34)·

εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ·

σημαίνει καταλείποι. ἔστιν ἀνῷ ἀνῇ ὑποτακτικόν, ἐκ τοῦ ἕω γενόμενον·

καὶ κατὰ πλεονασμὸν τοῦ η̅ ἀνῄη. Πλάτων (Prot. 310 d ex Hom. β 71)·

«ἐπειδή με ἀνῆκεν ὁ ὕπνος» AB, Sym. 1026, EM 1381. *Epim. Hom.

(cf. AO I 2, 4).

868

<Ἀνήγκακα>· ἰστέον, ὅτι τὸ ἀνήγκακα βάρβαρόν ἐστιν·

οὐχ εὑρίσκεται γὰρ ἐν χρήσει Ἑλληνικῇ, ὡς λέγει Ἡρωδιανός (ΙΙ

388, 10)· ἐν μόνῃ γὰρ τῇ τῶν Ἀλεξανδρέων δημώδει συνηθείᾳ.

λέγουσι δέ τινες Ἀττικὸν εἶναι, ὅπερ οὐκ ἔστιν· οὐ γὰρ ἔχει ἐν τῇ

πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ

ἀναγκάζω ἀναγκάσω ἠνάγκακα· καὶ καθ' ὑπερβιβασμὸν ἀνήγκακα.

δύναται δὲ καὶ σύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαίνοντος

τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τούτου ⟦τοῦ⟧ ἀγκάσω ἤγκακα,

καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. οὕτως Ζηνόβιος (fr. no-

vum) AB, Sym. 1027, EM 1376. Zenob.

869

<Ἀνήνασθαι> (Η 93)· ἀναίνω ἀνανῶ ἀνήνακα ἀνήναμαι

καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι (l. c.)·

αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι·

ἀντὶ τοῦ † ἐνετράπημεν καὶ † ἀπαρνήσασθαι· † ἐφοβήθημεν δὲ ὑποδέ-

ξασθαι καὶ ὑπαντῆσαι τὸν λόγον τοῦ Ἕκτορος AB, Sym. 1028,

EM 1392. Comm. Hom.

870

<Ἀνήνοθεν> (Λ 266)· ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ

τὸ θ̅· οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενος διὰ τοῦ θ̅ ἐκφέ-

ρεται. ἔστιν οὖν θέω καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβι-

βασμῷ τοῦ ε̅ ἀνέθω. τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως

τραπέντος τοῦ ε̅ εἰς ο̅ καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα.

Ζηνόβιος (om. Schoemann) AB, EM 1375, Et.Gud. α 497. Zenob.

871

<Ἀνείκαστος>· ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ μετὰ τοῦ

στερητικοῦ α̅ ἀείκαστος καὶ ἀνείκαστος AB, Sym. 1029, EM 1384.

872

<Ἀνηκόντιζεν> (Ε 113)· ἀθρόως ἀνέφερεν· ἀπὸ τοῦ ἀκοντίζω

AB, EM 1385. Comm. Hom.

873

<Ἀνήκεστον> (Ε 394)· ἀθεράπευτον· ἀκῶ τὸ θεραπεύω, οἷον

(Ν 115)·

ἀλλ' ἀκεώμεθα θᾶσσον·

ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, νεικῶ νεικέσω, καὶ ἐξ αὐτοῦ

ἀκεστός καὶ ἠκεστός κατὰ τροπὴν τοῦ α̅ εἰς η̅· καὶ μετὰ τοῦ στε-

ρητικοῦ α̅ ἀήκεστος καὶ πλεονασμῷ τοῦ ν̅ ἀνήκεστος· πολλάκις γὰρ

τὸ ν̅ εἴωθε πλεονάζειν, ὡς τὸ ἀναιδής καὶ ἀναίσχυντος AB, Sym.

1030, EM 1383. Orio 26, 21.

874

<Ἄνηθον>· παρὰ τὸ ἄνω θεῖν διὰ τὴν ἐν τάχει αὔξησιν AB,

Sym. 1031, EM 1386. Orio 611, 8 Werfer.

875

<Ἀνήρ> (Δ 306)·

ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων·

παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, οἷον (Κ 251)·

μάλα νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς,

γίνεται ἀνύω καὶ ἐξ αὐτοῦ ἀνυήρ καὶ κατὰ συγκοπὴν ἀνήρ· πρακτι-

κὸς γὰρ καὶ ἀνυστικός ἐστιν ὡς πρὸς τὴν γυναῖκα AB, EM 1393,

Et. Gud. (c) α 1251. Orio 16, 18.

876

<Ἀνηρείψαντο> (Υ 234)· σημαίνει δὲ τὸ ἀπὸ γῆς ἁρπάζω.

γέγονε δὲ οὕτως· ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου γίνεται ἐρέπτω, ὃ

σημαίνει τὸ εἰς γῆν καταβάλλω, καὶ ἀνερέπτω καὶ πλεονασμῷ τοῦ

ι̅ ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. οὕτως ὁ Χοιροβοσκός (orth.

176, 1). (Υ 234—235)·

τὸν καὶ ἀνηρείψαντο θεοὶ ...

κάλλεος εἵνεκα οἷο

AB, Sym. 1032, EM 1394, Et. Gud. α 500, Eust. 1414, 41.

Choerob. l. c. + Comm. Hom.

877

<Ἄνθεια>· ἡ Ἥρα· ὅτι ἀνίησι τοὺς καρπούς AB, Sym. 1036,

EM 1410, Et. Gud. (c) α 1275.

878

<Ἀνθεμοῦς>· καὶ χωρίον, καὶ ποταμός, καὶ λίμνη τῆς Μαριανδυνίας·

ἀπὸ τοῦ παρακειμένου πεδίου πεπληρωμένου ἀνθέων. Μεθόδιος

AB, Sym. 1033, EM 1412. Methodius.

879

<Ἀνθέρικος> (Υ 227)·

ἄκρον ἐπ' ἀνθερίκων καρπῶν θέον·

παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος καὶ ἀνθερίκων.

Μεθόδιος AB, Sym. 1034, EM 1416. Methodius.

880

<Ἄνθραξ>· τὸ ἐκκαυθὲν ξύλον καὶ ἔτι διαλαμπές. παρὰ τὸ

ἄνθος ἄνθαξ, ὡς βῶλος βῶλαξ, καὶ πλεονασμῷ τοῦ ρ̅, ἄνθραξ. Μεθόδιος.

ἢ παρὰ τὸ θέρω θέραξ καὶ ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ. ἄνθραξ

δὲ εἴρηται 〈***〉, ὡς ἀλλαχοῦ εἴπομεν AB, Sym. 1035, EM 1421.

Methodius + *Orio?

881

<Ἄνθρυσκα> (Sapph. fr. 96, 13—14)· τὰ ἄνθη· παρὰ τὸ ἀναθρώσκειν.

Μεθόδιος AB, EM 1407. Methodius.

882

<Ἄνθος>· παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι. οὐκ

ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι· οὐ γὰρ εἴ τι ἄνω θεῖ καὶ αὔξεται,

τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ

αὔξουσιν, καὶ ὅμως ἄνθη οὐ λέγονται. ὁμοίως δὲ καὶ ἔλαφος παρὰ

τὸ ἐλαύνειν τοὺς ὄφεις εἴρηται, ὅπερ ποιεῖ τούτου τὸ κέρας θυμιώ-

μενον· καὶ οὐκ, εἴ τι τοῦτο †ποιοῦν, τοῦτο καὶ ἔλαφος λέγεται· ἡ

γὰρ δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κλη-

θείη ἔλαφος. οὕτως Ὠρίων ὁ Θηβαῖος (3, 4) AB, Sym. 1037, EM

1405. Orio l. c.

883

<Ἀνθοσμίας> (Ar. ran. 1150, fr. 351)· ὁ ἀνθέων ὀσμὴν ἔχων

οἶνος AB, Sym. 1038, EM 1406. *Lex. rhet.

884

<Ἀνθίαν> (Dorio de pisc. ap. Ath. 7, 282c)· «ἀνθίαν τινὲς καὶ

κάλλιχθυν καλοῦσι καὶ καλλιώνυμον καὶ ἔλλοπα.» AB, Sym. 1039,

EM 1409. *Lex. rhet.

885

<Ἄνθρωπος> (Plat. Cratyl. 399 c)· παρὰ τὸ ἄνω †θρεῖν ἃ

ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδεν καὶ ἤκουσεν, τῶν ἀλόγων

ζῴων ἤγουν μὴ λογιζομένων καὶ προνοουμένων· οὐ γὰρ ἂν ἰχθὺς εἰς

κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. οἱ δὲ

παρὰ τὸ ἄνω θρεῖν, ἤγουν ἄνω βλέπειν· μόνος γὰρ τῶν ἄλλων ζῴων

ὁ ἄνθρωπος ἄνω βλέπει. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα, τουτέστιν

τὴν φωνήν. Ὠρίων (16, 11 + 611, 45 Werfer) AB, Sym. 1040, EM

1419. Orio l. c.

886

<Ἀνθερεών> (Α 501)· ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται

δὲ ἤτοι διὰ τὸ αὐτὸν θορεῖν τὸ πνεῦμα. ἢ ἐνθερεών τις ὤν, ὅτι

κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν. οἱ δὲ παρὰ

τὴν ἄνθησιν τῶν τριχῶν· διὸ καὶ κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰ-

πόντος (fr. 92, 1 Powell = fr. 114, 1 Cuenca)·

τέκνον, μὴ σύ γε μητρὸς ὑπ' ἀνθερεῶνος ἀμήσῃς.

Ὠρίων (16, 20) AB, Sym. 1041, EM 1420, Et. Gud. (c) α 1260.

Orio l. c.

887

<Ἀνθηδών>· ἀνθηδόνες αἱ μέλισσαι, παρὰ τὸ τὰ ἄνθη ἔδειν.

† Ὦρος AB, Sym. 1042, EM 1408, Et. Gud. (c) α 1261a. Orio?

888

<Ἀνθεστήρια>· τὰ Διονύσια· οὕτως γὰρ Ἀθηναῖοι τὴν

ἑορτὴν λέγουσιν καὶ Ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε

ἄρχεται τοῦ ἀνθεῖν. ἢ παρὰ τὸ τὰ ἄνθη ἐπὶ τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν

καὶ παροιμία (CPG I 93)·

θύραζε, Κᾶρες· οὐκέτ' Ἀνθεστήρια.

οὕτως Ὠρ(ίων?) AB, Sym. 1043, EM 1418. Orio?

889

<Ἀνθήλη>· παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη AB, EM 1414, Et.

Gud. α 503.

890

<Ἀνθ' ὧν>· τὸ ἐπίρρημα· ἀπὸ τῆς ἀντί προθέσεως καὶ τοῦ

ὧν †ὑπαρκτικοῦ ἀριθμοῦ†. ἐπὶ δὲ τῶν βοτανῶν οὐ δεῖ λέγειν ἀνθῶν,

ἀλλὰ ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ. οὕτως ὁ Χοιροβοσκός

(Praef. LXXXI 16) AB, Sym. 1045, EM 1413. Choerob. l. c.

891

<Ἀνθεμίδης> (Δ 488)· ὥσπερ παρὰ τὸ Δευκαλίων Δευκα-

λίωνος γίνεται Δευκαλιωνίδης καὶ Δευκαλίδης, οὕτω καὶ παρὰ τὸ

Ἀνθεμίωνος Ἀνθεμιωνίδης καὶ Ἀνθεμίδης. ἢ ἀπὸ τοῦ Ἄνθεμος

Ἀνθεμίδης, Δεύκαλος Δευκαλίδης, ὡς Κρόνος Κρονίδης. οὕτως

Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν (II 257, 12) AB, Sym. 1044, EM

1417. Hdn. l. c.

892

<Ἀνιγρός>· ὁ λυπηρὸς καὶ βλαβερός. παρὰ τὸ ἀνία ἀνιαρός

καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ γ̅ ἀνιγρός. οὕτως Μεθόδιος

AB, Sym. 1046, EM 1430, Et. Gud. (c) α 1277. Methodius.

893

<Ἀνιαρός>· παρὰ τὴν ἀνίαν ἀνιαρός· ἐξ οὗ καὶ ἀνιῶ ῥῆμα.

οὕτως Μεθόδιος AB, Sym. 1047, EM 1427. Methodius.

894

<†Ἀνίψαλλον> (Stesich. fr. 72)· τὸν ἀβλαβῆ· παρὰ

τὸ ἴπτω καὶ ἰάπτω· ἀνίψαλλον οὖν τὸ ἄνευ τοῦ ἰάπτεσθαι [...]

B, Sym. 1048, EM 1433. *Methodius.

895

<Ἀνία>· λύπη· παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ ὑγιάζω, γίνεται ἀνιῶ

κατὰ στέρησιν καὶ πλεονασμῷ τοῦ ν̅· ἡ γὰρ ἀνία ἐστέρηται τῆς ἰάσεως.

ἢ παρὰ τὸ ἄνω, τὸ σημαῖνον τὸ ἀνύω, γίνεται ἀνία· διανυστικὴ γάρ ἐστι

καὶ πρακτική, οἱονεὶ καταδαπανητική. οὕτως ὁ Χοιροβοσκός (orth.

169, 1) AB, Sym. 1049, EM 1426, Et. Gud. (d) ad α 510. Choerob. l. c.

896

<Ἀνιῶ>· † ἀνίω ἀνιῶ ῥῆμα Α.

〈<Ἀνίεις> (Ε 880)· EM 1422. *Comm. Hom.〉

897

<Ἀνιμῶμαι>· εἴρηται εἰς τὸ ι̅ στοιχεῖον, εἰς τὸ <ἱμονιά>

(Et. gen. ι s. v.) AB, Sym. 1050, EM 1431.

898

<Ἄνιος>· ἔστι δὲ ἱερεὺς τοῦ Ἀπόλλωνος. γέγονε δὲ παρὰ

τὴν ἀνά πρόθεσιν Ἄνιος, ὥσπερ καὶ παρὰ τὴν ὑπό Ὕπιος· οἷον

Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν. οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ

<Ἄμφιος> (Orth. 168, 14 = Et. gen. A 747) AB, Sym. 1051, EM 1432,

Eust. 75, 13. Choerob. l. c.

899

<Ἀν' ἰωχμόν> (Θ 89)· κατὰ τὴν μάχην. ἡ ἐτυμολογία εἰς τὸ

<ἰωχμός> (Et. gen. ι. s. v.) AB, Sym. 1052, EM 1425. *Comm. Hom.

900

<Ἀνιηρέστερον> (β 190)·

αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται·

πῶς οὐκ ἀνιαρώτερον εἴρηται; ἀνιαρός γὰρ τὸ πρωτότυπον· καὶ

ἰστέον, ὅτι τὰ εἰς ο̅ς̅ λήγοντα ὀνόματα, ὅσα οὐδετέροις παρασχη-

ματίζονται, ἤγουν τριγενῆ ὄντα, ταῦτα καὶ συγκριτικὰ ποιοῦσιν, οἷον

ἐλαφρός ἐλαφρή καὶ τὸ ἐλαφρόν, καὶ τὸ συγκριτικὸν ἐλαφρότερος,

ἁγνός ἁγνή ἁγνόν ἁγνότερος, λευκός λευκή λευκόν λευκότερος· οὕτως

οὖν καὶ ἀνιαρός ἀνιαρή ἀνιαρόν ἀνιαρότερον ὤφειλεν εἶναι. ἀλλ' ἔστιν

εἰπεῖν ὅτι παρὰ τὸ ἀνιαρός γίνεται παρώνυμον ἀνιαρής, ὥσπερ ὁμα-

λός ὁμαλής, γυμνός γυμνής, ἀργός ἀργής· καὶ ἐπειδὴ τὰ εἰς η̅ς̅

λήγοντα τριγενῆ ὑπέρθεσιν δέχονται καὶ σύγκρισιν, οἷον εὐτυχής ἡ

εὐτυχής καὶ τὸ εὐτυχές, καὶ τὸ συγκριτικὸν εὐτυχέστερος, εὐγενέ-

στερος, εὐμελέστερος, ὑγιέστερος, σαφέστερος, πληρέστερος, εὐωδέ-

στερος, ἐμβριθέστερος, προγενέστερος· † Καλλίμαχος (Hom. β 29)·

ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν·

οὕτως οὖν καὶ ἀνιαρής καὶ ἡ ἀνιαρής καὶ τὸ ἀνιαρές, καὶ ἀνιαρέ-

στερον τὸ συγκριτικόν· καὶ κατ' ἔκτασιν ἀνιηρέστερον. ἁμαρτάνουσιν

ἄρα οἱ προφερόμενοι πενέστατος· ἀπαρασχημάτιστον γὰρ τὸ πένης

ὄνομα τῷ οὐδετέρῳ. ἔδει δὲ καὶ παρὰ τὸ κλέπτης καὶ ψευδής μηδό-

λως σχηματίζεσθαι συγκριτικόν, οἱ δὲ Ἀττικοὶ κλεπτίστατον καὶ

ψευδίστατον εἰπόντες τὰ συγκριτικὰ ἥμαρτον· ἀντὶ γὰρ τοῦ κλε-

πτέστατον καὶ ψευδέστατον. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν

αὑτοῦ (fr. 339) AB, Sym. 1053, EM 1428. Philox. l. c.

901

<Ἀνοπαῖα> (α 320)·

ὄρνις δ' ὣς ἀνοπαῖα διέπτατο·

παρὰ τὴν ὀπὴν ὀπαῖα καὶ ἐν συνθέσει ἀνοπαῖα. καὶ ἐκδέχονται τὴν

καπνοδόκην. Κράτης (fr. 60b Mette) δέ φησιν ἀνοπαῖαν τὴν τετρη-

μένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. ἢ † πάνοπα γράφεται καὶ νοεῖται ἡ

χελιδών, ἐπειδὴ ἐν Δαυλίδι τῆς Φωκίδος τὰ περὶ Τηρέως λεγόμενα

μυθολογεῖται· καὶ ἡ Πανοπεὺς δὲ Φωκικὴ πόλις ἐστί. Μεθόδιος

AB, Sym. 1054, EM 1443. Methodius.

902

<Ἀνόστιμος> (δ 182)· παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστι-

μος AB, Sym. 1055, EM 1438, Et. Gud. α 521. Epim. Hom.

(cf. AO I 26, 19).

903

<Ἀνόρουσεν> (Α 248)· ἀνώρμησεν, ἀνέστη. ἔστιν ὄρω, τὸ

διεγείρομαι, ἐξ οὗ ὁ μέλλων Αἰολικῶς ὄρσω, οἷον (Γ 250)·

ὄρσεο, Λαομεδοντιάδη.

τοῦτο τὸ ὄρω γίνεται κατὰ παραγωγὴν ὀρύω καὶ πλεονασμῷ τοῦ

ο̅ ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ὄρουσα ποιητικῶς καὶ ἐν

συνθέσει ἀνόρουσεν· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συναρχομένους

ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν AB, Sym. 1056,

EM 1441. Epim. Hom. (cf. AP III 343, 19).

904

<Ἀνομένοιο> (Ap. Rh. 1, 651)· οἷον (l. c.)·

ἤματος ἀνομένοιο διὰ κνέφας. οὐδὲ μὲν ἠοῖ·

παρὰ τὸ ἄνω, τὸ ἀνύω. Ἀπολλώνιος ὁ τὰ Ἀργοναυτικά AB, EM 1442. Schol. Ap. Rh.

905

<Ἀνοχλίζω> (Ap. Rh. 1, 1167)· τὸ ἀνέχω, οἷον (l. c.)·

δὴ τότ', ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκούς·

τετρηχότος σημαίνει τεταραγμένους, ὁλκοὺς τὰς ἐκχύσεις. Ἀπολλώ-

νιος ὁ τὰ Ἀργοναυτικά (l. c.) AB, Sym. 1057, EM 1434. Schol

Ap. Rh.

906

<Ἀντάξιον> (Α 136)· ἰσότιμον (l. c.)·

ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται

AB, Sym. 1058. Comm. Hom.

907

<Ἀνόστεος> (Hes. op. 524)· Ἡσίοδος ἐν Ἔργοις καὶ

Ἡμέραις (524—528)·

ἤματι χειμερίῳ, ὅτ' ἀνόστεος ὃν πόδα τένδει

ἐν τ' ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισι.

οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·

ἀλλ' ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

στρωφᾶται, βράδιον δὲ Πανελλήνεσι φαείνει.

<ἀνόστεος>· ὁ λεγόμενος πολύπους· οὗτος γὰρ τῷ χειμῶνι οὐ

†προΐησιν, ἀλλ' ἐν τῷ φωλεῷ καθήμενος τοὺς ἰδίους πόδας ἐσθίει·

οὐ γὰρ αὐτῷ ἥλιος λάμπων δείκνυσι τὸν τόπον τῆς βοσκῆς· διὸ

† εὑρίσκοντες οἱ παλαιοί 〈***〉 κολοβοὺς καὶ ὁμαλοὺς τοὺς πόδας.

Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύπουν ὑπὸ Λακεδαιμονίων ἴουλον

καλεῖσθαί 〈φησιν〉, ἄλλοι γὰρ σκώληκα τὸν πολύπουν λέγουσιν οὐ

καλῶς. ἴουλοι γὰρ ἐκεῖνοι παρὰ τοῖς ἀρχαίοις λέγονται. <ὅτ' ἀνό-

στεος ὃν πόδα τένδει>· ἔδει οὖν εἰπεῖν τένθει διὰ τοῦ θ̅·

οἱ γὰρ 〈Ἀττικοὶ〉 τένθην καλοῦσι τὸν γαστρίμαργον· κατ' ἐναλλα-

γὴν οὖν τοῦ θ̅ εἰς τὸ δ̅ εἴρηται. <ἐν τ' ἀπύρῳ οἴκῳ καὶ ἐν

ἤθεσι λευγαλέοισι>· ἀθέρμῳ ἐν τοῖς συνήθεσι τόποις

ψυχροῖς. <ἀλλ' ἐπὶ κυανέων ἀνδρῶν>· τῶν Αἰθιόπων.

<βράδιον δὲ Πανελλήνεσσι φαείνει>· ἐπὶ πᾶσιν ἀν-

θρώποις τῶν Ἑλλήνων φαίνεται. AB, Sym. 1059, EM 1440. Schol.

Hes.

908

<Ἀνούτατος> (Δ 540)· μὴ τετρωμένος· παρὰ τὸ οὐτῶ·

καὶ (Χ 371)

ἀνουτητί,

ἄνευ τρώσεως AB, Sym. 1060, EM 1435. *Comm. Hom.

909

<Ἀνστάς> (Τ 269)· ἀναστάς (l. c.)·

ἀνστάς,

Ἡρωδιανός (II 242, 16). καὶ ἀναστάντες (Β 398)·

ἀνστάντες

AB, Sym. 1061, EM 1446. Hdn. l. c.

910

<Ἀνστήτην> (Α 305)· ἀνέστησαν δυϊκῶς· ἀναστήτην γὰρ

καὶ κατὰ συγκοπήν (l. c.)·

ἀνστήτην

AB, Sym. 1062, EM 1446. Hdn. II 242, 17.

911

<Ἀνταία> (Ap. Rh. 1, 1141)· ἡ Ῥέα ὅτι τοῖς Τελχῖσιν

ἐναντία ἐγένετο· παρὰ τὸ ἄντην Ἀνταία. Μεθόδιος AB, Sym. 1063,

EM 1447. Methodius.

912

<Ἄντην> (Θ 399)· ἐξ ἐναντίας (l. c. 399—400)·

βάσκ' ἴθι, Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ' ἔα ἄντην

ἔρχεσθ'

AB, Sym. 1064, EM 1447. Comm. Hom.

913

<Ἄντανδρος>· πόλις ὑπὸ τὴν Ἴδην παραθαλασσία· ὅτι

Ἀσκάνιος αἰχμάλωτος ἐγένετο ὑπὸ Πελασγῶν καὶ ἀντ' αὐτοῦ τὴν

πόλιν δέδωκε λύτρα καὶ ἀπελύθη. ἡ οὖν ἀντὶ ἀνδρὸς δεδομένη Ἄν-

τανδρος ὠνομάσθη. Μεθόδιος AB, Sym. 1065, EM 1450. Me-

thodius.

914

<Ἀντετόρησεν> (Ε 337)· <εἰς τὸ τορῶ> (Et. gen.

τ s. v.) AB, Sym. 1066, EM 1460.

915

<Ἄντηστιν> (υ 387)·

ἡ δὲ κατ' ἄντηστιν θεμένη περικαλλέα δίφρον·

παρὰ τὸ ἀντῶ ἀντήσω ἄντησις καὶ ὑπάντησις, καὶ πλεονασμῷ τοῦ τ̅

ἄντηστις. Μεθόδιος. AB, EM 1454. Methodius.

916

<Ἀντήνωρ> (Λ 262)·

ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρεΐδη βασιλῆϊ·

ἀντὶ τοῦ ὑπ' Ἀτρείδου βασιλέως AB, EM 1452 (lemma tantum).

Comm. Hom.

917

<Ἀντικρύ> (Γ 359)· τὸ ἐξ ἐναντίας. διαφέρει τὸ ἀντικρύ

τοῦ ἄντικρυς· τὸ μὲν γὰρ ἄντικρυς δηλοῖ τὸ φανερῶς, τὸ δὲ ἀντικρύ

τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντίκαρα καὶ συγκοπῇ

ἀντικρύ, τὸ κατέναντι. Μεθόδιος AB, Sym. 1067. Methodius.

918

<Ἀντίπαλος>· ὁ ἐναντίος ἢ ὁ ἀντιπαλαίων ἢ ὁ κατὰ πάλον,

τουτέστιν κλῆρον ἐναντιούμενος AB, Sym. 1068, EM 1445, Et.

Gud. (c) α 1324. *Methodius.

919

<Ἀντίχειρ> (Soran. fr. 13 Scheele)· ὁ μέγας τῆς χειρὸς

δάκτυλος· ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ

χειρί AB, Sym. 1069, EM 1445, Et. Gud. α 539. Orio 612, 6

Werfer.

920

<Ἀντιόωσαν> (Α 31)· ἔστι δευτέρας συζυγίας τῶν περι-

σπωμένων· καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμ-

βανομένη αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντᾶν γενικῇ, οἷον

(α 25)·

ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης,

ὁ δὲ ποιητὴς πλεονάζει τὸ ο̅, οἷον (Β 198)·

ὃν δ' αὖ δήμου ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι,

(Α 350)·

ὁρόων ἐπὶ οἴνοπα,

τὸ δὲ ἀντῶ σημαίνει τὸ ἀπαντῶ καὶ συντυγχάνω, ὡς ἡ χρῆσις εἰς

τὸ <πονεύμενον> (Δ 374) δηλοῖ AB, Sym. 1070, EM 1467,

Et. Gud. (d) ad α 538. Epim. Hom. (cf. Epim. Hom. cod. Ba-

rocc. 50 ined., AO I 22, 16, AP III 315, 12).

921

<Ἄντα> (Φ 331)· οἷον (l. c. 331—332)·

ἄντα σέθεν γὰρ

Ξάνθον δινήεντα,

†καὶ σοῦ γὰρ ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον AB, EM 1448.

Comm. Hom.

922

<Ἀντιλήπτωρ> (Ps. 3, 3)· λήβω, τὸ λαμβάνω, καὶ † τὴν ἀντί

πρόθεσιν ἀντιλήπτωρ AB, EM 1465. Choerob. epim. ps. 99, 7.

923

<Ἀντίπηξ> (Eur. Ion 19?) ἡ κιβωτός· παρὰ τὴν ἀντί πρόθεσιν

καὶ †τοῦ πήσσω AB, Sym. 1071, EM 1469, Et. Gud. (c) α 1321

Hdn. (cf. II 758, 21 et Choerob. in Theod. 291, 8 et 319, 4).

924

<Ἀντίος>· ὁ ἐξ ἐναντίας (Α 534—535)·

οὐδέ τις ἔτλη

μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες·

παρὰ τὸ ἄντω ῥῆμα βαρύτονον γίνεται ἀντῶ περισπώμενον, ἀφ' οὗ

ἄντην ἐπίρρημα καὶ ἀντίος· ὅθεν καὶ διὰ τοῦ ι̅ γράφεται· τὰ γὰρ

παρ' † ἐπίρρημα γινόμενα διὰ τοῦ ι̅ο̅ς̅ προπαροξύνεται καὶ διὰ τοῦ ι̅

γράφεται, οἷον ἶφι ἴφιος, πρωί πρώιος, οὕτως οὖν καὶ ἄντην ἀντίος

κατὰ τόνον μόνον ἡμάρτηται καὶ οὐ κατὰ γραφήν AB, Sym. 1072,

EM 1466. Hdn. II 477, 1.

925

<Ἀντίφαρα>· ἡ ζήλη παρὰ Συρακοσίοις· παρὰ τὸ φέρω, ὃ

Δωριεῖς φάρω λέγουσιν, ὡς τέμνω τάμνω καὶ τρέπω τράπω. φάρω

οὖν φάρα καὶ ἀντίφαρα, ἡ ζήλη, ἡ ἐναντίως φερομένη AB, EM 1480.

Methodius.

926

<Ἀντιφερίζω> (Hes. op. 210)· τὸ ἐναντιοῦμαι ἢ ἐξισοῦμαι·

παρὰ τὸ φέρω φερίζω, ὡς θέρω θερίζω, οἷον (l. c.)·

ἄφρων δ', ὅς κ' ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·

ἀμφότερον (l. c. 211)·

νίκης τε στέρεται πρός τ' αἴσχεσιν ἄλγεα πάσχει·

καὶ τῆς νίκης στερεῖται καὶ πρὸς τῇ αἰσχύνῃ ἄλγεα πάσχει. Ἡσίοδος.

καὶ <ἀντιφέρεσθαι> (Α 589 ...), ἐναντιοῦσθαι AB, Sym. 1074, EM

1463, Eust. 156, 9. *Schol. Hes. + Comm. Hom.

927

〈<Ἀντιτορήσας>〉 (Κ 267)· διατρήσας διορύξας· παρὰ τὸ

〈το〉ρῶ τορήσω, τρῶ τρήσω AB, EM 1460, Et. Gud. (c) α 1325,

Eust. 553, 2 Comm. Hom.

928

<Ἀντιάνειρα> (Γ 189)· ἐπίθετον Ἀμαζόνος, οἱονεὶ αἱ

ἐναντιούμεναι ἀνδράσιν, ἐξ οὗ πολεμικαί. τὸ γὰρ ἀντί δύο σημαίνει·

τὸ ἴσον, οἷον ἀντίθεος, τουτέστιν ἰσόθεος, καὶ ἀντίχειρ, ἡ δυναμένη

ἴσον τῇ ὅλῃ χειρί. σημαίνει δὲ καὶ τὸ ἐναντίον, οἷον ἀντιάνειρα, ἡ

ἐναντιουμέν…

The complete text is available when the reading interface loads.