The Greek Library Catalogue

Anonymous

Additamenta in Etymologicum Gudianum

Edition reference
Additamenta in Etymologicum Gudianum (ἀάλιον–ζειαί) (e codd. Vat. Barber. gr. 70 [olim Barber. I 70] + Paris. suppl. gr. 172), ed. de Stefani, op. cit., 1:7–10, 12–27, 29–32, 34–36, 38, 41–54, 57, 60–96, 98–165, 168– 276, 279, 281–293; 2:294–423, 425–580.
CTS identifier
urn:cts:greekLit:tlg4098.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

alpha

14

⸤<Ἀγκυλομήτης>· σκολιὰ βουλευόμενος· μῆτις γὰρ ἡ βουλή.⸥

⸤<Ἀγκύλον>· τὸ ὄπισθεν μέρος τοῦ σώματος.⸥

⸤<Ἀγκύλον>· σκολιόν, δυσχερές, ποικίλον.⸥

⸤<Ἀγκυλόχειλον>· σκολιόχειλον.⸥

⸤<Ἀγκύρα>· πόλις καὶ ἐργαλεῖόν τι σιδηροῦν καμπτόμενον, 〈τὸ χαλώμενον〉

ἀπὸ τῆς νηός, ἡ ἀξίνη τῆς νηός. καταχρηστικῶς δὲ καὶ ἡ βάσις καὶ τὸ στήριγμα

τῆς πίστεως.⸥

<Ἀγ⟦κ⟧ών>· ἀπὸ τοῦ κατ' αὐτὸν ἄγεσθαι τὴν χεῖρα· Χρύσιππος 〈fr. log. 159

Arnim〉 δὲ ἐγκὼν λέγει ἀπὸ ⸤τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον· ἢ ὁ⸥

ἀνέχων, τουτέστιν ὁ ἐξέχων.

⸤<Ἀγλαὸν ἕδραν>· τὴν λαμπρὰν καθέδραν.⸥

⸤<Ἀγλαός>· καλός, λαμπρός.⸥

15

<⟦Ἀγ⟧λαός>· παρὰ τὴν αἴγλην· ἐφ' οἷς τις ἀγάλλεται καὶ λαμπρύνεται.

⸤<Ἀγμή>· ἡ νεότης.⸥

<Ἀγοὶ Κρητῶν> 〈Γ 231〉· οἱ ἡγεμόνες τῶν Κρητῶν· ἀγὸς δὲ εἴρηται παρὰ τὸ

ἄγειν τοὺς ὑποτεταγμέν⟦ους. ‖ ἀγός· καὶ παρὰ τὸ⟧ ⸤ἄγω ῥῆμα 〈Γ 231〉 „ἀγοὶ

Κρητῶν“ ... ὃ στεφανίτην ἐχρῆν⸥.

16

<Ἀγορή>· παρὰ τὸ ἀγεί⸤ρεσθαι ἐν αὐτῇ τὸ πλῆθος καὶ συνάγεσθαι· ἢ παρὰ

τὸ ἀγορεύειν ἐν αὐτῇ⸥.

17

⸤<Ἄγραυλοι>· οἱ ἄγροικοι, τουτέστιν οἱ ἐν ἀγροῖς αὐλιζόμενοι.⸥

⸤<Ἄγραυλος>· παρὰ τὸ ἀγρός καὶ τὸ αὐλίζω ἀγρόαυλος καὶ ἐν συγκοπῇ

ἄγραυλος, ὁ ἐν ἀγρῷ αὐλιζόμενος. ἢ ἐκ τοῦ ἀγρός καὶ τοῦ αὐλῶ⸥· οἱ γὰρ ἐν ἀγρῷ

αὐλοῦσιν.

⸤<Ἀγρός>· ὁ χωρὶς τῆς κώμης ἢ τῶν οἰκητόρων τόπος. ἀγρὸς ἀρούρης

διαφέρει· ἀγρὸς ὁ σπειρόμενος ἁπλῶς καὶ δεχόμενος σποράν, ἄρουρα δὲ ἡ σπαρεῖσα

καλλιεργία.⸥

18

<Ἀγρυπνία>· κατὰ πλεονασμὸν τῶν συμφώνων· ἀϋπνία ⟦γάρ ἐστιν⟧.

⸤<Ἀγρῶστις>· ἐκ τοῦ ἀγρώσσειν.⸥

⸤<Ἀγυιά>· ἡ ῥύμη· παρὰ τὸ ᾄσσειν καὶ ἄγεσθαι δι' αὐτῆς. ἀγυιά, ἀγορά,

ἄμφοδον, ἔμβολος, ῥύμη. ἀγυιά· ὁ κανών· τὰ διὰ τοῦ υ̅ι̅α̅ θηλυκὰ ὀνόματα

ὑπὲρ δύο συλλαβὰς⸥ προπαροξυνόμενα τῷ ι̅ θέλει παραλήγεσθαι, οἷον ἅρπυια

Εἰλείθυια αἴθυια ⸤〈Ὠρείθυια ἄγυια〉· σεσημείωται 〈τὸ μητρυιά παραληγόμενον

τῷ ι̅ καὶ ὀξυνόμενον, καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια, 〈Υ 254〉 ”μέσην ἐς

ἄγυιαν ἰοῦσαι”〉⸥.

⸤<Ἀγύρται>· παρὰ τοῖς ἀρχαίοις⸥ ⟦οἱ⟧ τὰ χρήματα ἀγείροντες ἑαυτοῖς ὀνό-

ματι δαιμόνων, οἷον Ῥέας καὶ τῶν λοιπῶν.

19

<Ἀγχόνη>· ὁ πνιγμός.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Ἄγχω> 〈Ps. 31, 9〉· ἐκ τοῦ ἄγω πλεονασμῷ ⸤τοῦ ν̅ ἄνγω καὶ⸥ τροπῇ αὐτοῦ

εἰς 〈γ̅ καὶ τοῦ γ̅ εἰς〉 χ̅ ἄγχω.

⸤<Ἄγω>· σημαίνει εʹ· ἄγω, τὸ πορεύομαι, ἐξ οὗ καὶ ἀγυιά, ἡ ὁδός· ἄγω, τὸ

κλάνω, ἐξ οὗ καὶ τὸ 〈Ev. Jo. 19, 33〉 „κατέρξαν αὐτοῦ τὰ σκέλη“· ἄγω, τὸ

φέρω, καὶ 〈ἄγω, τὸ〉 ἑορτάζω, ἐξ οὗ καὶ ἀγώγιμος, ὁ φερόμενος, καὶ ἄγωμεν,

20

τὸ ἑορτάζωμεν· ἀγῶ, τὸ ἐκ[σ]πλήττομαι, ἐξ οὗ καὶ ἄγαμαι, τὸ ἐκπλήττομαι, καὶ

ἀγάμενος, ὁ θαυμάζων· ἀγῶ, τὸ φθονῶ, ἐξ οὗ καὶ ἄγος, ὁ φθόνος.⸥

<Ἄγω> καὶ <ἀγῶ> διαφέρει· τὸ μὲν βαρυνόμενον σημαίνει τὸ φέρω, τὸ δὲ περι-

σπώμενον τὸ θαυμάζω.

⸤<Ἀγωγή>· εἴρηται παρὰ τὸ συνάγειν τοὺς ἀγνώμο⸥νας εἰς τὸν δικαστήν.

⸤<Ἄγων>· ἡ μετοχὴ παροξυτόνως· ἀγὼν δὲ τὸ περιεκτικόν, ὃ καὶ ὀξύνεται.⸥

⸤<Ἀδάμ>· τοῦτο τὸ ὄνομα⸥ τὰ τέσσαρα στοιχεῖα ἤτοι τὰ τέσσαρα πέρατα τοῦ

κόσμου ἐν ἑαυτῷ περιέχει· τὸ μὲν πρῶτον στοιχεῖον τὸ ἄλφα σημαίνει ἀνατολή,

⸤τὸ δὲ δεύτερον ἤτοι τὸ δ̅ δύσις,⸥ τὸ δὲ τρίτον ἤτοι τὸ α̅ ἄρκτος, τὸ δὲ τέταρτον

ἤτοι τὸ μ̅ μεσημβρία. ἑρμηνεύεται δὲ γηγενής, πῦρ καὶ πυρρός.

<Ἄδεια>· ε̅ι̅ κατὰ τὸν προκείμενον λόγον τοῦ ἀναίδεια. καὶ ⸤ἀπέχθεια ε̅ι̅

ὁμοίως.⸥

⸤<Ἀδέκαστος>· ὁ δίκαιος καὶ ἀπροσωπόληπτος καὶ ἀδωροδόκητος· παρὰ τὸ

μὴ δέχεσθαι ἄδικον ἢ πρόσωπον ἢ δῶρον.⸥

⸤<Ἀδελφειός>· ε̅ι̅· καὶ γὰρ ἀδελφεός.⸥

<Ἀδελφός>· παρὰ τὸ δελφύς, ὃ σημαίνει τὴν μήτραν, καὶ τὸ ⸤α̅, ὃ σημαίνει

τὸ ὁμοῦ⸥· ὁ ὁμομήτριος.

21

<Ἀδελφός>. παρὰ τὸ ἐκ τῆς αὐτῆς δελφύος τουτέστι μήτρας ἢ γαστρὸς ⸤τὸ

γάλα θηλάσαι· εἴρηται γὰρ δελφὺς καὶ ἐπὶ τῆς μήτρας καὶ ἐπὶ τῆς γαστρός⸥.

⸤<Ἅδην>· τὸ κεκορεσμένως καὶ 〈τὸ〉 εἰς πλήρωσιν ἄγον· παρὰ τὸ ἥδω· καὶ

γὰρ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι τίθησιν ὁ ποιητής, 〈ζ 99〉 ”αὐτὰρ ἐπ〈ε〉ὶ

σίτου τάρφθε[ε]ν” καὶ 〈Ψ 10〉 „αὐτὰρ ἐπεὶ κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο“. ᾧ γὰρ

λόγῳ ἐξήνεγκεν 〈δ 541〉 ”αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τ' ἐκορέσθη”, τῷ

αὐτῷ καὶ τὸ 〈Ω 513〉 „αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο“. τὸ δὲ ἥδω τοῦ ἔω

παράγωγον, ἔω ἔδω ἥδω. τὸ δὲ ἔω δηλοῖ τὸν κόρον, ὡς τὸ 〈Τ 402〉 ”ἐπεὶ κ'

ἔωμεν πολέμοιο”. τὸ δὲ ἥδεσθαι, 〈ι 353〉 „καὶ ἔκπιεν· ἥσατο δ' αἰνῶς“, ἀντὶ τοῦ

ἐτέρφθη. ἀπὸ δὲ τοῦ ὦ ᾆς ᾆ, τὸ αὐτὸ δηλοῦντος τῷ κορεσθῆναι, καὶ 〈Λ 818〉

”ἄσειν ἐν Τροίῃ ταχέας κύνας”. ἀπὸ δὲ τοῦ ἔω τὸ ἐ〈ῶ〉, 〈Ω 557〉 „ἐπεί με

πρῶτον ἔασας“. ἀντὶ τοῦ ἧδος ἐστὶν ἅδος, ὁ κόρος, 〈Λ 88〉 ”ἅδος τέ μιν ἵκετο

θυμόν”, ἵνα ᾖ ἔω, παρὰ τοῦτο ἔδω καὶ ἥδω ἥδομαι, ἀφ' οὗ ἧδος καὶ ἅδος, ὁ

κόρος.⸥

<Ἄδην>· σημαίνει τὸ δαψιλῶς, ⸤καὶ ἐξ αὐτοῦ ἀδηφάγο⸥ς, ὁ δαψιλῶς

ἐσθίων.

22

<Ἅιδης>· διὰ τὸ ἀειδὴς εἶναι.

⸤<Ἅιδης>· ὁ θάνατος· παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς ἀνθρώπων ἀπωλείας⸥.

⸤<Ἅιδης>· παρὰ τὸ Ἀΐδης Ἅιδης· τὸ δὲ Ἀΐδης παρὰ τὸ εἴδω, τὸ βλέπω,

εἴδης καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀείδης, ἐ⸥ν ᾧ οὐδὲν βλέπομεν (Ἅιδης γάρ ἐστιν

ἡ σκοτεινὴ οἰκία), καὶ συστολῇ ⟦τῆς ε̅ι̅ διφθόγγου εἰς τὸ ι̅⟧ ⸤καὶ συναι〈ρέσει〉

τοῦ α̅ καὶ ι̅ Ἅιδης⸥.

⸤<Ἅιδης>· παρὰ τὸ ἀειδής· ἐτυμολογεῖται δὲ 〈καὶ〉 ἐκ τοῦ ἄγειν καὶ τοῦ

δ[ο]ύς, 〈ὁ〉 ἄγων τοὺς νεκροὺς καὶ μὴ βουλομένους.⸥

⸤<Ἅιδης>· παρὰ τὸ ἀειδής. ‖ ἐτυμολογεῖται δὲ ἐκ τοῦ ἀειδοῦς, ὅ ἐστι ἀφανοῦς.⸥

⸤<Ἅιδης>· πόθεν συνετέθη; ἐκ τοῦ α̅ τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδης

ἀείδης, ὅθεν καὶ οἱ νεκροὶ ἀειδεῖς καὶ ἀναίσθητοι γίνονται ἐπὶ τὸ αὐτό· καὶ κιρνᾶται

τὸ α̅ε̅ εἰς α̅ μακρὸν καὶ μένει τὸ ι̅ μὴ ἐκφωνούμενον.⸥

⸤<Ἀδηφάγος>· ἐκ τοῦ ἄγαν ἐσθίειν.⸥

<⟦Ἀ⟧δινά>· ⟦ἡ εὐθεῖα ἀδινός· ἐκ τοῦ ἄδην ἐπίρρημα.⟧

<〈Ἁδινάων〉>· ... ⟦ἁδινός, τὸ δ̅ι̅ βραχύ. διὰ τί; τὰ εἰς 〈̅ι̅〉̅ν̅ο̅ς̅ παρώνυμα συ-

23

στέλλει τὸ ι̅· ἑσπερινός, ἁδινός· πλὴν τοῦ χαλινός, λαρινός. διὰ τί δασύνεται; τὸ α̅

πρὸ τοῦ δ̅ δασύνεται.⟧

<⟦Ἀδινάων>· ἐπὶ με〈λι〉σσῶν ὅτε λέ⟧γει Ὅ⟦μηρος⟧ 〈Β 87〉, π⟦αρὰ τὸ ἄ⟧δην,

τὸ ἀθρ⟦όως. 〈Σ 124〉 „ἀδινόν“ πολύ, παρὰ τὸ ἄδην, τὸ δαψιλῶς· ἢ καὶ ἐπι-

δεόμενον τῇ ψυχῇ· 〈Apoll. Rhod. 2, 240〉 ”ἀδινὸν κῆδος” ἐλεει⟧νόν.

24

⸤<Ἀδράνεια>· σημαίνει τὴν ἀσθένειαν.⸥

<Ἀ⟦δρηστίνη>· ι̅· ὡς Αἰητίνη⟧· καθόλ⟦ου γὰρ ὁ διὰ⟧ τοῦ ⟦ι̅ν̅η̅⟧ τύ-

π⟦ος⟧ ἀπ⟦έστραπται τὴν διὰ τῆς ε̅ι̅ διφθόγγου παράληξιν, οἷον Εὐηνίν⟧η ⟦ἰατρίνη

θριδακί⟧νη Κλεοβουλίν⟦η⟧. ταύτῃ οὖν ⟦καὶ τὸ⟧ ὑσμίνη ⟦(ἐτυμολογοῦσιν ἤτοι παρὰ

τὸ ὑπομένειν 〈ἢ〉 δυσμενής τις οὖσα) διὰ τοῦ ι̅ γράφεται κατὰ τὴν π⟧α⟦ράδοσιν⟧.

ἀργυροδίν⟦ης παρὰ τὸ δίνα, ἥτις διὰ τοῦ ι̅ γράφεται· δίννα γὰρ Αἰολεῖς⟧.

⸤<Ἄιδω>· παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ το⸥ῦ ἐπιτατικοῦ α̅ ἀείδω καὶ

ἐν συναιρέσει τοῦ α̅ε̅ εἰς α̅ μακρὸν ⸤ᾄδω⸥.

⸤<Ἄιδω>· σημαίνει γʹ· τὸ ψάλλω, τὸ ὀρχοῦμαι καὶ τὸ ὑμνῶ.⸥

25

⸤<Ἀεί>· διὰ διφθόγγου γράφεται· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι̅, οἷον 〈Α 290〉

„θεοὶ αἰὲν ἐόν⸥τες“. τὰ δὲ παρὰ τὸ ἀεί συντιθέμενα διὰ τῆς ε̅ι̅ διφθόγγου γρά-

φεται, οἷον ἀείμνηστος ἀειπά⸤ρθενος ἀειθαλής. ἰστέον ὅτι δώδεκα φωναί εἰσι

τοῦ ἀεί· ἔστι γὰρ⸥ αἰεί, καὶ αἰέν, καὶ αἰές ποιητικῶς, καὶ ἀεί συνεσταλμένον καὶ

〈ἐκτεταμένον, καὶ〉 ἄϊ παρὰ τοῖς Αἰολεῦσι, ⸤καὶ ἄϊν παρ' αὐτοῖς, ἐξ οὗ καὶ ἀΐδιος

διὰ τοῦ ι̅, καὶ παρὰ τοῖς⸥ 〈αὐτοῖς αἶι καὶ αἶιν. παρὰ τοῖς〉 Βοιωτοῖς δὲ διὰ τοῦ η̅

καὶ ι̅, καὶ παρὰ τοῖς Ταραντίνοις διὰ τῆς α̅ι̅ καὶ τοῦ ⟦η̅⟧· ⸤οἱ δὲ Τα⸥ραν⸤τῖνοι

ἄ⸥ποικ⸤οί εἰσι⸥ τῶν Δω⸤ριέων⸥· ἔστι καὶ ἀ⸤ές παρὰ τοῖς Δωριεῦσιν. ταῦτα μὲν

ἀπα⸥ρ⸤ένθετα. καὶ⸥ ⟦ταῦτα⟧ δώδεκα ⸤φωνὰς λέγουσιν εἶναι⸥· ἐπειδὴ καὶ τὸ ἀ⟦έ⟧

παρὰ Πεισ⟦άν⟧δρῳ 〈fr. 11 Kinkel〉.

<⟦Ἄει⟧δε>· ὡς τὸ 〈Α 1〉 ”μῆνιν ἄειδε”· τὸ ῥῆμα ἀείδω, ἀ⟦είδεις, καὶ τὸ⟧ προσ-

τακτικὸν ἄειδε. τὸ ε̅ι̅ δίφθογγον. διὰ τί; ἀντιπαράκειται αὐτῷ τὸ ⟦ἀοιδή⟧.

26

⸤<Ἀείδελον>· ἐκ τοῦ εἴδω, τὸ βλέπω· ὥσπερ ἀπὸ τοῦ στίλβω στιλπ〈ν〉ός,

οὕτως καὶ παρὰ τὸ εἴδω γέγονεν ἀϊδνός διὰ τοῦ ι̅· πολλὰ γάρ εἰσιν ὀνόματα⸥—.

<⟦Ἀείδελος>· παρὰ τὸ εἴδω εἴδελος καὶ ἀείδελος,⟧ ὅπερ διὰ τῆς ε̅ι̅ διφθόγγου

γράφεται. τὸ δὲ 〈θ 309〉 „ἀΐδηλον Ἄρηα“ διὰ τοῦ ι̅ γράφεται.

⸤<Ἀείδω>· εἴδω ἀείδω· ἐπιτατικὸν τὸ α̅· καὶ γὰρ ἀοιδὸς ὁ πολλὰ εἰδώς, πολύ-

πειρος. καὶ δή φησιν Ὅμηρος 〈μ 188〉 ”ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα

εἰδώς”.⸥

alpha

26

⸤<Ἀεικέλιον>· σκληρόν, ἀπρεπές·⸥ κατὰ στέρησιν τοῦ ἐοικέναι καὶ εἴκειν.

⸤<Ἀεικέλιος>· ε̅ι̅· παρὰ γὰρ τὸ εἴ⸥κελος. 〈γίνεται δὲ καὶ〉 διὰ τοῦ ι̅, 〈Β 478〉

„ἴκελος Διῒ τερπικεραύνῳ“.

27

<Ἄελλα> καὶ <θύελλα> διαφέρει· ἄελλα μὲν ⟦γάρ ἐστιν ἄημα συνεστραμμένον⟧,

θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.

29

<Ἀήθης>· ἀτριβής, ἄγριος.

30

<Ἄημα>· σημαίνει τὸ πνεῦμα· γέγονε δὲ παρὰ τὸ 〈ἄω, τὸ〉 πνέω, ὁ μέλλων

ἀήσω, ὁ παρακείμενος ἄηκα, ὁ παθητικὸς ἄημαι καὶ ἐξ αὐτοῦ ἄημα.

<Ἀήρ>· ἔστι στοιχεῖον, οὗ πᾶσαι κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν.

<Ἀήτης>· ὃ σημαίνει τὸν ἄνεμον, ἐκ τοῦ ἄω, τὸ πνέω· ἄω ἀήτης.

<Ἀθανασία>· ἐστὶν ἀΐδιος ζωὴ καὶ αἰώνιος.

31

<Ἀθέσφατον>· οἷον 〈ἀ〉θεόφατον καὶ ἄπειρον, καὶ 〈κατὰ συγκοπὴν καὶ〉

πλεονασμῷ τοῦ σ̅ 〈ἀθέσφατον〉.

<Ἀθήναζε>· εἰς τὸ Ἀγορήνδε καὶ Χαμᾶζε.

32

<Ἄαθλος>· ὁ ἄνευ ἄθλου ἤγουν βραβείου.

<Ἆθλον ἀρετῆς>· ἀντὶ τοῦ γέρας ἀρετῆς, ἐπινίκιον· οὐδέτερον δέ. ἀρσενι-

κῶς γὰρ ὁ ἆθλος τὸν ἀγῶνα σημαίνει.

34

<Ἀθηρηλοιγόν>· τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ διαλέγουσιν.

<Ἄθωος>· ὁ ἀναίτιος· καὶ ἀθῷος, ὁ ἀζήμιος.

35

<〈Αἴγισθος〉> ... Αἴγιθος ὄνομα καὶ πλεονασμῷ τοῦ σ̅ Αἴγισθος· ἱστοροῦσι γὰρ

αὐτὸν αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον.

36

<Αἰγίοχος>· παρὰ τὸ αἰγίς καὶ τὸ ὄχος. τὸ αἰγίς παρὰ τὸ ἀΐσσω· παρὰ γὰρ

τὸ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην εἴρηται καταιγίς· καὶ τὸ ὄχος παρὰ τὸ

ἔχειν. ἱμάτιον δέ ἐστιν αἰγὶς πολεμικὸν ἐξ αἰγείων δερμάτων.

38

<Ἀΐδης>· κατὰ στέρησιν τοῦ ἰδεῖν, ὁ ἀφανής· καὶ τοῦτο μὲν ὡς κύριον ἐβα-

ρύνετο, τὸ δὲ ἐπίθετον ὠξύνθη ”τοῦ δὲ τάφον καὶ σῆμ' ἀϊδ〈ὲς〉 [ἐ]ποίησεν Ἄναυρος”

παρ' Ἡσιόδῳ 〈Scut. 477〉. καὶ εἰς τὸ Ἅιδης.

41

⸤<Αἰάζω>· τὸ στενάζω, βοῶ καὶ ἀναβοῶ· οὗ ὁ μέλλων αἰάξω.⸥

<Αἰδοίῃς ἀλόχοισι> 〈Ζ 250〉· ...

<Αἰδώ〈ς〉>· ἡ αἰσχύνη· ἐπὶ τῆς καλῆς καὶ κακῆς· ⸤παρὰ γὰρ τὸ ἀεὶ τὸ δέον

ἔχειν, ἡ δὲ κακὴ παρὰ τὸ ἀεὶ ἐνδεὴς εἶναι τοῦ ὀρθοῦ⸥.

<Αἰδὼς> καὶ <αἰσχύνη> διαφέρει· ⟦α⟧ἰδεῖταί τις τὸν πατέρα σεβασμίως πρὸς

αὐτὸν διακείμενος, αἰσχύνεται δέ τις ἐφ' οἷς ἔ⸤πραξε καὶ κατὰ συνήθειαν ἁμαρτάνει⸥.

42

⸤<Αἰειγενέτῃσιν> 〈Γ 296〉· αἱ τοιαῦται δοτικαὶ—. ἡ εὐθεῖα ἀειγενέτης. τὸ

ν̅ε̅ ψιλόν. διὰ τί; τὰ διὰ τοῦ ε̅τ̅η̅ς̅ ἀρσενικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ

τοῦ ε̅ ψιλοῦ γράφεται· μητιέτης, λογοθέτης, εὐνέτης· πλὴν τοῦ προσαίτης, εὐχαίτης,

ὁ καλλίθριξ ἵππος.⸥

<Αἰζῃοί 〈Γ 26〉>· νεανίαι· 〈ib.〉 „θαλεροὶ“ δὲ οἱ ἀκμαῖοι· παρὰ τὸ θάλλ⸤ειν,

ὅ ἐστιν αὔξειν τῇ ἡλικίᾳ· ἢ παρὰ τὸ ζέειν τῇ νεότητι⸥.

43

<Αἰζῃός>· ὁ νεανίας καὶ ἡβῶν ἀνήρ· παρὰ τὸ αἶμα ζέειν ἐν αὐτῷ.

<Αἰήτης>· ⸤......⸥

<Αἰθάλη>· παρὰ τὸ αἴθω, ὅ ἐστι καίω. αἰθάλη δέ ἐστι σπ⸤οδὸς τοῦ πυρός⸥.

<Αἰθάλη>· παρὰ τὸ αἴθω, τὸ καίω.

⸤<Αἰθαλόεν> 〈Β 415〉· τὸ ἐπίθετον καὶ ἐπὶ μελάθρου, 〈χ 239〉 ”αὐτὴ δ'

αἰθαλόεντος ὑπὲρ μεγάροιο μελάθρων”, καὶ ἐπὶ στοᾶς. παρὰ τὸ αἰθάλην ἔχειν

ἀπὸ τοῦ καιομένου πυρός· οἱ γὰρ παλαιοὶ οὐκ ἐκέχρηντο ἐλαίῳ καὶ λύχνῳ, ἀλλὰ

ξύλοις· καὶ Ὅμηρος 〈τ 64〉 „νήησαν ξύλα πολλὰ φόως τ' ἔμεν ἠδὲ θέρεσθαι“.

διὸ σημειωτέον τὸ ἐν τῇ Ὀδυσσείᾳ 〈τ 34〉 ”χρύσεον λύχνον ἔχουσα”.⸥

⸤<Αἰθιοπία> 〈Ps. 67, 32〉· παρὰ τὸ Αἰθίοψ· τοῦτο παρὰ τὸ αἴθω, τὸ καίω.⸥

<Αἰθίοψ>· ὁ μέλας· οἱονεὶ ὁ εἰς ὄψιν ὢν θείας δόξης, ἣν ὀπτάνεται 〈ἐντὸς〉

τοῦ ἐν Ἐδὲμ ⟦παραδείσου. τὴν⟧ δὲ διαγωγὴν καὶ τὴν πολιτείαν τῶν Βραγμάνων

κέκτηται, οἵτινές εἰσιν οἱ ἅγιοι μάκαρες· οὐδὲν ὑπάρχει αὐτοῖς ⟦πρὸς διαγωγήν⟧,

ἀλλὰ οὐρανὸς σκέπη, στρωμνὴ ὕλη, τράπεζα ἡ γῆ, ἀκρόδρυα εἰς βρῶσιν αὐτοῖς,

καὶ τρυφὴ ⟦εὐχαὶ καὶ ὕμνοι⟧ ⸤εἰς θεὸν γινόμενοι. ὁ αὐτὸς Αἰθίοψ

περ⸥ισσόχειλος, χαλαστόδοντος, εὐρωστόψυχος, τολμηρὸς ⸤ἐν ψύχει, δειλὸς ἐν καύ-

ματι, ἀνεπιθύμητος πόλ⸥εων, ἐπιθυμητὸς δὲ μᾶλλον καθεύδειν ἐν τῇ ἰδίᾳ γαίᾳ

⸤καὶ ἀπολαύειν τῶν αὐτῆς παγκοσμίων ἀρωμ⸥άτων.

44

<Αἰθίοψ>· οὐχ, ὥς τινες, παρὰ τὸ ⸤ἔχειν τὴν ὄπα μελανήν, ὃ σημαίνει τὴν

φωνὴν ἢ τὸν ὀφθαλμόν· ἀλλ' ὁ ἔχων τὴν ὄψιν καυστικήν. καὶ γράφεται διὰ

τοῦ ο̅ μικροῦ⸥.

{Ὁμήρου} <Αἴθουσαι> 〈θ 57〉· αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί· παρὰ τὸ

αἴθεσθαι, ὅ ἐστι καίεσθαι καὶ φλέ⟦γεσθαι⟧.

⸤<Αἴθριος>. ἔξω, ὑπὸ τὸν αἰθέρα ἤτοι ἀέρα.⸥

⸤<Αἴθριπτος>· ὁ ταχύς· παρὰ τὸ ἵπτασθαι ἐν τῷ αἰθέρι.⸥

⸤<Αἶθρος>· τὸ κρύος τὸ ὀρθρινόν· εἴρηται δὲ παρὰ τὸν αἰθέρα.⸥

⸤<Αἴθυια>· τὸ ζῶον καὶ ἡ ἴγδη.⸥

⸤<Αἴθυια>· κορώνη ἐναλία.⸥

<Αἴ κεν 〈Β 72〉>· ἐκ τοῦ εἴ κεν αἴ κεν. ὁ εἴ σύνδεσμος συναπτικὸς τρέπει τ⟦ὸ ε̅[̅ι̅]̅

εἰς α̅· οἱ γὰρ Δωριεῖς τὸ εἴθε αἴθε λέγουσιν⟧.

<〈Αἴ κεν〉>· ... ⸤καὶ Ὅμηρος 〈Α 207〉· „Αἴ κε[ν] πίθη[σ]αι“, ἐάν περ πεισθῇς⸥.

⸤<Αἴ κε πί[σ]θηται> 〈Α 420〉·⸥ ...

<Αἰκήσας>· κοσμήσας. αἰκίσας δὲ μαστίξας.

⸤<Αἰκία>· ἡ τρῶσις καὶ ὕβρις σώματος.⸥

45

⸤<Αἷμα>· διὰ τὸ 〈εἶναι ἅμα τῷ〉 σώματι· ὅπου γὰρ σῶμα πάντως καὶ αἷμ⸥α

διὰ τὸ εἶναι μετὰ τῶν ἄλλων στοιχείων.

<Αἷμα> καὶ <λύθρον> τὸ αὐτό.

<Αἷμα>· ⟦παρὰ τὸ⟧ αἴθ⟦ω⟧, ⸤τὸ⸥ θερμαί⟦νω⟧.

⸤<Αἷμα>· παρὰ τὸ ἀναδίδοσθαι, αἷμα ἄϊμα. ‖ αἷμα παρὰ τὸ αἴθω· θερ-

μὸν γάρ.⸥

⸤<Αἷμα>· πόσα σημαίνει; τὸ γένος, τὸ σπέρμα καὶ τὸ⸥ ἀπὸ τῶν πληγῶν τοῦ

σώματος ῥέον.

<Αἷμα>· τὸ θερμότατον τῶν ⟦ἐν⟧ τῷ σώματι.

⸤<Αἷμα>· τὸ θερμότατον τῶν ἐν σώματι· διὸ καὶ ἀπὸ τοῦ ἄναμμα εἶναι κέκληται

αἷμα, ἢ παρὰ τὸ αἴθω. καθὸ δὲ ὡς ἅμμα καὶ δεσμὸς πάντων δυναστεύων Ἐμπε-

δοκλῆς ὁ φιλόσοφός φησιν 〈fr. 105 Diels Vorsokr.〉 ”αἷμα γὰρ ἀνθρώποις περι-

κάρδιόν ἐστι νόημα”.⸥

46

⸤<Αἱμασιά>· [τὸ] ἐκ τοῦ αἱμάσσεσθαι ἐν αὐτῇ τοὺς παριόντας.⸥

<Αἱμνίον>· τὸ αἱμοδόχον ἀγγεῖον. ζήτει εἰς τὸ Ἀμν⟦ί⟧ον.

47

<〈Αἱμωδεῖν〉> ... αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη.

<Αἰν⟦είας⟧>· ὁ ἥρως υἱὸς Ἀγχίσου· παρὰ τὸ[ν] αἰνόν, τὸ[ν] δεινόν.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Αἰνεῖτε> 〈Ps. 116, 1〉· παρὰ τὸ αἰνῶ, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ

τὸ ἰαίνω. ⟦τὰ⟧ διὰ ⟦τοῦ α̅ι̅ν̅ω̅ διὰ τῆς α̅ι̅ διφθόγγου γράφεται⟧, πλὴν τοῦ ⟦στένω⟧.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Αἴνεσις> 〈Ps. 9, 15〉· ἀπὸ τοῦ αἰ⸢νῶ αἰνέσω, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο

παρὰ τὸ ἰ⸣αίνω, ὁ μέλλων ἰανῶ, ἐξ αὐτοῦ ἴανος καὶ ἐν ὑπερβιβασμῷ ⟦καὶ κράσει

αἶνος⟧. σημαίνει δὲ ⸢δύο· ποτὲ μὲν τὸν ἔπαινον, ὡς τὸ 〈Ψ 795〉 „Ἀντίλοχ', οὐ

μέν τοι [αἶνος] μέλεος εἰρήσεται αἶνος“, ποτὲ δὲ γνώμην παραμυθικὴν καὶ παρα-

βεβλημένον λόγον πρός τι ὑποκείμενον, 〈ξ 508〉 ”αἶνος μέν τοι ἀμύμων, ὃν κατ-

έλεξας”⸣.

alpha

48

<Αἰνή> καὶ <πρῆστις>· ζῶα θαλάττια.

<Αἰνός>· ὁ φοβερός, ἢ πονηρός, ἢ κακός· ἀφ' οὗ 〈τὸ〉 〈Η 97〉

„αἰνόθεν [καὶ] αἰνῶς“ καὶ 〈δ 441〉 ”αἰνότατος”. παρὰ τὸ δεινός τροπῇ τοῦ ε̅

εἰς α̅ καὶ ἀποβολῇ τοῦ δ̅· ἢ παρὰ τὸ δαΐς, ⟦τὸ σημαῖνον⟧ τὴν μάχην, γέγονε δαϊνός

καὶ ἀφαιρέσει τοῦ δ̅ αἰνός, ὁ μάχιμος.

<Αἶνος>· ἔστιν ὁ ἐκ τῶν δημιουργημάτων ἤτοι κατορθωμάτων μνημο⸤νευό-

μενος εὐ⸥κτικὸς λόγος ἤτοι παρακλητικός. ἔστι καὶ πόλις· ἐξ οὗ καὶ Αἴνιοι.

<Αἶνος> καὶ <παροιμία> διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀνάπλασιν

μυθικὴν ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος· οἷον, ἀπ⸤ὸ μὲν

ἀλόγων⸥ ζώων, ὡς παρὰ Ἀρχιλόχῳ 〈fr. 86 Bergk4〉 „αἶνός τις ἀνθρώπων ὅδε,

ὡς ἆρ' ἀλώπηξ κἀετὸς ξυνωνίαν ἔθεντο“, ⟦καὶ⟧ ἄλλως 〈fr. 89 Bergk4〉 ”τῷ δ' ἆρ'

ἀλώ⸤πηξ κερ⸥δαλέη συνήντετο πυκνὸν ἔχουσα νόον”, καὶ Ἡσίοδος 〈Op. 202 sq.〉

„νῦν δ' αἶνον βασιλεῦς' ἐρέω ν⟦ο⟧έουσι καὶ αὐτοῖς· ⟦Ὧδ' ἴρηξ προσέειπεν⟧ ἀηδόνα

ποικιλόδειρον“· ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ 〈fr. 93 Schneider〉 ”ἄκουε

δὴ τὸν αἶνον· ἔν κ⟦ο⟧τ⟦ε Τμώλῳ δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ⟧ λέγουσι

θέσθαι” καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία καὶ μετὰ διηγήσεως

ἀ⸢παρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν⸣ ἀνθρώπων· π⟦αροι-

μία δὲ τὴν ἀπὸ⟧ κεφαλαίου ⟦ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου

καὶ τὴν⟧ ⸤ἔξωθεν ἐνδεχομένη μετάβασιν, οἷον „μένε⸥ ⟦βοῦς ποτε βοτάνην“ καὶ

”κισσὸς μετ' ἀνθεστήρια”⟧.

49

<Αἶνος>· ὁ ἔπαινος ὁ εἰς προτροπὴν περιπέτειαν ἔχων παραινετικήν· καὶ

Ἀρχίλοχος δὲ λέγει 〈fr. 86 Bergk4〉 ⸢„αἶνός τις ἀνθρώπων 〈ὅδε〉 ὡς ἆρ' ἀλώπηξ

καἰετὸς [ᾧ] ξυνωνίαν ἔμιξαν“. Αἰνέας δὲ 〈παρὰ τὸ〉 αἶνος⸣.

<Αἶνος>· ὁ ἔπαινος· παρὰ τὸ ἰαί⟦νω ἐστὶν ἴαινος καὶ αἶν⟧ος· παρὰ τὸ χαίρειν

τοῖς ἐγκωμίοις τὴν ψυχήν. δύναται δὲ καὶ ἐπὶ τοῦ μυθώ⟦δους καὶ παροιμιακοῦ

λόγου⟧· ἰαινόμεθα γὰρ τῇ ⟦διηγήσει τῶν τοιούτων λόγων⟧.

<⟦Αἶνος⟧>· ὁ ἔπαινος· παρὰ τὸ ἰ⟦αίνω ἀποβολῇ⟧ τοῦ ι̅, ἴαινος γάρ

ἐστι καὶ αἶνος· παρὰ τὸ διαχεῖσθαι καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύναται 〈δὲ〉

καὶ ἐπὶ ⟦τοῦ μυθώδους⟧ καὶ ⟦παροιμιακοῦ λόγου· ἰαινόμεθα γὰρ τῇ διηγήσει τῶν

τοιούτων λόγων⟧.

<Αἶνος>· ⟦ὁ ἔπαινος προ⟧περισπωμένως· καὶ ῥῆμα ⟦αἰνῶ· παρὰ τὸ⟧ ἰαίνω,

τὸ δια⟦χέω, ἴαινος⟧ καὶ αἶνος κατὰ ἀφα⟦ίρεσιν τοῦ ι̅⟧.

<Αἶνος>· ὁ μῦθος· παρὰ τὸ ἰαίνω, τὸ τέρπω καὶ διαχέω, 〈Apoll. Rhod.

3, 1018〉 ”ἰαίνετο δὲ φρένας εἴσω”, ⸤ἴαινος καὶ ἀφαι⸥ρέσει τοῦ ι̅ αἶνος, ὁ τὴν

διάνοιαν τέρπων· ἢ ἀπὸ τοῦ αἰνῶ καὶ συναινῶ.

50

<⟦Αἴνυμ⟧αι>· τὸ ἀφαιρῶ ἢ λαμβάνω, Ὅμηρος 〈Φ 502〉 „ἐξαίνυτο

καμπύλα τόξα“ καὶ 〈ι 429〉 ”αἰνύμενος” καὶ 〈Λ 582〉 „ἀπαινύμενος“· ⟦παρὰ τὸ

αἱρῶ αἰρνῶ, ὡς πε⟧ρῶ περνῶ, ἀφ' οὗ 〈Χ 45〉 ”περνὰς νήσων ἔπι τηλεδαπάων”·

παράγωγον ⟦αἴρνυμι καὶ αἴρνυμαι καὶ⟧ ἀποβολῇ τοῦ ρ̅ αἴνυμαι.

⸤<Αἴξ>· οὗτινος ἡ γενικὴ αἰγός, εἴρηται παρὰ τὸ ἀΐσσειν.⸥

51

<〈Αἰξωνεύεσθαι〉> ... δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος φυλῆς.

<Αἰολίς>· Αἰολίδος· οἱ Λέσβιοι.

<Αἰόλος>· ὁ ποικίλος· ⟦ἐπίθε⟧τον. Αἴο⸤λος ὄνομα κύριον. παρὰ τὸ ἀΐειν,

ὃ δηλοῖ τὴν⸥ ἀνυπό⸤στατον κίνησι⸥ν, ἔνθεν ἄειν. ἀΐειν, τὸ ὁρμᾶν ⟦καὶ ἀΐσσειν⟧.

<Αἰπὰ ῥέεθρα> 〈Θ 369〉· παρὰ τὸ αἰπύ αἰπέα καὶ συγκοπῇ αἰπά, ὅθεν τὸ α̅

⸤βραχύ⸥. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων· αἶπος

γὰρ τὸ ἀκρω⸤τήριον⸥.

⸤<Αἰπεῖ⸥α>· ε̅ι̅· καὶ πάντα ⸤τὰ παρ⸥εσχηματισ⸤μένα⸥ 〈παρὰ〉 τὰ εἰς υ̅ς̅, ταχεῖα

52

⟦βρα⟧δεῖα ἡδεῖα, ⸤διὰ⸥ τῆς γενικῆς αἰπέος ⟦βρα⟧δέος ταχέος. ⸤διδ⸥άσκουσι δὲ καὶ

αἱ ⟦διάλεκτοι⟧· ταχῆας ⟦γὰρ λέγουσι⟧ καὶ βαρῆας ⟦διὰ τοῦ η̅⟧.

<Αἰπεινός>· ε̅ι̅· ἴσως γὰρ παρὰ τ⸤ὴν αἰπεῖ δο⸥τικήν. οὕτως ἔχει καὶ τὸ

ὀρεινός καὶ φαεινός, καὶ Αἰολικῶς ὄρεννος καὶ φάεννος, ἄλλως τε τὰ 〈εἰς ν̅ο̅ς̅〉

παρώνυμ⸤α⸥ γενόμενα ὀξύτονα, εἰ μὴ ἐπὶ ⸤καιροῦ παρ⸥άκειται, διὰ διφθόγγου

γράφεται, οἷον βορεινός ἐλεεινός ἐρατεινός. τὸ μέντοι ἀληθινός καὶ τὸ φυ⸤ζα⸥-

κινός τό τε ῥαδινός καὶ ⟦τὸ⟧ ⸤πεδινός⸥, τέλος δὲ τὸ ἐρινός καὶ χαλινός καὶ λα-

ρινός διὰ τοῦ ι̅ γράφεται ἐκτεταμένου.

<Αἰπεινός>· ὑψηλός· παρὰ γὰρ τὸ αἶπος, ὅπερ ἐπὶ μὲν τῆς σημασίας 〈τοῦ〉

ὕψους διὰ τῆς αι διφθόγγου ⟦γράφεται, ἐπὶ⟧ δὲ τοῦ λόγου ⟦διὰ τοῦ ε̅ ψιλοῦ⟧.

<〈Αἰπόλος〉> ... οἷον αἰ〈πο〉πόλος· ἢ ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος

συμπαραλαμβανομένων ἔξωθεν καὶ τῶν προβάτων.

53

<Αἶρα>· ἡ σφῦρα· ⸤Κ⸥αλλίμαχος 〈fr. 129 Schneider〉 „⸤α⸥ἰράων ἔρ⸤γα⸥ διδα-

σκόμεθα“. ⸤παρὰ τὸ⸥ ῥαίω, τὸ φθείρω, ⸤κατὰ Δ⸥ωριέας ⸤φθαίρ⸥ω [καὶ] φθαῖρα

〈καὶ αἶρα〉 ⸤ἀ⸥ποβολῇ ⸤τοῦ⸥ φ̅θ̅· ⸢καὶ προσθέσει τοῦ ς̅ 〈σαίρω〉· καὶ αἱρῶ τὸ νικῶ,

ἐξ οὗ καὶ τὸ ”οὐχ αἱρήσεις”, τὸ οὐ νικήσεις⸣.

<Αἱρετός>· ἀρεστός, ἐπίλεκτος. καὶ αἱρετ〈ικ〉ὸς ὁ αἱρεσιώτης.

<Αἱρετός>· ὁ δι' ἀπορίαν, αἵρετος δὲ ὁ δι' ἑαυτὸν ἐπίλεκτος.

54

<Αἱ Ῥῖπαι>· ὄρη Σκυθίας.

⸤<Αἰρόπινον>· τ⸥ὸ ἀραιὸν ⸤κόσκινον· παρὰ⸥ τὸ τὰς ⸤αἴρας ποι⸥εῖν ἀπεῖναι

⸤καὶ χωρίζειν⸥. αἶρα δὲ ⸤σπέρμα σι⸥τῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γενόμενον.

<Αἰρόπινον>· τὸ κόσκινον· παρὰ τὸ αἴρειν τὸν πίνον, ὅ ἐστι τὸν ῥύπον.

<Αἱρῶ>· τὸ καταβάλλω καὶ πορθῶ.

<Αἶσα>· ἡ ἀεὶ ἴση.

57

<Αἶσχος>· παρὰ τὸ α̅ στερητικὸν καὶ τὸ ἴσχειν, ὃ σημαίνει τὸ παῦσαι καὶ κω-

λῦσαι, οἱονεὶ ὅπερ οὐκ ἔστι ῥαδίως ἴσχειν καὶ παύειν.

60

⸤<Αἰχμάζειν>· τὸ κινεῖν· αἰχμητὴς γὰρ ὁ πολεμικός. εἴρηται δὲ αἰχμή, τὸ

δόρυ, παρὰ τὸ αἷμα χέειν.⸥

<Αἰχμαλωσία> 〈Ps. 13, 7〉· ἐκ ⟦τοῦ α⟧ἰ⟦χμά⟧λωτος· ⟦τοῦτο παρὰ τὸ αἰχμή·

τοῦτο παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ⟧.

<Αἰχμάλωτος>· ὁ τῇ αἰχμῇ ἁλωτός, ὅ ἐστι δορί· ἔνθεν αἰχμάλωτον λέγομεν,

καὶ δοριάλωτον κα⟦λοῦμεν τὸν ἐν⟧ πολέμῳ ληφθέντα διὰ δόρατος, ἤγουν αἰχμῆς

ἀμφήκους καὶ σπάθης καὶ τὰ λοιπά.

<⟦Αἰχμάλωτος>· παρὰ τὴν αἰχμήν, ὅ ἐστι τὸ ξίφος, καὶ τὸ ἁλῶναι. αἰχμή,

τὸ δόρυ, παρὰ τὸ ἀΐσσω αἰχμή ἐν συνθέσει, ὡς 〈δράσσω〉 δράξω δραχμή, τὸ

λεπτὸν νόμισμα.⟧

<⟦Αἶψα>· ἐπίρρημα· σημαίνει τὸ ταχέως. παρὰ τὸ ἅψασθαι· δοκεῖ γὰρ⟧ τ⟦ὰ⟧

ταχέως ⟦γινόμενα⟧ ἀλλή⟦λων ἅπτεσθαι διὰ τὴν συνέ⟧χειαν.

<⟦Αἶψα>· ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ὅ ἐστι βλάψαι· 〈Α 454〉

„μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν“. διὰ δὲ τοῦ βλάψαι καὶ ἐμποδίζειν ἀνάγκη· τὸ δὲ

ἀνεμπόδιστον ταχὺ γίνεται καὶ εὐκίνητόν ἐστιν.⟧

61

<⟦Αἰών>· ἡ ζωή· αἰών παρὰ τὸ ἀεὶ ὤν, καὶ συστολῇ τοῦ ε̅ καὶ κράσει τοῦ α̅ϊ̅

εἰς τὴν α̅ι̅ δίφθογγον γίνεται αἰών, ὁ ἀεὶ ὤν.⟧

<Αἰών>· ἡ ζωή· θηλυκῶς Ὅμηρος 〈Χ 58〉 ”αὐτὸς δὲ φίλης ⟦αἰῶνος ἀμέρδεις”.

παρὰ τὸ ἄειν, ὅ ἐστιν πνέειν· ἔμπνουν δὲ τὸν ζῶντά φαμεν. ἢ παρὰ τὸ ἀεὶ ὂν

τῆς ζωῆς· οἱ γὰρ ζῶντες ἐν χρόνοις καὶ ἔτεσι διαμένουσιν⟧.

<Αἰών>· ὁ ἀεὶ ὤν· καὶ συστέλλεται τὸ ε̅.

〈<Αἰών>· παρὰ τὸ ἀεὶ〉 εἶναι· αἰὼν γὰρ ὁ ἀεὶ ὤν. κλίνεται δὲ αἰῶνος. ὁ

⟦κανών⟧· τ⟦ὰ εἰς ω̅ν̅ περιεκτικά⟧—.

<⟦Αἰών>· σημαίνει εʹ· αἰὼν λέγεται ἡ τοῦ ἑκάστου ἀνθρώπου ζωή, καὶ ὁ

τῶν χιλίων ἐτῶν ἀριθμός· αἰὼν λέγεται καὶ ὁ μέλλων ὁ ἀΐδιος καὶ ἀτελεύτητος,

καὶ οἱ ζʹ αἰῶνες, καὶ ὁ νωτιαῖος μυελὸς ὡς τὸ 〈Hippocr. III 705 Kuḧn〉 „ἄνθρω-

πος νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν“.⟧

<⟦Ἀϊόνες>· οἱ αἰγιαλοί.⟧

<⟦Ἀκαδημείας>· οἱ μὲν παλαιοὶ⟧ ἀπὸ Ἀκαδήμου τινὸς τοῦ δομησαμένου τὴν

Ἀκαδημίαν ⟦ὡς μετουσιαστικὸν διὰ τῆς ε̅ι̅ διφθόγγου· οἱ δὲ νυνὶ διὰ τοῦ ι̅ ὡς

κύριον ὄνομα⟧.

<⟦Ἀκαλα〈ρ〉ρείτης>· ὁ πράως ῥέων ποταμός· ἀ⟧κ⟦α⟧λὸ⟦ν⟧ γὰρ τὸ ἥσυχον

[ἢ] 〈Hesiod. fr. 218 (242) Rzach〉 ”ὡς 〈ἀ〉καλ⟦ὰ⟧ προρέων”. ἢ παρὰ τὴν ἀκὴν

δηλοῦσα〈ν〉 τὴν ἡσυχίαν.

<⟦Ἀκαλα〈ρ〉ρείτης>· 〈σημαίνει〉 τὸν ἀκαλά, ἤγουν ἡσύχως, ῥέοντα ποταμόν.⟧

<Ἀκαλήφη>· ἔστι καὶ θαλάττιον φυτὸν καὶ βοτάνη δῆξιν καὶ κνησμὸν ἐν τῷ

62

ἅπτεσθαι ἐμποιοῦσα· κατὰ ἀντίφρασιν ἡ 〈μὴ〉 ἔχουσα ⸤ἀ⸥καλὴν τὴν ἁφήν, ἧς οὐκ

ἔστιν ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, ἅπτεσθαι.

<Ἀκαλός>· 〈Η 422〉 „ἐξ ⸢ἀκαλα〈ρ〉ρείταο“, τοῦ πραέως καὶ ἠρέμα ῥέοντος.

εἴρηται δὲ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν· 〈Γ 95〉 ”ἀκὴν ἐγένοντο σιωπῇ”.

καὶ ἄλλο παράγωγον· ἐκ τοῦ ἄκος καὶ τοῦ α̅λ̅ πάλιν πλεονάσαντος ἐγένετο ἀκαλός.

οὕτω Φιλόξενος ἐν τῷ Περὶ 〈ἀνα〉διπλασιασμοῦ⸣.

<Ἀκάμανος>· ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν, ⟦ὅ ἐστι κοπιᾶν⟧. ἢ ἀκά⟦ματος⟧·

πολύμοχθον γὰρ τὸ ζῶον.

<⟦Ἀκάματον>· ἀκαταπόνητον, ἀήττητον, ἀσώματον.⟧

<Ἀ⟦καρῆ>· ἐκ τοῦ κάρα κα⟧ρ⟦ῆ καὶ ἀκαρῆ⟧.

<Ἀκαρής>· ⟦ὁ ἐλάχι⟧στος κα⟦ιρός· καὶ κυρίως ἐτίθεσαν καὶ ἁπλῶς⟧ ἐπὶ τοῦ

οἱουδήποτε ἐλαχίστου· Μένανδρος 〈fr. 835 Kock〉 „ὁρᾷς; ἀκαρὴς παραπόλωλας

63

ἀρτ⟦ίως“, καὶ⟧ Ἀριστοφάνης 〈Plut. 244〉 ”⟦γυμνὸς θύραζ' ἐξέπεσον⟧ 〈ἐν〉 ἀκαρεῖ

χρόνῳ”. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν, ἀκαιρές τι ὄν· κατ' ἔλλειψιν ἀκαρές,

τὸ ⟦μὴ καιρὸν ἔχον, ἀλλ' ἐλάχιστον. ἢ παρὰ τὸ κάρα, τὸ ἀκέφαλον, μηδὲ ἀρχὴν ἔχον⟧.

<⟦Ἀκαριαῖον>· ὀλίγον, βραχύ, λεπτόν.⟧

<Ἀκαριαῖον>· τὸ βραχύ, τὸ ὀλίγον· ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων καρῆναι

τριχῶν.

<〈Ἀκέραιος〉>· ... κεραιός καὶ μετὰ τοῦ α̅ στερητικοῦ ἀκέραιος, ὁ ἀόργη⟦τος

καὶ ἀβλαβής⟧.

<Ἀκέραιος>· παρὰ τὸ κέρω, οὗ παράγωγον κεράω· ὁ μὴ κεκραμένος κακοῖς,

ἀλλὰ ἁπλοῦς καὶ ἀφελής.

<Ἀ⟦κεσώ⟧δ⟦υνον>· τὸ παυστικὸν τῶν ὀδυνῶν⟧.

64

⸤<Ἀκηδί⸥α>· Μακεδο⸤νικόν φασι⸥ τὸ ὄνομα. ‖ ⸤σημαίνει δὲ τὴ⸥ν ῥᾳθυμίαν.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Ἀκηδία> 〈Ps. 118, 28〉· παρὰ τὸ κήδω, τὸ φροντίζ⸤ω, ἀ⸥κηδία, ⸤ἡ

μη⸥δενὸς ἡμᾶς ⸤ποι⸥οῦσα φροντίζ⸤ειν. ἢ⸥ παρὰ τὸ ἀηδής ⸤ἀη⸥δία καὶ ἀκηδία,

ἡ ἀηδ⸤ῶς⸥ διακεῖσ⸤θαι⸥ καταναγκάζουσα.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Ἀκηδιῶ>· παρὰ τὸ ἡδύς ἡδιῶ καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀκηδιῶ πλεο-

νασμῷ τοῦ κ̅.

{Ὠρίωνος} <Ἀκὴν ἐγένοντο σιωπῇ> 〈Γ 95〉· ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγέ-

νοντο· ἀκὴ γὰρ ἡ ἀκμή. ἢ ἀντὶ τοῦ ἀχήν, παρὰ τὸ μὴ χαίνειν, μεταθέσει

τοῦ χ̅ εἰς κ̅.

65

{Φωτίου} <Ἀκήρατος> 〈Jo. Damasc. Canon. iamb. 2, 63〉· παρὰ τὸ γῆρας γήρατος καὶ

τροπῇ τοῦ γ̅ εἰς κ̅ κήρατος καὶ μετὰ τοῦ στερητικοῦ α̅ ἀκήρατος, οἱονεὶ ὁ ἀθάνατος.

⸤<Ἀκήρυκτον>· ἄγ⸥νωστον, ⸤ἀφανές⸥, καὶ τὸ μέγα ⸤καὶ ἀδιάλ⸥λακ⸤τον⸥.

<〈Ἀκιδνός〉> ... ἀφ' οὗ καὶ συγκριτικὸν ἀκιδνότερος, ἤγουν ὁ ἀσθενέστερος

ἢ προπετέστερος ἢ ἀ⟦φρονέ⟧στερος.

⸤<Ἄ⸥κικυς>· [δὲ] νεκρός· ἐκ τοῦ κίω 〈κῖκυς〉 καὶ μετὰ τοῦ στερητικοῦ α̅

ἄκικυς, ὁ μὴ πορευόμενος. καὶ εἰς τὸ Κῖκυς.

66

<Ἀκίς>· ἡ ὀξ⟦ύτης τοῦ⟧ στ⟦άχυος τοῦ σίτου⟧.

<Ἀκίς>· τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, καὶ

κατ' ἐπένθεσιν τοῦ μ̅ λέγεται ἀκμή· παρὰ τὸ ἀκὴ 〈οὖν〉 ὑποκοριστικὸν ἀκίς, ὡς

σκάφη σκαφίς, ἄμη ἀμίς.

<⟦Ἀκίχητος>· ὁ ἀκατάλ⟧ηπτος. ⟦καὶ εἰς τὸ Κιχῶ⟧.

<Ἀκμή>· ἡ ἀκροτάτη ὀξύτης τοῦ σιδήρου κυρίως· παρὰ τὸ ἥκω ὄνομα ἠκή,

ὃ σημαίνει τὴν ὀξύτητα, ἡ διὰ παντὸς ἰ⸤οῦσα⸥· Ἀρχίλοχος 〈fr. 43 Bergk4〉 „ἵστη

67

κατ' ἠκὴν κύματός τε κἀνέμου“· παρ' αὐτὸ ἀκή ἐν συστολῇ (καὶ παρώνυμον ἀκίς),

ἀφ' οὗ ἐπίρρημα 〈Γ 95〉 ”ἀκὴν ἐγένοντο σιωπῇ”. ἀκή οὖν καὶ ἀκμή πλεονασμῷ

τοῦ μ̅.

<Ἀκμή>· ἡ νεότης· ἐξ οὗ καὶ ἀκμαῖος, ὁ σφριγῶν νεανίας.

<Ἀκμή>· παρὰ τὸ κμῶ, ὅ ἐστι [τὸ ⸤α̅⸥] ἐκ τοῦ κάμω ⸤σ⸥υγκοπέν, καὶ ⸤μ⸥ετὰ

τῆς α̅ ⸤στ⸥ερήσεως ἀκμή, ἡ μὴ κάμνουσα ταχέως ἢ π⸤όνους⸥ δ⸤υ⸥ναμέν⸤η ὑπο-

στῆναι⸥.

<Ἀκμοθέτῳ 〈θ 274〉>· τῷ ὀρύγματι, ἐν ᾧ ὁ ἄκμων ἐντίθεται.

⸤<Ἄκμων>· ἐφ' οὗ τὸν⸥ σ⸤ίδηρον παρελαύνουσιν⸥ οἱ χ⸤αλκεῖς· ἀκά⸥μων τις

⸤ὤν, ὁ⸥ μὴ κοπ⸤ιῶν⸥, ὁ ἀκαμ⸤άτως φέρων τὰς πληγάς⸥· ἐξ οὗ καὶ ἄκ⸤μων, ὁ

μὴ⸥ κάμνων ⸤καὶ μὴ τύπτων⸥, ἀλλὰ τυ⸤πτόμενος μᾶ⸥λλον.

<Ἄκνηστις>· ⟦ἡ ῥάχις⟧· παρὰ τὸ μὴ ⟦εὐχερῶς τὴν⟧ ῥάχ⟦ιν κνήθεσθαι⟧.

68

<Ἄκνηστις>· ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι αὐτὴν τῇ οἰ-

κείᾳ χειρί.

<Ἀκοίτης>· ἀνήρ· μίξεως ἐπιθυμητικός. ἄκοιτις δὲ γαμετή· σύγκοιτος.

<Ἄκοιτις> καὶ <ἄλοχος>· ἡ ἑτέρου εἰς κοίτην καὶ λέχος ⟦μὴ⟧ ἐλθοῦσα.

{Ὠρίωνος} <Ἀκόλαστος>· κυρίως ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολάσεως

τετυχηκέναι τῆς ἐπ⟦ιτηδείας. οὕτω⟧ Φ⟦ιλόξενος⟧ ἐν τῷ Περὶ ἑλληνισμοῦ. τινὲς

δὲ οὕτω φασὶ τὸν κατωφερῆ πρὸς συνου⟦σίαν⟧· διὰ ⟦τὸ μὴ κολάζει⟧ν τὴν ἐπι-

θυμίαν ἀκόλαστος ἀκούει τις.

<Ἄκολος>· ὁ ψωμός· 〈ρ 222〉 „αἰτίζων ἀκόλους“. εἴρηται δὲ ὁ μηκέτι δυ-

νάμενος κολούεσθαι.

<[Ἀκολουθῶ]> ἕπω καὶ ἐπίσπω· τὸ ἀκολουθῶ. εἷπον παρατατικός.

ὀπηδαῖος ὁ ἀκόλουθος· ⟦καὶ ἐπισ⟧πόμενος καὶ ἑπόμενος καὶ ξυνοπαδός καὶ

ὀπαδός.

69

<〈Ἀκόνη〉>· ... τὸ κ̅ο̅ μικρόν. διὰ τί; τὰ διὰ τοῦ ο̅ν̅η̅ θηλυκὰ βαρύτονα—.

<Ἀκόνιτον>· βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μα-

ριανδυνίας φύεται. ἢ ὅτι ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν· ἀπὸ ⸤με⸥ταφορᾶς

τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ ἀήττητοι ὄντες οὐ κονιορτοῦνται· κονιοῦσθαι γὰρ τὸ

πα⸤λ⸥αίειν· Θεό⸤κρ⸥ιτος 〈Idyll. 1, 30〉 ”κισσὸς ⟦ἑλι⟧χρύσῳ κεκονιμένος”. ⟦τὸ⟧ μὴ

νικώμενον οὖν ὑπὸ τῶν ⟦πι⟧νόντων. καὶ ⟦Εὐφο⟧ρίων 〈fr. 28 Meineke〉 θηλυκῶς

λέγει τὴν βοτάνην. ἣν οὐδεὶς δύναται κονίσαι, τουτέστι νικῆσαι· κονιορ⟦τοῦνται

γὰρ οἱ⟧ νικώμενοι τῶν παλαιστῶν.

<Ἀκόνιτον>· εἶδος βοτάνης.

<Ἀκονῶ>· ἐκ τοῦ ἀκόνη.

70

<Ἄκος>· θερα⟦πεία⟧· κυρίως δὲ ⟦τὸ⟧ σιδήρῳ θεραπεύειν εἰ⸤ς ἀ⸥κὴν ἀπ⸢ωξυμ-

μένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν⸣ Φρ⸢ύγες ἀκεσ⸣τὴν λέγουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν

ῥ⟦αφίδων⟧ ἰωμένην τὰ⟦ς τῶν⟧ ἱματίων ⸤λακίδας⸥ ἀκέσ⟦τριαν Ἀ⟧θηναῖοι καλοῦσιν.

⸢οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδος⸣.

{Ὁμήρου} <Ἀκοστήσας> 〈Ζ 506〉· ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, καὶ

κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ τῶν ζώων ἀκοσταὶ κ⸤αλοῦνται, παρὰ τὸ

ἵστασθαι τὰ⸥ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βελτίον δέ, δυσχε-

ράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. φάτνη δὲ ὁ τ⸤όπος ἐν ᾧ ἐσθίει τὰ κτή⸥νη ἢ

τὰ τετράπωδα, ὥσπερ ἡ τράπεζα. καὶ εἰς τὸ Φάτνη.

<Ἀκοστήσας 〈Ζ 506〉>· ἐπὶ τῇ στάσει δυσχεράνας. ἀκοσταί, αἱ κριθαί.

<Ἀκοστήσας 〈Ζ 506〉>· ἤτοι παρὰ τὰς ἀκοστάς, αἵ εἰσι κατὰ γλῶσσαν κριθαί.

ἢ ἀκοστήσας, ἐπὶ τῇ στάσει δυσχεράνας· ἐπιφέρει γὰρ 〈Ζ 507〉 „δεσμὸν ἀπορρήξας“.

ὅτι δὲ ἀκοσταὶ αἱ κριθαί, μαρτυρεῖ Νίκανδρος λέγων 〈Alex. 106〉 ”πολλάκι[ς] δ'

ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς”.

<Ἀκοστήσας 〈Ζ 506〉>· π⸤αρὰ⸥ τὰς ἀκοστάς, τὰς κριθάς, ἵν' ᾖ κριθιάσας ἢ

ὑψαυχενίσας καὶ ἀ⸤τιμαγέλης γεγονώς⸥. ἢ ἀπὸ τοῦ ἀγός ἀγοστήσας, ὁ ἀγὸς θέλων

εἶναι. ἢ ἀχθοστήσας καὶ ἄρσει τοῦ θ̅ ἀχοστ⸤ήσας καὶ ἀκοστήσας⸥.

71

<Ἀκράγας>· Ἀκράγαντος. Ἀκραγαντῖνος.

<Ἀκραίφνεια>· ...

<Ἀκραιφνής>· ἀκεραιοφανής.

72

<Ἀκραιφνής>· ὁ καθαρός καὶ περιφανής· ἀκεραιοφανής καὶ ἀκραιφνής. ἀλλ'

οὐδέποτε γίνεται δύο συλλαβῶν συγκοπή. ἢ [παρὰ τὸ] ἀκροφαν⸤ὴς καὶ ἀκρ⸥αιφνής,

τοῦ ο̅ εἰς α̅ι̅ τραπέντος, ὡς μεσοπόλιος μεσαιπόλιος.

⸤<Ἄκρ⸥ατος>· κερῶ ἐστι ῥῆμα καὶ κατὰ συγκοπὴν κρῶ, οὗ μέλλων κράσω

καὶ ὄνομα ῥηματικὸν κρατός καὶ μετὰ τοῦ α̅ στερητικοῦ ἄκρατος. ἀπὸ δὲ τοῦ

αὐτοῦ κρατήρ, ἀφ' οὗ κιρνᾶται ὁ οἶνος.

<Ἀκρέμων>· ἀκρέμονος· ⟦καὶ ἀκρέμονες κυρίως⟧ μὲν οἱ βλαστοὶ καὶ οἱ κλάδοι

τῶν δένδρων οἱ κάλλιστοι· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων ⟦οἱ ἐξοχώτατοι.

παρὰ τὸ⟧ ἄκρον, ὃ σημαίνει τὸ πέρας τοῦ σώματος, ἢ κεφαλήν.

<⟦Ἀκρέμων>· ὁ κλάδος· εἴρηται δὲ καὶ κρέμων δισυλλάβως. παρὰ τὸ ἄκρον

καὶ παρὰ τὸ κρεμῶ ἑκάτερος.⟧

<Ἀκρήβης>· ὁ νέος.

73

<⟦Ἀκρίς⟧> 〈Ps. 77, 46〉· παρὰ τὸ ⸤κάρα⸥ ὑπερβι⸢βασμῷ τοῦ α̅ ἄκρα ἀκρίς·

μείζων γὰρ ἡ κεφαλὴ τούτου τοῦ λοιποῦ μέρους τοῦ σώματος⸣.

⸢<Ἀκρίς>· σημαίνει δὲ⸣ τὴν ἀκ⟦ρίδα⟧· παρὰ τὸ τὰς ἄκ⟦ρας τῶν ἀσταχύων

ἐσθίειν⟧.

<〈Ἄκριτον〉>· ... παρὰ τὸ μὴ διαχωρίζεσθαι. ἐξ οὗ ⟦καὶ 〈Β 868〉 „ὄρος

ἀκριτόφυλλον“⟧.

alpha

74

<Ἀκροβυσσία>· 〈ἡ ἀπεριτμησία〉. ἀκροβυστία δὲ ἡ περιτομή.

<Ἀκροβυ⟦σσί⟧α>· ⟦ἡ ἀ⟧περιτμη⟦σία. ἀκροβυστία δὲ ἡ περιτομὴ κατά τινας.

ἐκ τοῦ ἄκρον καὶ τοῦ βύω ἀκρόβυστον, τὸ μὴ κεκομμένον ἀλλ' ὑγιὲς καὶ σῶον

καὶ ἀκέραιον εἶναι τὸ τοῦ ἀνδρὸς κρυπτόν, οἱονεὶ ἀκρόκρυπτον⟧.

<Ἀκ⟦ροθίνια>· κυρίως ἀπαρχὴ θινῶν, τουτέστι σωρῶν γεν〈ν〉ημάτων· κατα-

χρηστικῶς δὲ καὶ πᾶσα ἀπαρχή⟧.

<Ἀκροθίνια>· τὰς τῶν ἐνιαυσιαίων καρπ⸤ῶν ἀπαρχάς. κυρίως δὲ⸥ ἃς ἀνα-

τιθέασιν οἱ ἐξ ἐμπορίας· 〈παρὰ τὸ〉 ἀπὸ τοῦ θινός, 〈τουτέστι〉 τοῦ αἰγιαλοῦ,

〈σεσῶσθαι αὐτά〉. ἄλλοι δὲ τὰ ἀπὸ τῶν π⸤ολέμων, ἀπὸ τοῦ σί⸥νεσθαι ἐν τῷ

πολέμῳ πολλά, τουτέστι βλάπτεσθαι.

<Ἀκροθίνιον>· ἡ ἀπαρχὴ τῶν καρ⸤πῶν, ἤγουν τὰ ἐκλεκτά· ἄκρον γὰρ⸥ ἡ

ἀρχή. ⸤ἀκροθίνια ἀπαρχαὶ προ⸥βάτων.

75

<Ἄκρον>· ὄνομα ῥηματικὸν ἀπὸ τοῦ ἥκειν· ἐπί τι ἐξέχον ἐληλυθός.

<〈Ἄκρον〉>· ... καὶ Ὅμηρος 〈α 443〉 ”ὀϊὸς ἀώ⟦τῳ⟧”, τουτέστι τῷ ἄνθει

〈καὶ〉 τῷ καλλίστῳ τοῦ προβάτου· λέγει δὲ τῷ ἐξ ἀπαλῶν ἐρίων γεγονότι περι-

βολαίῳ. ⟦καὶ ἀλλαχοῦ⟧ ...

<Ἀκροπήνιον>· ἐκ τοῦ ἄκρον καὶ τοῦ πήνιον, ὃ σημαίνει τὸ〈ν〉 ἄτρακτον,

γίνεται ἀκροπήνιον· τὸ στρεφόμενον οὖν ἀκροπήνιον καλεῖται.

<Ἀκρότομος>· ⟦ὑψ⟧ηλὴ πέτρα καὶ σκληρά.

<Ἀκ⟦ρώρεια>· τὸ ὑψηλὸν ἄκρον τοῦ ὄρους⟧.

<Ἀκρωτήριον>· ἐκ τοῦ ἄκρον καὶ τοῦ ὦς ὠτός.

76

<Ἀκταίνειν>· τὸ μετεωρίζεσθαι καὶ ἐπαίρεσθαι· παρὰ τὸ ἦκται ἀκτός καὶ

⟦ῥῆμα ἐξ αὐτοῦ ἀκτῶ, ἀφ' οὗ καὶ ἀκταίνω καὶ ἡ μετοχὴ⟧ ἀκταίνων· καὶ 〈trag.

fr. adesp. 147 Nauck2〉 „ἀκταῖνον μένος“, τὸ ἀνάγον καὶ δυνάμενον ⟦ἀνορθοῦν⟧.

<Ἀκτέριστος>· ἀσκύλευτος, ⟦ἄκτη⟧τος, ἢ ⟦ἄταφος· ἐξ οὗ καὶ⟧ κτερίσαι, τὸ

θά⟦ψαι καὶ⟧ ἐν⟦ταφιάσαι⟧.

<⟦Ἀκτή>· ἡ Ἀττική· ἀπὸ τοῦ τὰ⟧ πλείονα μέρη αὐτῆς εἰς θάλασσαν ἐκνε-

νευκέναι.

{Ὠρίωνος} <Ἀκτή>· παρὰ τὸ κατάγνυσθαι τὰ κύματα, ἤγουν [κε]κλᾶσθαι.

<〈Ἀκτίς〉>· ⸤δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς ἐτυμολογεῖτ⸥αι διαφόρως· ἢ γὰρ

77

παρὰ ⟦τὸ⟧ ἄγω γίνεται ἀκτίς, ἡ πανταχοῦ ἀγομένη, ἡ ⟦γὰρ⟧ ἀκτὶς τοῦ ἡλίου παν-

ταχοῦ φέρεται· ἢ παρὰ τὸ ⸤ἐκτείνω ἐκτίς καὶ ἀκτίς, παν⸥ταχοῦ γὰρ ἐφή-

πλωται· ἢ παρὰ τὸ ἀΐ〈σ〉σω, τὸ ὁρμῶ, ἡ γὰρ τοῦ ἡλίου λαμπηδὼν ὁρμη-

τική ἐστιν· ἢ παρὰ τὸ ἄγω 〈ἄξω〉 ⟦ἀκτός⟧ ⸤καὶ ἀκτίς, ὡς παρὰ τὸ⸥ν ῥήξω ῥηγμός

καὶ ῥηγμίν, ὁ αἰγιαλός, παρὰ τὸ ἐκεῖ ῥήγνυσθαι τὰ κύματα. τὸ δὲ θίς καὶ ῥίς

ὁ Ἀρίσταρχος διὰ τῆς ε̅ι̅ διφθόγγου ἀξιοῖ γράφεσθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ

ἔλεγεν, ὅτι τὸ θείς παρὰ τὸ θείνεσθαί ἐστι, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ θείνονται καὶ

τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ τρέχει τὰ κύματα.

τὸ δὲ ῥ〈ε〉ίς παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆς ῥινός ῥέουσι καὶ κατέρχονται

τὰ περιττώματα τῆς κεφαλῆς. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν

αὐτὰ διὰ τῆς ε̅ι̅ διφθόγγου. ἡ δὲ παράδοσις οἶδεν αὐτὰ διὰ τοῦ ι̅.

⸤<Ἀκτ⸥ίς>· διὰ τοῦ ι̅· καὶ ὅσα διφορεῖται περὶ τὴν κατάληξιν, οἷον γλωχίς

δελφίς θίς ῥίς ... τε ῥινός ἡ γενική. τὰ εἰς ν̅ λήγοντα πάντα ἀρσενικὰ 〈τε καὶ

θηλυκὰ〉 ἑνὶ φωνήεντι χρῆται, οἷον Ἕλλην τέρην αὐχήν λιμήν Ἀλκμάν Τιτάν

Πυθών Σιδών ἀμπελών. τὸ θίν, κἂν παρὰ τὸ θέω ἐστί, διὰ τοῦ ι̅ γράφεται· κἂν

παρὰ τὸ ῥέειν, ἡ ῥίν.

<Ἀκύμων>· ἀκύμονος· ὁ ἄνευ κύματος καὶ κυήματος. καὶ εἰς τὸ Κῦμα.

78

<⟦Ἀκ⟧ῶ>· τὸ θεραπεύω· ⟦ἐξ οὗ καὶ⟧ ἄκος, ἡ θεραπεία, ⟦καὶ ἄ⟧κος, τὸ φάρ-

μακον, ⟦καὶ ἀνή⟧κεστος, ⟦ὁ⟧ ἀθεράπευτος.

<Ἀκωκή>· ⟦ἐπιδο⟧ρ⟦ατίς⟧, ἡ ὀ⟦ξύτης τ⟧οῦ β⟦έλους⟧.

<Ἀκωκή>· ἡ ὀξύτης τοῦ δόρατος.

<Ἄκωλος>· ζήτει ὄπισθεν εἰς τὸ ο̅.

<Ἅλα>· τὴν θάλασσαν· 〈παρὰ τὸ ἅλις〉· ἀθροῦν γὰρ ὕδωρ ἐστὶν ἡ θάλασσα.

⸤<Ἀλάβαστρον>· ἡ μυροθήκη· εἴρηται κατὰ πλεονασμὸν τοῦ ρ̅, ἀλάβαστόν τι

ὄν, οὗ⸥ λαβέσθαι διὰ λει⸤ό⸥τητα ἀδύνατον.

⸤<Ἀ⸥λάβαστρον μύρου> 〈Ev. Matth. 26, 7〉· βη〈σ〉σίον ἐστὶν ὑελοῦν στρογγυ-

λοειδὲς χωροῦν λ⟦ίτραν μίαν⟧, ἤγουν ἡμίναν. καὶ ἄλλως· τῷ δὲ μέτρῳ ἐστὶ ξέστου

τὸ ἥμισυ. ἀλάβαστρον δὲ λέγεται διὰ τὸ εὔθρυπτον, ἁλὶ ἀπεικαζόμενον.

<Ἀλαζών>· ὁ προσποιούμενος ἃ μὴ ἔχει.

79

<Ἀλαίνω>· τὸ πλανῶμαι· παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην.

<Ἀλακάτη> καὶ <ἠλακάτη>· ἀπὸ τοῦ ἄγω ἄξω ἀκτός εἴρηται καὶ ἀκτή, καὶ

κατὰ πλεονασμὸν ἐν μέσῳ τοῦ α̅ ἀκάτη· καὶ ἐπεισελθόντος πάλιν τοῦ α̅λ̅ μορίου,

ὡς ἐπὶ ἄλλων πλείστων, ὠνομάσθη ἀλακάτη καὶ ἠλακάτη κατὰ Ἴωνας τὸ ἀγωγὸν

τοῦ περιάγοντος αὐτὴν καὶ γινομένου νήματος ἐρίου ἢ λίνου. ἠλακάτη οὖν κατὰ

Ἴωνας, ὡς ἀπεδανός καὶ ἠπεδανός. οὕτω Φ⟦ι⟧λόξενος ἐν τῷ Περὶ

ἀναδιπλασιασμοῦ.

<Ἀλαλαγμὸς ὀλολυγμοῦ> διαφέρει· ἀλαλαγμός ἐστιν ἐπινίκιος ἐν πο⟦λέμῳ⟧

κρότος· ὀ⟦λολυγ⟧μὸς δὲ ⟦κραυ⟧γὴ θρη⟦νητι⟧κὴ καὶ ὀ⟦δυρμοῦ σημεῖον⟧.

<Ἀλαλάζω>· ὁ μέλλων ἀλαλάξω· γέγονε δὲ παρὰ τὸ λαλεῖν λαλαγή καὶ ἀλα-

λάζω, ἐξ οὗ καὶ τὸ 〈Ps. 99, 1〉 ”ἀλαλάξατε”, τουτέστιν ὑμνήσατε τὸν θεόν.

<〈Ἀλαλάξατε〉> ... ἢ ἐκ τοῦ ἀλαλή, ὃ σημαίνει τὸν θόρυβον.

<Ἀλαλητός>· ...

<Ἀλαλητός>· ὁ θόρυβος· διὰ τὸ πολλῶν λάλημα εἶναι.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Ἄλαλος> 〈Ps. 37, 14〉· ἐκ τοῦ λῶ λάλ⸤ος καὶ μετὰ τοῦ⸥

στ⸤ερητικοῦ α̅ ἄλαλος⸥.

80

<Ἀλαλύκτημαι>· τεθορύβημαι, ἀδημονῶ· ἀπὸ τοῦ ἀλ⟦ᾶ⟧σθαι τὴν διάνοιαν.

<Ἀλαός>· ὁ τυφλός· καὶ ἀλαῶσαι, τὸ τυφλῶσαι.

<Ἀλαός>· ὁ τυφλός, κατὰ διάλεκτον.

<Ἀλαπάζω>· κενῶ καὶ ἀναλίσκω· οὗ ὁ μέλλων 〈ἀλαπάξω, ὁ ἀόριστος ἠλά-

παξα καὶ τὸ ἀπαρέμφατον〉 ἀλαπάξαι, τὸ ἐκκενῶσαι· ἐξ οὗ καὶ ἀλαπαδνός, ⟦ὁ

κεν⟧ὸς τῆς δυνάμεως· λάπαθος γὰρ βοτάνη κενωτικὴ γαστρός.

<⟦Ἀλα⟧πάξαι>· ἐκπορ⟦θῆσαι⟧· παρὰ τὴν λάπαθον ⟦β⟧οτάτην κενωτικὴν γα-

στρός. καὶ Δημόκριτος 〈fr. 122 Diels Vorsokr.〉 ⟦τοὺς⟧ βόθρους τοὺς παρὰ τῶν

κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ⟦ἀλαπάξαι οὖν κυρίως τὸ

ἐκκενῶσαι. καὶ εἰς τὸ Κενεών καὶ⟧ Λαπάρα.

<Ἄλαστα>· τὰ κακά· ἀνεπίληστά τινα ὄντα. ἢ παρὰ τὸ λάζεσθαι, ὅ ἐστι

[τὸ] λαβεῖν· ἃ οὐκ ἄν τις λάβοι, φευκτά. ἐκ δὲ τοῦ ἐναντίου εἴρηται ἐσθλόν,

ἐθέλον τ⸤ι ὄν, ὃ θέλει⸥ τις ⸤ἔχειν⸥.

81

<Ἀλάστωρ>· ὁ Ζεύς, ὁ ἐποπτ⸤εύων τὰ ἄλαστα⸥ καὶ χαλεπά· ἢ ἀσεβής, ἢ

κακοποιός.

<Ἀλάστωρ>· ὁ Ζεύς, ὁ ἐποπτεύων 〈τοὺς〉 τὰ ἄλαστα καὶ χαλεπὰ ποιοῦντας.

οὕ⸤τως Ἡρωδιανός⸥ 〈I 49, 13 Lentz〉.

<Ἀλάστωρ>· ὁ νεκρός.

<Ἀλᾶται>· πλανᾶται.

<Ἀλᾶτο>· ...

<Ἀλαῶ>· σημαίνει δύο· ἀλαῶ τὸ ληφθῶ, ἤτοι τὸ κρατῶμαι· ἀλαῶ δὲ τὸ

τυφλῶ, κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν, ἐξ οὗ καὶ 〈α 69〉 „ἀλάωσεν“, τὸ

ἐτύφλωσεν.

{Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου} <Ἀλγηδών> 〈Ps. 37, 18〉· παρὰ τὸ ἀλγῶ ἀλγήσω ἀλγηδών· τὸ δὲ ἀλγῶ

παρὰ τὸ ἄλγος· τοῦτο παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ ἄλ⟦γος⟧.

82

<Ἄλγιον, αἴσχιον>· ...

<Ἀλγίων, αἰσχίων>· ι̅· καθόλου τὰ τοιαῦτα συγκριτικῷ τύπῳ παρηγμένα

διὰ τοῦ ι̅ μόνου γράφεται, ὅτε ἐστὶν ὑπὲρ δύο ⸤συλλαβάς, οἷον ταχίων βραδίων⸥

ἡδίων κακίων καὶ κάκιον ἥδιον βράδιον τάχιον.

<Ἀλδαίνειν>· τὸ αὔξειν· παρὰ τὸ ἅλλεσθαι καὶ π⟦ηδᾶν⟧ κατὰ τὴν

αὔξησιν.

<Ἀλεγεινός>· ε̅ι̅· παρὰ τὸ ἀλέγειν· καὶ τὸ ἀλέγειν καὶ τὸ ἀλεγεινός παρὰ

τὸ ἀλεείνω. οὕτως καὶ ἐρεείνω φαείνω. τὸ μέντοι ὀρίνω διὰ τοῦ ι̅, ἐπεὶ Αἰολεῖς

ὀρίννω.

<Ἀλεγίζεις 〈Α 160〉>· ἀποστρέφεις, φροντίζεις· 〈παρὰ τὸ ἀλέγω, τὸ

φροντίζω〉· τοῦτο δὲ παρὰ τὸ λέγω[ν], καὶ μετὰ τοῦ ἐπιτατικοῦ ⟦α̅⟧ ἀλέγω, τὸ

φροντίζω.

83

<Ἀλεείνω 〈Γ 32〉>· τὸ ε̅ι̅ δίφθογγον· διὰ τί; τὰ διὰ τοῦ ε̅ι̅ν̅ω̅ ῥήματα 〈ὑπὲρ

δύο συλλαβὰς〉 τὴν ε̅ι̅ δίφθογγον ἔχει· ἐρεείνω, φαείνω, ἀλεείνω. τὸ δὲ ἀλεείνω

μέλλοντα οὐκ ἔχει· τὰ γὰρ διὰ τοῦ ε̅ι̅ν̅ω̅ ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ε̅ι̅

διφθόγγου γράφονται καὶ μέλλοντας οὐκ ἔχουσιν. τὸ δὲ ἀλεείνω γίνεται παρὰ

τὸ ἀλέα, ὃ σημαίνει ⟦τὴν θέρμην⟧.

<Ἀλειπής>· πηγὴ ἐν ⟦Ἐφέσῳ⟧· οὕτως καλεῖται διὰ τὸ μὴ λείπειν ποτέ.

<Ἀλείπτης>· ε̅ι̅· παρὰ τὸ ἀλείφω ἀλείπτης ... ὁμοίως· λέγεται ὁ συνήγορος.

<Ἄλεισον>· ε̅ι̅· παρὰ γὰρ τὸ ἁλές ἐτυμολογοῦσιν· ἐξ οὗ ἔστιν ἀθρόως πιεῖν.

<Ἄλεισον>· ἔκπωμα ἐκτετορνευμένον· οἷον εὐάλιον ὑπάρχον ἢ πλατύ, ὅθεν

ἔστιν ἅλις πιεῖν. ὁ δὲ ⟦Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου 〈23, 8〉, ὅτι παρὰ τὸ⟧ λεῖον

⟦γέγονεν ἄλειον καὶ ἐπενθέσει⟧ τοῦ ς̅ ἄλ⟦εισον⟧, τοῦ α̅ ⟦ἐπιτατικοῦ⟧ ὄντ⟦ος⟧ ἢ

⟦στερητικοῦ⟧. καὶ εὐλό⟦γως τὴν ε̅ι̅ δίφθογγον ἔχει⟧.

84

<Ἀλείτης>· πλανήτης ἢ ἁμαρτωλός· ἀλίτης δὲ ὁ ἁλιευτής. καὶ πό⟦θεν γίνεται;

ἐκ τοῦ⟧…

<Ἀ…

The complete text is available when the reading interface loads.