The Greek Library Catalogue

Anonymous

Etymologicum magnum

Edition reference
Etymologicum magnum, ed. T. Gaisford, Etymologicum magnum, Oxford: Oxford University Press, 1848 (repr. Amsterdam: Hakkert, 1967): 1–826.
CTS identifier
urn:cts:greekLit:tlg4099.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{ΕΤΥΜΟΛΟΓΙΚΟΝ ΜΕΓΑ

ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.}

1

<ἄλφα> τὸ στοιχεῖον, παρὰ τὸ ἄλφω τὸ εὑρί-

σκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. Ἢ

ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλφειν γὰρ τὸ

ἀμείβειν.

<Ἄατος>: Ἄνευ ἄτης· ὅ ἐστιν ἀβλαβής. Δύναται δὲ

καὶ ὁ χαλεπὸς καὶ βλαβερὸς ἀκούεσθαι. Ἴσως καὶ

αὐτὸ παρὰ τὴν ἄτην, ἐπιτάσει τοῦ ἄλφα. Οὕτως

Μεθόδιος. Ἢ ἀπὸ τοῦ ἄω τὸ βλάπτω, ἄσω ἄτος

καὶ ἄατος·

Ἄγρει δή μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ.

Τὸ ἀβλαβὲς, ἢ πολυβλαβές. Ἀβλαβὲς μὲν, τοῖς

εὐόρκοις· πολυβλαβὲς δὲ, τοῖς ἐπιόρκοις.

<Ἄασας>: Ἔβλαψας· ἐπιτάσει τοῦ α. Καὶ <Ἀασά-

μην>, ἐβλάβην. Ἄω τὸ βλάπτω, ὁ μέλλων, ἄσω· ὁ ἀόρι-

στος, ἄσα, ἐπιτάσει τοῦ α, ἄασα, [ἀντὶ τοῦ ἔβλαψα.]

Ἆσέ με δαίμονος αἶσα κακὴ, καὶ ἀθέσφατος οἶνος.

Ὁ μέσος ἀόριστος, ἀσάμην, καὶ πλεονασμῷ τοῦ δευ-

τέρου α, ἀασάμην. <Ἀάσχετον>:

Μητρός τοι μένος αἰὲν ἀάσχετον οὐκ ἐπιεικτόν.

Ἀκατάσχετον, ἀκατακράτητον, μέγα. Ἀπὸ τοῦ σχῶ,

σχῆμι, ἔσχηκα, ἔσχεμαι, ἔσχεσαι, ἔσχεται, σχετὸς,

καὶ ἄσχετος· καὶ πλεονασμῷ τοῦ α, ἀάσχετος.

<Ἄαπτος>: Ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.Παρὰ τὸ ἅπτω, ἁπτοὺς, καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν

ἁπτομένας· ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσί-

τους, ἀπροσπελάστους. Τὸ δὲ,

Καθαπτὸς ἐν πεύκαισι Παρνασοῦ,

παρ' Εὐριπίδῃ. Ἐκ τοῦ καθάπτω γέγονε καθα-

πτός. Οὕτω Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς, τὰς μὴ δυνα-μένας φθαρῆναι λέγει σημαίνειν τὸ ὄνομα, κατα-

σκευάζων οὕτως· ἔστιν ἲψ ζῷον ἐσθίον τὰ ξύλα, καὶ

κλίνεται ἰπός· ἐκ τούτου γίνεται ῥῆμα, ἰάπτω· ἐξ οὗ

ῥηματικὸν ὄνομα, ἰαπτούς· καὶ κατὰ στέρησιν, ἀϊά-

πτους· καὶ κατ' ἔλλειψιν τοῦ ι, ἀάπτους. Οἱ μὲν οὖν

δασύνουσι τὴν δευτέραν, ἀποδιδόντες ἀπροσπελάστους·

οἱ δὲ ψιλοῦσιν, ἀπτοήτους· ἔνιοι δὲ, ἀνεφίκτους, ἢ

χαλεπάς· ἵν' ᾖ τὸ μὲν πρῶτον, ἐκτεταμένον· τὸ δὲ

δεύτερον, συγκεκομμένον.

<Ἀαγές>: Ἄθραυστον, ἀπὸ τοῦ ἄγω τὸ κλάνω, ἀγής·

καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ἀαγής· τὸ οὐδέ-

τερον, ἀαγές. Ἢ τὸ ἄθραυστον κατὰ στέρησιν, [ἢ

τὸ πολύθραυστον.]

<Ἄβαλ>: Ἐπίρρημα. Παρὰ τὸ βάλλω, κατὰ ἀφαί-

ρεσιν τοῦ λ καὶ τοῦ ω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα,

ἄβαλ, καὶ ἄβελ, παρὰ τὸ <ἀβάλε> ἐπίρρημα, [ὡς τὸ,

2

Ἀβάλε σοι, Στέφανε· εἰδωλολάτρησας.]

<Ἄβαξ>: Κυρίως ὁ μὴ ἔχων βάσιν· καταχρηστικῶς

δὲ καὶ ἐπὶ οἱουδήποτε σανιδίου. Οὕτως Ὠρίων. Γί-

νεται δὲ παρὰ τὸ βῶ τὸ βαίνω.

<Ἀβαρνίδα>: Οἷον,

Περκώτην δ' ἐπὶ τῇ καὶ Ἀβαρνίδα ἠμαθόεσσαν.

Περκώτη δέ ἐστι πόλις Τροίας· Ἀβαρνὶς δὲ, πόλις

Λαμψάκου. Ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας· Διο-

νύσου ἐρασθεῖσα Ἀφροδίτη, ἐμίγη αὐτῷ· ἀναχωρή-

σαντος δὲ τούτου εἰς τὴν Μηδικὴν, ἐγαμήθη Ἀδώνιδι.

Ὡς δὲ ἦλθεν ὁ Διόνυσος, στέφανον ποιήσασα ἀπήν-

τησεν αὐτῷ. Ἠιδεῖτο δὲ ἀκολουθῆσαι αὐτῷ, διὰ τὸ

γεγαμῆσθαι· εἰς δὲ Λάμψακον ἀναχωρήσασα, τὸν ἐξ

αὐτοῦ κυοφορούμενον ἐβούλετο ἀνελεῖν. Ἡ δὲ Ἥρα

ζηλοτυπήσασα, μεμαγευμένῃ τῇ χειρὶ ἐφήψατο τῆς

γαστρὸς αὐτῆς, καὶ ἐποίησεν αὐτὴν τεκεῖν παῖδα, ὃν

Πρίηπον ὀνομασθῆναι φασὶν, ἄσχημον, καὶ βαθυαι-

δοῖον· καὶ τοῦτον ἀπαρνήσασθαι τὴν Ἀφροδίτην· καὶ

ἀπὸ τούτου Ἀπαρνίδα κληθῆναι, κατὰ δὲ ἐναλλαγὴν

τοῦ στοιχείου, Ἀβαρνίδα. Οὕτως Ὦρος ὁ Θηβαῖος

ἐτυμολόγος. Τὸ ἐθνικὸν, Ἀβαρναῖος καὶ τὸ θηλυκὸν,

Ἀβαρναίη.

<Ἀβάκησαν>:

Τῷ δ' ἴκελος κατέδυ Τρώων πόλιν· οἱ δ' ἀβάκησαν,

ἠγνόησαν καὶ ἠσυνέτησαν. Ἔστιν δὲ ῥητορικὴ ἡ λέξις.

Οἱ δὲ τὸ ἡσύχασαν. Ἔστι βάζω τὸ λέγω· ὁ παθη-

τικὸς παρακείμενος, βέβακται· [οἷον,

ἔπος δ' εἴπερ τι βέβακται.]

Καὶ ὥσπερ παρὰ τὸ φυλάσσω πεφύλακται φυλακτὸς,

καὶ τέτακται τακτὸς, ἐξ οὗ τὸ ἄτακτος ἀτακτῶ, οὕ-

τως καὶ βέβακται βακτός· καὶ ῥῆμα ἐξ αὐτοῦ

ἀβακτῶ, ὡς ἄτακτος ἀτακτῶ· καὶ ὑφαιρέσει τοῦ τ,

ἀβακῶ· ὅθεν τὸ <ἀβακῆσαι>· σημαίνει δὲ τὸ ἀγνοῆσαι.

Οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν ὅ τι λέγωσιν. Ἔστιν

οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι δι' ἄγνοιαν ἐγένοντο.

<Ἀβακής>: Βάζω τὸ λέγω· οἷον,

εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν.

Ἐξ αὐτοῦ γίνεται ἀβακής. Κέχρηται δὲ αὐτῷ

Σαπφώ· οἷον,

Ἀλλά τις οὐκ ἔμμι[ν] παλιγκότων

ὀργάν[ων·] ἀλλ' ἀβακὴν τὰν φρένα ἔχω.

Ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. Παρὰ τὸ ἀβακὴς οὖν

γίνεται ἀβακῶ, ὥσπερ εὐσεβὴς εὐσεβῶ. Γίνεται δὲκαὶ <ἀβακίζω>. Φησὶν Ἀνακρέων Ἐγὼ δὲ μισέω πάντας, οἳ χθονίους ἔχουσι ῥυθμοὺς καὶ

χαλεποὺς μεμαθήκασιν, ὡς μεγίστη τῶν ἀβακιζομένων,

ἀντὶ τοῦ, τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. Καὶ ἀπὸ

τοῦ ἀβακὴς, ἐπίρρημα, <ἀβακέως>·

Ἀβακέως εὕδοντι,

3

ἀντὶ τοῦ ἡσύχως· ὥσπερ ἀπὸ τοῦ εὐσεβὴς, εὐσεβέως.

Οἵτως Ἡρωδιανὸς εἰς τοὺς Μεγάλους Ἐπιμερισμούς.

<ἄβδια> καὶ <ἄβδηρα>, ἡ θάλασσα·

Ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα· καὶ

πέπραγε κακῶς, ἐπειδή σοι τὴν ταχίστην Ἀβδήραδε Ἀθήνη-

θεν ἀναπέπλευκας.

Ἔστι καὶ ὄνομα πόλεως. Τὸ ἐθνικὸν Ἀβδη-

ρίτης.

<Ἀβέλτερος>: Ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων.

Γίνεται δὲ ἐκ τοῦ βέλτερος· καὶ μετὰ τοῦ στερητικοῦἄλφα, ἀβέλτερος. Τὸ δὲ βέλτερος, ἀπὸ τοῦ βάλλω,τύπου συγκριτικοῦ, οὐχὶ δὲ συγκριτικόν. Ὥσπερ

γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ βάλλω

βέλτερος.

<Ἀβελτερία>: Καὶ τροπῇ τοῦ ε εἰς η <ἀβελτηρία>,

ἀνοησία, μωρία, ἡ τὸ βέλτιον μὴ γινώσκουσα, ἀπὸ

τοῦ ἀβέλτερος. <Ἀβίων>: Ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις

καὶ πολιτείαις· ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις·

ἢ μετὰ τοῦ ἐπιτατικοῦ α, ἵν' ᾖ πολυβίων. Ζήτει

εἰς τὸ <γαλακτοφάγος>. Ἢ ἄβιοι, οὐ βίαιοι, οὐκ

ἄδικοι. Ἢ μακρόβιοι, μεγαλότοξοι.

<Ἀβλεμέως>: Ἀφροντίστως. Παρὰ τὸ μέλειν,ἀμελέως, καὶ ὑπερθέσει ἀλεμέως· καὶ πλεονασμῷ

τοῦ βῆτα, ἀβλεμέως. Οὕτως Ὠρίων.

<Ἀβληχρόν>: Βληχρὸν, τὸ ἀσθενές· καὶ κατὰ

ἐπίτασιν τοῦ ἄλφα, ἀβληχρόν. Λαμβάνεται δὲ καὶ

ἐπὶ τοῦ ἰσχυροῦ· παρὰ τὸ βάλλειν· ὃ ποτὲ μὲν τὸ

καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν σημαίνει,

ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. Οὕτως Ὠρίων.

Ἔστι δὲ ῥητορικὴ ἡ λέξις.

<Ἀβλῆτα>: Τὸν κακόβλητον, παρὰ τὸ βέβληται· ἢ

τὸν καινὸν καὶ μήπω βεβλημένον, ἀλλὰ νεοπαγῆ καὶ

ἀκέραιον τὸν ἰὸν ἐν αὐτῷ ἔχοντα. Κλίνεται δὲ διὰ

τοῦ ΤΟΣ· οἷον, ἀβλὴς, ἀβλῆτος. Τὰ γὰρ εἰς σ λή-

γοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων γινόμενα, μίαν

συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου,

διὰ καθαροῦ τοῦ ΤΟΣ κλίνονται, εἴτε εἰς ΩΣ ὦσι, εἴτε

εἰς ΗΣ, εἴτε εἰς ΑΣ· οἷον, κέκραται, χαλκοκρὰς χαλ-

κοκράτος, ὁ χαλκῷ κεκραμένος· νεοκρὰς νεοκράτος, ὁ

νεωστὶ κεκραμένος· βέβληται, ἀβλὴς ἀβλῆτος, ὁ μὴ

βληθείς· τέτρωται, ἀτρὼς ἀτρῶτος, ὁ μὴ τρωθείς·

πέπτωται, ἀπτὼς ἀπτῶτος, ὁ μὴ πεσών· ἔγνωσται,

ἀγνὼς ἀγνῶτος, ὁ ἄγνωστος· τέθνηκα, ἡμιθνὴς ἡμι-

θνῆτος, ὁ ἡμιθανής. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν

τέταρτον κανόνα τῶν ἀρσενικῶν ὀνομάτων.

<Ἀβολῆτις>: Ἔντευξις, ἀπάντησις.

<Ἀβούλητον>: Ἀκούσιον, ἢ οὐ βουλόμενον· ἢ δυσ-

βούλευτον.

<Ἀβούτης>: Ἀκτήμων, ἄπορος· ἀπὸ τοῦ βοτόν.

<Ἄβολος>: Ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας

[ἵππος, ἤγουν ὁ] πῶλος. Καὶ <γνώμων> ὁ ὀδούς· ὅτι

ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ

μόσχων. Τριάκοντα γὰρ μηνῶν γινόμενοι ἐκβάλ-

4

λουσι τοὺς πρώτους ὀδόντας· εἶτα ἐνιαυτοῦ παρελ-

θόντος, τοὺς δευτέρους· καὶ μετ' ἄλλον ἐνιαυτὸν τέ-

λειοι εἰσὶν, οἱ τεττάρων ἡμίσους ἐτῶν. Ἀφ' οὗ καὶ

<λειπογνώμονες> καλοῦνται, οἱ μηκέτι διὰ τῶν ὀδόντων

γνωσθῆναι δυνάμενοι.

<Ἀβολήτωρ>: Βολῶ καὶ ἀντιβολῶ· παρ' ὃ τὸ ἀβο-

λήτωρ, ὁ μὴ παρακαλῶν. Ἀντίμαχος Ἰαχίνῃ·

Τοὶ δ' ἄρ' οἱ ἀβολήτορες ἄνδρες ἔασιν,

Οὕτως Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. Ἀντὶ τοῦ

μάρτυρες συνηλλαχότες καὶ συντυχόντες. Οὕτως εἰς

τὸν Διογενίανον.

<Ἁβρός>: Βορὰ βορὸς καὶ ἁβρός· ὁ κούφως βαί-

νων, κατὰ στέρησιν τοῦ βάρους. Παρὰ τὸ βάρος

καὶ τὸ στερητικὸν ἄλφα, ἄβαρος, καὶ κατὰ συγκοπὴν

ἁβρός. Τὸ δὲ βάρος, παρὰ τὸ βίᾳ αἴρεσθαι. <Ἁβροείμονες>:

Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι·

Λαμπροφόροι, ἁπαλοφόροι. Ἁβρὸν γὰρ, τὸ λαμ-

πρὸν, καὶ κοῦφον, καὶ τρυφερόν. Ἁβρὸς οὖν ὁ ἁπα-

λὸς, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ

βάρους, ὁ κοῦφος καὶ ἐλαφρός.

<Ἄβρα>: Οὔτε ἡ ἁπλῶς θεράπαινα, οὔτε ἡ εὔμορφος

λέγεται· ἀλλ' ἡ οἰκότριψ, καὶ παρὰ χεῖρα [ἤγουν ἢ

σύντροφος] θεράπαινα.

<Ἀβρότων>: Κογχυλίου εἶδος· οἱ δὲ, ἀκρίδων, αἵ-

τινες πολλαὶ γενόμεναι τοὺς καρποὺς διαφθείρουσιν·

οἱ δὲ, μελιττῶν· οἱ δὲ <ἀπρότων> φασὶν, ὅ ἐστιν ἀντὶ

τοῦ λῃστῶν.

<Ἀβρότη>:

εἰς ὅ κεν ἔλθῃ

νὺξ ἀβρότη·

ἀπρότη τὶς οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ, ἢ

ἐν ᾗ βροτὸς οὐ φαίνεται· ἢ κατὰ παράλειψιν τοῦ μ,

ἀμβρότη ἤγουν ἀθανάτη· ἢ ἀμβρότη, καθ' ἣν βροτοὶ

οὐ φοιτῶσιν.

<Ἀβροτάξομεν>:

Μή πως ἀβροτάξομεν ἀλλήλοιϊν·

Κυρίως ἐπὶ τῶν τοξοτῶν, τὸ βροτοῦ ἀποτυχεῖν, ὡς ἐνπολέμῳ· λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀποτυχεῖν· ὅ τινες<διαμφοδῆσαι> φασίν· Ἤμβροτες οὐδ' ἔτυχες·Τὸ δὲ θέμα, ἀβροτάζω· οὕτως Ὠρίων· ὁ μέλλων,ἀβροτάξω.

<Ἄβρομοι>: Οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦντες.

Παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον, μετὰ τοῦ

ἐπιτατικοῦ α. Ἔστι καὶ στερητικὸν [τοῦτο, παρὰ

τὸ βρέμω.]

<Ἄβυσσος>: Δύω τὸ ὑπεισέρχομαι· κατὰ τροπὴν,βύω, βύσω βέβυκα βέβυσμαι βέβυσαι, βυσὸς, καὶ

ἄβυσσος, ἐν ᾧ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ζήτει

[εἰς τὸ] <ἀκρόβυστος>.

<Ἄβρικτον>: Ἄγρυπνον.

<Ἀβρίξ>: Ἐγρηγόρως.

<Ἀβροτῆσαι>: Ἀπαντῆσαι νυκτός.

<Ἀβρότης>: Ἀπαλότης, τρυφερότης.

<Ἀβύρβητον>: Πολὺ, μάταιον.

<Ἀβώβας>: Ὁ Ἄδωνις ὑπὸ Περγαίων.

<Ἄβως>: Ἄφαντος.

<Ἄβωτος>: Ἀηδής.

<ἄβοτοι> δὲ, αἱ μὴ κατανεμόμεναι, ἢ βοτάνην

φέρουσαι ἄκαρπον.

5

<Ἀβυρτάκη>: Βαρβαρικόν τι ἔδεσμα ἐκ δριμέων

κατασκευαζόμενον, καρδάμων, καὶ σκορόδων, καὶ σι-

νάπεως. Καὶ <ἀβυρτακοποιός>.

<Ἀγάζω>: Ἐκ τοῦ ἀγῶ ἀγάζω, ὡς σκεδῶ σκε-

δάζω· ἐκ δὲ τοῦ ἀγάζω τὸ <ἀγασάμεθα>. Καὶ ἐκ τοῦ

ἀγῶ παράγωγον, ἄγημι, καὶ <ἄγαμαι>, τὸ παθητικόν.

[Ἄγαμαι αὐτοῦ· καὶ τοῦτο μᾶλλον οὕτως συντάσ-

σουσι· καὶ τὸ θαυμάζειν πολλάκις· ἀπογνῶναι δὲ

αὐτοῦ καὶ αὐτόν. Ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ,

καὶ τὸ ἀφελέσθαι, καὶ τὸ ἀφαιρεῖσθαι, ἐπιλαθέσθαι,

ποθεῖν.] Σημαίνει καὶ τὸ ζηλοῦν, ὡς ἐν Ὀδυσ-

σείας εʹ. [129.]

Ὡς δ' αὖ νῦν μοι ἄγασθε θεοί.[Οὕτως Ὠρίων.] <Ἀγαίεται>:

Τῷ δ' ἤτοι Ζεὺς αὐτὸς ἀγαίεται.

Βασκαίνει, ὀργίζεται, χολοῦται. Τίθεται δὲ ἡ λέξις

πολλάκις καὶ ἐπὶ τοῦ φθονεῖν καὶ ἐπὶ τοῦ θαυμάζειν.

<Ἀγαθός>: Παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ' αὐτό· ἢ

ἐκ τοῦ ἀγάζω τὸ θαυμάζω· ὁ μέλλων, ἀγάσω· ὁπαρακείμενος, ἤγακα· ὁ παθητικὸς, ἤγασμαι ἤγασαι

ἤγασται, ἀγαστός· καὶ ἀποβολῇ τοῦ σ, καὶ τροπῇ

τοῦ τ εἰς θ, ἀγαθός· ὡς κρεμάστρα κρεμάθρα. Ἢ

ἐκ τοῦ ἄγαμαι. Σύγκρισιν δὲ οὐ ποιεῖ, οὔτε ὑπέρ-

θεσιν, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου, ἵνα μὴ γέ-

νωνται δύο ἐπιτάσεις ὁμοῦ, ἀλλὰ μᾶλλον ἀγαθὸς

ὅδε τοῦδε.

<Ἀγαθόν>: Τὸ ἄγαν θεῖον· ἢ τὸ ἀγαπᾶν τὸν

θεόν.

<Ἄγα>: Φθόνος καὶ βασκανία.

<Ἀγάζηλοι>: Μεγαλόζηλοι· οἱ δὲ, φθονεροί. <Ἀγάζει>: Ἀγανακτεῖ, καὶ βαρέως φέρει. Καὶ

ἐπὶ τοῦ σέβεσθαι καὶ φθονεῖν παρ' Ὁμήρῳ, καὶ λυ-

πεῖσθαι.

<Ἀγαθιζομένη>: Συνεχῶς ἀγαθὰ λέγουσα.

<Ἀγαθίς>: Δέσμη· καὶ εἶδος τὶ [γ]ράμματος ἢ

στήμονος. <Ἀγάθοσμον>: Πήλινον. <Ἄγαλμα>: Ἀγαλλίαμα, καλλώπισμα, [πᾶν] ἐφ'

ᾧ τὶς ἀγάλλεται καὶ χαίρει, κἄν τε ἱμάτιον ᾖ, κἄν

τε εἰκών· οἱ δὲ μεθ' Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον

τὸ ξόανον. [Τὸ δὲ ἄγαλμα παρὰ τὸ ἀγάλλω.]

<Ἀγαλλιῶ>: Παρὰ τὸ ἀγλαόν. Τοῦτο παρὰ τὴν

αἴγλην· [τὸ δὲ παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ

πηδῶ.]

<Ἀγάλακτες>: Οἱ ἀδελφοί· οἱονεὶ ὁμογάλακτες

τινὲς ὄντες. Ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. Οὕ-

τως Ὠρίων.

<Ἀγαμέμνων>: Παρὰ τὸ ἄγαν καὶ τὸ μένω.<ἄγαν>, τὸ ΓΑΝ μακρόν. Τὰ εἰς ΑΝ λήγονταἐπιρρήματα μακρὸν ἔχουσι τὸ α· οἷον, πέραν, λίαν,

εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν. Τὸ δὲ ἄγαν συν-

τιθέμενον καθόλου συστέλλει τὸ δεύτερον α, καὶ

μονὴν ποιεῖ τοῦ ν, καὶ τροπὴν, καὶ ἀποβολήν· μονὴν

μὲν οὖν ποιεῖ, ἐν τῷ <ἀγάννιφος>· τροπὴν δὲ, ἐν τῷ

<Ἀγήνωρ>: ἀποβολὴν δὲ, ἐν τῷ <ἀγακλυτός>, <ἀγα-

σθενής>, <Ἀγαμέμνων>. Ἔστι δ' ὅτε καὶ τὸ κατ-

αρχὰς α τρέπει, ὡς ἐν τῷ,

Κατ' ἠγάθεον Νυσήϊον.

Τοῦτο δὲ πάθος ποιητικόν.

<Ἀγανοῖς>:

Σοῖς δ' ἀγανοῖς ἐπέεσσιν.

Προσηνέσι, πραέσιν. Ἀπὸ τοῦ ἀγάζω, τὸ θαυμάζω,

γίνεται ἀγανός· ὅπερ ἀπὸ τοῦ ἄγαν γίνεται, καὶ τοῦ

6

αἰνεῖσθαι. Ὅθεν καὶ ἀγανὴ, ἡ ἀγαθή· καὶ <ἀγα-

νῇσι>, τὰς σεπτικὰς καὶ ἀγαθὰς εὐχὰς λέγει.

<Ἀγάπη>: Παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ

συνάπτειν πρὸς ὁμόνοιαν· ἢ παρὰ τὸ ἄγαν ποιότητα

ἔχειν.

<Ἀγαπῴην>: Ῥῆμα εὐκτικόν. Ἀγαπάω ἀγαπῶ·

ἀγαπάοντος ἀγαπῶντος· ἀγαπάοιμι ἀγαπῷμι· τὸ

τρίτον, ἀγαπάοι ἀγαπῷ. Καὶ οἱ Ἴωνες ἐν τοῖς τρί-

τοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ

η· καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην.

Κανὼν γάρ ἐστιν ὁ λέγων, πᾶν τρίτον πρόσωπον εἰς

η λῆγον προσθήκῃ τοῦ σ ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ

τοῦ σ εἰς ν τὸ πρῶτον.

<Ἀγαπήνωρ>: Ὁ γενναῖος καὶ ἀνδρεῖος, ὁ ἀγαπῶν

τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. Ἔστι καὶ ὁ ἀγα-

πώμενος ὑπὸ τῶν ἀνθρώπων.

<Ἀγασάμενοι>: Θαυμάσαντες· παρὰ τὸ ἀγάζω τὸ

θαυμάζω.

<Ἀγαστόρων>: Τῶν ὁμογάστρων, τῶν ἀδελφῶν.

Λυκόφρων.

Τῶν φιλτάτων σου τῶν ἀγαστόρων τρόφιν.

[Σημαίνει δὲ] τὸν τρόφον, ἢ τὸν εὐτραφῆ· [καὶ κλί-

νεται τρόφις τρόφιδος.]

<Ἀγαυός>: Ὁ λαμπρὸς καὶ ἔνδοξος. Ἐκ τοῦ ἀγῶτὸ θαυμάζω γίνεται ἄγημι, ἄγαμαι, ἄγασαι, ἄγαται,

ἀγαὸς, καὶ πλεονασμῷ τοῦ υ ἀγαυὸς, Αἰολικῶς, ὡς

ναὸς ναυός. Ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται

γαῖος· καὶ τροπῇ τοῦ ι εἰς υ, ὡς δίφρος, δύφρος·

καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός.

<Ἀγαυρός>: Κομψὸς, ὁ ἔνδοξος· παρὰ τὸ ἀπὸ τῆς

γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται

γαῖος. Ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν,

ἀγηρὸς, καὶ ἀγαυρός. Σημαίνει δὲ καὶ τὸν ὑπερήφανον·

ὑπὸ δὲ Ἰώνων, τὸν ἄπορον· ὑπὸ δὲ Ἀττικῶν, τὸν κοῦφον.

<Ἀγαυρίαμα>: Παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται

γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος, ὡς κλαίω

κλαύσω, καίω καύσω· καὶ ἐπιτάσει τοῦ α ἀγαυρός·

καὶ <ἀγαυριᾶν>, τὸ μεγάλως γαυριᾶν καὶ ἐπαίρεσθαι.

Οὕτως Μεθόδιος.

<Ἀγαυγή>: Οἷον, Ἀπόλλωνος ἀγαυγή·

παρὰ τὸ αὐγή.

<Ἀγαυότατον>: Μέγιστον, ἐνδοξότατον.

<Ἄγγωνες>: Δοράτια οὐ λίαν σμικρὰ, ἀλλ' οὐδὲ

μεγάλα, ἀλλ' ὅσον ἀκοντίζεσθαι, εἴ που δεήσοι.

<Ἄγγαροι>: Οἱ ἐκ διαδοχῆς γραμματηφόροι. Οἱδ' αὐτοὶ καὶ <ἀστάνδαι>. Λέγεται δὲ καὶ <ἀγγαρο-

φορεῖν>, ἐπὶ τοῦ φορτία φέρειν κατὰ διαδοχήν.

[Οὕτως Ὠρίων.]

<Ἀγγριάς>: Τοὺς ἐρεθισμούς· οἱ δὲ τὰς ἀνίας· οἱ

δὲ συνήθως ἀπὸ τοῦ ἀγγρίζεσθαι. Οὕτως Ὠρίων.

<Ἀγγεῖον>: Ἀπὸ τοῦ δι' αὐτοῦ τὶ ἄγειν καὶ φέ-

ρειν. Οὕτως Ὠρίων.

<Ἀγγεῖλαι>: Κυρίως τὸ διὰ λόγων κελεύειν. Παρὰ

τὸ λέγω ἀνλέγω, καὶ καθ' ὑπερβιβασμὸν ἀγγέλλω,

τροπῇ τοῦ ν εἰς γ. <Ἀγγελλόντων>: Ἀντὶ τοῦ ἀγγελλέτωσαν οἱ

Ἀττικοὶ φασί. Οὗτοι γὰρ ἐπὶ τῶν προστακτικῶν

τῶν ἀπὸ ὁριστικῶν γινομένων, τῶν μὴ ἐχόντων τὸ μ

7

κλιτικὸν, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμο-

φώνως ποιοῦσι τῇ γενικῇ τῶν πληθυντικῶν τῶν ἰδίων

μετοχῶν· τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν.

Ἐπὶ δὲ τῶν ἐχόντων τὸ μ κλιτικὸν, τὸ τρίτον πρόσω-

πον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ τρίτῳ

τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέ-

σθωσαν.

<Ἀγάλιος>: Λοιδορία· καὶ τὸ <ἀγαλίζεσθαι>, λοι-

δορεῖσθαι· Ταραντῖνοι.

<Ἀγάννιφον>: Ἄγαν χιονώδη, πολύνιφον, ἄγανβαλλόμενον νιφετῷ· ἢ πολυνέφελον. <Ἀγάννιφον>,

τὸν πάνυ κατανιφόμενον, ἢ τὸν οὐδόλως νιφόμενον·

ἄμφω παρὰ τὸ νείφω. Τινὲς δὲ ἐπὶ τοῦ οὐρανοῦ.

<Ἀγανακτεῖν>: Ἀντὶ τοῦ στένειν παρὰ Πλάτωνι.

<Ἀγγαρεύω>: Τὸ ἐργάτας ἀγείρω, ἀπὸ τοῦ ἄγγα-

ρος, ὃ σημαίνει τὸν ἐργάτην. <Ἀγγάρους> λέγουσιν,

οἱ μὲν τοὺς πρέσβεις, ἢ τοὺς ἀπράκτους καὶ νωθεῖς.

Ἔλεγον δὲ καὶ τοὺς σταθμοὺς <ἄγγαρα>, καὶ τοὺς ἐπὶ

τῷ καθοδηγεῖν παραλαμβανομένους ἄκοντας. Αἰ-

σχύλος γοῦν ἐν Ἀγαμέμνονι [290.] τὸν ἐκ διαδοχῆς

πυρσὸν ἀπ' ἀγγάρου πυρὸςἔφη. <Ἀγγάρους>: Ἡ λέξις Περσική ἐστι· σημαίνει

δὲ καὶ τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματοφό-

ρους. Ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τὶ

χρείας <ἀγγαρεύειν> λέγεται· καὶ <ἀγγαρεία>,

δουλεία· καὶ <ἀγγάριος>, δοῦλος, ἢ ἄγγελος. <Ἄγ-

γαρος> λέγεται καὶ τὸ εἰς ἀναδενδράδα ξύλον.

<Ἀγανόν>: Καλὸν, ἀγαθὸν, ἱλαρόν· οἱ δὲ ἀθάνατον.

Καὶ <ἀγανόφρων>, πρᾶος [καὶ] προσηνὴς ταῖς φρεσίν.

<Ἀγγρίζειν>: Ἐρεθίζειν, ὑφαιρεῖσθαι.

<Ἄγγελος>: Ὥσπερ παρὰ τὸ εἴκω τὸ ὁμοιῶ γί-

νεται εἴκελος, οὕτως καὶ παρὰ τὸ ἄγω γίνεται ἄγελοςκαὶ ἄγγελος. Καὶ τὰ παρ' αὐτοῦ συγκείμενα διὰ

τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἀρχάγγελος, εὐάγγε-

λος, χαράγγελος.

<Ἀγγελίην>: Δύο σημαίνει ἡ λέξις παρὰ τῷ

ποιητῇ, τὴν πρεσβείαν, ὡς ἐν τῷ,

Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ.

Καὶ τὸν ἄγγελον ἤτοι πρέσβυν, ὡς ἐνταῦθα,

Ἀγγελίην ἐλθόντα.

Καὶ <ἀγγελιαφόρον>, πρεσβευτήν.

<Ἀγελείη>: Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ

πολέμου, ὅ ἐστιν [λαφυραγωγίαν· ἤτοι] ἡ λαφυ-ραγωγὸς [Ἀθηνᾶ.] Ἢ ὅτι ἡγεῖται λαῶν.

<Ἀγελαῖος>: Ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ

ἀγέλη· τὸ δὲ ἀγέλη, ἀπὸ τοῦ ἄγω· διὸ καὶ προ-

περισπᾶται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυ-

κῶν διὰ τοῦ ΑΙΟΣ γινόμενα προπερισπῶνται· οἷον,

Γάζα Γαζαῖος. Τὸ δὲ Ἀγέλαιος, ὄνομα κύριον,

προπαροξύνεται· λέγεται δὲ καὶ ὁ εἰκαῖος καὶ εὐτελής.

<Ἀγέρωχος>: Ῥητορικὴ ἡ λέξις· σημαίνει δὲ τὸν

αὐθάδη, παρὰ τὸ ἄγαν αὐχεῖν· ἢ ὁ ἔντιμος καὶ ἀν-

δρεῖος, παρὰ τὸ ἄγαν γερουχεῖν. Ὠρίων. Εἶχεν

εἰς τὸ ἄλλο οὕτως· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ

ψόγου τάσσει, τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους

ἀγερώχους λέγει· ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους,

ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι·

Τρώων ἀγερώχων.

Ὁμοίως δὲ καὶ ἐν τῇ Βοιωτίᾳ, Ῥοδίων ἀγερώχων.Ἔνιοι δὲ τῶν γλωσσογράφων ἰδίως τούτους ἔδοξαν

ἀγερώχους λέγειν, ἐπεὶ νησιῶται ἐπεισάκτῳ τροφῇ

χρῶνται· ἀπὸ τοῦ ἀγείρειν ὀχὴν, τουτέστι τροφὴν,

8

Ὁμήρου μηδέποτε τὴν τροφὴν ὀχὴν εἰρηκότος· ἔπειτα

καὶ τοὺς Τρῶας, μηδαμῶς ὄντας νησιώτας, ἀγερώχους

λέγει.

<Ἀγέραστος>: [Οἱ μὲν, ἀπὸ τοῦ γέρας,] ἄνευ

γερῶν καὶ τιμῆς· παρὰ τὸ γέρας ἡ τιμὴ γάρ· οἱ δὲ,ἀπὸ τοῦ γεράζω γεράσω γεγέρακα γεγέρασμαι γεγέ-

ρασαι γεγέρασται, γεραστός καὶ ἀγέραστος.

<Ἀγερμός>: Οὐκ ἀγυρμός. Πλάτων δὲ <ἀγυρ-

μὸν> εἴ κε τὸν συναθροισμόν.

<Ἀγερσικύβηλιν>: <κύβηλις> λέγεται ὁ πέλεκυς

ὁ μαντικός. Οἱ δὲ, τὸν ἐφ' ἑαυτὸν ἐγείροντα τὸν

πέλεκυν, ἢ θύτην, ἄγερσιν γὰρ ἀγερμὸν ἢ ἀθροισμόν.

Κρατῖνος ἐν Δραπέτισιν.

<Ἀγείρω>: Τὸ ΓΕΙ δίφθογγον· ἀγέρρω γὰρ λέ-

γουσιν οἱ Αἰολεῖς· ἢ ὅτι καὶ ἀγερῶ ὁ μέλλων· ἐκ τοῦ

ἄγω γίνεται. <Ἀγειρέθω>: Ἐκ τοῦ ἀγείρω τὸ συναθροίζω γί-

νεται ἀγειρέθω, καὶ οὐχὶ ἀγειράθω· ἐπειδὴ τὰ εἰς ω

λήγοντα ῥήματα βαρύτονα, εἰ μὲν μακρᾷ παραλή-

γονται, διὰ τοῦ ΑΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον,

κίω, κιάθω· εἴκω, εἰκάθω· εἴργω, εἰργάθω· ἀμύνω,

ἀμυνάθω· εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ

ΕΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον, φλέγω, φλεγέθω·

νέμω, νεμέθω· [γέρω, γερέθω·] ὅθεν τὸ ἀγειρέθω· καὶ

ἀείρω, ἀειρέθω, γενόμενον κατὰ παραγωγὴν [Ἀττι-

κήν]. Ἀγερέθω καὶ ἀερέθω ἀπέβαλλον τὸ ι, ἵνα μὴ

εὑρεθῇ διὰ τοῦ ΑΘΩ γινόμενα, μακρᾶς οὔσης τῆς

παραληγούσης.

<Ἀγείρατον>: Γέρας ἡ τιμή· ἀγέρατον, καὶ πλεο-

νασμῷ τοῦ ι, ἀγείρατον. Οὕτως Ἡρωδιανὸς περὶ

Παθῶν. Σημαίνει καὶ τὸ ἄτιμον καὶ πολύτιμον.

<Ἀγερωπεῖ>: Ἐφορᾷ. <Ἀγήραον>: Ἄφθαρτον, [ἀθάνατον,] μὴ γηρά-

σκοντα. παρὰ τὸ γῆρας.

<Ἀγεσίλαος>: Ἐπώνυμον τοῦ Ἅιδου. Καλλίμαχος,

Φοιτάσει μεγάλῳ ἀγεσιλάῳ.

Εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχει γὰρ

τῶν θανόντων. Οὔτω Μεθόδιος. <Ἄγη>:

Ἄγη μ' ἔχει ὄρχαμε λαῶν.

Σημαίνει τὴν ἔκπληξιν καὶ τὸ θαῦμα· γέγονε [δὲ]

παρὰ τὸ ἅζω ἢ ἀγῶ τὸ θαυμάζω. Οἱ γὰρ ἐκπλητ-

τόμενοι εἴς τι ὑπερέχον ἄγονται. Ἔστι δὲ ἄκλιτον·

ἐπειδὴ τὰ εἰς ΓΗ ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντοςἄρχονται· οἷον, στέγη, ταγή, φυγή· πρόσκειται “ἰαμ-

βικὰ,” διὰ τὸ ἀγὴ, ὃ σημαίνει τὴν ἀπόκλασιν τοῦ κύ-

ματος. Τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλ' οὐκ

ἔστιν ἰαμβικὸν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρὸν

ἔχει. Ἐπεὶ οὖν τὸ ἄγη εἰς ΓΗ ἔστιν ἰαμβικὸν καὶ

ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως, ὡς μὴ ἔχον τὶ μι-μήσασθαι, ἄκλιτον ἔμεινεν. Ἢ ἄγη, ἀπὸ τοῦ ἀκή·

ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· τὸ δὲ ἀγῶ,

ἀπὸ τοῦ χῶ χαίνω, κατὰ ἐπίτασιν τοῦ α. Συμβαίνει

γὰρ τοῖς ἐκπληττομένοις χαίνειν.

<Ἀγαί>: Ἠϊόνες, καὶ τραύματα καὶ τρώσεις.

Λέγονται δὲ καὶ αἱ ζηλώσεις. Καὶ <ἀγαῖον>, ἐπί-

φθονον ἢ θαυμαστόν.

<Ἀγείτης>: Ὑβριστής.

<Ἀγαπησμός>: Ἀγάπησις.

<Ἀγαπητόν>: Κεχαρισμένον, μονογενῆ.

<Ἀγάστονον>: Μεγαλόψοφον, ἢ μεγαλοστένακτον. <Ἀγεισσώτου>: Ἀθριγκώτου, ἀστεγάστου.

<Ἀγέλη>: Βοσκημάτων πλῆθος κυρίως, ἤδη δέ

ποτε καὶ ἀνδρῶν. <Ἀγεληδὸν>, ἅμα.

9

<Ἄγη>: Θαῦμα, χαρὰ, ἀπιστία, ζῆλος· παρὰ

Ἡροδότῳ, βασκανία· παρὰ Ὁμήρῳ, ἔκπληξις, πληγὴ,

θραῦσις, κλάσις, ἀπώλεια· ἔνιοι, ἱέρεια.

<Ἆξον>: Ἐκ τοῦ ἄσσω τὸ κλάνω, ὁ μέλλων, ἄξω·

ὁ ἀόριστος, ἦξα· καὶ τὸ προστακτικὸν, ἆξον. Διατί

περισπᾶται; Διὰ τὴν συνέμπτωσιν· ἔστι γὰρ ἄξον

ἀπὸ τοῦ ἄγω τὸ κομίζω. Ὁ δεύτερος ἀόριστος,

ἦγον· τὸ παθητικὸν, ἤγην· καὶ τὸ ποιητικὸν,

ἄγην.

<Ἀγή>: Ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ ἀγῶ τὸκλάνω, ἀγή· ἢ ἀπὸ τοῦ ἄσσω καὶ κατάσσω, τὸ κλῶ.

Καὶ <ἐαγὸς>, τὸ κατεαγὸς καὶ κεκλασμένον. Οὕτως

Μεθόδιος.

<Ἀγηγέρατο>: Συνηθροισμένοι ἦσαν. Ἐκ τοῦ

ἀγείρω ὁ μέλλων, ἀγερῶ· ὁ παρακείμενος, ἤγερκα· ὁ

παθητικὸς, ἤγερμαι· τὸ τρίτον, ἤγερται· καὶ Ἀττι-κῶς, ἀγήγερται· καὶ Ἰωνικῇ προσόδῳ τοῦ α, ἀγηγέ-

ραται, ὡς ἐσπάραται· ὁ ὑπερσυντέλικος, ἠγέρμην·

καὶ Ἀττικῶς, ἀγηγέρμην· ἤγερσο καὶ ἀγήγερσο·

ἤγερτο καὶ ἀγήγερτο· καὶ Ἰακῶς, ἀγηγέρατο.

[Ἰστέον δὲ, ὅτι καὶ τὸ ρ στοιχεῖον ἕν ἐστι τῶν ἀμε-

ταβόλων. Λέγει δὲ ὁ κανὼν, ὅτι πᾶν τρίτον ἑνικῶν

ἔχον πρὸ τοῦ τ ψιλὸν, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ

προσθήκῃ τοῦ α, ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν

πληθυντικῶν. Καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ

δύνασθαι ἀγηγέρατο γενέσθαι· οὐ γάρ ἐστι πρὸ τοῦ

τ, ρ ψιλόν· μανθανέτω, ὡς κανών ἐστιν ἕτερος ὁλέγων, τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι, καὶ μετὰ

τῶν ψιλῶν ψιλόν ἐστιν. Εἰκότως οὖν ἀγηγέρατο

γέγονεν, ὡς ἐσπάρατο. Ἐδείχθη γὰρ τὸ ρ

ψιλόν.]

<Ἀγήοχα>: Ἄγω, ἄξω, ἦχα, ὁ Ἀττικὸς ἄγηχα·

καὶ ἐπειδὴ ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇἔχειν τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ ΓΟ συλλαβὴ,

καὶ ἐγένετο ἀγήγοχα· ὥσπερ ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω,

ἔσω, ἦκα ὁ παρακείμενος, καὶ Ἀττικῶς, ἔδηκα, καὶ

πλεονασμῷ τῆς ΔΟ συλλαβῆς, ἐδήδοκα· καὶ ἀποβολῇ

τοῦ γ, ἀγήοχα. Τὸ μέντοι ἀγείοχα Βοιωτῶν ἐστι,

τροπῇ τοῦ η εἰς τὴν ΕΙ δίφθογγον.

<Ἀγήνωρ>: Ἐκ τοῦ ἄγαν καὶ τοῦ ἀνὴρ γίνεται

ἀγάνωρ· καὶ τροπῇ τοῦ α εἰς η ἀγήνωρ. Καὶ ἀπο-

ροῦσι τινὲς λέγοντες, ὅτι τροπὴν ἔπαθεν, ἢ ἴδιον σχη-

ματισμόν. Καὶ λέγομεν, ὅτι ἴδιον σχηματισμόν·

διότι τὸ ἀνὴρ μετὰ ἄλλης λέξεως καταρχὰς συντιθέ-

μενον τρέπει τὸ α εἰς η, καὶ τὸ η εἰς ω· οἷον, εὐή-

νωρ, ἀντήνωρ· τὸ δὲ νικάνωρ κατὰ τροπὴν Βοιωτικὴν

γέγονε τοῦ η εἰς α. Καὶ ὅτε μὲν ἐπὶ ἐπαίνου λαμ-

βάνεται, σημαίνει τὸν ἀνδρεῖον· ἐτυμολογεῖται δὲ ἀπὸ

τοῦ ἄγαν τῇ ἠνορέῃ (ὅ ἐστι τῇ ἀνδρείᾳ) χρῆσθαι.Ὅμηρος,

Ἐνθάδε μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ.

Ὅτε δὲ ἐπὶ ψόγου, τὸν αὐθάδη, ὡς ἐνταῦθα,

Ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως,

Ὁ ἄγαν ὑβριστικὸς, καὶ διὰ τῆς ἀνδρείας ὑποπεπτω-

κὼς εἰς ὕβριν. Οὕτω Μεθόδιος. Ἕστι καὶ κύριον. <Ἀγηνορίαις>: Αὐθαδίαις, ὑπερηφανίαις. Οἷον,

Νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.

<Ἀγῆλαι>: Ἀναθεῖναι, κοσμῆσαι, εἰς ἄγασιν ἀγα-

γεῖν καὶ χαρὰν, τιμῆσαι θεὸν, ἀγλαΐσαι. Εὔπολις,

Καὶ προσαγήλωμεν ἐπελθόντες.

Καὶ Ἀριστοφάνης Καί σε θυσίαις προσόδοις τε μεγάλαις ἀγελοῦμεν.

Οἱ δὲ, προσειπεῖν· ὁτὲ δὲ διῶξαι. Καὶ <ἀγηλῶ>,

κοσμήσω.

10

<Ἀγηλάτῳ>: Λυκόφρων,

Ἀγηλάτῳ μάστιγι συνθλάσας κάρα.

Λέγει δὲ τῷ κεραυνῷ· ἐὰν μὲν δασέως, τῷ τοὺς

ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυ-

νομένῳ.

<Ἀγητοί>: Θαυμαστοί. Ἀπὸ τοῦ ἀγῶ τὸ θαυ-

μάζω, ἀγὸς ἀγητὸς, εὐδαίμων, ἄμεμπτος, περίβλε-

πτος· καὶ οὐδέτερον, ἀγητόν.

<Ἀγινῶ>: Ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται, πλεο-

νασμῷ τοῦ ν. Πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν τοῖς

ῥήμασι· καὶ εἰ μὲν εὑρεθῇ φωνῆεν ἀλλεπάλληλον,

φυλάττεται ἡ βαρεῖα τάσις, οἷον, θύω, θύνω· δύω,

δύνω· ἐπὰν δὲ μὴ εὑρεθῇ ἀλλεπάλληλον φωνῆεν,

ἀλλὰ σύμφωνον πρὸ τοῦ ν, περισπᾶται· οἷον, ἵκω,

ἱκνῶ· οἴχω, οἰχνῶ. Οὕτως ἄγω ἀγνῶ, καὶ ἀγινῶ,

πλεονασμῷ τοῦ ι. Ἢ ἐκ τοῦ ἄγω, [ὃ] σημαίνει τὸ

ἐκπλήττομαι. Τὸ ι μακρόν.

Περὶ δ' οὐρανὸς αὐτὸν ἀγινεῖ,

φησὶν Ἄρατος. <Ἅγιος>: Παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζιος καὶἅγιος, εὐκτὸς, τίμιος, καθαρὸς, εὐσεβής. Ὁτὲ δὲ

μιαροὶ, ἄγιοι.

<Ἀγκών>: Ἀπὸ τοῦ ἐγκεῖσθαι ἑτέρῳ ὀστέῳ τὸ

ἕτερον, ἐγκὼν καὶ ἀγκών. Ἢ παρὰ τὸ ἔχω τὸ

ἐξέχω, ὁ ἐξέχων. Ἀπὸ δὲ τοῦ ἀγκὼν Ἀγκώνη καὶ

<ἀγκοίνη>. <Ἀγκονίδες>: Αἱ ὑπηρέτιδες. [Εἴρηται δὲ]παρὰ τὸ <ἐγκονεῖν>, ὅ ἐστι μετὰ σπουδῆς ἐνερ-

γεῖν.

<Ἁγιστία>: Ἁγιάζω, ἁγιάσω, ἡγίακα, ἡγίασμαι,

ἡγίασαι, ἡγίασται· ἁγιαστὸς, ἁγιαστία, ἡ ἁγιωσύνη,

καὶ κατὰ συγκοπὴν ἁγιστία.

<Ἀγκύλη>: Διὰ τὸ ἄνω αὐτῆς κοῖλον. <Ἀγκύρα>: Ἡ μὲν πόλις προπαροξύνεται· ἡ δὲ

τοῦ πλοίου παροξύνεται.

<Ἀγηλαμένη>: Ἀγαλλομένη, χαίρουσα.

<Ἀγηλάζειν>: Σώζειν.

<Ἀγηλατίζειν>: Διώκειν, φυγαδεύειν, ἐπιτάσσειν·

οἱ δὲ, ἀττικίζειν.

<Ἄγημα>: Τὸ προϊὸν τοῦ βασιλέως τάγμα· οἱ δὲ,

τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως.

<Ἀγισμός>: Ἀτραπός. Καὶ <ἀγιστία> καὶ καθάρευσις.

<Ἀγιάδαι>: Τόπος ἐν Λακεδαιμονίᾳ· καὶ οἱ βασι-

λεῖς ἀπὸ Ἄγιδος.

<Ἁγίζειν>: Τὸ τὰ ἱερὰ ἐσθίειν, ἢ καρποῦν· ἔνιοι

τὸ κατατέμνειν τὸ ἀνατιθέμενον δέρμα.

<Ἀγκάς>: Πρὸς τὰς ἀγκάλας. Ἀπὸ τοῦ ἀγκῶ-

νος γίνεται ἀγκάς· ἐξ οὗ τὸ ἀγκαλίζω. Ἢ ἀπὸ τοῦ

ἀγκὼν, ἀγκάζω [καὶ] ἀγκαλίζω· ὃ καὶ βέλτιον.

<Ἄγκη>: Τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ συγ-

κεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. Παρὰ

τὸ ἄγω τὸ φέρω, ἄγη· καὶ πλεονασμῷ τοῦ κ, ἄγκη.

Ἢ παρὰ τὸ κέω κῶ, τὸ δηλοῦν τὸ κεῖσθαι, γέγονεν

ἄγκος, ἐν ᾧ ἐστὶ συνάγεσθαί τε καὶ κεῖσθαι.

<Ἄγκιστρον>: Παρὰ τὸ ἄγω ἄγιστρον, καὶ ἄγκι-

στρον.

<Ἀγκύλον>: Στρεβλόν.

<Ἀγκιστρουμένος>: Κατεχόμενος· ἀπὸ μετα-

φορᾶς τῶν ἰχθύων τῶν κατεχομένων ἐν τῷ ἀγκίστρῳ. <Ἀγκύλον>: Παρὰ τὸ ἄγω γίνεται ἀγκύλος. Δεῖ

δὲ γινώσκειν, ὅτι τὸ ἀγκύλον σημαίνει τρία· τό τε

11

σκολιὸν ὡς ἐνταῦθα· καὶ τὸ περιφερὲς κατὰ σχῆμα,

ὡς ἐν τῷ,

Ἀγκύλα τόξα.

καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ,

Ἀγκύλον ἅρμα.Οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. [Τὸ ΚΤ,ψιλόν. Διατί;] τὰ δὲ διὰ τοῦ ΥΛΟΣ ὀνόματα διὰ τοῦυ ψιλοῦ γράφονται· οἷον κρωβύλος, (σημαίνει δὲ τὸν

πορνοβοσκὸν,) Αἰσχύλος, ἀγκύλος· [πλὴν τοῦ κοῖλος

ὁ βαθὺς τόπος.]

<Ἀγκυλομητέω>: Γίνεται ἀπὸ τοῦ ἀγκύλον, ὃ

σημαίνει τὸ σκολιὸν, καὶ τοῦ μῆτις· ὅπερ ἀπὸ τοῦ

μήδω τὸ βουλεύομαι γέγονεν. Κλίνεται δὲ οὕτως·

ἀγκυλομήτης, ἀγκυλομήτου κοινῶς· Δωρικῶς ἀγκυ-

λομήτα· Βοιωτικῶς δὲ καὶ Αἰολικῶς ἀγκυλομήταο·

Ἰωνικῶς ἀγκυλομήτεω· οἷον κακοήθης, κακότεχνος,

σκολιόβουλος. Οἱ δὲ, τὸν δυνάμενον περὶ τῶν ἀγκύ-

λων καὶ σκολιῶν εὖ βουλεύεσθαι.

<Ἀγκυλοχείλης>: Τινὲς φασὶν, ὅτι ἀπὸ τοῦ

χηλὴ, ὃ σημαίνει τὸν ὄνυχα, γίνεται κατὰ τροπὴν

Βοιωτῶν τοῦ η εἰς ΕΙ δίφθογγον. Κακῶς δὲ λέ-

γουσιν· εἰ γὰρ ἦν οὕτως, μέλλει σημαίνειν καὶ αὐτὸ

τοὺς ἔχοντας ἐπικεκαμμένους ὄνυχας· ὡς τὸ,

Αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι.

Καὶ εὑρίσκεται ἐκ παραλλήλου τὸ αὐτὸ σημαῖνον·

ὅπερ ἐστὶν ἄτοπον· ἀλλὰ παρὰ τὸ χεῖλος καὶ τὸ

ἀγκύλον γίνεται. Σεσημείωται τὸ ἀγκυλόχειλος.

Κακῶς δὲ σεσημείωται. Οὐ γὰρ ἔστι σύνθετον,ἀλλὰ παρασύνθετον. <Ἀγλαά>: Τὰ λαμπρὰ, παρὰ τὴν αἴγλην, ὅ ἐστι

τὴν λαμπρότητα, ἐφ' οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ

ἄγαν ἅλλεσθαι, ἀγαλαὰ, καὶ κατὰ συγκοπὴν ἀγλαά.

Ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν· καὶ <ἀγλαὴ>, καλῶς

κεκοσμημένη.

<Ἀγλαΐα>: Παρὰ τὸ ἀγλαός· τὸ δὲ <ἀγλαὸς>

παρὰ τὴν αἴγλην· λαμπρότης, κάλλος. Καὶ <ἀ-

γλαϊεῖσθαι> τὸ καλλωπίσεσθαι. Ἀγλαΐζω, ἀγλαΐ-

σω, ἀγλαϊῶ, καὶ ἀγλαϊεῖσθαι.

<Ἀγλευκής>: Παρὰ τὸ γλεῦκος ἀγλευκής· <ἀγλευ-

κέστατον>, ἀντὶ τοῦ ἀηδέστατον. Ἢ παρὰ τὸ γλυκὺς

πλεονασμῷ τοῦ ε, ἀγλευκὴς, ἀηδὴς, ἄκαλος, ἀχά-

ριστος, ἀκαλής.

<Ἄγλιθες>: Ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγ-

κειται· ἢ σκορόδων κεφαλαί.

<Ἀγλίδια>: Σκόροδα.

<Ἀγκαλιαγωγοί>: Οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοί-

οις· ἢ ἐπὶ θρεμμάτων. <Ἀγκαλιδοφόροι> δὲ, αὐτοὶ

οἱ φέροντες· <ἀγκαλιδοπῶλαι> δὲ, οἱ πιπράσκοντες. <Ἀγλίτης>: Οἰκέτης.

<Ἀγμούς>: Τοὺς ὀρεινοὺς καὶ κρημνώδεις τόπους·

ἢ ῥαχίαι, περιθραύσεις, ἀπορρῶγες. Καὶ <ἄγμα>,

σύντριμμα. Οἱ δὲ, πάγος.

<Ἁγνός>: Παρὰ τὸ ἅζω τὸ σέβομαι, ἅζος, ἁγὸς,

ἁγανὸς, καὶ ἁγνός· καὶ κλίνεται ἁγνοῦ. ἤγουν ὁ

καθαρὸς καὶ σεβάσμιος. Τὸν γὰρ ἁγνὸν πάντες

σεβόμεθα.

<Ἀγνώς>: Παρὰ τὸ γνόω γνώσω γνὼς, καὶ μετὰ

τοῦ στερητικοῦ α ἀγνώς· οἱονεὶ ὁ ἄγνωστος καὶ ἀμα-

θής· [καὶ] κλίνεται ἀγνῶτος. <Ἄγνος>: Τὸ φυτόν· παρὰ τὸ τοὺς ἐσθίοντας

ἀγόνους τηρεῖν, ἄγονον τι ὄν. Ἢ παρὰ τὸ εἰς

ἁγνείαν συντελεῖν, ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ

12

καὶ ὑποστρωννύμενον· ὃ καὶ λύγον καλοῦσι· τὸ τῆς

σωφροσύνης δηλωτικὸν, καὶ ἡδονῆς σβεστικόν. Φασὶ

γὰρ αὐτὸ ἐσθιόμενον σβεννύναι τὴν φλόγα τῶν ἡδο-

νῶν. Ἁγνὸς δὲ λέγεται ὁ καθαρὸς ὀξυτόνως. Παρὰ

τὸ ἀγάζω ἀγανὸς, καὶ κατὰ συγκοπὴν ἁγνὸς, ὡς

παίζω παιδνός. Οὕτως Ὠρίων.

<Ἀγνοῶ>: Παρὰ τὸ νοῶ, καὶ πλεονασμῷ τοῦ γ

γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ.

Οὐδέ μιν Ἥρη

ἠγνοίησεν.Οὕτως Ὠρίων. <Ἄγνυμι>: Οἷον, Πάταγος δέ τε ἀγνυμενάων.Συντριβομένων. Γίνεται ἀπὸ τοῦ ἀγνύω. Ἔστιν

ἄγω τὸ κλῶ· καὶ ἀγνῶ, ἀγνύω, καὶ ἄγνυμι. Καὶ

<περιαγνύμενος> σημαίνει τὸ περιτριβόμενος, περι-

κλώμενος.

<Ἀγκαλίδες>: Αἱ τῶν φρυγάνων δέσμαι· καὶ

<Ἀγκάλαι>, οἱ βραχίονες· καὶ <ἀγκαλὶς>, ἄχθος· καὶ<Ἀγκαλίζειν>, ἄγχειν, ἢ ἀναβαστάζειν.

<Ἀγκιστροφάγος>: Φιλάργυρος.

<Ἀγκιστρεύει>: Θηρεύει.

<Ἀγκόνους>: Διακόνους, ὑπηκόους, δούλους.

<Ἀγκτήρ>: Δεσμός· Καὶ <ἀγκτῆρες>, οἱ ἐν τρα-

χήλῳ τόποι, δι' ὧν ἄγχεσθαι συμβαίνει. <Ἀγκύλη>: Τοῦ ἀγκῶνος ἡ καμπή· καὶ οἱ ἀκον-

τισταὶ, <ἀγκυλισταί>.

<Ἀγνωμοσύνη>: Ἀναισθησία, ἄγνοια, ὀλιγωρία·

καὶ <ἀγνώμων>, ἀναίσθητος, ἀνόητος, ἀλόγιστος, ἁμαρ-

τάνων.

<Ἀγός>: Ἡγεμών· παρὰ τὸ ἄγειν τοὺς ὑποτε-ταγμένους· Ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθοντο.

<Ἄγος>: Σημαίνει δύο· τό τε καθαρὸν, ὅπερ κυ-

ρίως· καὶ τὸ ῥυπαρὸν, κατὰ ἀντίφρασιν.

<Ἀγοστός>: Ὁ ἀγκὼν, ὁ ἄγαν ὀστώδης τόπος· ἢ

διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ

γὰρ παρὰ τὸ πολλὸς γίνεται πολλοστὸς, οὕτω παρὰ

τὸ ἄγω ἀγὸς καὶ ἀγοστός. Οὕτως Ὠρίων ὁ ἐτυμο-

λόγος. Ἢ τὸ ἐκτὸς τοῦ ἀγκῶνος, παρὰ τὴν συνα-

γωγὴν καὶ τὴν ἐπίκαμψιν τῆς χειρός· ἢ παρὰ τὸ

δύνασθαι τούτῳ τινὰ ἄγχειν.

<Ἄγονος>: Ὄνομα· παρὰ τὸ γόνος. Βαρύνεταιμὲν ὁ γεννηθεὶς, ὀξύνεται δὲ ὁ γεννήτωρ· ἐξ οὗ, πλεο-

νασμῷ τοῦ υ, <γουνὸς>, ὁ γεννητικὸς καὶ κάρπιμος

τόπος·

Γουνῷ ἁλωῆς.

Τὸ δὲ

Ἄγαμός τ' ἀπολέσθαι,ὁ ΤΕ σύνδεσμος ἀντὶ τοῦ ἢ διαζευκτικοῦ παραλαμ-βάνεται, ἤτοι, ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπο-λέσθαι. <Ἄγον>: [Ἰωνικῶς ἀντὶ τοῦ ἦγον·] ῥῆμα ὁριστικὸν,

χρόνου παρατατικοῦ. Ποιητικὸν γάρ ἐστι, [καὶ ἔστιν

ἀναύξητον, βραχὺ ἔχον τὸ α. Καὶ <ἆγον> Δωρικῶς

τὸ αὐτὸ, κατὰ τροπὴν τοῦ η εἰς α μακρόν.] Τὸ γὰρ

ἀκόλουθον ἔστιν <ἦγον>.

<Ἀγορά>: Καὶ αὐτὸ τὸ ἄθροισμα, καὶ ὁ τόπος,καὶ ὁ λόγος· παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ ἐκ-

κλησιάζω, γίνεται ἀγορή· ὃ σημαίνει ἐκκλησίαν,

συνέδριον. Τὸ δὲ ἀγείρω, παρὰ τὸ ἄγω.

<Ἀγορεύω>: [Παρὰ τὸ ἀγορά· τοῦτο δὲ,] παρὰ τὸ

ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω τὸ λέγω,

ἐν ᾗ πρὸς τὸ λέγειν συναθροίζονται.

<Ἀγοράασθε>: Ἐκ τοῦ ἀγορῶ. Καὶ περισπᾶται.

Τὰ γὰρ εἰς ΡΩ λήγοντα ῥήματα τῷ ο παραληγόμενα

περισπᾶται· οἷον, δημηγορῶ, ἀλληγορῶ, ἐγρηγορῶ.

Οὕτως καὶ ἀγορῶ. Ἔστι [δὲ τῆς] βʹ τῶν περισπω-

μένων. Ἐξ οὗ

Παισὶν ἐοικότες ἀγοράασθε.

Δημηγορεῖτε, λέγετε. Καὶ <ἀγοράζω>, πολὺ μὲν

παρ' αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγορᾷ ἐμβάλλω καὶ διατρίβω·

εἴρηται δὲ καὶ ἐπὶ τοῦ ὠνεῖν.

13

<Ἀγορήνδε>: Τουτέστιν εἰς τὴν ἀγοράν. Ἐπιρ-

ρηματικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον·

καὶ Ἀθήναζε, τουτέστιν εἰς Ἀθήνας.

<Ἀγορῆθεν>: Διατί περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ

ὀξυτόνων ἢ περισπωμένων παραγόμενα εἰς ΘΕΝ ἐπιρ-

ρήματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· γῆθεν, ἀρχῆθεν

[ἀγορῆθεν.]

<Ἀγοράνομοι>: Οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦν-

τες ἄρχοντες.

<Ἀγορὰ ἐφορία>: Ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς

ὅροις γινομένη τῶν ἀστυγειτόνων· οὗ οἱ ὅμοροι συνι-

όντες περὶ τῶν κοινῶν ἐβουλεύοντο.

<Ἄγρα>: Δήμητρος ἱερὸν λέγεται. Καὶ ἡ θήρα.

Λέγονται δὲ πληθυντικῶς καὶ οἱ τόποι.

<Ἀγραφίου>: Εἶδος δίκης κατὰ τῶν ὀφειλόντων

τι τῷ δημοσίῳ, καὶ ἐπιγεγραμμένων μὲν, ἀπαλειφθέν-

των δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγ-

γραφόντων τοὺς μὴ ὀφείλοντας.

<Ἄγρει>: Ἀντὶ τοῦ ἄγε· ἢ λάβε καὶ φέρε.

<Ἀγρεύς>: Ὁ ἥρως· εἴρηται παρὰ τὸ ἐν ἀγρῷ

γεγεννῆσθαι. Ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλω-

νος ἦν

<Ἄγριος>: Ὁ ἀνήμερος. Προπαροξύνεται, καὶ

διὰ τοῦ ι γράφεται, ἀπὸ τοῦ ἀγρὸς, πρὸς ἀντιδια-

στολὴν τοῦ ἀγρεῖος, ὁ ἐν ἀγρῷ διαιτώμενος, τοῦ διὰτῆς ΕΙ διφθόγγου γραφομένου καὶ προπερισπωμένου.

<Ἀγρυπνία>: Παρὰ τὸ ἄϋπνος ἀϋπνία· καὶ κατὰ

πλεονασμὸν τοῦ ΓΡ ἀγρυπνία.

<Ἀγρόμενοι>: Ἀγειρόμενοι. Ἀγείρω, καὶ κατὰ

συγκοπὴν ἄγρω· ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω.

<Ἀγρός>: Παρὰ τὴν ἄγραν, ἐν ᾧ γίνεται· ἢ παρὰ

τὸ ἀρῶ τὸ ἀροτριῶ, ἀρὸς καὶ ἀγρός.

<Ἀγροτέρη>: Οὐκ ἀπὸ τοῦ ἄγριος· ἀγριώτερος

γὰρ ἦν ἄν· ἀλλὰ παρὰ τὸν ἀγρὸν ἀγρότερος πεποί-

ηται. Ἀπαρασχημάτιστον γάρ. Οὕτως Φίλων.

<Ἀγροτέρας ἐλάφους>: Ἀγηροτέρας· καὶ κατὰ

συγκοπὴν, ἀγροτέρας· διὰ τὸ πολυχρόνιον τοῦ ζώου,

ὡς ὁ χρησμὸς δηλοῖ·

Ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη

ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος.

Ἢ ἀγριωτέρας, καὶ κατὰ συγκοπὴν ἀγροτέρας. <Ἀγροιώτης>: Ὁ ἀγροῖκος. Ἔστιν ἀγρὸς ἀγρό-

της, ὡς δῆμος δημότης· καὶ κατὰ πλεονασμὸν τοῦ ι

ἀγροίτης· οὕτως Ὠρίων· καὶ κατ' ἐπένθεσιν τοῦ ω

ἀγροιώτης.

<Ἀγρίφη>: Σημαίνει τὴν σκάφην. Ἢ ὑποδοχὴ,

ἄμη, σκαφίον. <Ἀγρός>: Παρὰ τὸν ἄρην, ὃ σημαίνει τὸν σίδηρον·

ὁ τῷ σιδήρῳ τεμνόμενος.

<Ἄγριοι>: Οἱ παιδερασταί· ἤτοι ὅτι ἄγριόν ἐστι

τὸ πάθος ἡ παιδεραστία, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι

τοῖς τοιούτοις· διὰ τοῦτο γοῦν καὶ τὸ αἰδοῖον ἀνατε-

ταμένον ἔχει. Ἔστι δὲ ὁ Πὰν ἄγριος θεός. <Ἀ-

γρεῖοι> δὲ καὶ οἱ ἀγροῖκοι.

<Ἀγόρευσις>: Λόγος. <Ἀγορήτατος>, λογιώτα-

τος. <Ἀγορητὰς>, τοὺς ἐν ἀγορᾷ ἀναστρεφομένους.

<Ἀγορητοὺς ὁλκάδας>, τὰς ὤνια ἐπαγομένας.

<Ἄγραυλοι>: Οἱ ἐν ἀγρῷ αὐλιζόμενοι ὕπαιθροι,ἔρημοι, ἄξενοι, ποιμένες· καὶ <ἀγραυλία>, θυραυλία

καὶ ἐρημία.

<Ἀγρεμών>: Θηρευτικός.

<Ἄγρευμα>: Εὕρεμα· καὶ τὸ εἰλημμένον σημαίνει

14

καὶ κτήματα, σκῦλα. Καὶ <ἀγρεῦσαι> τὸ λαβεῖν.

<Ἠγροικεύσω>, ἠγριάνθης.

<Ἀγρηνόν>: Ποικίλον, ἐρεοῦν, δικτυοειδές· καὶ

ἔνδυμα δὲ ποιόν.

<Ἀγρός>: Ὁ ἔξω πόλεως χῶρος. <Ἀγρώσσω>: Παράγωγος ὁ χαρακτήρ. Ἀπὸ τοῦ

ἀγρὸς ἀγρώσσω. Τὰ γὰρ δύο ΣΣ τὰ ἓξ λαμβάνουσι

φωνήεντα· τὸ δὲ ο οὐ λαμβάνουσιν· οἷον τὸ α, παρὰ

τὸ ἄλλος, ἀλλάσσω· τὸ ε, παρὰ τὸ πῦρ πυρὸς, πυ-

ρέσσω· πτήσσω, τὸ η· δειδίσσω, τὸ ι· ἀφύσσω, τὸ

ἀπαντλῶ, τὸ υ· ὀνειρώσσω, ἀγρώσσω, τὸ ω. Ὥστε

ἔχεις μὲν δοῦναι τὸ ο, οὐκ ἐν παραγωγῇ δέ. Τὸ δὲ

οὐκ ἔχει· τὸ γὰρ ὄσσω ἀπὸ τοῦ ὄπτω ἐστίν.

<Ἀγρωσταί>: Οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω.

<Ἄγρωστις>: [Εἶδος βοτάνης.] Ἔστιν ἔδω τὸ

ἐσθίω· ὁ μέλλων, ἔσω· ὁ παρακείμενος, ἦκα· ὁ πα-θητικὸς, ἦσμαι· τὸ βʹ, ἦσαι· τὸ γʹ, ἦσται· καὶ ἐξ

αὐτοῦ ἦστις. Καὶ ἐπειδὴ τὰ ἀπὸ τοῦ παθητικοῦ

παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι

τοῖς ἰδίοις ἐνεστῶσι, γίνεται ἔστις· καὶ μετὰ τοῦ

ἀγρὸς, ἀγροέστις· καὶ συναιρέσει τοῦ ε ο, ἀγροῦ-

στις· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ διφθόγγου εἰς ωμέγα, ἄγρωστις.

<Ἀγυιά>: Ἡ ὁδός· παρὰ τὸ ἄγω τὸ πορεύομαι.

Τὰ διὰ τοῦ ΥΙΑ θηλυκὰ ὀνόματα ὑπὲρ βʹ συλλαβὰς

προπαροξύτονα τῷ ι θέλει παραλήγεσθαι· οἷον, ἅρ-

πυια, αἴθυια, ἄγυια, Ὠρείθυια, Εἰλείθυια. Σεση-

μείωται τὸ μητρυιὰ παραληγόμενον τῷ ι καὶ ὀξυνό-

μενον· καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια.

Μέσην ἐς ἄγυιαν ἰοῦσαι.

<Ἄγυρις>: Παρὰ τὸ ἀγείρω· ἐξ οὗ καὶ ἀγορὰ

γίνεται, [καὶ] ἀγορῶ ῥῆμα· ἐξ οὗ ὄνομα θηλυκὸν,

ἄγορις· καὶ τροπῇ τοῦ ο εἰς υ, ἄγυρις, ἡ ἄθροισις.

<Ἀγύρται>: Λωποδύται, ἐπαῖται, φιλοκερδεῖς.

Καὶ <Ἀγύρτης>, εἶδος βώλου, καὶ ὁ ἀλαζὼν, καὶ ὁ

ἀπατεών· παρὰ τὸ ἀγείρω, τὸ περιϊέναι καὶ περινο-

στεῖν ἐπὶ νίκῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Λέγονται δὲ

<ἀγυρτικὰ> καὶ τὰ χυδαῖα ψεύσματα.

<Ἀγχίαλος>: Ἡ μὲν πόλις ὀξύνεται· ὁ δὲ παρα-

θαλάσσιος τόπος προπαροξύνεται.

<Ἀγχαυρόν>: Οἷον,

Ἦμος δ' ἀνέρες ὕπνον ἀπ' ὀφθαλμῶν ἐβάλοντο

ἀγρόται· οἵτε κύνεσσι πεποιθότες, οὔποτε νύκτα

ἀγχαυρὸν κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς.

Σημαίνει δὲ τὸ καλούμενον λυκόφως, τὸ ὀρθρινὸν, τὸ

πλησίον τῆς αὔρας· ἀγχίαυρος, καὶ ἀγχαυρός. Αὖρα

δὲ ἡ ἡμέρα. Οὕτως εὗρον εἰς τὰ σχόλια τῶν Ἀρ-

γοναυτικῶν τοῦ Ἀπολλωνίου. <Ἀγχιστίνη>: Ἀπὸ τοῦ ἄγχιστος ἀγχιστῖνος

καὶ <ἀγχιστῖναι>. Τὸ δὲ <ἄγχιστος> ἔστιν ὑπερθετι-

κόν· γίνεται δὲ ἀπὸ τοῦ ἀγχοῦ ἀγχότερος, ἀγχίων,

ἄγχιστος. Καὶ <ἀγχιστίνδην>, τὸ κατὰ ἀγχι-

στείαν.

<Ἄγχι>: Παρὰ τὸ ἀγχοῦ ἀγχόθι, ἄγχι κατὰσυγκοπήν. Σημαίνει τὸ πλησίον. Τὰ παρὰ τὸ

ἄγχι καὶ ἐρι καὶ ἀρι καὶ τὴν ἀμφὶ καὶ ἀντὶ καὶ

ἐπὶ προθέσεις διὰ τοῦ ι γράφεται· ἀρίδηλος, ἐρι-

βρεμέτης, ἀμφίρρυτος, ἀντίθεος, ἀγχίθεος, Ἀγχί-

σης, ἀγχίμαχος. Τὸ γὰρ ἀγχέμαχος ἐτράπη δι'

εὐφωνίαν τὸ ι εἰς ε. Τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά

εἰσι, χωρὶς τοῦ Ἀγχίσης. Ἀπὸ γὰρ τοῦ ἄγχι

παρήχθη, καὶ ἔστιν ἁπλοῦν. Ἄλλως τε τὰ διὰ τοῦ

ΙΣΗΣ διὰ τοῦ ι γράφεται, Ἀντίσης, Ἀμφίσης,

15

Ἀγχίσης, Ἐρίσης, ὀνόματα κύρια, Κυρίσης, ποταμὸς

Κελτικῆς· Τιπενίσης, ἐθνικόν. Ἀγχινεφὴς ἦν ἡ

ἀχλύς.

<Ἀγχηστίναι>: Πλησίον ἀλλήλων καὶ πυκναὶ,

παρὰ τὸ ἀγχοῦ. <Ἀγχίσης>: Παρὰ τὸ ἄγχι (τὸ ἐγγὺς) γενέσθαι

τῆς Ἀφροδίτης.

<Ἀγχίμολον>: Ἐγγὺς, πλησίον· παρὰ τὸ ἄγχι

καὶ τὸ μολῶ, τὸ παραγίνομαι.

<Ἀγχιμαχητής>: Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς

μαχόμενος.

<Ἄγχω>: Παρὰ τὸ ἄγω, πλεονασμῷ τοῦ χ. Οὐδὲν

γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλ' ἢ ἄγω, τὸ τὴν φά-

ρυγγα συνάγω, πνίγω.

Ἄγχε δέ μιν πολύκεστος ἱμάς. <Ἀγχώμαλον>: Παρὰ μικρὸν ἴσα ἐγγὺς τοῦ ὁμα-λοῦ, ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγὺς, καὶ τοῦ

ὁμαλὸν γέγονε. Τὰ δὲ παρὰ τὸ ὁμαλὸς συντιθέ-

μενα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον ἀνώμαλος,

κατώμαλος, καὶ ἀγχώμαλος.

<Ἀγχλάσας>: Ἀναχαλάσας, ἀνακουφίσας, ἀνα-

βαστάσας.

<ἄγω> σημαίνει δʹ· τὸ πορεύομαι, ὡς τὸ,

Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην.

Καὶ τὸ κλάνω· ὡς τὸ,

Ἆξον δὴ…

Καὶ…

The complete text is available when the reading interface loads.