The Greek Library Catalogue

Anonymous

Etymologicum Gudianum

Edition reference
Etymologicum Gudianum (ζείδωρος– ὦμαι), ed. F.W. Sturz, Etymologicum Graecae linguae Gudianum et alia grammaticorum scripta e codicibus manuscriptis nunc primum edita, Leipzig: Weigel, 1818 (repr. Hildesheim: Olms, 1973): 229–584.
CTS identifier
urn:cts:greekLit:tlg4098.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

zeta

230

ἐπειδὴ αἱ ὀξυνομέναι λέξεις, αἱ διὰ τὴν συνέπειαν τρέ-

πουσι τὴν ὀξεῖαν εἰς βαρείαν, ἐπιφερομένου τοῦ ἐγκλι-

τικοῦ μορίου, τὴν ἰδίαν τάσιν φυλάττουσι. σημαίνει

δὲ δύο· ὄνομα κύριον βασιλέως Ἀσσυριῶν καὶ τὸν

ἀστέρα.

<Ζεύς>, ἐκλήθη, ὅτι ἔζησεν, ἐν τῇ Κρήτῃ οὗ ὁ Κρόνος

κατεπόθη, τὸ πρότερον Δίας καλούμενος, παρὰ τὸ δια-

μένειν τὸν χρόνον. βελτίον δὲ γάρ ἐστι λέγειν ὅτι

ζωῆς παρεκτικός. οἱ δὲ ὅτι τὸ σῶμα αὐτοῦ ἐσπαργά-

νωσαν. ὅτι δεύειν καὶ βρυχάζειν αἴτιός ἐστιν. καὶ

γὰρ πῶς ὁ θεὸς τριώνυμος ἔστι καὶ ἕκαστον αὐτοῦ

τῶν ὀνομάτων, οὐκ ἔχει τὰς πτώσεις, ἀλλ' ὁ Ζεὺς

ἔχει τὴν ὀρθὴν μόνον καὶ τὴν κλητικὴν, Ζεῦ ἄνα.

πληροῦνται δὲ καὶ αἱ ἄλλαι ἀκατανωνόμαστοι· αἱ γὰρ

Διὸς καὶ Διῒ καὶ Δῖα, οὐκ ἔχουσι τὴν ὀνομαστικὴν,

ἀλλ' ἀεὶ ἡ ὀνομαστικὴ Δῖα, ὅθεν ὁ Πλάτων, Ζεὺς εἶναι

φησὶ, δι' οὗ ζῶμεν. Ζῆνος δὲ καὶ Ζῆνι καὶ Ζῆνα

ἀπ' ὀρθῆς τοῦ Ζῆν. οἱ δὲ φυσικοὶ δῖνα ἀπ' ὀρθῆς

πτώσεως. λέγεται δὲ αὐτὸν τὸν αἰθέρα εἶναι δῖα. ὅτι

ἔμπειρός ἐστι καὶ ζέει, ἀλλ' αἰθὴρ τίκτει σε κόρας,

Ζεὺς ὡς ἀνθρώποισιν ὀνομάζεται.

<Ζέφυρος>, ὁ καὶ λὶψ, ὅτι ἀπὸ ζείφου πνεῖ· ζεῖφον δὲ

τὴν δῦσιν οἱ ἀρχαῖοι ἔλεγον.

<Ζέφυρος>, ὅτι ἐκ τῶν ζοφωτάτων τῆς δύσεος πνεῖ.

<Ζέφυρος>, παρὰ τὸ ζωοφόρος εἶναι. τρέφει γὰρ τοὺς

καρπούς. ἢ παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸν ζῆν

πᾶσι παρέχων, καὶ τὶ μετέχει τοῦ ζῆν, τῷ γὰρ θέ-

ρει πνέοντι αὐτῷ οἱ καρποὶ αὔξονται.

<Ζηκχὸς>, ζῆ ἐκ χοὸς, πόνους τιθέμενος εἰς γαῖαν, ἔν-

θεν τρυφᾷν εἴθισται ἔκπαλαι τῶν χρόνων. φιλεῖ γὰρ

ὄντως ἰδίοις μόχθοις τρέφεσθαι, ἤπερ εἰσάγειν ἑαυτὸ

ἐξ ἀλλοτρίων μόχθων.

<Ζῆθι>, ῥῆμα προστακτικὸν, κατ' ἔκτασιν ἐστιν ἡ θι

συλλαβή. ἔστι γὰρ ἄω τὸ πνέω, καὶ μετὰ τοῦ ζα

ζάω ζῶ, καὶ κατὰ κράσιν Δωρικὴν τοῦ α εἰς η ζῆ. τὸ

τρίτον τοῦ παρατατικοῦ ἔζαε, ἔζᾳ, καὶ τὸ προστακτικὸν

ζῆ. ὡς τάω, τῶ, τῆς, τῆ. τῆ πρὸς οἶνον Κύκλωψ.

ἀντὶ τοῦ δέξαι, καὶ προσθέσει τῆς ζη συλλαβῆς γίνε-

ται ζῆθι. ἢ ἀπὸ τοῦ ζάω τὸ καθεύδω, οὗ ὁ μέλλων

ζάσω, ἀντὶ τοῦ καθευδήσω, ζάω ζῶ, ἐξ οὗ καὶ τὸ

προστακτικὸν ζῇ καὶ ἐπεκτάσει ζῆθι.

<Ζῆ>, τρίτου προσώπου, ζῶ, ζαεῖς ζᾶς, ζάει ζᾷ, καὶ

κράσει Δωρικῇ τοῦ α εἰς η ζῇ.

<Ζῆθος>, ὁ ἥρως, Ἀμφίων τε Ζῆθός τε, παρὰ τὸν

ζήσω μέλλοντα ζῆθος, ὡς ἐρίσω ἔριθος. ἢ ὅτι ἡ μή-

τηρ αὐτοῦ ἔζησεν εὐμαρῶς τεκεῖν αὐτόν.

<Ζῆθος>, Εὐριπίδης σαφῶς ἐτυμολογεῖ ἐν Ἀντιόπῃ. ζη-

τῆσαι γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσα γυνή.

<Ζῆλος>, ἀπὸ τοῦ ζέω γίνεται ζέλος, καὶ τροπῇ τοῦ ε

231

εἰς η ζῆλος, ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γενόμενος.

ἢ ἀπὸ τοῦ ζάλη, ζάλος καὶ τροπῇ ζῆλος, ὁ γὰρ ζῆλος

ζάλην βάλλει εἰς τὸν ἄνθρωπον.

<Ζῆλος>, παρὰ τὸ ζέειν ὅλος, ζέελος, καὶ κράσει τῶν

δύο εε εἰς η ζῆλος. τοῦτο παρὰ τὸ ζέω ζέηλος καὶ

ζῆλος.

<Ζῆλος> καὶ <ζηλοτυπία> διαφέρει. ζῆλος μὲν γάρ ἐστι μί-

μησις τοῦ καλοῦ, οἷον, ζῆλον τὸν κατηγητὴν ὁ παῖς.

ζηλοῖ δέ τε γείτονα γείτων, ἐπὶ καλοῦ. ζηλοτυποῖ δὲ

ἡ δεῖνα τὸν δεῖνα. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει

ὑπάρχον.

<Ζῆλος> φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ δι' ἐπι-

θυμίας γινομένη μίμησις, δοκοῦντι τινὸς καλοῦ. φθό-

νος δὲ βασκανία τις ἡ τοῖς ἄλλοις μὲν οὖσα ἀγαθὴ,

ἡμῖν δὲ οὐ. καὶ εἰς τὸ χαμαίζηλος.

<Ζηλῶσαι> τοῦ <ἐρίσαι> διαφέρει. ζηλοῦν γάρ ἐστι τὸ σὺν

ἐπιθυμίᾳ μιμεῖσθαι. ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλο-

νείκειν ἐπὶ τινὶ πράγματι.

<Ζῆλος>, ζῆλος δ' ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασι, παρὰ

τὸ ζεῖν, ὁ φλεγμαίνειν καὶ ἐγκαίεσθαι τὴν ψυχὴν

ποιῶν, ἢ ὁ ζητῶν πρός τι εἶναι καλὸν ζῆν.

<Ζημία>, ἡ τὰ πρὸς ζῆν μειοῦσα, τὸ ζη ἦθα. τὰ γὰρ

ἀεὶ παρ' ἡμῖν μὲν διὰ τῆς ει διφθόγγου γράφεται,

παρὰ δὲ τοῖς Δωριεῦσι εἰς η. οἷον, πεινάεις πεινᾶς·

καὶ Δωρικῶς πεινῆς καὶ διψῆς. οὕτω γὰρ ζάεις ζᾶς,

ὤφειλεν εἶναι ζῆς· ἀλλ' ἐπεκράτησαν τοῦτο παρ' ἡμῖν

λέγεσθαι ζῆν.

<Ζηνὸς>, ὁ Δίας, καὶ Ζῆνα τὸν Δία, καὶ Ζῆνι τῷ Διΐ.

<Ζέω> καὶ <ζῆν>, τὸ ῥῆμα κατὰ μίμησιν τοῦ κατὰ τὴν

θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ

ἄω, ζάω καὶ ζέω.

<Ζημία>, ἡ τοῦ κέρδους καὶ ὠφελείας μείωσις, ἡ τῶν

ὄντων πρὸς τὸ ζῆν μείωσις. τούτους μεγίστην ζημίαν

ὀφλισκάνειν Εὐριπίδης. παρὰ τὴν ζέσιν τὴν γινομένην

ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτείνειν τὰ ἐπαγόμενα, ἢ δη-

μία τὶς οὖσα, ἡ πολιτική. ἡ τὴν ζωὴν μειοῦσα, τουτ'-

ἔστι τὴν περιουσίαν. καὶ γὰρ ὁ ποιητὴς ζημίαν τὴν

περιουσίαν λέγει. ἡ δὲ κατὰ ζωὴν φαγέειν μενοηκέα

πόλλα.

<Ζήτης>, ὁ υἱὸς Βοῤῥᾶ. Ἀπολλόδωρος ὁ Ῥόδιος ἐν τοῖς

Ἀργοναυτικοῖς. παρὰ τὸ ζα καὶ τὸ πνέω, ὁ μεγάλως

πνέων. ἤτοι παρὰ τὸ σφοδρὸν τοῦ βορέου καὶ μεγα-

λοπνοῦν. υἱὸς γὰρ τοῦ Βοῤῥᾶ. ὁ αὐτὸς καὶ αἰθρηγε-

νέτης, ὁ βορέας ὁ αἴθρου καὶ ψύχους αἴτιος.

<Ζητοῦ>, μὲν παρὰ τοῦ δίμηνος, καὶ τρίμηνος πόθεν

ἄρα ἔστι; ἐκ τοῦ ὀνόματος τοῦ δύο καὶ τρία, ἢ ἐκ τοῦ

ἐπιῤῥήματος. καὶ λέγει ὁ Ἡρωδιανὸς κατὰ τροπὴν

τοῦ υ, ὡς Ἀφροδύτη Ἀφροδίτη καὶ προσθήκῃ τοῦ α

τριάμηνος, καὶ κατὰ συγκοπὴν τρίμηνος. καὶ ποῖον

ἔστιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματος γινόμε-

νον, ἢ τὸ ἐξ ἐπιῤῥήματος; καὶ λέγομεν, ὅτι μᾶλλον

τὰ ἀπὸ τοῦ ὀνόματος. ἰδοὺ κατ' ἐντελʹ... τὰ παρὰ

Ἀθηναίοις συντιθέντα δεικνύουσιν ἡμῖν· καὶ ταῦτα γί-

νεσθαι ἐκ τοῦ ὀνόματος, οἱόνπερ ὀκτάμηνος. ἴσως δέ

τις ἁρπάσαις λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνος καὶ

ὀκτάμηνος, καὶ δῆλον, ὅτι ἀπὸ τοῦ ἐπιῤῥήματος τοῦ

πεντάκις καὶ ὀκτάκις γίνεται τὰ προκείμενα πεντακί-

μηνος καὶ ὀκτακίμηνος, καὶ κατὰ συγκοπὴν τῆς κι συλ-

λαβῆς πεντάμηνος καὶ ὀκτάμηνος. καὶ λέγομεν πρὸς

232

αὐτοὺς, ὅτι τοῦτο ἀληθές. ἀλλὰ πολλάκις οἱ ἄρι-

θμοι ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ

τέλος εἰς α. ὥσπερ γὰρ ἀπὸ τοῦ ὄκτω γίνεται κατὰ

παραγωγὴν ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις,

οὕτω καὶ σύνθετον ὄνομα πεντάμηνος καὶ ὀκτάμη-

νος. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν αἰτιατι-

κῶν ὀνομάτων τοῦ πεντάμηνος καὶ ὀκτάμηνος μᾶλλον

ἐκ τοῦ ὀνόματος γίνεσθαι τὸ δίμηνος καὶ τρίμηνος,

καὶ ἐκ τρίμηνος τετράμηνος, ὅτι τετράμηνός ἐστιν καὶ

ὁ θερισμός. οὐκ ἐξ ἐπιῤῥήματος οὖν, ὡς τινὲς φασί.

<Ζῆθα>, ἀπὸ τοῦ Ζητοῦ τοῦ Βορέου εἰρῆσθαι φασὶν, οὗ-

περ μέμνηται Ἀπολλώνιος.

<Ζήτημα>, παρὰ τοῖς ῥήτορσι καλεῖται τὸ ἤδη ὁμολογη-

θὲν συνίστασθαι πρόβλημα τοῦτο· οὐκ ἀξιοῦται δὲ

τῆς τοῦ ζητήματος προσηγορίας. καὶ ἔστι μὲν ζήτημα

τοῦτο καὶ πρόβλημα πάντως, οὐκ ἔστι δὲ πρόβλημα

τοῦτο πάντως καὶ ζήθημα.

<Ζήτρειον>, διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγου-

σαν. σημαίνει τὸ τῶν δούλων δεσμωτήριον, ἤγουν τὸν

μύλωνα. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ

παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ δεσμεύειν, καὶ τὸ τρεῖν,

ὃ σημαίνει τὸ φοβεῖσθαι, δείτριον, μετατιθέντος τοῦ

δ εἰς ζ καὶ τῆς ει διφθόγγου εἰς η, ὡς τὸ πλείων

πλήων, καὶ μείων μήων. ἢ παρὰ τὸ ζα καὶ τὸ τρεῖν

ζάτρειον καὶ ζήτρειον, τροπῇ τοῦ α εἰς η. ἐξ οὗ καὶ

ζάπλουτος.

<Ζιζάνιον>, τὸ ἄνευ σπορᾶς παραφυόμενον τῷ σίτῳ καὶ

γίνεται παρὰ τὸ ἵζω καὶ σιτώζω καὶ σίνω τὸ βλά-

πτω, σισάμιον καὶ ζιζάνιον, τὸ ἐπικαθήμενον ζιζά-

νιον, τὸ βλάπτον τὸν σῖτον.

<Ζόφος>, ὁ σκοτασμός, παρὰ τὸ νέφος νόφος καὶ μετὰ

τοῦ ζα ζάνοφος καὶ κατὰ συγκοπὴν ζόφος. διάτι βα-

ρύνεται; τὰ εἰς φος δισύλλαβα προσηγορικὰ βαρύτονα,

εἰ μὴ ἔχουσι τὸ ι πρὸ τέλους συνεσταλμένον, οἷον,

τάφος κέπφος, ἔστι δὲ εἶδος ὀρνέου, λαῖφος, βρέφος,

γόμφος, ζόφος.

<Ζυγομαχεῖν>, οἱ μὲν ἀπὸ τῶν πολούντων σταθμῶ,

καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ

τῶν ὑποζυγίων, οἷον, βοῶν ἢ ἵππων, ἢ τινῶν τοιούτων

μὴ συμφώνως συνεργαζομένων, ὡς Ἡσίοδος. ζυγὸς ση-

μαίνει τῶν βοῶν τὸ ξύλον. οὐκ ἂν τώγ' ἐρίσαντες ἐν

αὔλακι. ὁ δὲ Ἡρώδοτος, ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυ-

γῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ὅτε περὶ τὰς

καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. ἐν ἄλλῳ

Ἡσίοδος, βόε δ' ἐνναετῆρε ἄρσενε κεκτῆσθαι, τῶν γὰρ

σθένος οὐκ ἀλαπαδνὸν· οὐκ ἂν τώγ' ἐρίσαντες ἐν ἀύ-

λακι καμμὲν ἄροτρον ἀξείαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι

λίποιεν.

<Ζύμη>, τὸ μικρὸν φύραμα, παρὰ τὸ ζωῆς οἶμον εἶναι,

ἢ παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη. καὶ ζυμήτης ὁ

ἀρτοποιός.

<Ζυμήτης>, ὁ ἀρτοποιὸς, Ξενοφῶν, ἄρτοι ζυμῆται με-

γάλοι, παρὰ τὸ ζῶ ζέω καὶ ζύω, ὡς ξέω ξύω, χέω

χύω, ζύμη καὶ ζύμωμα καὶ ζυμήτης ἄρτος, ἐκ τοῦ

ζέσαντος σταιτὸς γεγονώς.

<Ζύμη>, τὸ σταὶς, τὸ συμπεφθὲν εἰς ὄπτησιν, παρὰ τὸ

ζέω ζύμη, ὡς λύω λύμη, ὡς σύω σύμη, δύω δύμη, τὸ

ζεὸν σταίς.

<Ζύγονος>, ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κάλα-

233

μοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι, οἷς ἐξάπτονται

καὶ αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.

<Ζυγὸς>, καὶ ζυγὸν ἐπὶ τῶν ἁμαξῶν καὶ ἁρμάτων καὶ

πλοίων. καὶ τὸ λεγόμενον ὑπὸ τινῶν τῶν ποιητῶν τά-

λαντον, ἢ τριτάνη. παρὰ τὸ δύο ἄγειν δύαγον καὶ ζυ-

γὸν κατὰ Δωριεῖς. ἰστέον ὅτι τὸ ζ οἱ Δωριεῖς εἰς σ

καὶ δ, διαλύουσιν, οἷον, ζυγὸς, σδυγὸς, θερίζω θε-

ρίσδω.

<Ζυγὸς>, ἐτυμότερον Αἰολικῶς δυγὸν, ὅτι δύο ἄγει ἡ πλα-

στυγης ὅταν τὰ στάθμα σημαίνωμεν. καὶ ζυγὸς ὁ

δύο ἄγων. ζυγὸν τὸ σταθμιστικόν. σημαίνει καὶ τὴν

καθέδραν τοῦ πλοίου, καὶ τὸ ἅρμα, καὶ τὸ ἄστρον. ἡ

μὲν συνήθεια ἀρσενικὸν ἐπιφαίνεται, Ἀττικοὶ δὲ ἥδον-

ται τῷ οὐδετέρῳ γένει. καὶ ὁ ποιητὴς τὸν ζυγὸν λέγει.

λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς, εἰς ὃν ἔγκειν-

ται οἱ κόλαβοι, ἤγουν οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ

χορδαί· παρὰ τὸ κεκολλῆσθαι.

<Ζεῦγος>, ἐκ τοῦ ζυγὸς, τὸ δὲ ζυγὸς, παρὰ τὸ δύο ἄγειν

δυαγὸς, καὶ τροπῇ τοῦ δ εἰς ζ ζυαγὸς καὶ κράσει

τοῦ υα εἰς ευ δίφθογγον ζεῦγος.

<Ζῶ>, ζῆς, ζῆ, ἀπὸ τοῦ ζάω, κατ' ἀποβολὴν τοῦ α, τὸ

δὲ ζῆς, ζῆ ἀπὸ τοῦ ζάει, κατὰ κράσιν Δωρικὴν τοῦ α

καὶ ε εἰς η τραπέντος, ζῆς, ζῆ. ὅθεν καὶ ὁ παρατατι-

κὸς ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη. καὶ λοιπὸν

τὸ προστακτικὸν ζῆ.

<Ζωάγρια>, ἄποινα, τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα. συντάσ-

σεται μετὰ δοτικῆς.

<Ζωγράφος>, διὰ τὸ τὰ ζῶα μιμούμενος γράφειν καὶ

εἰς τὸ ἱστοριογράφος.

<Ζώδιον>, ὅτι ζῶντος εἶδος φέρει.

<Ζωὴ>, ὥσπερ παρὰ τὸ ῥέω ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ

ἀπὸ τοῦ ζέω ζωὴ τροπῇ τοῦ ο εἰς ω. τὰ γοῦν παρὰ

τὸ ζῶ συγκείμενα, τὴν αὐτὴν φυλάσσει γραφὴν, οἷον,

ζωηφόρος, ζωοτόκος.

<Ζωννύω>, τὸ τῇ ζώνῃ δεσμῶ, ἢ ὁπλίζω τὸ περιεζωσμένον

234

ἐκ τοῦ ζώου· βαρύνεται. εἰ γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζήσω,

οὐκ ὤφειλε προσλαμβάνειν τὸ σ. τὸ δὲ ζῶ ἐπὶ τῆς

ζωῆς, ὁ μέλλων ζήσω. ἔχει δὲ τὸ ζωννύω παρὰ τὸ

ζῶ συγγένειάν τινα, ἐπεὶ τὸ ζῆν αὐτῷ θερμασία, ὥσ-

περ καὶ κατὰ περίφρασιν, ἀλίβας λέγεται ὁ νεκρὸς,

ὁ μὴ ἔχων λιβάδα, μήτε θερμότητα, ἀπὸ μεταφορᾶς

τοῦ ζῆν, καὶ τὸ ζωννύω, ἐπειδὴ κατ' ἐκεῖνον τὸν τό-

πον ζωννύμεθα, ἐν ᾧ ἔστι τὸ τοῦ σώματος θερμόν,

ἤγουν ἡ καρδία. καὶ εἰς τὸ κεραννύς.

<Ζώνη>, τὸ τοῦ σώματος μέρος. εἴρηται παρὰ τὸ ζῶ, ἐν

ᾧ μάλιστα ἔστι τὸ τοῦ ζῆν δεκτικὸν καὶ τὸ ζωτικὸν,

καὶ τὸ περὶ αὐτὸν ὕφασμα.

<Ζώνη>, ὁμωνύμως ὡς καὶ θώραξ, τὸ μέρος τοῦ σώμα-

τος, καὶ τὸ περιτιθέμενον ὅπλον.

<Ζωὴ>, ἡ πρὸς τὸ ζῆν παρασκευὴ καὶ κτῆσις, ἢ ἡ πρὸς

τὰ τὸ ζῆν φύουσα χορηγία.

<Ζῶον>, τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δε-

κτικὸν, τὸ ζῶον ἔχον ἢ ζέσιν ἔχον καὶ θερμότητα,

πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζώων. ὅθεν καὶ ζεστὸν

ἄνθρωπον φαμὲν τὸν εὐκίνητον καὶ θερμόν.

<Ζῶον>, ἀπὸ τοῦ ζῶ ῥήματος γέγονε ζῶον, διὰ τὸ ἐκ

ζωῆς ὄν.

<Ζώοιν> καὶ <ζώοις> εἰς τὸ ποιήσειας.

<Ζωπυρεῖν>, κυρίως τὸ τοὺς ἄνθρακας φυσᾷν, ὡς τὸ,

τρισκατάρατε, ἀναζωπύρει τοὺς ἄνθρακας, Μένανδρος ἐν

Ἀῤῥηφόρῳ.

<Ζωπυρῆσαι>, ἀναθάλψαι.

<Ζωστὴρ> ζώνης διαφέρει. ζωστὴρ μὲν γάρ ἐστι κυρίως

ὁ ἀνδρεῖος, ζώνη δὲ ἡ γυναικεία. ζώνη δὲ σημαίνει

δύο, τὸν περὶ τὸν γαστέρα τόπον, καὶ τὴν λεγομένην

θωρακείαν ζώνην.

<Ζωστὴρ>, σημαίνει τρία, τὸ ἐπάνωθεν τοῦ θώρακος.

λύσε γὰρ ζωστῆρα παναίολον. ζῶμα δὲ αὐτὸς ὁ θώραξ.

λέγεται δὲ καὶ ζῶμα τὸ περίζωμα.

{Τέλος τοῦ Ζ στοιχείου.}

eta

233

{ΑΡΧΗ ΤΟΥ Η ΣΤΟΙΧΕΙΟΥ.}

<Ἤ>, σύνδεσμος βεβαιωτικὸς, ἢ αἰτιολογικὸς, ἀντὶ τοῦ

καθὸ παραλαμβανόμενον. καὶ εἰς τὸ ὀψετέλεστον.

<Ἦ>, ἐπίῤῥημα ὁρκικὸν, ὅπερ καὶ διὰ διφθόγγου γρά-

φεται. εἰ μὴν εὐλογῶν εὐλογήσω σε.

<Ἦ>, ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παρα-

πληρωματικὸν, ἶσον τοῦ δὴ, ἐπεὶ ἦ πολὺ φέρτερος

ἐσσί. ἔστι δὲ ἐπίῤῥημα βεβαιώσεως, ἀντὶ τοῦ οὕτως,

ὡς τὸ, ἦ μάλα τέθνηκεν Μενοιτίου ἄλκιμος υἱός. καὶ

ἀντὶ ἀποῤῥηματικοῦ τοῦ ἄρα. ἦ οὐχ Ἑλένης ἑνέκ' ἠϋ-

κόμοιο. καὶ ῥῆμα ἶσον τοῦ ἔφη. ἦ, καὶ κυανεῇσιν

ἐπ' ὀφρῦσι νεῦσε Κρονίων.

<Ἤ>, ψιλούμενος σύνδεσμος καὶ ὀξυνόμενος σημαίνει τρία,

ἢ διαζευκτικὸς, ἢ ὑποδιαζευκτικὸς, ἢ διασαφητικός.

καὶ διαζευκτικὸς μέν ἐστιν ὁ διάφορα πράγματα τιθεὶς,

καὶ μηδὲν ἕτερον ἐν τῆ αἰτήσει διαιρῶν. οἷον, δός μοι

χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους. διασαφητικὸς δέ

ἐστιν, ὅταν δύο προτεθέντων, τὸ ἓν αἱρεῖται, οἷον,

κρείσσων ἐν γῇ πένεσθαι, ἢ πλουτοῦντα πλεῖν. καὶ

θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πῖθον. ῥανὶς φρε-

νῶν μοι μᾶλλον ἢ βυθὸς τύχης. πόσα σημαίνει τὸ ἡ;

ἣ ἀντὶ τοῦ ἥτις, ἢ ἀντωνυμία καὶ ἀντὶ τοῦ ἔστι.

πόσα σημαίνει ὁ ἢ σύνδεσμος; ἢ ἀντὶ τοῦ ἢ τόδε, ἢ

ἀντὶ τοῦ καὶ, ἢ ἀντὶ τοῦ ἀλλὰ, ᾖ ἀντὶ τοῦ ὑπάρχῃ,

234

ᾗ ἀντὶ τοῦ καθά. ἦ ἀντὶ τοῦ ἆρα· ἢ ἀντὶ τοῦ εἴπερ.

ἦ ἀντὶ τοῦ ἔφη.

<Ἦ>, πολεμήτης ἦν αὐτοῖς, ἀντὶ τοῦ ὅπου τοπικὸν ἐπίῤ-

ῥημα. τὸ γὰρ ἧχι, κατ' ἔκτασιν τῆς χι συλλαβῆς.

<Ἦα>, ἦσθεν.

<Ἠβαιὸς>, ὁ μικρὸς, ἠβαιὸν ὄνομα οὐδέτερον, τὸ ἀρσε-

νικὸν ἠβαιὸς, τὸ η ἦθα διάτι; ἐκ τοῦ ἥβη ἡ ἀκμὴ,

ἠβαὸς, καὶ πλεονασμῷ τοῦ ι ἠβαιὸς, ὁ ἐπ' ὀλίγον χρό-

νον ἀκμάζων, καὶ μαραινόμενος πάλιν. καὶ εἰ ἐκ τοῦ

ἥβη γίνεται, ὤφειλε λοιπὸν δασύνεσθαι. οὐκ ἔστι δὲ

οὕτως. ἀλλὰ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς καὶ πλεο-

νασμῷ τοῦ ι βαιὸς, ὁ ἐπ' ὀλίγον χρόνον βεβηκὼς, καὶ

πλεονασμῷ τοῦ η ἠβαιὸς, ὡς μύει ἠμύει, βαιὸν ἠβαιόν.

καὶ ἄλλως· ἐκ τοῦ γράφεσθαι διφθόγγῳ, πλεονασμὸν

εἶναι τοῦ η. λέγει γὰρ ὁ κανὼν, τὰ διὰ τοῦ αιος

ὀξύτονα δισύλλαβα τριγενῆ, διὰ τῆς αι διφθόγγου γρά-

φεται, οἷον, σκαιὸς, φαιὸς, λαιὸς, οὕτω καὶ βαιὸς,

πλὴν τοῦ θεὸς, δῆλον ὅτι πλεονασμός ἐστι τοῦ ἦθα.

<Ἠβαιὸς>, παρὰ τὴν ἥβην, ἐπεὶ καὶ αὐτὴ ἀρξαμένη τα-

χέως παύεται. καὶ εἰς τὸ ἠθεῖος.

<Ἥβη>, ἡ θεὸς, μετὰ δέ σφισι πότνια Ἥβη. καὶ ἡ

νεότης, καὶ γ' ἔχει ἥβης ἄνθος, καὶ ἀνδρότητα καὶ

ἥβην, ἤδη τὶς οὖσα, ἤδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα,

235

καὶ μεταπτώσει τοῦ δ εἰς β Βοιωτικῶς. ἢ παρὰ τὸ

ἅπτω ἁφὴ καὶ ἥβη, κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ.

πηρώδεις γὰρ οἱ ἡβῶντες, ἢ ἁφή τις οὖσα, τότε γὰρ

ἁπτόμεθα καὶ ἔργου καὶ γυναικός. ἢ παρὰ τὸ ἠβαιὸν,

ἡ ἐπ' ὀλίγον χρόνον οὖσα, ἀπὸ τοῦ βεβηκέναι ἅβη

καὶ ἥβη.

<Ἥβη>, ἡ ἡλικία καὶ ἡ νεότης, καὶ ἡ ἀκμὴ Ἡσιόδος, καὶ

ἡ τῆς γνώσεως ἀκμὴ, καὶ ὄνομα θεᾶς, καὶ τὸ τοῦ ἀν-

θρώπου μόριον. ἐκ τοῦ βῶ βῆ, καὶ πλεονασμῷ τοῦ η

ἥβη. βῶ δὲ σημαίνει τὸ πορεύομαι.

<Ἠβηδὸν>, ἀθροὸν, ὅ ἐστι καθ' ἡλικίαν, ἢ κατὰ νεότη-

τα, ἥβη γὰρ ἡ νεότης. τὸ δὲ ἥβη παρὰ τὸ βῶ

τὸ βαίνω, ἡβῶ καὶ ἐξ αὐτοῦ ἥβη. συντάσσεται δο-

τικῇ.

<Ἠγαθέη>, θαυμαστὴ, ἐν Πύλῳ ἠγαθέῃ. παρὰ τὸ ἀγῶ

περισπώμενον, ἀγάζω, ἀγαστὸς, καὶ ἀγαθὸς καὶ ἀγά-

θεος καὶ κατὰ τροπὴν ἠγάθεος, τὸ θηλυκὸν ἠγαθέη.

ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεὸς, τὸ γὰρ ἄγαν ἀποβάλλει

τὸ ν ἐν ταῖς συνθέσεσιν, Ἀγανίπη, Ἀγαμίδης, ἀγά-

στροφος, Ἀγαμέμνων καὶ ἠγάθεος, ὡς ἀνεμόεις ἠνε-

μόεις.

<Ἠγάθεον>, ἢ θαυμαστὸν, παρὰ τὸ ἄγαμαι ἀγάθεον καὶ

ἠγάθεον. ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν, ὁ ἀξιοθέα-

τος.

<Ἠγάσατο>, ἐθαύμασεν, ἐξεπλάγη, παρὰ τὸ ἄγαν ἀγά-

ζω, ὡς λίαν λιάζω ἢ ἀγαίω, ὡς ῥῶ ῥαίω, κνῶ κναίω.

ἀγέομαι οὖν ἠγάσμην, ἠγασάμην, ἠγάσσατο πλεονασμῷ

τοῦ σ. διὰ τὸ μέτρον, ὡς ἀκῶ, ἠκεσάμην, ἠκέσσατο.

δηλονότι τοῦ ι ἀποστάντος.

<Ἡγεμόνεσσι>, ἡγέμοσιν, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυ-

κῶν ὀνομάτων, ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν

εἰς ες, προσθέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν

τῶν πληθυντικῶν, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς,

οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσι. ἐπὶ δὲ

τῶν οὐδετέρων, ἐπειδὴ οὐ λήγει ἡ εὐθεῖα τῶν πληθυν-

τικῶν εἰς ες, ἀπὸ τῶν γενικῶν τῶν ἑνικῶν γίνεται ἡ

δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε,

οἷον, στόματος, στομάτεσσι, δεπάος δεπάεσσι.

<Ἡγεμονικὸς>, ἐκ τοῦ ἡγεμὼν, ἡγεμόνος. τοῦτο ἐκ τοῦ

ἄγω.

<Ἡγεμὼν>, ἄρχων, ταξίαρχος, παρὰ τὸ ἄγω, ἡγῶ,

ἡγήσω, ἡγήμων καὶ ἡγεμών. κλίνεται δὲ ἡγεμόνος, συ-

στέλλεται ὡς ῥηματικὸν, ἡγεμὼν ἡγεμόνος, κηδεμὼν

κηδεμόνος ὁ φροντιστὴς. τὸ γε ψιλὸν διάτι; τὰ διὰ

τοῦ ἐμῶν ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται. οἷον,

κηδεμὼν, ἡγεμὼν, ἀκρέμων. καὶ εἰς τὸ βασιλεύς.

<Ἠγερέθοντο>, πόθεν γίνεται, ἀπὸ τοῦ ἐγέρθω, ὁ μέλ-

λων ἐγέρσω, γίνεται ὁ παθητικὸς ἐνεστὼς ἐγέρθομαι,

ὁ παρατατικὸς ἠγερθόμην. τὸ τρίτον τῶν πληθυντι-

κῶν ἠγέρθοντο, καὶ προσθέσει τοῦ ε ἠγερέθοντο.

<Ἤγερθεν>, ἐγείρω, ἐγερῶ, ἤγερκα, ἤγερμαι, ἠγέρθην,

ἠγέρθησαν τὸ τρίτον τῶν πληθυντικῶν καὶ ποιητικῶς

ἤγερθεν.

<Ἡγηλάζω>, τὸ ἄγω καὶ ὁδηγῶ, Ὅμηρος. καὶ σὺ κα-

κὸν μόρον ἡγηλάζεις. παρὰ τὸ ἄγω ἀγάγω καὶ ἀγηλά-

ζω καὶ ἡγηλάζω.

<Ἡγήσατο>, ὁδηγὸς ἐγένετο. ὁμώνυμος ἡ λέξις. ὅτε γὰρ

δηλοῖ τὸ προηγῆσθαι ὁδοῦ, δοτικῇ συντάσσεται. ὅτε δὲ

τὸ ἄρχειν γενικῇ.

<Ἥγισμαι>, εἰς τὸ ἀγιστεῖα.

<Ἡγῶμαι>, Δωρικῶς ἀντὶ τοῦ ἀγοῦμαι.

<Ἠγκιστρωμένοι>, ἠγρευομένοι, παρὰ τὸ ἀγκιστρῶ,

τοῦτο παρὰ τὸ ἄγχω, ἄγχιστρον καὶ ἄγκιστρον, τὸ

236

ἄγχον τοὺς ἰχθύας, ἢ παρὰ τὸ ἄγω τὸ φέρω. σημαί-

νει δὲ τὸ ἐζωγρημένον.

<Ἦγμαι>, εἰς τὸ δυσκάθεκτον, καὶ παρεκτικός.

<Ἠγορόωντο>, εἰς τὸ ὤου.

<Ἤγουν>, εἰς τὸ τουτ'ἔστιν. γίνεται παρὰ τὸ ἢ σύν-

δεσμον.

<Ἥδε δὲ οἱ>, αὕτη δὲ αὐτῷ, καὶ περισπᾶται. ἔστι δὲ

ἓν μέρος λόγου, ἐπειδὴ δείκνυται ἐκ τοῦ ἀρσενικοῦ,

ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περί.

<Ἤδη>, ὃ σημαίνει τὸ πρῶ. δηλοῦσιν οἱ Δωριεῖς, διὰ τοῦ

α λέγουσιν ἄδη.

<Ἤιδη>, παρὰ τὸ εἴδω τὸ γινώσκω, ὁ παρακείμενος εἶδα,

ἄτρεπτος γὰρ ἡ ει δίφθογγος. εἶτα ἐκτάσει Ἀττικῇ τῆς

ει διφθόγγου εἰς η, ἦδα, καὶ ὁ ὑπερσυντελικὸς ἤδειν,

καὶ τροπῇ Δωρικῇ τῆς ει διφθόγγου εἰς η γίνεται ἤδην,

ἤδης, ἤδη, ὡς πλείων πλήων.

<Ἤιδει>, ἠπίστατο. εἴδω τὸ γινώσκω καὶ ἐπίσταμαι, τὸ

ει δίφθογγος. ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα,

ὁ μέσος εἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν. καὶ οἱ Ἀττικοὶ

τὸ ε τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ μένει τὸ ι

προσγεγραμμένον. τὸ γὰρ ἐβουλόμην ἠβουλόμην λέ-

γουσι. τὸ δὲ ἔθελον ἤθελον. οὕτως καὶ τὴν ει δί-

φθογγον ἔστρεψαν εἰς η. καὶ μένει τὸ ι προσγεγραμ-

μένον. κᾀγὼ οὐκ ᾔδειν αὐτόν. οἱ δὲ Ἴωνες διαλύουσι

τὴν ει δίφθογγον, τὴν ἐν τῷ τέλει, ἐν μὲν τῷ πρώ-

τῳ προσώπῳ εἰς ε καὶ α. ᾔδεα μὲν γὰρ ὅτι πρόφρων,

καὶ ὅτι τρέπεται εἰς ε καὶ α, οἷον, ἐτετύφειν ἐτετύ-

φεα, τοῦ ν ἀποβληθέντος. ἐπειδὴ τὸ α ἀποβλητικόν

ἐστι τοῦ ν. οἷον, Ξέρξην Ξέρξεα, Πολυδεύκην, Πο-

λυδεύκεα, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, ἢν ἔα, ἧκε

ζωσαμένη νοὸς ἔα. τὸ δὲ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως

ἔχουσι τὸ ν, καὶ οὔκ ἐστι κατὰ πάθος, ὥσπερ καὶ

ταῦτα. ἐν δὲ τῷ τρίτῳ προσώπῳ διαλύουσι τὴν ει

δίφθογγον, εἰς δύο εε, οἷον, ἐτετύφειν, ἐτετύφεα,

ἀρχόμενοι δὲ πάλιν οἱ Ἀθηναῖοι, κιρνῶσιν αὐτὸ εἰς η,

οἷον, ᾔδη, ὃς ᾔδη τά τε ὄντα.

<Ἤιδη>, ἐκ τοῦ εἴδω τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ πα-

ρακείμενος εἶκα, ὁ μέσος εἶδα καὶ οἶδα Αἰολικῶς, ὁ

ὑπερσυντελικὸς εἴδειν, εἴδεις, εἴδει, κατὰ διάλυσιν ἐΐδει,

τροπῇ τοῦ ε εἰς η, ᾔδει. ποιητικῶς γράφεται καὶ τὸ

δεύτερον διὰ τοῦ η. κατὰ δὲ ἡμᾶς τὸ πρῶτον καὶ δί-

φθογγος καὶ η. τὸ δὲ δεύτερον καθόλου διὰ τῆς ει

διφθόγγου.

<Ἤδη>, καὶ πρὸ τούτου, ἐπίῤῥημα χρόνου δηλωτικὸν, συν-

τάσσεται μετὰ τριῶν χρόνων. τὸ γὰρ ἤδη, ἀντὶ τοῦ

τῷ νῦν, συντάσσεται δὲ μετὰ ἐνεστῶτος, παρεληλυθό-

τος καὶ μέλλοντος. σημαίνει δὲ τὸ ἤδη, ἀντὶ τοῦ

τότε, ἐπειδὴ τὰ ἐπιῤῥήματα, μὴ διορίζοντα χρόνον,

κοινὴν δὲ τάξιν ποιοῦντα, ἐπὶ παντὸς χρόνου παρα-

λαμβάνονται. οἷον, νῦν φρονῶ, νῦν ἐφρόνησα, νῦν

φρονήσω. ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω.

<Ἦιδον>, σημαίνει τὸ ἔψαλλον. καὶ εἰς τὸ ᾄδω.

<Ἠδολέσχησα>, τὸ θέμα ἀδολεσχῶ, γίνεται δὲ παρὰ

τὸ ᾄδειν, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη ὃ ση-

μαίνει τὴν πολυλογίαν. πόσα σημαίνει; τέσσαρα. τὸ

φιλοσοφῶ, ὡς τὸ ἠδολέσχησα ἐν τοῖς δικαιώμασί σου.

τὸ φλυαρῶ, ὡς τὸ, τὶ ἀδολέσχεις ἄνθρωπε; τὸ πολυ-

λογῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλιγοψύχησα. καὶ τὸ

παίζω, ὡς τὸ, ἐξῆλθον Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ

πεδίον. καὶ εἰς τὸ ἀδόλεσχος.

<Ἡδίων>, καὶ ἡδεῖα, ἀπὸ τοῦ ἡδύς.

<Ἡδοναὶ>, ἐπιθυμίαι, παρὰ τὸ ἥδεσθαι ἢ ἡδονὴ τινὲς

ἡδονοῦσι, ὡς εἶναι ἄρθρον τὸ η, αὐτὸ δὲ εἶναι δονοῦσαν

237

καὶ κλονοῦσαν ἡμᾶς. οἱ δὲ ἡδονὴν μετὰ τοῦ η, ὅθεν

ἡ ἡδονὴ ἄλλον ἄρθρον.

<Ἡδρασμένος>, κατὰ τροπὴν τοῦ ε εἰς η, ἀπὸ τοῦ

ἑδράζω ἑδραμένος.

<Ἡδὺ>, τὸ γλυκὺ, ἐπίῤῥημα, ἀπὸ ὀνόματος μετήχθη εἰς

ἐπιῤῥηματικὴν σύνταξιν. ὥσπερ ἡδὺ εὐφραντικὸς τὸ

ἀχρεῖον δ' ἐγέλασε.

<Ἡδὺς>, καὶ ἡδύ τι τὸ ψιθύρισμα, οὕτω Θεόκριτος.

<Ἡδὺς>, παρὰ Πλάτωνι, ὁ εὐήθης καὶ ἔμφρων.

<Ἡδὺς>, εἰς τὸ εἶδον καὶ λελυμασμένος.

<Ἡδύοσμον>, διὰ τὸ ἡδὺ τῆς ὀσμῆς.

<Ἥδω>, εἰς τὸ ἄδειν, καὶ ἀδολεσχία, καὶ ἀήσυλος, καὶ

ἀμειδὴς, καὶ ἥνδανε, καὶ ἥσυχος, καὶ μήδεια, καὶ τέλος.

<Ἡδονὰ>, ἱμάτια τὰ Θρακικά.

<Ἠὲ> καὶ <ἤδων>, εἰς τὸ κλαγγήδων.

<Ἠὲ>, διὰ παντὸς, οὐδέποτε γὰρ εὑρίσκεται σύνδεσμος εἰς

τὴν αι δίφθογγον λήγων, πλὴν τοῦ καί. καὶ εἰς τὸ

οὐκ ἦν.

<Ἡδὺ>, τὸ γλυκὺ, οἷον, τὸ ἡδὺ τῆς ψαλμῳδίας. καὶ ἡδύ

τὸ ἔχον γῆν καλήν.

<Ἤεια>, εἰς τὸ ἠύς.

<Ἤεις>, εἰς τὸ εἷς.

<Ἠέλιος>, περιφραστικῶς ὁ ἥλιος, κατὰ πλεονασμὸν τοῦ

ε ποιητικῶς.

<Ἠέλιος>, παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα,

ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος, ὅπερ ἔστι παρὰ

τὸ ἔπω τὸ λέγω, ἐξ αὐτοῦ ἐπύω, καὶ τροπῇ τοῦ ε εἰς

η ἠπύω τὸ φωνῶ, ἠπύτα κήρυξ. ἢ παρὰ τὸ δῆλος, ὁ

φανερὸς, δήλιος, ἀποβολῇ τοῦ δ ἥλιος, ὡς διώκω διωκὴ

καὶ ἰωκὴ, καὶ δαίω τὸ μερίζω καὶ δαίσω, καὶ αἶσα, καὶ

δαίμονα αἵμονα θήρης. ἢ παρὰ τὸ ἅλς, ἁλὸς, ἅλιος

καὶ ἥλιος, ἀνιμᾶσθαι γάρ φησὶν οἱ φυσικοὶ τὸν ἥλιον

τῆς θαλάσσης τὸ ὕδωρ. καὶ γὰρ Ποσειδῶν παρὰ τὴν

πόσιν ἀναπίειν τῷ δάει, τουτ'ἔστι τῷ ἡλίῳ.

<Ἧεν>, ἀορίστου δευτέρου, προσώπου τρίτου τῶν ἑνικῶν,

τὸ θέμα ἔω τὸ ὑπάρχω, ὁ μέσος παρακείμενος ἦα, καὶ

ὁ β ἀόριστος ἦον, καὶ τὸ τρίτον ἦε, καὶ ἐπενθέσει τοῦ

ν ἦεν, καὶ ἐν συναιρέσει τοῦ η καὶ ε εἰς αὐτὸ τὸ η

γίνεται ᾖν, καὶ μετάγει τὸ ν τῆς ἐπενθέσεως.

<Ἠέριαι>, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ ἀέριος καὶ

ἀέρια τὸ θηλυκὸν καὶ κατὰ Ἰωνικὴν τροπὴν τοῦ α εἰς

η ἠέρια. καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠέριαι.

<Ἠερέθονται>, ἀποκρέμονται, ἠερεθίζονται, ἐκ τοῦ

ἀείρω ὃ σημαίνει τὸ ἐπαίρω, καὶ ἐξ αὐτοῦ γίνεται ἀερέ-

θω, καὶ τροπῇ τοῦ α εἰς η ἠερέθω, καὶ διάτι οὐκ

ἔστιν ἀεράθω; ἔστι καὶ εἰς τὸ ἐγειρέθω.

<Ἠέρι>, εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν περικεχυμένον

ἡμῖν ἀέρα, οὐ τὸν ἔκτοθεν ἀέρα. γίνεται οὖν παρὰ τὸ

ἄω τὸ πνέω. ἡ τότ' ἐν Ἴδῃ μακρότατα πεφυκυῖα δι'

ἠέρος αἰθέρ' ἵκανον. θηλυκῶς δὲ τὴν ἀορασίαν, ἀὴρ

δὲ βάθος ἦν.

<Ἠερία>, ἡ ἀορασία, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ γί-

νεται ἀέριος. καὶ τὸ θηλυκὸν ἠερία κατὰ Ἰωνικὴν διά-

λεκτον. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι.

<Ἠέρι>, ἀέρι, ἠερίαι, ὄνομα γένους θηλυκοῦ, ἡ εὐθεῖα

ἠερία παροξυτόνως. τὸ η ἦτα. ἐκ τοῦ ἀὴρ ἀέρος,

ἀέριος. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ηρ ὑπὲρ

μίαν συλλαβὴν, διὰ τοῦ ιος γινόμενα, διὰ τοῦ ι γρά-

φεται. οἷον. συντακτὴρ, συντακτῆρος, συντακτήριος,

ἀστὴρ, ἀστέρος, ἀστέριος, αἰθὴρ, αἰθέρος, αἰθέριος,

ὀλετὴρ, ὀλετῆρος, ὀλετήριος, οὕτω καὶ ἀὴρ, ἀέρος,

ἀέριος, καὶ τροπῇ τοῦ α εἰς η ἠέριος. πρόσκειται ὑπὲρ

μίαν συλλαβὴν, διὰ τὸ θὴρ, θηρὸς, θήριος. λοιπὸν γί-

238

νεται ἠέριος, καὶ τὸ θηλυκὸν ἠερία, παροξυτόνως, ἡ

εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι.

<Ἤεσαν>, εἶμι τὸ πορεύομαι, ὁ μέλλων εἴσω ὁ παρακεί-

μενος εἶκα, ὁ μέσος εἶα, καὶ οἱ Ἀττικοὶ τῶν παρωχη-

μένων εἰς η τρέπουσι. καὶ ὁ ὑπερσυντελικὸς ᾔειν, καὶ

μένει τὸ ι προσγεγραμμένον. τὸ τρίτον τῶν πληθυν-

τικῶν ᾔεισαν, καὶ ἐκβολῇ τοῦ ι ᾔεσαν.

<Ἠεροφοίτης>, ἀρσενικὸν ὁ ἐν τῇ ἀέρει φοιτῶν. παρὰ

τὸ δι' ἀέρος φοιτᾷν καὶ σκότους. καὶ τὸ θηλυκὸν ἠερο-

φοῖτις, ἡ ἀπροοράτως φοιτῶσα καὶ ἀπερχομένη, ὡς

τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαί-

μων ἠεριννύς. οἷον, ἡ διερευνῶσα ἐν ταῖς πράξεσιν ἔργα.

<Ἤθας>, ὁ συνήθης καὶ συνεργὸς καὶ ἠθολόγος.

<Ἠθεῖος>, ἀδελφὸς, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ

τὸ θεὸς γέγονε θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ

ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν

τοῦ η ἠθεῖος. ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος. σημαί-

νει δὲ φρόνησιν νεωτέρου πρὸς παλαιότερον. καὶ τινὲς

μὲν λέγουσιν, ὅτι πρὸς ἀδελφὸν μόνον λέγεται. ὥσπερ

δηΐφοβος λέγεται πρὸς ἑκάτερον ἠθεῖος, μάλα δή σε

βιάζεται ὠκὺς Ἀχιλλεύς. οὐ καλῶς δὲ λέγουσι. εὑρί-

σκεται γὰρ καὶ μὴ πρὸς ἀδελφὸν λεγόμενον, ὥσπερ ὁ

εὐμαῖος λόγος περὶ τοῦ Ὀδυσσέος. ἀλλά μιν ἠθείῳ

καλέω καὶ νόσφιν ἔοντα. ἰστέον δὲ, ὅτι ὁ Ἀντίμαχος

ἐχρήσατο ταύτῃ τῇ λέξει, μὴ ποιήσας τινὰ λέγοντα

αὐτὴν, ἀλλ' αὐτὸς ἐξ ἑαυτοῦ λεγόμενος ἐχρήσατο, λέ-

γων, αὐτίκα δ' ἠθείοισιν ἀναπτύσσων φάτο μῦθον.

σημαίνει δὲ ἐνταῦθα τοῖς οἰκείοις φίλοις. ταῦτα δὲ λέ-

γων παρὰ τὸν ἄνδρά σου.

<Ἠθεῖε>, προσφώνησις φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ

πρὸς πρεσβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖος δεῖ

αὐτὸν κανονίζειν, καὶ κατὰ πλεονασμὸν τοῦ η αὐτὸ γε-

γονέναι ἠθεῖος, πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσι,

ὡς τὸ μύω ἠμύω, πεδανὸς ἠπεδανός. ἢ παρὰ τὸ ἔθος

ἔθειος, ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος, ὀνεί-

δειος, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ καταβιβασμῷ τοῦ

τόνου ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος

αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθος. ἐκ γὰρ τοῦ θεῖος

καὶ ὁ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα πάθη δίδοται.

ἐκ δὲ τοῦ ἔθος, καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ

πάθη δίδοται.

<Ἤθεος>, ὁ ἄπειρος γάμου, ἢ νεώτερος ἐτῶν ιδ.

<Ἦθος>, σημαίνει τὸν τρόπον. γίνεται παρὰ τὸ ἔθος,

κατ' ἔκτασιν τοῦ ε εἰς η. ἢ ἀπὸ τοῦ ἵημι ἥσω. ἥσω

γὰρ ἐγὼ ἀφ' οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις.

<Ἠθικὰ>, διότι εἰς ἤθη λέγεται ἀνθρώπου τουτ'ἔστιν οὐ

θελικὰ κατορθώματα.

<Ἤϊε ἐπορεύετο>, ἐκ τοῦ εἶμι τὸ πορεύομαι, ὁ μέσος πα-

ρακείμενος εἴα, τὸ τρίτον εἶε, καὶ ἐν διαλύσει ἔϊε, καὶ

τροπῇ τοῦ ε εἰς η ἤϊε. δύναται εἶναι καὶ παρατατι-

κός· καὶ εἰς τὸ, ὁ δ' ἤϊε.

<Ἠϊόνα> καὶ <ᾐόνα>, αἰγιαλὸν ἢ ὄχθην. οὕτω γὰρ καλεῖ-

ται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ

ἰέναι.

<Ἠϊὼν>, ὁ αἰγιαλὸς· ἤτοι ὅτι ἀκούομεν ἐκεῖ τῶν κυμά-

των, ἀπὸ τοῦ. ἰέναι ἀρασσομένων, οἷον, ἀϊόνα ἀντὶ

τοῦ ᾐόνα Δωρικῶς, παρὰ τὴν ἀπόρευτον θάλασσαν,

μέχρι γὰρ αὐτοῦ ἴησιν ἡ θάλασσα. τάχα δὲ ἀπὸ τοῦ

ἀονᾷν λέγουσιν ἐπὶ τοῦ καταντλεῖν, ἀήονα εἰκότως.

μέμνηται δὲ τοῦ ἀονᾷν καὶ Ἱπποκράτης καὶ εἰς τὸ αἱ-

ματόεσσα.

<Ἤϊα>, πολλοὺς θεοὺς γουνούμενος. καὶ τὰ ἄλευρα. ἐν

δὲ καὶ ἤϊα κωρύκῳ.

239

<Ἥλλετο>, ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἅλλομαι, καὶ

ὁ παρατατικὸς ἡλλόμην, ἥλλου ἥλλετο.

<Ἧκες>, σημαίνει τὸ ἦλθες, τὸ θέμα ἥκω, ὁ μέλλων

ἥξω, ὁ παρατατικὸς ἧκον, ἧκες ἧκε.

<Ἥκιστα>, σημαίνει τὸ οὐδαμῶς, Ἡρώδοτος / Ἡρόδοτυς λέγει, ἐκ

τοῦ ἧκα μάλα ψύξας γίνεται ἥκιστα κατὰ πλεονασμὸν

τοῦ σ. οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ λίαν καὶ πάνυ.

<Ἡκέστας>, ἀκεντρήστους, ἀδαμάστους, παρὰ τὸ κέντω

κένσω, κεστὸς, ἄκεστος καὶ ἤκεστος, ἠκεστὴ καὶ ἠκέ-

στας τοὺς ἀκενήτους.

<Ἠκηδίασε>, παρὰ τὸ ἀκηδιῶ. τοῦτο παρὰ τὸ ἀκηδιάζω.

καὶ ἀκηδιῶ.

<Ἥκιστα>, λέγει Ἡρώδοτος / Ἡρόδοτος ὅτι παραλόγως δασύνεται

Ἀττικῶς. ἐκ τοῦ ἥσσω τὸ ἥττω, ἐκεῖνο γὰρ δασύνε-

ται, ἥσσω ἥσιστα καὶ ἥκιστα. ὁ δὲ Ἡρώδοτος / Ἡρόδοτος καθὼς

εἶπε, ὅτι παραλόγως δασύνεται. γίνεται δὲ ἐκ τοῦ

ἠρέμα. ἧκα μάλα ψύξασα, ἐκ τοῦ ἧκα ἥκιστα. καὶ

μετὰ τῆς οὐ ἀρνήσεως οὐχ ἥκιστα, ἀντὶ τοῦ μάλιστα,

δείκνυται γὰρ ἐκ τῆς συναλοιφῆς.

<Ἠκρωτηριασμένος>, ἐκ τοῦ ἄκρον καὶ τοῦ τηρῶ τὸ

ἀποβάλλω καὶ τέμνω. οἱ τὰ ἄκρα τῶν μερῶν ἀπο-

βάλλοντες.

<Ἠκούτισαν>, τὸ θέμα ἀκουτίζω, τὸ ἀκούειν ποιῶ ἄλ-

λον τινὰ, κυρίως. πόθεν γίνεται; παρὰ τὸ ἀκουστός·

τοῦτο παρὰ τὸ ἀκούω.

<Ἠκαιρεῖσθε>, κωλύεσθε. καιρὸν οὐκ ἔχετε.

<Ἠκονημένα>, παρὰ τὸ ἀκονῶ, ἔστι δευτέρας συζυγίας

τῶν περισπωμένων, τοῦτο παρὰ τὸ ἀκόνη, ἔστι δὲ λί-

θος, δι' οὗ ὀξύνεται ὁ σίδηρος. τοῦτο παρὰ τὸ κονῶ

καὶ φθείρω καὶ λεπτύνω. τὸ φθείρω σημαίνει τὸ λε-

πτύνω τὸν σίδηρον.

<Ἠλακάτη>, τὸ τῶν γυναικῶν ἐργαλεῖον, εἰς ὅπερ εἱλίσ-

σουσι τὸ ἔριον. παρὰ τὸ ἑλίσσειν, ἢ ἀπὸ τῆς εἱλή-

σεως τοῦ ἐρίου, ἢ καὶ ἀπ' αὐτοῦ τοῦ σκεύους. στέφε-

ται γὰρ Ὅμηρος ἐπὶ μὲν τῶν ἐρίων ἠλακατοστρόφως

ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐπὶ δὲ τοῦ σκεύους, ἠλα-

κάτη τετάνυστο ὀϊδνεφὲς εἶδος ἔχουσα. ἡ δὲ Ἄρτεμις

χρυσηλάκατος οὐκ ἀπὸ τούτου, ἀλλ' ἀπὸ τῶν βελῶν

καθ' ὁμοίωσιν ὄντων ἠλακάτῃ. ἢ ὅτι ἔστιν ἠλάκατον

τῆς θεοῦ τὸ βέλος.

<Ἠλακάτη>, ἐκτάσει τοῦ ε εἰς η, εἱλῶ γὰρ εἵλας καὶ

ἠλάκα.

<Ἠλλάξαντο>, ἐκ τοῦ ἀλλάσσω. τοῦτο παρὰ τὸ ἄλσος.

<Ἠλασκάζω>, παρὰ τὸ ἀλῶ ἀλασκάζω καὶ ἠλασκάζω.

σημαίνει δὲ τὸ διατρίβω καὶ πλανῶμαι.

<Ἠλάσκουσι>, πλανῶνται. παρὰ τὸ εἱλῶ ἑλάσκω καὶ

ἠλάσκω, οἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι.

ἤγουν τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἱλῆσθαι.

<Ἤλεγχον>, εἰς τὸ εἰμί.

<Ἠλέκτωρ>, ὁ ἥλιος, ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας· ἔνιοι

δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου.

<Ἠλέκτωρ> καὶ <ἀλέκτωρ>, τὸ ζῶον. ἐτυμολογεῖται δὲ

παρὰ τὸ λέκτρον καὶ τὸ ἐπιτατικὸν α, πολυόχευτον, τὸ

α τὸ πολὺ σημαῖνον. οἱ δὲ ὅτι ἐκ τῶν λέκτρων ἡμᾶς

ἐγείρων ἔστι. καὶ εἰς τὸ ἥλιος.

<Ἠλέκτωρ>, ὁ ἥλιος, ἐπιθετικὸν, ὅτι ἀλέκτρους ἡμᾶς

ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. ἢ ὅτι λαμπρός ἐστιν,

παρὰ τὸ ἤλεκτρον.

240

<Ἤλεκτρον>, τὸ βερωνικόν. Ὅμηρος μετὰ δ' ἠλέκτροισιν

ἔερτο. εἴρηται δὲ διαχύμενον καὶ ὑγρὸν ὂν, ὁ περὶ τὰς

τοῦ ἡλίου δυσμὰς πήγνυται, ἄλεκτρόν τι ὄν, ὅτε ἐπὶ

λέκτρον ἡ ἠὼς ὁρμᾷ πήγνυται. ἢ παρὰ τὸ ἑλίσσω ἔλε-

κτρον καὶ ἤλεκτρον. κόσμω γὰρ εἰς περιδέρρεα καὶ

ὅρμους ἐχρῶντο περιελίσσοντες. ἢ παρὰ τὸ ἑλεῖν

τὰ ἐκτὸς, ἢ παρὰ τοῦ Ἠλισίου κυρίου ὀνόματος ὠνο-

μάσθη.

<Ἤλεκτρον>, ἀλλότυπον χρυσίον μεμαλαγμένον ὑέλῳ

καὶ λιθίῳ.

<Ἥλλετο>, ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἄλλομαι, καὶ

ὁ παρατατικὸς ἡλλόμην, ἥλλου, ἥλλετο.

<Ἠλεὸς>, παρὰ τοῖς παλαιοῖς ὁ μάταιος, ἐντεῦθεν τὸ

ἠλίθιον ὄνομα. παρὰ τοῖς πολιτικοῖς εἴρηται. σημαί-

νει δὲ τὸν ἠλίθιον ὄνομα τὸν ἀνόητον καὶ ἀναίσθη-

τον.

<Ἠλεὸς> καὶ <ἠλεὴς>, ὁ ἄφρων. καὶ εἰς τὸ ἄλλω.

<Ἠλεὸς>, ὁ θερμὸς καὶ προπετὴς, παρὰ τὴν ἀλέαν.

<Ἤλευθα>, καὶ εἰς τὸ εἰλήλουθας.

<Ἤλθοσαν>, παρὰ τὸ ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ ἀόρι-

στος ἤλευσα, ὁ δεύτερος ἀόριστος ἤλυθον καὶ ἐν συγ-

κοπῇ ἦλθον· καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιῶτοι

ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύτονον ποι-

οῦσιν ἔνδειαν, ἐκοσμήθημεν, ἐκόσμησαν· καὶ Ὅμηρος,

αὐτὰρ ἐπεὶ κόσμηθεν.

<Ἡλιακὸν>, διὰ τὸ ἐν τῷ ἡλίῳ κεῖσθαι.

<Ἠλίας>, ἠλίου, ὥσπερ κοχλίας κοχλίου. τὰ δὲ ἠλιοῦ

ἀπὸ εὐθείας ἀκλίτου, οἷον, ἠλιοῦ ὡς περισπωμένως.

<Ἠλίβατος>, ὑψηλὴ πέτρα. ἀπὸ τοῦ ἐκεῖ πρῶτον ἐπι-

βαίνειν τὸν ἥλιον. τινὲς δὲ ἀντὶ τοῦ β τὸ φ γράφου-

σιν, ἠλίφατος. ἀπὸ τοῦ φωτίζειν τῆς ἀχλύος τὰ

ὑψηλά. ἀλιόβατον δὲ Ἡλιόδωρος, ἀφ' οὗ ἔστιν ἀλυ-

τεῖν βαίνοντας, ἢ διὰ τὸ ὕψος, ἢ διὰ τὴν τραχύ-

τητα.

<Ἠλεῖος>, διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα, ἀπὸ

τοῦ ἥλις, ἥλιος, ἡλίδειος, ἢ ἀποβολῇ τοῦ δ ἠλίειος,

καὶ κράσει τοῦ ι καὶ ει διφθόγγου, εἰς τὴν ει δίφθογ-

γον γίνεται ἠλεῖος. ὁ κανὼν, τὰ ἀπὸ εἰς ις διὰ τοῦ

ειος γινόμενα παράγωγα, πρὸ μιᾶς ἔχοντα τὸν τό-

νον, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, δηρὶς δη-

ρεῖος.

<Ἤλιθα>, πολλὰ πάνυ, ἄγαν πολὺ, ἀπὸ τοῦ ἄλις γέγο-

νεν, ὅ ἐστι δαψιλῶς, ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ

ἐστιν ἁμαρτάνοντα.

<Ἠλίθιος>, ὁ μάταιος, παρὰ τὴν ἅλα, ταύτης γὰρ τὸ

ὕδωρ ἀχώριστον, οἷον, ἀλάθιος.

<Ἠλίθιος> σημαίνει τὸν ἀνόητον, γίνεται παρὰ τὸ

ἄλιος ἀλίϊος, πλεονασμῷ τοῦ θ ἀλίθιος, καὶ ἠλίθιος,

ὁ πάντα χύδην ποιῶν.

<Ἤλιθα>, πολλὰ, παρὰ τὸ ἅλις ὅ ἐστι δαψιλῶς ἢ

ἀθρόως. ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτά-

νοντα, παρὰ τὸ ἅλις, ἅλιθα καὶ ἥλιθα, ὡς ἄπειρος

ἤπειρος. καὶ ἀντὶ τοῦ ματαίως τάττεται, ἐπέχραον

ἤλιθα χερσὶν, ἀντὶ τοῦ ματαίως.

<Ἠλίσκοντο>, ἐκ τοῦ ἀλίσκω τὸ κρατῶ.

<Ἡλικιῶτις>, θηλυκὸν ἡ ἡλικία. ἡλικιώτης ὁ τέλειος

τῇ ἡλικίᾳ.

<Ἠλισγημένα>, ἐκ τοῦ ἀλισγῶ, ἀλισγήσω, σημαίνει δὲ

τὰ μαγειρευμένα.

241

<Ἤλιθα>, ἐπίῤῥημα ἀθροίσεως, σημαίνει δὲ καὶ τὸ

ἀθρόως.

<Ἥλιος>, διὰ τὸ ἴειν λίαν, ἤτοι πορεύεσθαι. οἱ γὰρ πα-

λαιοὶ διὰ τὸ περιέρχεσθαι θεὸν αὐτὸν ἐκάλουν. ἤγουν

ὁ τρέχων.

<Ἥλιος>, ἅλιος, παρὰ τὸ ἁλίζειν εἰς ταυτὸν τὰ μετέχον-

τα αὐτοῦ πάντα ἅλιος. ἢ παρὰ τὸ περὶ τὴν γῆν ἀεὶ

ἡλεῖν ἰών. ἢ, ὅτι ποικίλλει ἰὼν τὰ γινόμενα ἐκ τῆς

γῆς. ἢ ὅτι ἀολλῆσαι ποιεῖ πάντα τὰ ἐσκεδασμένως

καὶ διαφόρως αὐτοῦ ἀπολαύοντα, ὅπερ ἔστι συνηθροι-

σμένα, ἡνωμένα, ἥλιος, ἅλιος, ἀόλιος.

<Ἥλιος>, παρὰ τὸ ἐν ἁλὶ διατρίβειν, οἷον, ἅλιος, ἢ παρὰ

τὸ σέλας, ὃ σημαίνει τὴν λαμπεδόνα, σέλιος καὶ ἀπο-

βολῇ τοῦ σ καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. ἢ παρὰ τὸ

τὴν ἅλα ἀνιμᾶσθαι ἥλιος, ἢ ἀπὸ τοῦ ἀολλίζεσθαι

ἡμᾶς ἐν ταῖς ἡμέραις· καὶ Ἀθήναις ἡλιαία δικαστήριόν

ἐστιν ἐκ τῆς συναγωγῆς τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ

τοῦ ἁλιαίειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ

ἀπὸ τῆς γινομένης προσπνεύσεως ἐκ τοῦ στόματος ἡμῶν.

πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄζειν, κατὰ

μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος ἡμῶν

Ἐμπεδοκλῆς δὲ, ἀλλ' ὁ μὲν ἀλεῖσθαι μέγαν οὔρανον

ἀμφιπολεύει. λέγεται δὲ καὶ ἠλέκτωρ, ὅτι ἄλεκτός

ἐστι καὶ ἀκάμας. ἄλλοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ

ἠλέκτρου. οἱ δὲ ὅτι ἐκ τῶν λεκτρῶν ἡμᾶς ἐγείρει.

ἦμος δ' ἐριγένεια φάνη ῥοδοδάκτυλος ἠώς. τὸ δὲ ζῶον

ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ α τὸ

ἐπιτατικὸν, πολυόχευτον γὰρ τὸ α τὸ πολὺ σημαί-

νοντα· ἀλλ' ἡ ἑτοιμότης σφαιρική ἐστι.

<Ἥλιος>, ἡ ἕως λίαν, διὰ τὸ ἴεσθαι τὸ ἕως, ἤγουν φέ-

ρειν τὸ φῶς. ἕως γὰρ ἡ ἀνατολή. ἢ διὰ τὸ ἐξ αὐτοῦ

ἴεσθαι τὸ ἕως, ἤγουν τὸ φῶς.

<Ἥλιος>, ἢ διὰ τὸ εἱλῆσθαι τῷ δρόμῳ, ἢ διὰ τὸ ἴεσθαι

εἴρηται. διάτι δασύνεται; τὸ η πρὸ τοῦ λ ψιλοῦται,

πλὴν τοῦ ἥλιος. τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος

ὀνόματα, τῇ λι ἢ τῇ ρι συλλαβῇ παραληγόμενα, μὴ

σημαίνοντα μέρος σωματικὸν εἴτε μετουσιαστικὸν, μήτε

κτητικὰ ὑπάρχοντα, διὰ τοῦ ι γράφεται. ἅλιος, ἥλιος,

πύλιος, δόλιος. σημαίνει δὲ δύο ὀνόματα κύρια, βασι-

λέα Φρυγῶν καὶ τὸν Φαεινῆ.

<Ἥλιος>, καὶ ὑπὸ τῶν ποιητῶν ἠέλιος, παρὰ τὴν ἅλαν

ἅλιος καὶ ἥλιος. ἔστι γὰρ κατὰ Ζήνωνα τὸν Στωϊκὸν

ἄναμ̅μαν τὸν ἐκ τοῦ θαλάσσης. ἢ παρὰ τὸ ἅλις, ἅλιος

καὶ ἥλιος, ἐπεὶ πρὸς πάντα ἱκανῶς καὶ ἁρμοδίως ἔχει.

ἢ παρὰ τὸ ἄλεος, ἵν' ᾖ τὸ ἀληθὲς καὶ συνηθροισμένον

πῦρ. λέγει γὰρ καὶ Ἐμπεδοκλῆς, ἀλλ' ὁ μὲν ἁλισθεὶς

μέσον οὔρανον ἀμφιπολεύει.

<Ἡλικὸν>, μέγα πηλίκον.

<Ἡλισμένους>, μεμολυσμένους.

<Ἥλιξ>, ἡ ἡλικιῶτις τέλειος.

<Ἡλισσία>, ἐδειλίου.

<Ἡλέμνια>, ὁ φάρμακος.

<Ἠλυσίων> πεδίων ἐκόμων τὰ λήϊα, παρὰ τὸ ἄλυτα τη-

ρεῖν τὰ σώματα. ἢ ἠλύσιον τὸ καθαρὸν ἀπὸ ἁμαρτίας.

ἢ ἀπὸ Ἠλυσίου τινός.

<Ἠλυσίων>, ἡ μακάρων νῆσος. εἴρηται δὲ ἐν νήσῳ τὸ

ἀλύσιον, ὅπου διαλύονται αἱ ψυχαὶ τῶν σωμάτων. ἢ

ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τις. ἢ ἀπολύουσι κολάσεως.

242

λέγεται δὲ Ἠλύσιον καὶ ἱερὸν πεδίον Ῥόδων. οἱ δὲ περὶ

Αἴγυπτον ἢ Λέσβον.

<Ἠλύσιον πεδίον>, ἐπλάσατο τοῦτο ὁ Ὅμηρος. μήποτε

ἀθανατοποιόν ἐστι, ἐπεὶ οὐ διαλύει τὰ σώματα. ἐγὼ

δὲ ὑπονοῶ, ὅτι οὐκ εἶδεν Ὅμηρος, ἀθανατοποιὸν, ἀλλὰ

ἡδεῖαν παρέχον ζωήν. οὐ γὰρ λέγει ὁ Πρωτεὺς τῷ

Μενελάῳ, ὅτι οὐχ ἥμαρταί σοι ἀποθανεῖν ἐν τῷ κα-

θόλου. ἀλλ' ὅτι ἐν Ἄργει οὐ πέπρωται ἀποθανεῖν σε.

ὁ δὲ τοῦτο λέγων, οὐ λέγει ὅτι ἀθάνατος εἴη, ἀλλ'

ὅτι ἐν ἑτέρῳ τόπῳ. σοὶ δ' οὐ θέσφατόν ἐστι διοτρεφὲς

ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θάνατον καὶ πότμον

ἐπισπεῖν, ἀλλὰ ς' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης

ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς ὅπου

ἀποθάνῃ. οὔτε γὰρ τὸν Ῥαδάμανθυν ἀθάνατόν τις ἡμῖν

παρέδωκεν, οὔτε τὸν τούτου ἀδελφὸν Μίνωα.

<Ἠλύσιον πεδίον>, τὸ τῶν ἡρώων ἐνδιαίτημα, κεκλημέ-

νον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθῆρος εὐσεβεστάτου γινομέ-

νου, ἢ παρὰ τὰ ἄλυτα μένειν ἐν αὐτῷ τὰ σώματα, ὁ

δὲ τόπος ἐν ταῖς καλουμέναις μακάρων νήσοις.

<Ἤλως>, εἰς τὸ ἄλλως.

<Ἠλίφατος>, εἰς τὸ ἠλίβατος.

<Ἠλλοιώμενος>, παρὰ τὸ ἀλλοιῶ, τοῦτο παρὰ τὸ ἄλ-

λος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐτοῦ ἀλλοιῶ,

ἀλλοιώσω, ἀλλοίωσις, σημαίνει δὲ τὴν ἐναλλαγήν.

<Ἦλος>, παρὰ τὸ ἵημι, ἥσω, ἧλος, ὁ διαπεμπόμενος.

<Ἦλος>, ἐκ τοῦ ἄλλω. ἢ παρὰ τὸ ἡλεῖσθαι καὶ περο-

νᾶσθαι.

<Ἧλτο>, εἰς τὸ ἇλτο.

<Ἦλις>, πόλις ἐν Ἀρκαδίᾳ τῆς Πελοπονήσου.

<Ἠλιτόμηνος>, ὁ Διόνυσος. σημαίνει δὲ τὸ ἑπταμη-

νιαῖον γεννηθὲν παιδίον. Καλλίμαχος. τὴν οὐκ ἔπλη-

σε μητὴρ φέρουσα οὓς ὤδινε μῆνας. Ὅμηρος, ἐκ δ'

ἄγαγε προφόως δὲ καὶ ἠλιτόμηνον ἔοντα. παρὰ τὸ

ἄλιτος ἀλιτόμηνος, ὡς παρὰ τὸ ποιητὴς ποιητοῦ, διδά-

σκαλος διδασκάλου. σημαίνει δὲ τὴν τῶν κακῶν λῦσιν·

<Ἠμαθίων>, Ἠοῦς υἱὸς, Μέμνονος ἀδελφὸς, μήπω τ' οὖν

ὑποκοριστικῶς ἀπὸ τῆς ἡμέρας, ἡμερίων, ἠματίων καὶ

ἠμαθίων.

<Ἧμαι>, εἰς τὸ καθίσαι.

<Ἦμα> καὶ <ἦμαρ> ψιλοῦται. τὰ γὰρ εἰς ος δισύλλαβα,

εἰ μὲν ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦται, αἶσχος,

εὖρος, εὖχος, οὕτως οὖν καὶ τὸ ἦμος καὶ ἦμαρ καὶ

ἦμα.

<Ἦμαρ>, εἰς τὸ ἡμέρα, καὶ αὐτῆμαρ καὶ ἥματα.

<Ἤμαρτον>, ἀπέτυχον ἀγαθῶν.

<Ἡμάρτησαν>, τὸ τρίτον τῶν πληθυντικῶν ἥμαρτον. καὶ

οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς σ ὀξύ-

τονον, εἰς σαν ποιοῦσι τὸ πληθυντικόν.

<Ἤμβροτες>, βροτῷ ἀπέτυχες.

<Ἡμέρα>, παρὰ τὸ ἵημι τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς

πρὸς πάντα, καὶ δασύνεται, ἦμαρ δὲ ψιλοῦται, ἐπειδὴ

τὰ ἀπὸ δασέος σχηματιζόμενα ψιλοῦνται, οἷον, ἦθος,

ἦμαρ, ἦμος. ἢ οὕτω, τὰ εἰς ος λήγοντα δισύλλαβα.

εἴρηται εἰς τὸ ἦμα.

<Ἡμέρα>, διὰ τοῦ η, ἀμέρα ἡμέρα, ὡς ἔλεκτρον ἤλεκτρον,

τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα, ἢ

παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται τὸ τοῦ ἡλίου.

Φασὶ γὰρ αὐτὸ δάκρυον εἶναι τῶν ἡλιάδων ὅπερ ἐπὶ

τῷ Φαέθοντος οἴκτῳ στάζουσι. ἢ ὅτι ἡλιαυγής ἐστιν ἡ

243

ἡμέρα. ἢ οὕτως καλουμένη παρὰ τὸ ἡμέρα ποιεῖν τὰ

ζῶα. Δωριεῖς γὰρ ἀμέρα φησίν.

<Ἡμέρα> καὶ <ἠώς> διαφέρει. ἡμέρα μὲν γάρ ἐστιν ἡ ὑπὸ

ἡλίου φαῦσις. ἠὼς δὲ ἡ μετὰ…

The complete text is available when the reading interface loads.