The Greek Library Catalogue

Anonymous

Etymologicum Gudianum

Edition reference
Etymologicum Gudianum (ἀάλιον–ζειαί), ed. E.L. de Stefani, Etymologicum Gudianum, fasc. 1 & 2, Leipzig: Teubner, 1:1909; 2:1920 (repr. Amsterdam: Hakkert, 1965): 1:1–293; 2:294–580.
CTS identifier
urn:cts:greekLit:tlg4098.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

alpha

1

{ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΩΝ ΕΤΥΜΟΛΟΓΙΩΝ

ΤΩΝ ΚΔʹ ΣΤΟΙΧΕΙΩΝ

〈Α〉}

<Ἀάλιον>· ἄπληκτον.

<Ἀάγη>· ἡ ἔκπληξις.

<Ἀασιφόρος>· βλάβην φέρων.

<Ἄα⟦τος⟧>· ἀβλαβής, ἀπλήρωτος.

<Ἀάσαι>· κορέσαι, καθυπνῶσαι, βλάψαι.

<Ἄακτον>· ἄθραυστον.

<Ἀάνης>· χρήσιμος.

<Ἀάβηκτον>· μέλαν, ἀβλαβές.

<Ἀαγές> 〈λ 575〉· ἄ⸤θρ⸥αυστον, ἰσχυρόν.

<Ἀάπτους> 〈Α 567〉· ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι.

<Ἀά>· σχετλιαστικὸν ἐπίρρημα καὶ σύστημα ὑδάτων.

<Ἀαδεῖν>· ὀχλεῖν, ἀπορεῖν.

<Ἀαδέν>· ὑεία κόπρος.

<Ἀάθη>· ἠπατήθη.

2

<Ἀάθης>· ἥμαρτες.

<Ἀαιδής>· εἰς τὸ Ἀνία, Ἀναιδής.

<Ἀα⟦....⟧ος>· εἰς τὸ ⟦!⟧νία, Ἀνέμων.

<Ἀ⟦άκα⟧τος>· τρι⟦ακ⟧άς. Κύπριοι.

<Ἀακραγές>· συὸς κόπρος.

<Ἄακτον>· ἄθρ⟦αυ⟧στον.

<Ἀάλιον>· ἄπληκτον.

<Ἀάνης>· χρήσιμος.

<Ἄβαλε>· σχετλιαστικὸν ἐπίρρημα· παρὰ τὸ βάλλω· καὶ μετὰ τοῦ

ἐπιτατικοῦ α̅ ἐπίρρημα ἄβαλε.

<Ἄβαλε>· παρὰ ⸤τὸ⸥ βάλε ἐπίρρημα.

<Ἀβύρβηλον>· ἀναίσχυντον.

<Ἄβαξ>· κυρίως ὁ μὴ ἔχων βάσιν, καταχρηστικῶς δὲ καὶ ἐπὶ οἵου

δήποτε σανιδίου.

<Ἀβλέπτημα>· ἁμάρτημα τὸ ἄνευ βουλῆς πραττόμενον.

<Ἄβ⟦υ⟧σσος>· ὑδάτων [φύσις ἤγουν] πλῆθος ἀπέραντον.

<Ἀβληχρόν>· τὸ ἀσθενές· δύνατ⟦αι⟧ τ⟦ὸ⟧ α̅ καὶ κατ' ἐπίτασιν τὸ σφόδρα.

<Ἀβελτηρία> 〈Procop. de bell. 2, 15, 8〉· ἀνοησία, μωρία, ἡ τὸ βέλ-

τιον μὴ γινώσκου⟦σα⟧· ἀπὸ τοῦ ἀβέλτερος· τοῦτο παρὰ τὸ βέλτερος μετὰ

τοῦ στερητικοῦ α̅· τὸ θηλυκὸν ἀβελτερία καὶ τροπῇ 〈τοῦ ε̅ εἰς η̅

ἀβελτηρία〉. [ἀ]βέλτερος ἀπὸ τοῦ βάλλω τύπῳ συγκριτικῷ· ὥσπερ

γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτως καὶ παρὰ τὸ βάλλω βέλτερος.

τὸ βάλλω συντάσσεται αἰτιατικῇ, τὸ δὲ φέρω δοτικῇ καὶ αἰτιατικῇ.

<Ἀβλεμέως>· ἀφροντίστως, οἷον ἀμελέως· παρὰ τὸ ἀμελεῖν ὑπερ-

θέσει ἀλεμέως καὶ ἐν πλεονασμῷ τοῦ β̅ ἀβλεμέως.

<Ἀβραάμ> 〈Ps. 46, 10〉· πατὴρ πολλῶν ἐθνῶν.

3

<Ἀβλής>· εἰς τὸ Προβλῆτι.

<Ἁβροείμονες>· κατηγλαϊσμένοι, λαμπροφόροι· ἁβρὸν γὰρ τὸ λαμ-

πρὸν καὶ τρυφερὸν καὶ κοῦφον. ἁβρός οὖν, ὁ ἁπαλός, παρὰ τὸ ἅπτω,

ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ βάρους ἄβαρος καὶ κατὰ συγκοπὴν

ἁβρός, ὁ μ⟦ὴ ὢν⟧ βαρὺς ἀλλὰ κοῦφος καὶ ἐλαφρός.

<Ἁβρός>· βάρος ἄβαρος καὶ ἁβρός, ὁ κούφως βαίνων καὶ ἀβαρῶς,

κατὰ στέρησιν τοῦ βάρους.

<Ἀβρότη> 〈Ξ 78〉· ἡ νύξ· ἀπρότη τις οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν

αὐτῇ· ἢ ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται· ἢ παρὰ τὸ βροτὸν εἰς τοιαύτην

ὥραν ἠρεμεῖν.

<Ἁβρός>· παρὰ τὸ ἅπτω, ὁ εὐαφής. οὕτω φιλόξενος. οἱ δὲ κατὰ

στέρησιν τοῦ βάρους.

<Ἀβροτάξομεν> 〈Κ 65〉· παρὰ τὸ βροτοῦ μὴ τυχεῖν.

<Ἀβροτάξομεν> 〈Κ 65〉· κυρίως ἐστὶν ἐπὶ τῶν τοξοτῶν τὸ βροτοῦ

ἀποτυχεῖν.

<Ἄβυσσος> 〈Ps. 35, 7〉· ὡς ἂν εἴποι τις, ἄβατός ἐστιν· ἢ παρὰ τὸ

δύω, τὸ ὑπεισέρχομαι, δύσσος 〈βύσσος〉 καὶ ἄβυσσος· ἢ παρὰ τὸ βύω, τὸ

[μὴ] ὑπεισέρχομαι [ἤγουν σφαλίζω], βύσσος καὶ ἄβυσσος μετὰ τοῦ στερητι-

κοῦ α̅, οἱονεὶ ἡ μὴ ὑπό τινος ὑπεισερχομένη. τὸ βύω σημαίνει δύο, τὸ

ὑπεισέρχομαι καὶ τὸ σφαλίζω, ὡς τὸ 〈Ps. 57, 5〉 „βυούσης τὰ ὦτα αὐτῆς“.

<Ἀβασγός>· ἅμα συζῶν καλῶς. εἴρηται δὲ πατὴρ ἰδίας πόλεως καὶ

οὐχ ἑτέρας.

<Ἁβρά>· ὀξυτόνως καὶ δασέως ἡ τρυφερὰ καὶ μαλακή, βαρυτόνως

ἡ θεράπαινα καὶ ἀκόλουθος.

<Ἀβροτάξαι>· τὸ μὴ συναντᾶν.

<Ἀβροτάξομεν> 〈Κ 65〉· κυρίως ἐπὶ τῶν τοξευόντων, τὸ βροτοῦ

4

ἀποτυχεῖν ὡς ἐν πολέμῳ· καταχρηστικῶς δὲ ἁπλῶς ἐπὶ τοῦ ἀποτυχεῖν.

τὸ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω.

<Ἄβροτον>· θεῖον.

<Ἁβρός>· ἀνθηρός.

<Ἁβρύνεται>· κοσμεῖται, θρύπτεται.

<Ἀβραμιαῖοι>· γιγαντιαῖοι, ἱεροπρεπεῖς.

<Ἅβραι>· νέαι δοῦλαι, θεραπαινίδια.

<Ἄβδελλον>· ταπεινόν.

<Ἁβρίζεται>· καλλωπίζεται.

<Ἀ〈μ〉βλωθρίδια>· ἀτέλεστα ἐκτρώματα μὴ ἔχοντα ζωήν.

<Ἀβακῶ>· ἀγνοῶ.

<Ἄβατον>· ἱερόν, ἀπρόσιτον, ἔρημον.

<Ἀβασάνιστον>· ἀγύμναστον, ἀνεξέταστον, ἢ ἀπερίεργον.

<Ἀβάκησαν> 〈δ 249〉· ἠγνόησαν.

<Ἄβρομοι>· ἄνευ ἤχου καὶ θορύβου.

<Ἄβαπτον>· ἀστόμωτον.

<Ἀβακήμων>· ἄλαλος.

<Ἀβέβηλον>· καθαρόν, ἀμώμητον.

<Ἀβδία>· θάλασσα.

<Ἀβίωτον>· ἀηδῆ, κακόν, ὀδυνηρόν.

<Ἀβής>· ἀσύνετος, ἀνόσιος.

<Ἀβλεψία καρδίας>· πώρωσις.

<Ἀβουλία>· ἀπαιδευσία, ἄνοια.

<Ἁβροδίαιτος>· τρυφητής, τρυφερόβιος.

5

<Ἀβρόταξις>· ἁμαρτία.

<Ἀγάγω>· 〈παρὰ τὸ ἄγω〉· (ἄγω καὶ ἀγῶ διαφέρει· τὸ μὲν γὰρ

βαρύτονον σημαίνει τὸ φέρω, τὸ δὲ περισπώμενον σημαίνει τὸ θαυμάζω

καὶ ἔστι συζυγίας δευτέρας τῶν περισπωμένων.) ἐκ τούτου ἄγη, ἡ

⟦ἔκ⟧πληξις, ἐξ οὗ καὶ ἀγῶ· τὰ γὰρ τῆς δευτέρας συζυγίας τῶν περι-

σπωμένων ὡς ἐπὶ τὸ ⸤πλεῖστον⸥ ἀπὸ τῶν εἰς η̅ θηλυκῶν γίνεται.

<Ἀγάζω>· τὸ θαυμάζω· τοῦτο παρὰ τὸ ἀγῶ, ὅπερ ἐστὶ δευτέρας

συζυγίας τῶν περισπωμένων, ἐξ οὗ καὶ ῥῆμα εἰς μ̅ι̅ ἄγημι καὶ ἄγαμαι

παθητικόν. τοῦτο παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν· τοῦτο παρὰ

τὸ ἄγω, τὸ θραύω καὶ συντρίβω· τοῦ γὰρ ἐκπλησσομένου κατέαγεν ἡ

διάνοια καὶ οἱονεὶ συντέθραυσται. τὸ δὲ ἄγη ἄκλιτόν ἐστιν, ἐπειδὴ τὰ

εἰς γ̅η̅ ἰαμβικὰ ἀπὸ συμφώνου ἄρχονται καὶ οὐκ ἀπὸ φωνήεντος, οἷον

στέγη σφαγή ταγή. πρόσκειται ”ἰαμβικά” διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν

κλάσιν τῶν κυμάτων· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἄλλ' οὐκ

ἔστιν ἰαμβικόν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α̅ μακρόν ἐστιν. ἐπειδὴ

οὖν τὸ ἄγη εἰς γ̅η̅ ἐστὶν καὶ ἰαμβικὸν 〈καὶ〉 ἀπὸ φωνήεντος ἄρχεται,

εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον.

<Ἀγάμενοι>· παρὰ τὸ ἀγάζω, ὅ ἐστι θαυμάζω.

<Ἄγαν>· πάνυ, λίαν, πολύ· ἐπιτατικὸν ἐπίρρημα.

<Ἀγαθός>· φύσει μόνος ὁ θεός ἐστι· γίνεται δὲ καὶ ἄνθρωπος ἐξ

ἐπιμελείας τῶν τρόπων ἀγαθός.

<Ἀγαθός>· ἔστιν ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος.

<Ἀγαθόν>· ἔστιν οὗ πάντα ἐφίεται.

<Ἀγανώπιδος>· πραείας, εὐοφθάλμου, καλῶς βλεπούσης.

<Ἄγαμαι>· ἀποδέχομαι, θαυμάζω, ἐπαινῶ.

<Ἄγαν〈ν〉α>· ἅμαξα ἱερά, καὶ 〈ἡ〉 ἐν οὐρανῷ ἄρκτος.

<Ἀγάπησις>· ἔστιν τὸ ὑπερτιμᾶν ἑαυτοῦ ἀπόντα τε καὶ παρόντα

τὸν ἀγαπώμενον.

6

<Ἀγαυρίαμα>· ἔπαρμα, ὕψωμα.

<Ἀγανόφρων>· ἀγαθός, πραότατος.

<Ἀγαθός>· ἐπίθετόν ἐστιν ἁπλοῦν καὶ σύνθετον. οἱ μὲν ὥσπερ ἀπὸ

τοῦ σκεδῶ ποιοῦσι σκεδάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀγῶ ἀγάζω ἀγαστός

καὶ ἀγαθός 〈ἀποβολῇ τοῦ σ̅ καὶ〉 τροπῇ τοῦ τ̅ εἰς θ̅· 〈οἱ γὰρ Ἀττικοὶ

τρέπουσι τὸ τ̅ εἰς θ̅〉, τὸ γὰρ κρεμάστρα κρεμάθρα λέγουσιν. ‖ λέγεται

δὲ ἀγαθόν 〈καὶ〉 παρὰ τὸ ἄγαν θεῖον, ἢ παρὰ τὸ ἀγαπᾶν τὸν θεόν. ‖

ἢ παρὰ τὸ ἄγαν θέειν, ἐφ' ᾧ ἄγαν θέομεν ἐφιέμενοι.

<Ἀγαθόν>· παρὰ τὸ ἄγαν θέειν ἐπ' αὐτὸ πάντας.

<Ἀγακλειτός>· ὁ ἄγαν ἔνδοξος· ἀπὸ τοῦ κλείω, ὅ ἐστι δοξάζω,

γέγονεν. τὸ δὲ κλείω ἀπὸ τοῦ κλέος γέγονε κλέω καὶ κατὰ πλεονα-

σμὸν τοῦ ι̅ κλείω καὶ ἐν συνθέσει ἀγακλειτός.

<Ἀγαλλίαμα>· δόξα, καύχημα.

<Ἀγάλμητον>· ἀσθενῆ.

<Ἀγάλματα>· ξόανα, ἀφομοιώματα, εἰκόνες ἢ ἀνδριάντες κεράμειοι,

κολοσ〈σ〉οί, βρέτας, χαρακτήρ, [ὅ ἐστιν] εἴδωλον.

<Ἀγαυός>· ἔνδοξος.

<Ἀγάλακτες>· οἱ ἀδελφοί· παρὰ τὸ α̅, τὸ σημαῖνον τὸ ὁμοῦ, 〈καὶ

τὸ γάλα〉, ὁμογάλακτές τινες ὄντες [παρὰ τὸ γάλα], οἱονεὶ τὸ αὐτὸ

γάλα σπάσαντες.

<Ἄγαλμα>· ἐκ τοῦ ἀγάλλω· ἐν ᾧ ἀγάλλεταί τις κἄν τε ἱμάτιον ᾖ

κἄν τε εἰκών. καὶ εἰς τὸ Ξόανον.

7

<Ἄγαν>· πάνυ· ἐπίρρημα. τὸ γ̅α̅ν̅ μακρόν. διὰ τί; τὰ εἰς α̅ν̅

λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσιν τὸ α̅, οἷον πέραν λίαν εὐάν·

πλὴν τοῦ ὅταν καὶ πάμπαν.

<Ἀγάπη>· παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς

ὁμόνοιαν.

<Ἀγαπῴην>· ῥῆμα εὐκτικόν· ἐκ τοῦ 〈ἀγαπάω〉 ἀγαπῶ, ἀγαπάων

ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, ἀγαπάοι ἀγαπῷ.

καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεν-

τιθέναι τὸ η̅. καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην· κανὼν

γάρ ἐστιν ὁ λέγων· πᾶν τρίτον πρόσωπον εἰς η̅ λῆγον προσθέσει τοῦ ς̅

ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς̅ εἰς ν̅ ποιεῖ τὸ πρῶτον.

<Ἀγαπῶ>· ἐκ τοῦ ἀγάπη· τοῦτο παρὰ τὸ ἄγειν τὸ πᾶν, ἢ παρὰ

τὸ ἄγαν ποιότητα ἔχειν. ὁ μέλλων ἀγαπήσω καὶ ἡ μετοχὴ ὁ ἀγαπῶν

καὶ ὁ μέσος μέλλων ἠγαπημένος.

<Ἀγέλη> ποίμνης διαφέρει· ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων.

8

<Ἀγέλη>· τὸ πλῆθος τῶν προβάτων ἢ τῶν ζώων, ἢ τὰ ὁμοῦ

συνηθροισμένα.

<Ἀγάρροος>· ἄγαν ῥοώδης.

<Ἀγαρηνός>· παρὰ τὸ ἄγαν Ἀγαρηνός. τὸ ρ̅η̅ η̅. διὰ τί; τὰ εἰς

η̅ν̅ο̅ς̅ ἐθνικὰ ὀξύτονα διὰ τοῦ η̅ γράφεται, οἷον Ἀγαρηνός Ἀβυδηνός

Δαμασκηνός, πλὴν τοῦ Αἰδεσινός Ἐμεσινός.

<Ἀγασσάμενοι>· θαυμάσαντες· παρὰ τὸ ἀγάζω.

<Ἀγαυός> 〈Γ 268〉· θαυμαστός, λαμπρός, ἢ ὁ ἥλιος· παρὰ τὸ ἀγῶ,

τὸ θαυμάζω, γίνεται ῥῆμα εἰς μ̅ι̅ ἄγημι, τὸ παθητικὸν ἄγαμαι καὶ ἐξ

αὐτοῦ ἀγαός καὶ πλεονασμῷ τοῦ υ̅ Αἰολικῶς ἀγαυός.

<Ἀγαυρός>· ἀγαθός· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐπιτατικὸν δὲ

ἔχει τὸ α̅.

<Ἄγαυρος>· παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ

γαυριῶ, 〈Α 405〉 „καθέζετο κύδεϊ γαίων“· ἢ παρὰ τὴν ἄγην, τὴν

ἔκπληξιν (καὶ Ὅμηρος 〈Φ 221〉 ”ἄγη μ' ἔχει”), ἄγηρος καὶ ἄγαυρος.

οὕτως Ἡρῳδιανὸς ἐν τῷ Περὶ παθῶν 〈II 167, 2 Lentz〉. ‖ δηλοῖ δὲ

καὶ τὸν ὑπερήφανον 〈Hesiod. Theog. 832〉 „ὄσσαν ἀγαύρου“.

<Ἀγγεῖα>· παρὰ τὸ διάγειν τι ἐν αὐτοῖς. καὶ εἰς τὸ Γραφεῖον.

<Ἀγγείλας>· ἐκ τοῦ ἀγγέλλω γέγονεν· ὥσπερ ἀπὸ τοῦ στέλλω

στείλας, οὕτω καὶ ἀπὸ τοῦ ἀγγέλλω ἀγγείλας.

<Ἀγάσαιτο>· θαυμάσειεν.

<Ἀγάστονος>· πολυστένακτος.

<Ἀγάσυρτος>· ἀκάθαρτος.

<Ἄγγαρος>· ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν ἀγγαρείαν τὴν

ἀναγκαίαν καὶ ἀκούσιον λέγομεν καὶ ἐκ βίας γενομένην ὑπηρεσίαν.

9

<Ἄγγελος>· ὁ σημαίνων, ὁ ἀποκρισ〈ι〉άριος, ἢ ὁ τὰς ἀγγελίας ἤγουν

τὰς ἀκοὰς καὶ τὰς φήμας διαγγέλλων, ὁ πρέσβυς καὶ ἀγ〈γ〉ε[λ]λεὺς

καὶ ἐπιστολεὺς καὶ ἀγγελιοφόρος καὶ ἀπόστολος.

<Ἄγγελος>· ἔστιν ζῶον λογικὸν κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνα-

τον εἰληφός.

<Ἀγγελιαφόρος>· πρεσβευτής.

<Ἀγγελίης>· ἄγγελος.

<Ἄγγελος>· παρὰ τὸ ἄγω ἐγένετο ἄγελος καὶ κατὰ προσθήκην τοῦ

γ̅ ἄγγελος· ἢ παρὰ τὸ διαγγέλλεσθαί τι δι' αὐτοῦ· ἢ παρὰ τὸ εἰς

ἀγγελίαν πέμπεσθαι ἐκ θεοῦ ἐπὶ γῆς ἢ ἐξ ἀνθρώπου πρὸς ἄνθρωπον.

[καὶ] διὰ τοῦτο καὶ εὐαγγελισταὶ εἴρηνται παρὰ τὸ εὖ ἀγγέλλειν ἡμῖν,

ἤγουν καλόν. ‖ ”ἄγγελος ἤγαγεν” ἀντὶ τοῦ ἐκόμισεν· φέρεται γὰρ ὡς

αὐτοκίνητον τὸ ἔμψυχον, κομίζεται δὲ τὸ ἄψυχον.

{Πτολεμαίου} <Ἄγειν> καὶ <φέρειν> διαφέρει· ἄγεται μὲν γὰρ τὰ ἔμψυχα,

φέρεται δὲ τὰ ἄψυχα βαστακτῇ. καὶ Ὅμηρος 〈E 483sq.〉 „οὐ τί μοι

ἐνθάδε τοῖον, Οἷον κ' ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν“, καὶ πάλιν

〈δ 622〉 ”οἱ δ' ἦγον μὲν μῆλα, φέρον δ' εὐήνορα οἶνον”.

<Ἀγαυός>· [Ἀγαμέμνων] σημαίνει τρία· τὸν γενναῖον καὶ θαυμαστόν,

οἷον 〈Δ 534〉 „μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν“· σημαίνει

10

δὲ καὶ ὄνομα κύριον, ὡς τὸ 〈Ω 251〉 ”Δηίφοβον τε καὶ Ἱππόνοον καὶ

〈δῖον〉 Ἀγαυόν”· σημαίνει δὲ καὶ ὄνομα ἔθνους, 〈Ν 5〉 „Μυσῶν τ'

ἀγχεμάχων καὶ Ἀγαυῶν ἱππημολγῶν“.

<Ἀγελαῖος>· ὀχλώδης, ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη. τὸ δὲ

ἀγέλη ἀπὸ τοῦ ἄγω. διὰ τί προπερισπᾶται; τὰ γὰρ ἀπὸ τῶν εἰς α̅

καὶ εἰς η̅ θηλυκῶν διὰ τοῦ α̅ι̅ο̅ς̅ γινόμενα ὀνόματα προπερισπᾶται,

οἷον Γάζα Γαζαῖος, Ῥώμη Ῥωμαῖος. τὸ δὲ Ἀγέλαιος ὄνομα κύριον

προπαροξύνεται.

<Ἀγερώχων> 〈Β 654〉· ἀλαζόνων· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ

τοῦ ψόγου τάσσει· τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους

λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας

ὀχεῖσθαι· 〈Γ 36〉 ”καθ' ὅμιλον ἔ⟦δυ⟧ Τρώων ἀγερώχων”.

<Ἀγέρωχον>· εὐκλεᾶ, ἔντιμον· ἐπὶ γέρως ὀχούμενον. ἔνιοι δὲ τὸν

ἐπεισάκτῳ χρώμενον τροφῇ· ἀγέρωχον δὲ λέγει τὸν ἀγείροντα τὴν

ὀχήν, τουτέστι τὴν τροφήν. οἱ δὲ τὸν ὑπερήφανον ἢ μεγάλαυχον ἢ

ἀλαζόνα.

<Ἄγε>· φέρε, κόμιζε· ἢ βλέπε.

<Ἀγερωπεῖ>· ἐφορᾷ.

<Ἀγεννῶς>· ἀσθενῶς, ἀνάνδρως.

<Ἀγελαίων>· ἀμαθῶν, ἰδιωτῶν, ἀγροίκων.

<Ἄγευστοι>· ἄπειροι.

<Ἀγείρει>· συναθροίζει.

<Ἀγερώσσει>· ἀγρυπνεῖ.

11

<Ἀγερώψατο>· ἠμέλησεν.

<Ἄγε δῆτα>· δεῦτε δή καὶ φέρε δή.

<Ἀγεληδόν>· ἠθροισμένως ὡς ἀγέλη.

<Ἀγήραος>· ἄφθαρτος, μὴ ἔχων τέλος, ἀπέραντος.

<Ἁγιάσατε>· προευτρεπίσατε, κηρύξατε.

<Ἀγείρατον>· ἄτιμον· παρὰ τὸ γέρας. ἀγήρατον δέ.

<Ἀγέρωχος>· ὁ ἄγαν αὐχῶν, ἢ μὴ ἔχων γέρας ἤγουν τιμήν.

<Ἀγείρω>· ε̅ι̅· ἀγέρρω γὰρ Αἰολικῶς καὶ ἀγορά καὶ 〈Β 304〉 „ἠγε-

ρέθοντο κακὰ Πριάμῳ“ καὶ 〈Α 57〉 ”ὁμηγερέες”.

<Ἄγη>· ἡ ἔκπληξις· οἱ γὰρ ἐκπληττόμενοι ἀκίνητοι καὶ ἄφωνοι

μένουσι. καὶ ἀγὴ ἡ κλάσις τοῦ κύματος.

<Ἄγη>· ἡ ἔκπληξις· τροπῇ τοῦ κ̅ εἰς γ̅, ἀκή καὶ ἄγη, ἐκ τῆς

παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· ἢ παρὰ τὸ ἀγῶ, ὅθεν ἄγαμαι, τὸ

ἐκπλήττομαι· ἢ παρὰ τὸ ἄγαν, τὰ γὰρ μεγάλα θαυμάζεται.

<Ἀγερώχων>· αὐθαδῶν, ὑβριστῶν, ὁτὲ δὲ ἐνδόξων· ἀπὸ τοῦ ἄγαν

ἐπὶ τοῦ γέρως ὀχεῖσθαι.

<Ἀγήοχα>· παρὰ τὸ ἄγω ἄξω ἦχα καὶ τὸ Ἀττικὸν ἄγηχα καὶ

πλεονασμῷ τοῦ ο̅ ἀγήοχα.

<Ἀγαί>. [τὰ] τραύματα, τρώσεις· ἀπὸ τοῦ 〈ἄγνυμι, τὸ〉 κατάσσω.

<Ἀγαί>· αἰγιαλοὶ κατὰ τοὺς Ἴωνας.

<Ἀγήνωρ> 〈Β 276〉· [αὐθάδης] παρὰ τὸ ἄγαν καὶ τὸ ἀνήρ γίνεται

ἀγάνωρ, καὶ κατὰ τροπὴν τοῦ α̅ εἰς η̅ γίνεται ἀγήνωρ. καὶ ἀποροῦσί

τινες λέγοντες, ὅτι τροπὴν ἔπαθεν ἢ ἴδιον σχηματισμόν; 〈καὶ λέγομεν,

12

ὅτι ἴδιον σχηματισμόν〉, ὅτι τὸ ἀνήρ μετ' ἄλλης λέξεως κατ' ἀρχὴν

συντιθέμενον τρέπει τὸ α̅ εἰς η̅ καὶ τὸ η̅ εἰς ω̅, οἷον εὐήνωρ Ἀντήνωρ·

τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η̅ εἰς α̅. σημαίνει

δὲ τὸν αὐθάδην.

<Ἄγη> 〈Γ 367〉· [ἡ κλάσις τοῦ ξίφους] ἐκ τοῦ ἄσσω, τὸ κλάνω, ὁ

μέλλων ἄξω, 〈ὁ ἀόριστος〉 ἦξα καὶ τὸ προστακτικὸν ἆξον (τὸ α̅ περι-

σπᾶται διὰ τὴν συνεκφώνησιν ἤγουν τὴν συνέμπτωσιν· ἔστι γὰρ 〈ἄξον

ἀπὸ τοῦ ἄγω〉 τοῦ ἐπὶ τοῦ κομίζω, καὶ 〈παρ〉οξύνεται) καὶ ὁ δεύτερος

〈ἀόριστος〉 ἦγον καὶ ὁ παθητικὸς ἤγην καὶ ποιητικῶς ἄγην [ἀγηοχώς].

<Ἀγινεῖν>· ἀπαρέμφατον ὄνομα, ὃ σημαίνει τὸ ἄγειν· ἀπὸ ῥήματος

τοῦ ἄγω ἀγνῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι̅ μακροῦ γίνεται ἀγινῶ καὶ

ἀγινεῖν· 〈Ω 784〉 „ἀγίνεον“ ἔφερον [ἀγινῶ].

<Ἅγιος>· ἐκ τοῦ ἅγος γέγονεν· ἅγιον δέ ἐστι τὸ παντὸς ἅγους ὂν

ἀνώτερον, ἢ τὸ δύναμιν ἔχον πρὸς τὸ τοὺς ἑτέρους ἁγιάζειν αὐθα-

γίαστον ὄν.

<Ἁγιστεία>· ἁγιωσύνη· ἔστιν ἅγος, τὸ σέβασμα, καὶ ἐξ αὐτοῦ

ἁγίζω, ἁγίσω, ὁ παθητικὸς παρακείμενος ἥγισμαι, τὸ τρίτον ἥγισται

καὶ ἐξ αὐτοῦ ἁγιστός καὶ τὸ θηλυκὸν ἁγιστεία καὶ ἡ δοτικὴ τῶν

πληθυντικῶν ”ἁγιστείαις ἐσθ' ὅτε καὶ μιαρωτάταις”.

<Ἁγνεύειν>· ἀπὸ ἀφροδισίων. καθαρεύειν, ἀπὸ νεκροῦ.

<Ἀγχίνουν>· συνετήν· παρὰ τὸ ἐγγὺς τὸν νοῦν ἔχειν.

<Ἄγκιστρον>· παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγιστρον καὶ ἄγκιστρον.

⸤καὶ εἰς τὸ Ἠγκιστρωμένοι⸥.

13

<Ἀγκοίνη>· ἡ ἀγκάλη. εἰς τὸ Ὦμος.

<Ἄγκος>· ⸤εἰς τὸ Μισγάγκεια⸥.

<Ἀγκυλομήτεω> 〈Β 205〉· ὄνομα ἐκ τοῦ ἀγκύλος· σημαίνει δὲ

ἀγκυλομή⸤της 〈τὸν〉 ἐπὶ τῶν ἀγκύλων καὶ σκολιῶν πραγμάτων⸥ ὀρθῶς

βουλευόμενον. τὸ ω̅ μέγα, ὡς [τὸ] πᾶσα γενικὴ εἰς φωνῆεν λήγουσα—.

⸤ὁ τόνος· αἱ διὰ τοῦ ε̅ω̅ Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ⸥ βαρυτόνων

γενικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδ⸤εω, 〈Αἰνείου〉

14

Αἰνεί[δ]εω, 〈Πηλείδου〉 Πηλείδεω· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν⸥

γενικῶν ὦσι, [καὶ] παροξύνονται.

<Ἀγκύλη>· διὰ τὸ ἄ⸤νω αὐτῆς κοῖλον⸥.

<Ἀγκύλος>· τὸ κ̅υ̅ ψιλόν· διὰ τί; τὰ διὰ τοῦ υ̅λ̅ο̅ς̅ ὀνόματα ὑπὲρ

δύο ⸤συλλαβὰς εἴτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ υ̅ ψιλοῦ γράφεται,

οἷον κορβύλος⸥ (σημαίνει δὲ τὸν πορνοβοσκόν), Αἰσχύλος, ἀγκύλος,

κρωβύ⸤λος⸥.

<Ἀγκών> 〈Ε 582〉· παρὰ τὸ 〈ἀν〉έχω, τὸ ἐξέχω, ὁ ἐξέχων· ἢ 〈ἀπὸ〉

τοῦ ἐγκεῖσθαι 〈τῷ〉 ἑτέρ⸤ῳ ὀστέῳ τὸ ἕτερον· ἢ παρὰ τὸ κατ' αὐτὸν

ἄγεσθαι τὴν χεῖρα⸥.

<Ἄγγωνες>· δοράτια οὐ λίαν σμικρά, ἀλλ' οὐδὲ μεγάλα, ⸤ἀλλ' ὅσον

ἀκοντίζεσθαι, εἴ που δεήσοι⸥.

15

<Ἀγλαά> 〈Α 23〉· παρὰ τὸ ἀγάλλω· ἐφ' ᾧ τις ἀγάλλεται. ἢ παρὰ

τὸ αἴγ⸤λη, ὅ ἐστιν ἀπὸ τοῦ ἀΐσσω, τὸ ὁρμῶ· ἡ γὰρ⸥ λαμπηδὼν ὁρμη-

τική. ἐφ' οἷς τις ἀγάλλεται καὶ λα⸤μπρύνεται. καὶ εἰς τὸ Κεραόν

[ἀγλωφῶν]⸥.

<Ἁγνεία>· διὰ τὸ ἀγόνου ἵεσθαι βίου. ‖ ἢ παρὰ τὸ ἀγωνιᾶν εἰς ⸤τὸ

καθαριεύειν⸥.

<⸤Ἁγνός>· παρὰ τὸ ἅζω ἁγνός.⸥

<Ἀγνοεῖν>· εἰς τὸ Ἀνοεῖν.

<Ἄγνοια>· εἰς τὸ Ἀμφισβ⸤ήτησις⸥.

<Ἄγνος>· τὸ φυτόν· παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν ἐσθιόμενον ⸤καὶ

πινόμενον, ἔτι δὲ καὶ ὑποστρωννύμενον⸥.

<Ἀγνοῶ>· νοῶ, τὸ γινώσκω, πλεονασμῷ τοῦ γ̅ γνοῶ καὶ μετὰ τοῦ

στερητικοῦ α̅ ⸤ἀγνοῶ· οἱ γὰρ Αἰολεῖς τὸ νοῶ γνοῶ λέγουσιν⸥.

<Ἀγνύω>· εἰς τὸ Καταγνύναι καὶ Περιαγνύμενος.

<Ἄγονος> 〈Γ 40〉· ὄνομα παρὰ τὸ γόνος. γόνος δὲ λέγεται βαρυ-

τόνως 〈μὲν〉 ὁ γεννηθείς, ὀξυτόνως ⸤δὲ ὁ γεννήτωρ· καὶ πλεονασμῷ

τοῦ υ̅⸥ γουνός, ὡς ⟦καὶ⟧ ὁ ποιητὴς 〈Ι 534〉 „γουνῷ ἀλωῆς“ ἀντὶ τοῦ

ἐν τῷ γεννητι⸤κῷ 〈καὶ〉 καρπίμῳ τόπῳ. τὸ δὲ⸥ 〈Γ 40〉 ”ἄγαμος τ'

ἀπολ⟦έσθαι⟧” ὁ τέ σύνδεσμος ἀντὶ τοῦ ἤ διαζευκτικοῦ συνδέσμου

π⸤αραλαμβάνεται, ἤτοι ἢ καὶ⸥ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι.

16

<Ἀγοράασθαι>· ἐκ τοῦ ἀγο⸤ρῶ, καὶ περισπᾶται. ἀπαρέμφατόν ἐστιν⸥.

τὰ γὰρ εἰς 〈̅ρ̅〉̅ω̅ λήγοντα ῥήματα τῷ ο̅ παραληγόμενα περισπῶνται, οἷον

δημηγορῶ ἐγρηγορῶ ⸤ἀλληγορῶ· οὕτως οὖν καὶ ἀγορῶ⸥. ἔστι δευτέρας

συζυγίας τῶν περισπωμένων· τὸ ἀπαρέμφατον ἀγοράασθαι· καὶ ἀγοράζω,

τὸ εἰς ἀγορὰν ἐ⸤μβάλλω⸥.

<Ἀγόραιος> καὶ <ἀγοραῖος> διαφέρει· ἀγόραιος μὲν γὰρ ἡ ἡμέρα,

ἀγοραῖος ⸤δὲ ὁ Ἑρμῆς ὁ ἐπὶ τῆς ἀγορᾶς⸥.

<Ἀγορά>· διὰ τὸ ἄγαν ῥέειν ἕκαστον πρᾶγμα.

<Ἀγορητής>· ὁ ῥήτωρ, ⸤ὁ ἀγορεύειν καὶ λέγειν εἰδώς⸥.

<Ἀγοραῖος>· ὁ ἐν τῇ ἀγορᾷ περιστρεφόμενος.

<Ἀγορεύω>· παρὰ τὸ ἀγείρω· τοῦτο ⸤παρὰ τὸ ἄγω καὶ τὸ εἴρω,

τὸ⸥ λέγω· τὸ πρὸς τὸ λέγειν συναθροίζω.

<Ἀγορῆθεν> 〈Β 264〉· διὰ τί προ⸤περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ⸥ ὀξυ-

τόνων ἢ περισπωμένων παραγ[εν]όμενα εἰς θ̅ε̅ν̅ ἐπιρρήματα πρὸ μιᾶς

ἔχουσι τὸν τόνον, ⸤οἷον γῆθεν ἀγορῆθεν⸥.

<Ἀγορήνδε>· ἐπίρρημα τοπικόν· ἡ αἰτιατική, ὅταν ἔχῃ τὸν δέ σύν-

δεσμον, ἔστιν ἐπίρρημα τοπικὸν ⸤καὶ ἓν μέρος λόγου⸥.

<Ἀγορήσατο> 〈Α 73〉· ἐκ τοῦ ἀγορῶ, τὸ δημηγορῶ, ἠγόρησα, ὁ

μέσος ἀόριστος [ὁ παθητικὸς] ἠγορησάμ⸤ην, τὸ τρίτον ἡγορήσατο⸥ καὶ

ἀγορήσατο Ἰωνικῶς.

<Ἀγορήνδε> 〈Α 54〉· εἰς τὴν ἀγοράν, τουτέστιν εἰς τὴν ἐκ⸤κλησίαν·

ἐπιρρημα⸥τικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον, Ἀθήναζε,

τουτέστιν εἰς Ἀ⸤θήνας⸥.

<⸤Ἀγοστός>· ἀγκών [ἢ στόμα]· παρὰ τὸ ἄγαν ὀστώδη εἶναι τὸν

τ⸥όπον.

17

<Ἄγουρος>· εἰς τὸ Γέρων.

<⸤Ἀγριωπός>· ἀγριόφθαλμος·⸥ παρὰ τὸ ἄγριος καὶ τὸ ὤψ ὠπός, ὃ

σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ π⸤ρόσωπον. τὸ δὲ ἄγριος παρὰ τὸ

ἀγρός. τὸ δὲ ἀγρός παρὰ τὸ⸥ ἀήρ ἀέρος, καὶ ἐν συγκοπῇ καὶ πλεο-

νασμῷ τοῦ γ̅ ἀγρός, ὁ εὔωρος· ἢ π⸤αρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός

καὶ ἀγρός· 〈ἢ〉 παρὰ τὸ ἀγορά ἄγορος καὶ ἀγρός⸥.

<⸤Ἄγ⸥ροικος> βαρυτόνως καὶ <ἀγροῖκος> προπερισπωμένως δια-

φέρει· ἄγρο⸤ικος μὲν βαρυτόνως ὁ 〈γνώσεως〉 ἄμοιρος, 〈ἢ〉 ὁ ἐν ἀγροῖς⸥

διατρίβων· ἀγροῖκος δὲ 〈προπερισπωμένως〉 ὁ μὴ ἥμερος, ἴσος τῷ

ἄγριος.

<⸤Ἀγρός>· παρὰ τὴν ἄγραν· ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀ⸥ρός

καὶ ἀγρός πλεονασμῷ τοῦ γ̅· ἢ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδη⸤ρον,

ὁ τῷ σιδήρῳ τεμνόμενος⸥.

<⸤Ἀγρομένῃ⸥σι> 〈Β 481〉· ἔστιν ἀγείρω, τὸ συναθροίζω, τὸ παθητι-

κὸν ἀγείρομαι, ⸤ἀγρόμενος, ἀγρομένη καὶ ταῖς ἀγρομέναις καὶ⸥ ποιη-

τικῶς τροπῇ τοῦ α̅ εἰς η̅ 〈ἀγρομένῃσι〉.

⸤<Ἀγροτέρας ἐλάφους> 〈ζ 133〉· παρὰ τὸ ἀγηροτέρας· πο⸥λυχρό-

νιον τὸ ζῶον τοῦτο, ὡς χρησμός φησιν 〈Hesiod. fr. 171 (183) Rzach〉

18

„ἐννέα γὰρ ζώει γενεὰς λακέ⸤ρυζα κορώνη Ἀνδρῶν γηρώντων· ἔλαφος⸥

δέ τε τετρακόρωνος.“

<⸤Ἀγρυπνία>· παρὰ τὸ ἄϋπνος ἀϋπνία καὶ⸥ ἀγρυπνία· τοῦτο δὲ

παρὰ τὸ ὕπνος ἄϋπνος, ὥσπερ κακός ἄκακος.

⸤<Ἀγρώσσω> 〈ε 53〉· παράγωγος ὁ χαρακτήρ· ἀγρ⸥ός ἀγρώσσω. ὁ

κανών· τὰ διὰ δύο σ̅ς̅ ἐκφερόμενα ῥήματα ⸤ἑνὶ φωνήεντι παραλήγεται,

τὸ δὲ ο̅ οὐ λ⸥αμβάνει· τὸ α̅, ὡς τὸ ἄλλος ἀλλάσσω· τὸ ε̅, ὡς ⸤τὸ πῦρ

πυρέσσω· τὸ η̅, ὡς τὸ πτή⸥σσω· τὸ ι̅, ὡς τὸ δειδίσσω· τὸ δὲ ο̅ οὐκ

ἔχει, τὸ γὰρ ὄσσω ⸤ἐκ τοῦ ὄπτω ἐστὶν μετειλημμένον· τὸ υ̅,⸥ ὡς τὸ

ἀφύσσω, τὸ ἀπαντλῶ· τὸ ω̅, ὡς τὸ ἰκτερώ⸤σσω, ὀνειρώσσω, ἀγρώσσω

καὶ σημαίνει τὸ ἀγρεύω. ὥστε⸥ ἔχεις μὲν δοῦναι τὸ ο̅, οὐκ ἐν παρα-

γωγῇ δέ.

<⸤Ἄγρωστις>· ἄγριός τις⸥ βοτάνη· ἐκ τοῦ ... ἄγρωστις εἶδος πόας

χορτώδους.

<⸤Ἄγυρις>· Αἰολικῶς ἡ ἄθροισις· παρὰ τὸ⸥ ⟦ἀγείρ⟧ω ἀγορά καὶ

ἄγυρις. καὶ εἰς τὸ Πανήγυρις.

⸤<Ἀγύρτας> 〈8Agath. hist. 4, 8〉· 〈ib.〉 ”ἐπειδὴ 〈πολλαχοῦ〉 κατὰ⸥

19

⟦τὰς πόλεις⟧ ἀγύρτας τινὰς τυχὸν ἢ λωποδύτας” [ὑπῆρχον καὶ] ἐπαί-

τας, ⸤φιλοκερδεῖς⸥.

<⸤Ἀ⸥γύρτης>· ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρειν, τὸ

περιιέναι καὶ περινοστεῖν ⸤ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ⸥ τοιούτῳ 〈σεμνυνό-

μενον〉. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα.

<⸤Ἄγχειν>· πνίγειν· παρὰ τὸ ἄγειν καὶ συ⸥νάγειν τὸν λάρυγγα.

⸤<Ἀγχιστῖναι> 〈Ε 141〉 πυκναί·⸥ ὄνομα γένους θηλυκοῦ 〈παρὰ τὸ

ἄγχι καὶ ἀγχοῦ〉, ὅθεν ἔχει καὶ τὸ ι̅ τοῦ κανόνος· τὰ γὰρ παρὰ τὸ

ἄγχι συγκείμενα διὰ τοῦ ι̅ γράφεται, ⸤οἷον ἀγχίθυμος Ἀγχί⸥σης. τὸ δὲ

ἀγχηστίνη κατὰ διάλεκτον γέγονεν· οἱ γὰρ Αἰολεῖς τὸ ι̅ εἰς η̅ τρέ-

πουσιν.

⸤<Ἄγχιστα> 〈Β 58〉· ἐπίρρημα τοπι⸥κόν· ἐκ τοῦ ἀγχοῦ ἄγχιστος

καὶ ὄνομα παράγωγον ἀγχιστεύς, ὁ συγγενής, καὶ ῥῆμα ἀγχιστεύω καὶ

ὄνομα ἀγχιστεία.

⸤<Ἄγχω> 〈Γ 371〉· πνίγω· παρὰ τὸ ἄγω· οὐδ⸥ὲν γάρ ἐστιν ἄλλο

τὸ ἄγχω ἀλλ' ἢ τὸ ἄγω καὶ συνάγω τὸν φάρυγγα.

⸤<Ἀγχώμαλα> 〈Agath. hist. 5, 1〉· ἰσόμαλα, παρὰ μικ⸥ρὸν ἴσα, ἐγγὺς

τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλός γέγονεν

20

⸤ἀγχώμαλος· καὶ γράφεται δι⸥ὰ τοῦ ω̅ μεγάλου, ἐπειδὴ τὰ παρὰ τὸ

ὁμαλός συντιθέμενα διὰ τοῦ ω̅ μεγάλου γράφεται, οἷον ἀγχώμαλος

ἀνώμαλος κατώμαλος.

<⸤Ἀγωνία⸥>· φόβος· ἀγωνίας, φόβου· ἐκ τοῦ ἀγών.

<Ἄδδην>· παρὰ τὸ δήν, τὸ ἐπὶ πολύ, καὶ μετὰ το⸤ῦ ἀθροιστικοῦ α̅

ἄ[δ]δην, ὡς τὸ πᾶς ἅπας,⸥ καὶ πλεονασμῷ τοῦ δ̅ 〈ἄδδην〉.

<Ἄδεια>· ἀπὸ τοῦ δέους, ⸤ὅ ἐστιν φόβος· ἐκ τούτου ἀδεής, ὁ

ἄφοβος, καὶ ἐκεῖθεν⸥ ἀδέεια καὶ κατὰ συγκοπὴν ἄδεια.

<Ἁδεῖν> 〈Γ 173〉· ⸤ἀρέσαι· ἀπαρέμφατον ἀορίστου δευτέρου καὶ μέλ-

λοντος. ἔστι τὸ ῥῆμα ἥδω,⸥ τὸ ἀρέσκω, ὁ μέλλων ἥσω, ὁ δεύτερος

ἀόριστος 〈ἧδον καὶ〉 ἅδον, 〈Μ 80〉 „ἅδε ⸤δ' Ἕκτορι μῦθος ἀπήμων“,

ὁ μέλλων δεύτερος ἁδῶ ἁδεῖς ἁδεῖ⸥ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν· λέγεται

γὰρ οἱονεὶ τὸ εἰς ἡ⸤δονὴν κινεῖν⸥.

<Ἀδελφειός>· ἐκ τοῦ ἀδελφοῦ, τοῦ ἐκ τῆς αὐ⸤τῆς δελφύος ἤγουν

μήτρα〈ς〉⸥.

21

<Ἀδευκής>· παρὰ τὸ δείκω 〈δεικής〉 ἀδεικής καὶ ἀδευκής, ὡς 〈τρι-

φάλεια〉 τ⸤ρυφάλεια⸥.

<Ἅδην>· παρὰ τὸ ἅδω, τὸ κορέννυμαι, ἅδομαι ⸤καὶ ἥδομαι, ἅδην,

〈Λ 88〉 ”ἅδος τέ μιν ἵκετο θυμόν”⸥.

<Ἀδήριτος>· ὁ ἄμαχος· ἀπὸ τοῦ δῆρις δηρίω ῥ⸤ῆμα, ὁ παθητικὸς

παρακείμενος δεδήριμαι δεδήρι⸥σαι δεδήριται, διὰ τοῦ ι̅· καὶ λοιπὸν

ἐκεῖθεν ἀ⸤δήριτος, ὡς κονίω ἀκόνιτος⸥.

22

<Ἅιδης>· διὰ τὸ ἄδηλος δύσις.

<Ἀδηφάγος>· ἄδην, τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφά⸤γος, ὁ δα-

ψιλῶς ἐσθίων. ‖ ἢ ἐκ τοῦ ἄδην⸥ ἐσθίειν Ἅιδης.

<Ἀδῄωτον> 〈Procop. de bell. 1, 16, 5〉· ⸤ἀπολέμητον, ἀπραίδευτον,

ἀπόρθητον·⸥ 〈Procop. l.l.〉 „τὴν χώραν ἀδῄωτον οἰκεῖν“, ἀπόρθητον.

παρὰ τὸ δῃ⸤ῶ, τὸ σημαῖνον τὸ πορθῶ· τοῦτο δὲ παρὰ τὸ δαίω,⸥ τὸ

κόπτω, τροπῇ τῆς α̅ι̅ εἰς ῃ̅ μετὰ περισπωμένου τόνου δῃῶ, ⟦τοῦ ι̅

ἀνεκφωνήτου ὄντος⟧ διὰ τὸ μέγεθος τοῦ η̅. τὸ δὲ δαίω σημαίνει δʹ·

δαίω τὸ καίω, δ⟦αίω τὸ κόπτω· ἀμφότερα συντάσσεται πτώσει δοτικῇ⟧·

δαίω τὸ μανθάνω, δαίω τὸ εὐωχοῦμαι· ἀμφότερα πτ⟦ώσει αἰτιατικῇ⟧.

⟦<Ἀδιαφόρως>· χωρὶς παρατηρήσεως.⟧

{Ὁμήρου} <Ἁδινάων> 〈Β 87〉· ὁ κανών· ... ἡ εὐθεῖα ἁδινή, τὸ ἀρσενικὸν

ἁδινός. τὸ δ̅ι̅ ι̅· τὰ εἰς ν̅ο̅σ̅ ὀξύτονα—.

23

<Ἀδολεσχῶ>· ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τοῦ λέσχης· τοῦτο ἐκ

τοῦ λέσχη, ὃ σημαίνει τ⟦ὴν⟧ φλυ⟦αρίαν⟧· τοῦτο παρὰ τὸ λέχος, ὃ ση-

μαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον

εἶ⟦χον⟧ ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες καὶ ἐν αὐταῖς

καθεζόμενοι καὶ ὁμιλοῦντες διημέρευ⟦ον⟧ φλυαροῦντες καὶ ἀδολεσχοῦντες.

καὶ ἄλλως. ἀδολεσχῶ παρὰ τὸ ἀδολεσχία· τοῦτο παρὰ τὸ ⟦ἀδό⟧λεσχος·

τοῦτο παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον καὶ

ἐξ αὐτοῦ ἇδος, ἡ εὐφροσ⟦ύνη⟧· καὶ ἔστι λέσχη, ἡ φλυαρία, καὶ κατὰ

σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἀδο-

λέσχης ἀδολέσχου. ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η̅ θηλυκῶν εἰς η̅σ̅ γινό-

μενα ἀρσενικὰ μὴ ἔχον⟦τα⟧ οὐδέτερον εἰς ε̅σ̅ εἰς ο̅υ̅ ἔχει τὴν γενικήν.

καὶ ἄλλως. ἀδολεσχία, στενολεσχία ἢ φλυαρία· ⟦ἔστιν ἅδω⟧ καὶ σημαίνει

τὸ ἀρ⸤έσ⸥κω (ὅπερ γέγονεν ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνομαι) καὶ λέσχη,

ἡ φλυαρία· καὶ ἐξ αὐ⟦τῶν γίνεται⟧ ἀδολεσχῶ, τὸ φλυαρῶ καὶ μετ-

εωρίζομαι, ἤγουν τὸ περὶ τοὺς αὐτοὺς λόγους ἀναστρέφο⟦μαι· καὶ ἐκ

τούτου⟧ ἀδόλεσχος, ὁ φλύαρος. τὸ δὲ λέσχη παρὰ τὸ λέγω, λέξω,

λέλειχα, λέχη καὶ πλεονασμῷ τοῦ σ̅ λ⟦έσχη⟧.

<Ἀδολεσχία>· παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη,

ὃ σημαίνει τὴν φλυαρίαν, [καὶ] γίνεται ⸤ἀδολεσχῶ ῥῆμα καὶ ἐξ αὐτοῦ⸥

ἀδολεσχία. σημαίνει δὲ δʹ· τὸ φλυαρῶ, ὡς τὸ 〈Ps. 54, 2〉 ”ἐλυπήθην ἐν

τῇ ἀδολεσχίᾳ ⟦μου⟧”· ⸤καὶ τὸ⸥ φιλοσοφῶ, 〈Ps. 118, 23〉 „ὁ δὲ δοῦλός

σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου“· καὶ τὸ παίζω, 〈Test. Vet.

Genes. 24, 63〉 ”ἐξῆλθεν ⟦Ἰα⟧⸤κὼβ ἀδο⸥λεσχῆσαι εἰς τὸ πεδίον”· καὶ τὸ

ὀλιγοψυχῶ, ὡς τὸ 〈Ps. 76, 4〉 „ἠδολέσχησα ⟦καὶ⟧ ὠλ⟦ιγοψύ⟧⸤χηκε τὸ

πνεῦμά μου⸥“.

24

<⸤Ἀδράνεια>· ἡ ἀσθένεια· ἐκ τοῦ ἀδρ⸥ανής, ὃ σημαίνει τὸν ἀνίσχυ-

ρον, ὅπερ ἐκ τοῦ δραίνω, ⸤τὸ πράττω, καὶ Ὅμηρος 〈Κ 96〉 ”ἀλλ' εἴ τι

δραίνεις”⸥.

<Ἀδράστεια>· ὅτι οὐδεὶς αὐτὴν ἀπο⸤διδράσκει· ἢ ἀναπόδραστον αἰτίαν

ἔχου⸥σα[ν] κατὰ φύσιν. καὶ εἰς τὸ Πεπρωμένην.

<⸤Ἁδρός>· πλούσιος, μέγας· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς με⸥γά-

λοις καὶ ἁδροῖς. οὕτως Ἡρωδιανὸς [ἐν τῷ] ἐν Ἐπιμερισμοῖς 〈p. XXIX 35

Lentz〉.

<Ἄδυτα> 〈Agath. hist. 1, 10〉· σπήλαια, ὡς τὸ 〈Agath. l.l.〉 ⸤„ἄδυτά

τε ἔχ⸥ειν αὐτόματα“, ὀροφαί, οἷον οἶκοι ὑπόγαιοι ⸤σκοτεινοί. λέγεται

δὲ καὶ τὰ μύχια τῶν ἱερῶν ἄ⸥δυτα, εἰς ἃ οὐκ ἔστιν εἰσελθεῖν· ἀπὸ

τοῦ δύω, ⸤ὃ σημαίνει τὸ ὑπεισέρχομαι, ὁ παθητικὸς παρακείμενος

δέ⸥δυμαι, δέδυται, καὶ ἐξ αὐτοῦ δυτός καὶ ἄδυτος, καὶ τὸ οὐδέτερον

⸤ἄδυτον. ἄδυτα οὖν τὰ ἀφανῆ⸥.

<Ἄεθλον>· σημαίνει βʹ· ἀρσενικὸν μὲν τὸν πόνον καὶ τὸ ἀγώνισμα,

⸤ὡς ὁ ποιητής 〈χ 5〉 ”οὗτος μὲν δὴ ἄεθλος ἄα⸥τος”. λέγεται δὲ καὶ

οὐδετέρως τὸ ἄεθλον τὸ ἐπὶ ἀγῶνος ⸤διδόμενον, 〈Ψ 259〉 „νηῶν δ'

ἔκφερ' ἄεθλα λ⸥έβητάς τε τρίποδάς τε“.

25

<Ἀεί>· εἰς τὸ Αἰεί.

⸤<Ἀειγενέτῃσι> 〈Γ 296〉· διὰ παντὸς οὖσιν. ὁ κανών· αἱ τοιαῦται⸥

δοτικαὶ—. ἡ εὐθεῖα ἀειγενέτης· τὸ ν̅ε̅ ψιλόν· τὰ διὰ τοῦ ε̅τ̅η̅σ̅ ⸤ἀρσε-

νικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ⸥ τοῦ ε̅ ψιλοῦ γράφεται,

οἷον εὐνέτης λογοθέτης μητιέτης· πλὴν ⸤τοῦ⸥ προσ⸤αίτης (σημαίνει δὲ

τὸν π⸥ένητα) καὶ εὐχαίτης, ὁ καλλίθριξ ἵππος. 〈ἀειγενέτης ἀειγε-

νέτου〉. ὁ κανών· τὰ ⸤εἰς⸥ η̅ς̅ ἀρσενικὰ μὴ ὄντα ⸤σύνθετα⸥ πα⸤ρὰ τὸ

κ⸥ρατῶ ἢ κράτος μὴ δεχόμενα οὐδέτερον παρασχηματισμὸν—.

<Ἀείδαρος>· διὰ τὸ ἀεὶ δέρεσθαι. καὶ εἰς τὸ γ̅ στοιχεῖον.

⟦{Ὁμήρου} <Ἄει⟧δε> 〈Α 1〉· προστακτικὸν χρόνου τὸ αὐτὸ [δὲ] ἐνεστῶτος

καὶ παρατατικοῦ· τὸ θέμα ἀείδω. γράφεται διὰ τῆς ε̅ι̅ διφθόγγου·

ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ε̅ ἐγκείμενον

ἐν τοῖς ῥήμασι ἔχουσι τὸ ο̅ ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν, οἷον

λέγω λόγος, φέρω φόρος, λείβω λοιβή, ἀλείφω ἀλοιφή. οὕτως καὶ

ἀπὸ τοῦ 〈ἀείδω ἀοιδή. γίνεται δὲ ἐκ τοῦ〉 εἴδω, τοῦ σημαίνοντος τὸ

26

ἐπίσταμαι, καὶ τοῦ α̅ ἐπιτατικοῦ μορίου ἀείδω, τὸ πολλὰ γινώσκω· ὁ

παρατατικὸς ἤειδον, τὸ τρίτον 〈Ι 189〉 ”ἄειδε”· οἱ Ἴωνες γὰρ συν-

αρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἐνεστῶσι· καὶ κατὰ κρᾶσιν

τοῦ α̅ καὶ ε̅ εἰς α̅ μακρὸν ᾆδε, καὶ μένει τὸ ι̅ ἀνεκφώνητον. καὶ τὸ

ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α̅ καὶ ο̅ εἰς ω̅ ᾠδή.

διὰ τί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δ̅ω̅ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν

πρὸ τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ε̅ι̅ δίφθογγος·

ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ (ἀφ' οὗ τὸ 〈α 365〉 „ὁμά-

δησαν“· ἐκ τοῦ ὅμαδος· τοῦτο παρὰ τὸ ὁμοῦ αὐδᾶν) καὶ κελαδῶ· τὸ

γὰρ κελάδων κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται. ⸤ἐξ⸥έφυγεν δὲ τὸ

ἀείδω καὶ ἐρείδω.

<⸤Ἀεί⸥δελος>· ⟦ὁ⟧ ἀόρατος· ἀπὸ τοῦ εἴδω εἴδελος καὶ ἐν συνθέσει

ἀείδελος, ἤγουν ὁ μὴ θεωρού⸤μενος· ἢ⸥ ἀπὸ τοῦ ἀεί γέγονεν ἀείδελος,

τὸ οὐδέτερον ἀείδελον. ‖ παρὰ τὸ εἴδω εἴδελον καὶ ἐπιτατικὸν ⸤ἀεί-

δελο⸥ν.

<Ἀειδέμεναι> 〈θ 73〉· παραγωγὴ ποιητική, οὐ Δωρικὴ διάλεκτος.

τὸ α̅ τοῦτο ⸤συνεστα⸥λμένον ἐστὶ παρὰ τῷ ποιητῇ, ἅπαξ δὲ ἐκτεταμένον

27

ἐν τῷ 〈ρ 519〉 ”ἀείδει δεδαώς”. ⸤κανών· τὰ εἰς δ̅ω̅⸥ ὑπὲρ δύο συλ-

λαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ,

κέλαδος κελαδῶ· τὸ δὲ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει.

<Ἀείδω>· εἰς τὸ Ὠιδή.

<Ἀεικέλιος>· ἀπὸ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὁμοιῶ·

εἴκελος καὶ ἐν συνθέσει ἀείκελος καὶ ἀεικέλιος ὁ ἀνόμοιος.

<Ἀεικέσσι> 〈Β 264〉· ἀπρεπέσι· δύο σ̅ς̅ ποιητικῶς. ἀεικής, ὁ σκληρός·

ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής καὶ μετὰ τοῦ στερητικοῦ α̅

ἀεικής. ἔστι δὲ τριγενές, ὥσπερ ὁ εὐφυής, ἡ εὐφυής, τὸ εὐφυές.

<Ἀεικής>· ἐκ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ

καὶ τὸ οἶκος, οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· καὶ ἐκεῖθεν ἀεικής. ἀεικέστερος

δέ ἐστιν ὁ ἀπρεπέστερος.

<Ἀ[ε]ιτάνι〈ο〉ν>· διὰ τὸ ἀεὶ τανύεσθαι.

<Ἀέκοντας>· μὴ βουλομένους. ἀέκουσα· ἀέκω καὶ ἡ μετοχὴ ἀέκων

τοῦ ἀέκοντος καὶ ἀέκουσα. ‖ [καὶ ἡ] μετοχή· παρὰ τὸ εἴκω, τὸ θέλω, ἡ με-

τοχὴ ἑκών παραλόγως καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει

τὸν τόνον καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀέκων καὶ κράσει τοῦ α̅ε̅ ἄκων.

<Ἄελλα>· ἡ ἄγαν εἰλοῦσα· ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀέσω,

ἄελα καὶ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ̅.

<Ἄελλα>· πνοή, ἀνέμου συστροφή· ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ

ῥηματικόν. γίνεται δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ἄελα καὶ πλεονασμῷ

τοῦ ἑτέρου λ̅ ἄελλα, ὡς τὸ θύελλα. καὶ προπαροξύνεται· κανὼν γάρ

ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς λ̅α̅ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ

τέλους συλλαβὴν εἰς λ̅ καταλήγουσαν ἅπαντα 〈προ〉παροξύνεται, οἷον

28

δίκελλα μάκελλα θύελλα Πρίσκιλλα Φαλκώνιλλα Σίβυλλα. οὕτως οὖν

καὶ ἄελλα [οὗ ὁ μέλλων ἀέσω ἄελλα].

<Ἀεργός>· ἀργός, ὀκνηρός, ὁ ἄνευ ἔργου, ἀκάματος.

<Ἀηδών>· παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ Αἰολικῇ τῆς ε̅ι̅ εἰς η̅

ἀηδών.

<Ἀερσίποδες> 〈Γ 327〉· σημαίνει τοὺς εἰς ὕψος αἴροντας τοὺς πόδας,

τουτέστι ταχεῖς· καὶ γίνεται ἐκ τοῦ ἀείρω, τὸ κουφίζω, ὁ μέλλων ἀερῶ,

Αἰολικῶς ἀέρσω καὶ ἐξ αὐτοῦ ἀερσίπους [ταχύς].

{Ὁμήρου} <Ἀέσαι> 〈ο 40〉· κοιμᾶσθαι· παρὰ τὸ ἄωτον, οἷόν 〈Κ 159〉 „τί

πάννυχον ὕπνον ἀωτεῖς;“

<Ἀεσίφρων>· ματαιόφρων· παρὰ τὸ ἀέσαι, ὅ ἐστι κοιμᾶσθαι· ὁ μὴ

ἐγηγερμένας ἔχων τὰς φρένας.

<Ἀεικής>· αἰσχρός.

<Ἀεικέλιος>· παρὰ τὸ εἴκελος· δεινός, αἰσχρός, κακός, οἰκτρός, εὐτελής.

<Ἀήσυρον>· κοῦφον, ὃ δύναται πνοὴ[ν] σύρειν.

<Ἀείδηλον>· τὸ ἀεὶ δῆλον καὶ φανερόν.

<Ἀείρω>· ε̅ι̅· ἀέρρω γὰρ Αἰολικῶς λέγεται.

<Ἀετός>· ἀείετος, 〈ὁ ἀεὶ〉 νέος ὢν διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι

καὶ πολλὰ ζῆν. ‖ λέγεται δὲ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτός καὶ ἀετός.

ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι· λέγεται γάρ, ὅτι ἀετὸς ἐπὶ ἀληθινῷ σημείῳ

παρὰ τοῦ Διὸς πέμπεται.

{Ὁμήρου} <Ἀετός>· ἐκλήθη οὐχ ὥς τινες παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ

ἐτεὸν δηλοῦν, ὅ ἐστιν ἀληθές. λέγεται γὰρ κατὰ τὴν τοῦ Διὸς γένεσιν

τὸν ἀετὸν γεννηθῆναι, ἐν δὲ τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι·

29

διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς 〈τὸν〉 ἀετὸν εἵλετο, ᾧ καὶ

προστάσσει καὶ ἀγγέλῳ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ.

<Ἀζηχές>· παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸν ἀδιαλείπτως, ἀδηχές καὶ

τροπῇ ἀζηχές.

<Ἀζηχές>· τὸ σκληρόν· ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς

θάλλουσι καὶ χλωροῖς κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρά·

καταστρέφει οὖν εἰς τὸ σκληρόν. οἱ δέ, ἀντὶ τοῦ ἀδιάλειπτον, ἔνθεν

τὸ 〈Ε 203〉 ”εἰωθότες ἔδμεναι ἄδην”.

<Ἀελλόπος>· Ἶρις.

<Ἀζηχής>· παρὰ τὴν ἄζην, ἥτις ἐστὶν [ξηρὰ] ξηρασία.

<Ἄζη>· ἡ ξηρασία· ὅ〈τι〉 τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται.

<Ἅζομαι>· παρὰ τὸ χάζομαι [ὁ σκληρὸς] ἀποβολῇ τοῦ χ̅, ὡς λείβω

εἴβω· οἱ γὰρ ἅζοντες καὶ τιμῶντες ὑποχωροῦσιν.

<Ἅζομαι>· ἐντρέπομαι, ἢ σέβομαι, ἢ ὑποχωρῶ.

<Ἄζω>· τὸ ξηραίνω· κατὰ στέρησιν τοῦ [μὴ] ζῆν· τὸ γὰρ ζῶν καὶ

ὑγρόν ἐστιν, ἔνθεν 〈ζ 201〉 „διερὸς βροτός“, ὁ ζῶν. ἀλίβας, ὁ νεκρός,

ὡσαύτως.

<Ἄζυξ>· μονάζων, ἄζευκτος, παρθενεύων.

<Ἀηδών>· διὰ τὸ ἀεὶ ᾄδειν ἐν θέρει καὶ ἐν χειμῶνι· ἢ παρὰ τὸ

ἀείδω ἀηδών κατὰ διάλεκτον Αἰολέων· ἢ διὰ τὸ ἡδυτάτως λαλεῖν.

<Ἀηδῆ>· τὰ ἄγλυκα, παρὰ τὸ μὴ ἥδειν ἡμᾶς.

30

<Ἀήρ>· παρὰ τὸ ἀείρειν, ὅ ἐστι κουφίζειν. ἢ παρὰ τὸ ἄω, τὸ πνέω·

ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ παρὰ τὸ ἠρτῆσθαι τοῦ

αὔοντος αὐτὸν αἰθέρος καὶ καίοντος.

<Ἀήρ>· παρὰ τὸ ἀραιὸν εἶναι αὐτὸν καὶ τοῖς πᾶσιν ἀναπνευστικόν.

<Ἀήτης>· ὁ ἄνεμος· παρὰ τὸ ἄω, τὸ πνέω.

{Ὁμήρου} <Ἀήσυλα> 〈Ε 876〉· ἄδικα, ἁμαρτωλά· ἔστιν ἥδω, τὸ εὐφραίνομαι,

ὁ μέλλων ἥσω, ἥσυλα καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀήσυλα, τὰ μὴ εὐφραί-

νοντα ἢ μὴ πρέποντα.

<Ἀήσω>· εἰς τὸ Ἄημα.

<Ἀήτης>· ὁ ἄνεμος· ἐκ τοῦ ἄω, τὸ πνέω.

<Ἀήτης>· εἰς τὸ Ἦτορ.

<Ἄημα>· σημαίνει τὸ προγεγονὸς καὶ τὸ ἐνεστὸς πνεῦμα.

<Ἀθέριζον> 〈Α 261〉· ἀπεδοκίμαζον· μεταφορικὴ ἡ λέξις, ἀπὸ μετα-

φορᾶς τῶν ἀθέρων, ἤγουν τῶν ἀσταχύων τῶν ἐκ τῆς ἅλω ἀπορριπτου-

μένων· 〈ἀθέρες γὰρ〉 οἱονεὶ οἱ μὴ θεριζόμενοι καὶ πρὸς χρείαν συν-

αγόμενοι, ἀλλ' ἀποβαλλόμενοι. γίνεται οὖν ἐκ τοῦ θέρος θερίζω καὶ

μετὰ τοῦ στερητικοῦ α̅ ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω,

ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς καὶ Θερσίτης καὶ θερμός.

<Ἀθέσφατος> 〈λ 61〉· πολύς, ἄπειρος, ἄφατος· ἐκ τοῦ θεός καὶ τοῦ

31

φατός· τοῦτο ἐκ τοῦ φημί, τὸ λέγω· θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν

καὶ πλεονασμῷ τοῦ σ̅ θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α̅ ἀθέσφατος.

<Ἀθηνᾶ>· παρὰ τὸ ἀθρεῖν τὸν νοῦν, ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν.

<Ἀθηνᾶ>· παρὰ τὸ ἀθρεῖν· διανοητικὴ γὰρ ἡ θεός.

<Ἀθηνᾶ>· ἀθρηνᾶ τις οὖσα· παρὰ τὸ τὸν νοῦν ἀθρεῖν ἐν τῷ κόσμῳ

πάντα.

<Ἀθηναίη> 〈Β 371〉· ἡ εὐθεῖα. τὸ ν̅α̅ι̅ δίφθογγον. διὰ τί; ὡς τὸ

δίκη δικαία· ἔστι γὰρ Ἀθήνη Ἀθηναίη. παρὰ τὸ θῶ, τὸ θηλάζω, ὁ

μέλλων θήσω, ῥηματικὸν ὄνομα θήνη καὶ Ἀθήνη καὶ Ἀθηνᾶ· ἀμήτωρ

γὰρ ἡ θεὸς παραδέδοται ἡμῖν. ἔστιν Ἀθηναία, καὶ ὥσπερ Ναυσικάα

κατὰ κρᾶσιν τῶν δύο α̅α̅ εἰς α̅ μακρὸν Ναυσικᾶ, οὕτως καὶ ἀπὸ τοῦ

Ἀθηναία ἀποβολῇ τοῦ ι̅ γίνεται Ἀθηνάα, καὶ κράσει τῶν δύο α̅α̅ εἰς α̅

μακρὸν γίνεται Ἀθηνᾶ, ἐξ οὗ καὶ περισπᾶται· πᾶσα γὰρ συναίρεσις—.

<Ἀθῆναι>· Δωριεῖς Ἀθᾶναι λέγουσιν.

<Ἀθηνᾶ>· ἐκ τοῦ Ἀθήνη· τοῦτο ἐκ τοῦ θήσω μέλλοντος θήνη (〈θήνη〉

δέ ἐστιν ἡ θηλάζουσα) καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α̅ καὶ Ἀθηνᾶ.

Ἀθηνᾶ δὲ λέγεται, ἐπειδή, ὥσπερ μυθεύουσι, τὴν Ἀθηνᾶν παρθένον

λέγουσιν εἶναι καὶ ἀμήτορα· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς μυθεύουσιν

αὐτὴν ἐξελθεῖν. ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν.

<Ἀθήνη>· παρὰ τὸν θήσω μέλλοντα 〈τὸν〉 δηλοῦν〈τα〉 τὸ θηλάσω·

〈Ω 58〉 ”γυναῖκά τε θήσατο μαζόν”. θήσω 〈οὖν〉 καὶ ῥηματικὸν ὄνομα

32

θήνη καὶ μετὰ τοῦ στερητικοῦ α̅ Ἀθήνη· ἀμήτωρ γὰρ παραδέδοται ἡ

θεός. οὕτω Φιλόξενος.

<Ἀθήνη> 〈Α 194〉· ἡ Ἀθηνᾶ· τὸ θ̅η̅ η̅· ἐκ τοῦ θήσω μέλλοντος θήνη,

ἡ θηλάζουσα, καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α̅, ἡ ⟦μὴ θηλάσασα·

ἀμήτωρ γὰρ παραδέδοται ἡ θεός⟧.

<Ἆθλο⟦ν⟧>· ἀγώνισμα· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον

καὶ τροπῇ τοῦ τ̅ εἰς θ̅ ἆθλον, τὸ ⟦τῷ⟧ νικῶντι διδόμενον.

<Ἀθλήσαντα>· ⟦κακοπαθήσ⟧αντα.

<Ἀθλοθέται>· οἱ ἐν τοῖς γυμνικοῖς· ἀθληταὶ δέ.

<Ἆθλον> ἐπάθλου διαφέρει· ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών,

ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον.

<Ἆθλος ἀρσενικῶς> καὶ <ἆθλον> οὐδετέρως διαφέρει· ἀρσενικῶς μὲν

γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ ⟦τὸ ἔ⟧παθλον· Ὅμηρος 〈χ 5〉

„οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται“, ἐπὶ δὲ τῶν ἐπάθλων

〈Ψ 736〉 ”ἀέθλια πό〈σ〉ς' ἀνελόντες”.

<Ἄθρ⟦ει⟧>· ἐκ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α̅ ἀδρῶ καὶ

τροπῇ τοῦ δ̅ εἰς θ̅ ἀθρῶ, ⟦ὡς τὸ 〈Jo. Damasc. III 828b Migne〉 „ἀθρῶν

ὁ πλάστης ἐν ζόφῳ τῶν πταισμάτων“⟧, καὶ ἐκ τούτου ἄθρει τὸ προσ-

τακτικὸν καὶ σημαίνει τὸ βλέ⟦πε⟧.

33

<Ἀθροίζω>· ⟦συν⟧άγω· ἐκ τοῦ θρόος θροῦς, ὁ θόρυβος, 〈Δ 437〉

”οὐ γὰρ πάν⟦τω⟧ν ἦεν ὁμὸς θρόος”· ἐκ τοῦ οὖν ⟦θροῦς⟧ θροός γίνεται

κατὰ παραγωγὴν θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατι-

κοῦ α̅ ἀθροίζω. ‖ τὸ θ̅ρ̅ο̅ι̅ δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ υ̅ζ̅ω̅ ῥήματα

διὰ τοῦ υ̅ ψιλοῦ γράφεται, οἷον γογγύζω τρύζω· πλὴν τοῦ ἀθροίζω·

γέγονε γὰρ παρὰ τὸ θροῦς θροός θροΐζω καὶ ἀθροίζω.

<Ἁθρόο⟦ι⟧> 〈Β 439〉· ταχεῖς· ὄνομα. ἄθροος δὲ διαφέρει τοῦ ἁθρόου·

ἄθροος γὰρ προπαροξυτόνως σημαίνει τὸν αἰφνίδιον, παροξυτόνως δὲ

τὸ συνηθροισμένον, καὶ Ὅμηρος 〈Β 439〉 „ἡμεῖς δ' ἁθρόοι ὧδε“ ἀντὶ

τοῦ συνηθροισμένοι. τὸ ἀθροιστικὸν α̅ δασύνεται.

<Ἄθροος>· παρὰ τὸ στέρησιν ἔχειν τοῦ θροῦ. ‖ ἀθρῶ, τὸ βλέπω·

καὶ ἀθρείω, τὸ ἐπιθυμῶ ἰδεῖν· καὶ ”ἀθρείοντες”, ἰδεῖν ἐπιθυμοῦντες. ἐξ

οὗ καὶ „ἀναθρούσης“ καὶ ”εἰσαθρούσης” [ζημίαν. οὕτως Εὐδαίμων ἐν τῇ

Ὀρθογραφίᾳ].

<Ἀθύρων>· ὁ μὴ θύραν τῇ γλώσσῃ τιθέμενος· ἐξ οὗ καὶ ἄθυρμα,

τὸ παίγνιον.

<Ἀθῷος> 〈Ps. 9, 29〉· καθαρός· παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει τὸ

ζημιῶ καὶ καταβάλλω, γίνεται θωή· καὶ ὡς φῶ φωή καὶ ζῶ ζωή,

οὕτως καὶ παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, γίνεται θωή, ἡ ζημία·

ὁ γὰρ ζημιούμενος καταβάλλει. καὶ ἐξ αὐτοῦ γίνεται θῶος καὶ μετὰ

τοῦ στερητικοῦ α̅ ἀθῷος, ὁ ἀζήμιος· καὶ ὤφειλε προπαροξύνεσθαι κατὰ

τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ ἀπὸ τῶν εἰς α̅ καὶ εἰς η̅ θηλυκῶν

[καὶ η̅ θηλυκῶν] διὰ τοῦ [ω̅]ο̅ς̅ γινόμενα ὀνόματα ἅπαντα προπαροξύ-

34

νεται, οἷον κεφαλή ἀκέφαλος, ὥρα ἄωρος, φωνή ἄφωνος. ἀλλ' ἕτερος

κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ο̅ς̅ ὀνόματα ὑπὲρ δύο συλλαβὰς τῇ ῳ̅

παραληγόμενα προπερισπῶνται, χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θό-

ρυβον· Κῷος, Μινῷος, πατρῷος, μητρῷος. τούτοις συνεξηκολούθησε

καὶ τὸ ἡρῷος· ἔχει δὲ τὸ ι̅ ἐκ παραδόσεως.

<Ἄϊος>· ὄνομα παρὰ τῷ Στησιχόρῳ 〈fr. 74 Bergk4〉. Ἀΐτης καὶ

Ἀΐτιος ὀνόματα.

<Ἀθύρματα>· παίγνια ἢ κόσμια.

<Ἀνθρήνη>· μετὰ τοῦ ν̅ ἐστὶν εἶδος μελι⟦σσίου· ἀ⟧θρήνη δίχα τοῦ ν̅

ἐστὶν εἶδος ἰχθύος, ὃ καὶ ἀφύη λέγεται.

<Ἀθηρηλοιγόν>· τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ δια-

λέγουσι· καὶ ἔστιν ἀθερολόγον, τὸ τοὺς ἀθέρας διαλέγον.

<Ἀθῷος> καὶ <θῶος> καὶ <θωή>· παρὰ τὸ θεῖναι· λέγουσιν γάρ „αὐτοῖς

ἐπέθηκε ζημίαν“. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ.

<Αἴ> 〈Β 371〉· ἐπίρρημα εὐχῆς σημαντικόν· τοῦτο ἐκ τοῦ εἴ τοῦ ση-

μαίνοντος τὸ εἴθε τροπῇ τοῦ ε̅ εἰς α̅, καὶ ἀπομένει τὸ ι̅ καὶ γίνεται αἴ.

<Αἶα>· εἰς τὸ Αἰγιαλός.

<Αἴαψ>· ματαίως.

<Αἰγανέη>· τὸ ἀκόντιον· παρὰ τὸ αἰγὸς…

ὃ…

The complete text is available when the reading interface loads.