The Greek Library Catalogue

Anonymous

Etymologicum parvum

Edition reference
Etymologicum parvum, ed. R. Pintaudi, Etymologicum parvum quod vocatur [Testi e documenti per lo studio dell'antichità 42. Milan: Istituto Editoriale Cisalpino, 1973]: 1–109.
CTS identifier
urn:cts:greekLit:tlg4101.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{Ἐτυμολογίαι διάφοροι ἀπὸ διαφόρων

ἐτυμολογικῶν ἐκλεγεῖσαι.}

alpha

1

{Epim. Ps.} <Ἄφρων>· παρὰ τὸ φρῶ, τὸ προϊῶ, καὶ μετὰ τοῦ

στερητικοῦ Α ἄφρων.

2

{Epim. Ps.} <Ἀνάστηθι>· προπαροξύνεται· πᾶν ῥῆμα, εἰ μὲν

εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται·

οἷον ἓς ἄνες, ἓς ἄφες· εἰ δὲ δισύλλαβον εἴη, προ-

παροξύνεται· οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι.

3

{Epim. Ps.} <Ἀστραπή>· παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ

ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ

βλάπτειν.

4

{Epim. Ps.} <Ἄνοια>· παρὰ τὸ νοῦς νοὸς νοιά· καὶ μετὰ τοῦ

στερητικοῦ Α ἄνοια.

5

{Orion} <Ἄρουρα>· παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ

τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν.

6

{Orion} <Ἀκρίς>· παρὰ τὰς ἄκρας τῶν σταχύων ἐσθίειν.

7

{Orion} <Ἀχλύς>· παρὰ τὸ τὰς ὄψεις ἡμῶν λυπεῖν καὶ

ὀχλεῖν.

8

{Hrd.} <Αἶξ>· αἶξ αἰγός· ὁ κανών· τὰ εἰς ᾀξ μονοσύλλα-

βα, ἔχοντα πρὸ τοῦ Ξ δίφθογγον ἀρχόμενα ἀπὸ

συμφώνου διὰ τοῦ Κ κλίνονται, δὰξ δακός, Θρᾷξ

Θρᾳκός· τὸ δὲ αἶξ, ἐπειδὴ μόνον ἀπὸ φωνήεν-

τος ἤρξατο, διὰ τοῦ Γ κλίνεται· γίνεται δὲ πα-

ρὰ τὸ ἀΐσσω ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων

ἀΐξω καὶ ἐν συναιρέσει αἶξ.

9

<Ἀσκητής>· παρὰ τὸ ἀσκῶ ἀσκήσω {ἀσκήσω}

ἀσκητής· σημαίνει δὲ τὸ πονῶ· ὁ τῆς ἀσκή-

σεως πόνος.

10

{Epim. Hom.} <Ἀστεῖος>· σημαίνει τρία· ἀστεῖος λέγεται κυ-

ρίως ὁ ἐν ἄστει διατρίβων· καὶ ὁ δι' ἦθος χρη-

στὸν ἐπαινούμενος, ὡς ‘ἦν τὸ παιδίον ἀστεῖον

τῷ Θεῷ’. λέγεται δὲ καὶ ὁ γελωποιός.

11

<Ἀπορῶ>· παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος,

ὃ σημαίνει τὸν ἀδιάβατον τόπον τοῦ ποταμοῦ.

12

<Αὐθαίρετος>· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι,

αἱρετός, καὶ ἐν συγκοπῇ αὐταίρετος, καὶ τρο-

πῇ τοῦ Τ εἰς Θ αὐθαίρετος· σημαίνει δὲ τὸν

αὐτοπροαίρετον.

13

<Ἀνοεῖν>· ἀνοεῖν καὶ ἀγνοεῖν διαφέρουσιν· ἀνοεῖν

μέν ἐστι τὸ μηδ' ὅλως αἰσθάνεσθαι, ἀγνοεῖν δὲ

τὸ ἐπιλανθάνεσθαι.

14

<Ἀμφιέν〈ν〉υται>· σημαίνει τὸ ἐνδύεται· γίνεται

δὲ παρὰ τὸ ἔω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ

Ν ἔνω καὶ κατὰ παραγωγὴν ἐνύω καὶ εἰνύω·

καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ Ϊ τρέπειν

πρὸς τὸ ἐπιφερόμενον σύμφωνον, οἷον εἴρω

ἔρρω, φθείρω φθέ‵ρ′ρω, τὸν αὐτὸν τρόπον

τρέπεται τὸ Ϊ εἰς τὸ Ν καὶ γίνεται ἐννύω καὶ

μετὰ τῆς ΑΜΦΙ προθέσεως ἀμφιεννύω καὶ

ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυται.

15

{Epim. Ps.} <Ἀλαλάζω>· παρὰ τὸ λῶ τὸ λαλῶ· οὗ παράγω-

γον λάζω καὶ κατὰ ἀναδιπλασιασμὸν λαλά-

ζω καὶ μετὰ τοῦ στερητικοῦ Α ἀλαλάζω.

16

{Orion} <Ἄκρατος>· ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κερά-

σω, ἐξ οὗ παράγωγον κρῶ κράσω κρατὸς καὶ

μετὰ τοῦ στερητικοῦ 〈Α〉 ἄκρατος, κατὰ ἀνάδο-

σιν τοῦ τόνου, οἱονεὶ ὁ 〈μὴ〉 μεμιγμένος.

17

<Ἀφή>· παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγί-

ζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ

ἐξ αὐτοῦ ἀφή.

18

{Hrd.} <Ἀκροθίνιον>· σημαίνει τὴν ἀπαρχήν· γέγονε

δὲ παρὰ τὸ ἄκρον καὶ τὸ θίς, ὃ σημαίνει ⟦τὴν

ἀπαρχὴν⟧ τὸν σωρόν.

19

<Αἴλουρος>· παρὰ τὸ αἰολεῖν καὶ κινεῖν τὴν οὐράν.

20

<Ἀφίγμεθα>· ἥκω ἥξω ἧχα ἷγμαι καὶ μετὰ τῆς

ΑΠΟ προθέσεως ἀφίγμαι, καὶ τὸ πληθυντικὸν

ἀφίγμεθα.

21

<Ἀντιλάβοιτό σου>· ἐκ τοῦ λήβω, τὸ λαμβάνω,

ὁ μέλλων λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον,

καὶ ὁ μέσος ἐλαβόμην καὶ τὸ εὐκτικὸν λαβοί-

μην, λάβοιο λάβοιτο καὶ μετὰ τῆς ἀντι ἀντι-

λάβοιτο.

22

{Epim. Ps.} <Ἄρατε>· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων

ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν

ἄρον, ἀράτω.

23

{Epim.} <Ἄρτιον>· σημαίνει τὸ σῶον καὶ ὑγιές· γίνε-

ται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιον· τὸ δὲ ἀρτῶ πα-

ρὰ τὸ ἀρῶ τὸ ἁρμόζω.

24

<Ἀκμάζω>· παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν

ἡλικίαν· τὸ δὲ ἀκμὴ παρὰ τὸ ἄγω ἀγὴ καὶ

πλεονασμῷ τοῦ Κ ἀγκὴ καὶ τροπῇ τοῦ Γ

εἰς Μ 〈ἀκμὴ καὶ μεταθέσει〉 ἀκμή.

25

<Ἀωρία>· ἔστιν ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ

μετὰ τοῦ στερητικοῦ Α ἄωρος, καὶ τὸ θηλυ-

κὸν ἀωρία, ἤγουν ἡ σκότωσις· τοῦτο δὲ πα-

ρὰ τὸ ὁρῶ, τὸ βλέπω.

26

<Ἀπρόσιτος>· ἔστιν εἶμι, τὸ πορεύομαι· ὅπερ

ἐν τοῖς ἑνικοῖς, διὰ τοῦ ΕΙ διφθόγγου· ἐν

δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ Ϊ. τὸ πρῶτον

τῶν πληθυντικῶν ἶμεν, τὸ δεύτερον ἴτε· ἐξ

αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται,

καὶ μετὰ τοῦ στερητικοῦ Α καὶ τῆς ΠΡΟΣ

προθέσεως ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆ-

ναι οὐ δύναται.

27

<Ἀπηλεγέως>· σημαίνει τὸ ἀποτόμως· ἐκ τοῦ

ἀλέγω, τὸ βοηθῶ, γίνεται ἀλεγὴς καὶ μετὰ

τῆς ἀπο προθέσεως ἀπηλεγής, καὶ ἐξ αὐ-

τοῦ ἐπίρρημα ἀπηλεγέως.

28

<Ἀνηλίων>· ἔστι δῆλος, ὁ φανερός, καὶ ἐξ

αὐτοῦ δήλιος, ἀποβολῇ τοῦ Δ ἥλιος καὶ

ἀνήλιος, ἡ γενικὴ τῶν πληθυντικῶν ἀνη-

λίων.

29

<Ἅτε>· ἐπίρρημα παραβολικὸν ἀντὶ τοῦ ὥσπερ·

‘ἅ τε παρθένος ἠΐθεός τε’.

30

{Hrd.} <Ἄσεμνα>· ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ

σέβω, ἐξ οὗ καὶ τὰ εἰς ΜΝΟΣ δισύλλαβα

μονογενῆ πρὸ τέλους φύσει μακρᾷ παραλη-

γόμενα βαρύνονται ὕμνος, σκύμνος· τὸ μέν-

τοι σεμνός, τριγενὲς ὄν, ὀξύνεται.

31

<Ἀκίνδυνος>· παρὰ τὸ κινεῖν τὰς ὀδύνας γί-

νεται κίνδυνος, καὶ μετὰ τοῦ στερητικοῦ

Α ἀκίνδυνος.

32

{Epim. Ps.} <Ἄνες>· παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλ-

λων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετο-

χὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἄνες,

μετὰ τῆς ΑΝΑ προθέσεως.

33

{Epim. Ps.} <Ἀπώλετο>· ὄλω τὸ ἀπόλλω, τὸ παθητικὸν

ὄλομαι, ὁ παρατατικὸς ὠλόμην ὤλου ὤλε-

το καὶ ἀπώλετο.

34

{Hrd.} <Ἀπαιωρημένος>· ἐκ τοῦ αἴρω, τὸ κουφίζω·

πλεονασμῷ τοῦ Ω αἰωρῶ, ὥσπερ καὶ τὸ

εἴωθα.

35

{Epim.} <Αἰγλῆντα>· ὄνομα θηλυκόν· ἡ αἰγλῆντα,

τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη

αἰγλήεις αἰγλήεντα καὶ αἰγλῆντα κατὰ

κρᾶσιν.

36

<Ἀπέδου>· δίδωμι, ὁ μέλλων δώσω, ὁ πα-

θητικὸς μέσος δεύτερος ἀόριστος ἐδόμην

ἔδου καὶ ἀπέδου.

37

{Epim. Ps.} <Ἀκουτιεῖς>· ἔστιν ἀκούω· ὁ παθητικὸς πα-

ρακείμενος ἤκουσμαι, ἤκουσται· ἐξ αὐτοῦ

ἀκουστὸς καὶ ἀκουτίζω, ὁ μέλλων ἀκου-

τίσω, ὁ Ἀττικὸς μέλλων ἀκουτιῶ· σημαί-

νει δὲ τὸ ποιῶ ἀκοῦσαι.

38

{Epim.} <Ἄττειν>· τὸ ἅλλεσθαι καὶ πηδᾶν· παρὰ τὸ

ἀΐσσω, τὸ ὁρμῶ, γίνεται ἄσσω καὶ τροπῇ

τῶν δύο ΣΣ εἰς ΤΤ ἄττω.

39

<Αἰτιᾶται>· παρὰ τὸ ἴω, τὸ ἔρχομαι, 〈καὶ〉

μετὰ τοῦ ἐπιτατικοῦ Α ἀΐω, τὸ πάνυ ἔρχο-

μαι, ἐξ αὐτοῦ αἰτία, καὶ αἰτιῶ αἰτιᾷς αἰ-

τιᾶται.

40

{Epim.} <Ἀκλόνητον>· παρὰ τὸ κλάνω.

41

<Ἄβαλ>· παρὰ τὸ βάλλω, βάλ, κατ' ἀφαίρεσιν

τοῦ Λ καὶ τοῦ Ω· καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α

ἄβαλ ἐπίρρημα.

42

<Ἀμπλάκημα>· παρὰ τὸ ἀναπλέκεσθαι τῷ ἀν-

δρί.

43

{Orion} <Ἀνάγκη>· παρὰ τὸ ἀνάγω, ἀνάγη, καὶ πλεο-

νασμῷ τοῦ Κ ἀνάγκη.

44

<Ἀθύρματα>· ἀθρήματά τινα ὄντα· παρὰ τὸ

ἀθρεῖν θεάματα.

45

<Ἀκήρατος>· παρὰ τὸ κηραίνω, καὶ ὤφειλεν

εἶναι ἀκήραντος, ἀλλὰ πεποίηται ἡ λέξις.

46

<Ἀχλάς>· ἡ ἀγρία ἀπιδέα· παρὰ τὸ ὄχλησιν

ἐμποιεῖν ἐν τῷ ἐσθίεσθαι, ἢ ἡ μηδέπω ἐν

χρείᾳ γεγονυῖα.

47

<Ἁρμός>· παρὰ τὸ ἁρῶ, τὸ ἁρμόζω.

48

{Epim.} <Ἀνενδοίαστος>· ἔστιν ἐνδοιάζω, τὸ ἀμφιβάλ-

λω καὶ δοκῶ· γράφεται δὲ διὰ τοῦ ΟΙ διφθόγ-

γου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὅ

ἐστι τὸ συναλίζομαι· τὸ δὲ ἀνενδοιάζω,

ἔστι ῥῆμα δοάζω, τὸ ἀμφιβάλλω· καὶ Ὅμη-

ρος ‘δοάσσατο κέρδιον εἶναι’ ἀντὶ 〈τοῦ〉

ἔδοξε. ἀπὸ τοῦ δοάσσω, τὸ δοκῶ, κατὰ πα-

ραγωγὴν Δωρικὴν τῶν δύο ΣΣ εἰς Ζ δοά-

ζω, καὶ πλεονασμῷ τοῦ Ϊ δοιάζω καὶ ἀνεν-

δοιάστως ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβό-

λως.

49

{Epim.} <Ἄμητος>· ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ

δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ

μέλλων ἀμήσω, καὶ ἐξ αὐτοῦ ἄμητος· δια-

φέρει δὲ ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ

καιρὸς τοῦ θέρους, ἀμητὸς δὲ ὁ θερισμός,

οἱονεὶ αὐτὸς ὁ ἀμώμενος καρπός.

50

<Ἀνασφῆλαι>· ἀνορθωθῆναι· σφηλὸν γὰρ τὸ

ἰσχυρόν. Στησίχορος ‘ἐρίσφηλον’ ἔφη τὸν

Ἡρακλέα, ἴσον τῷ ἐρισθενεῖ.

51

{Epim.} <Αὐστηρός>· παρὰ τὸ ἀύω, τὸ ξηραίνω, ὁ μέλ-

λων αὔσω, ἐξ αὐτοῦ αὐστηρός· ὅπερ παρὰ

τὸ ὕω, τὸ βρέχω.

52

{Epim.} <Ἀκόλουθος>· σημαίνει τὸν ὄπισθεν τὴν κέλευ-

θον ποιούμενον· τὸ γὰρ Α τὸ ὀπίσω σημαίνει,

καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέλευθος.

53

{Epim.} <Ἀνιμῶ>· ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ ἰμῶ,

τὸ ἀναλέγομαι· τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει

τὸν λῶρον. οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατα-

κεκλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων

αὐτὰ ἐποίουν· ἐξ οὗ ἱμονιά, τὸ ἀντλητήριον.

54

{Epim.} <Ἀντλῶ>· παρὰ τὸ ἄντλον· τοῦτο παρὰ τὸ τλῶ,

τὸ καρτερῶ· διὰ τὸ ἀνατλᾶν καὶ καρτερεῖν

ἐκεῖσε τὸ ὕδωρ, τὸ διὰ τῶν ἐσφιγμένων τό-

πων εἰσερχόμενον.

55

{Epim.} <Ἀκεσώδυνος>· παρὰ τὸ ἀκῶ ἀκέσω· ἐξ οὗ

καὶ ἀκέστωρ, ὁ ἰατρός.

56

{Epim.} <Ἀμβλυωπία>· ἐκ τοῦ ἀμβλυωπός· τοῦτο πα-

ρὰ τὸ ἄμβλυον ὃ σημαίνει τὸ ἀσθενές, καὶ

τὸ ὢψ ὠπός, οἱονεὶ ὁ μὴ καθαρὸν πρόσωπον

ἔχων, ἀλλ' ἀσθενές.

57

{Epim.} <Ἀφυής>· ἐκ τοῦ φυή, ὃ σημαίνει τὸν τρόπον

καὶ τὴν θέσιν· ‘ἀμφοτέρων δὲ φυὴν ἐδάην’,

καὶ μετὰ τοῦ στερητικοῦ Α ἀφυής.

58

{Epim.} <Ἀστάρτη>· ἔστιν εἶδος εἰδώλου ἢ ὄνομα·

λέγεται δὲ καὶ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου·

ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα,

ἀφ' οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου.

λοιπὸν παρὰ τὸ ἄστρον Ἀστράτη καὶ ἐν

ὑπερβιβασμῷ Ἀστάρτη.

59

{Epim.} <Ἀναδενδράς>· ἡ ἄμπελος· ἣ πρὸς δένδρον

ἀνερχομένη. δένδρον δενδρὰς καὶ ἀνα-

δενδράς.

60

{Hrd.} <Ἀμνίον>· αἱμοδόχον ἀγγεῖον· ‘Περσεὺς δ'

ἀμνίον εἶχε’. αἱμνίον, τὸ τοῦ αἵματος δεκτι-

κόν, καὶ ἀποβολῇ τοῦ Ϊ ἀμνίον.

61

<Ἄλλως>· τὸ ματαίως· ἠλεὸς ὁ μάταιος·

ἠλός, κατὰ συγκοπήν, ἠλοῖ τὸ πληθυντι-

κόν, ἡ γενικὴ 〈ἠλῶν〉· ἠλῶς τὸ ματαίως

καὶ Αἰολεῖς μετὰ διπλασιασμοῦ τοῦ Λ καὶ

συστολῇ ἄλλως. εἰώθασι γὰρ τὸ ἀμετά-

βολον ἀναδιπλάσιασθαι καὶ συστέλλουσι τὰς

ὑποκειμένας συλλαβὰς εἴτε φωνῆεν εἴτε καὶ

δίφθογγον.

62

{Epim.} <Ἀναλίσκω>· οἱ μὲν ὅτι οὐδέποτε πρὸ τοῦ Σ

εὑρίσκεται δίφθογγον, οἱ δὲ ὅτι τὰ διὰ τοῦ

ίσκω παρὰ 〈τοῦ〉 μέλλοντος παρηγμένα διὰ

τοῦ Ϊ γράφονται, οἷον εὑρίσκω, πλὴν τοῦ

θνήσκω καὶ μ〈ιμ〉νήσκω καὶ κικλήσκω· γί-

νεται ἐκ τοῦ ἀλῶ ἀλίσκω καὶ ἀναλίσκω,

καὶ σημαίνει τὸ δαπανῶ· ἀπὸ τοῦ ἀλῶ τὸ

συναθροίζω· ἐξ οὗ καὶ τὸ ‘χειμέριον ὕδωρ

ἀλὲν’ καὶ μετὰ τοῦ στερητικοῦ Α ἀναλῶ·

τὸ τὰ ἠθροισμένα ⟦συναθροίζω καὶ⟧ δια-

φθείρω· τοῦτο παρὰ τὸ ἁλὸς ἐκταθέντος

τοῦ Α〈Ν〉· ἐνταῦτα γὰρ ἅπαντα ἀθροίζεται.

63

{Epim.} <Ἀθρεῖ>· ἐκ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ

τοῦ ἐπιτατικοῦ Α ἀδρῶ, τὸ βλέπω, καὶ τρο-

πῇ τοῦ Δ εἰς Θ ἀθρῶ.

64

{Epim.} <Ἀποβουκολῶ>· σημαίνει τὸ ἀπατῶ.

65

<Ἀμφιλαφές>· τὸ ἀμφοτέρωθεν ληπτόν, κα-

τὰ συγγένειαν τοῦ Β εἰς Φ, δοκεῖ δέ μοι

παρὰ τὸ ἁφή, οἱονεὶ τὸ ἀμφοτέρωθεν τῇ

ἁφῇ ὑποπίπτον.

66

{Epim.} <Ἀντίστοιχον>· τὸ ΣΤΟΙ δίφθογγον· ὅσα

ῥήματα ἐν κινήσεσιν· τὸ ῥῆμα στείχω δευ-

τέρας συζυγίας τῶν βαρυτόνων ἀπὸ τοῦ

στὶξ στιχὸς στιχῶ στοίχω καὶ ἀντίστοιχον.

67

{Epim.} <Ἀνώγεον>· ἐκ τοῦ ἄνω καὶ τοῦ γαῖα· τὸ

ἄνω ὂν τῆς γῆς.

68

{Epim.} <Ἀγαπῴην>· ἀγαπάω ἀγαπῶ· ἡ μετοχὴ

ἀγαπάων ἀγαπῶν· ἀγαπάοντος ἀγαπῶν-

τος ἀγαπόοιμι ἀγαπῷμι· τὸ τρίτον ἀγα-

πάοι ἀγαπῷ, καὶ οἱ Ἴωνες ἐν τοῖς τρί-

τοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν

ἐπεντιθέναι τὸ Ν, ἀγαπῴην ἀναλόγως

τὸ τρίτον. κανὼν γάρ ἐστιν ὁ λέγων· πᾶν

πρῶτον πρόσωπον εἰς Ν λῆγον τροπῇ τοῦ

Ν εἰς Σ τὸ δεύτερον ποιεῖ, καὶ ἐκβολῇ

τοῦ Σ τὸ τρίτον.

69

{Orion} <Ἀ‵λ′κή>· ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθη-

τική· ἀλκεῖν γὰρ τὸ βοηθεῖν.

70

<Ἀλλόκοτον>· ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεσ-

τώς· ἐκ τοῦ ἄλλο καὶ τοῦ τόκος ἀλλότοκος

καὶ καθ' ὑπερβιβασμὸν ἀλλόκοτος.

71

{Epim.} <Αἴτιος>· παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλά-

βην, ἄτιος καὶ πλεονασμῷ τοῦ Ϊ αἴτιος.

72

{Hrd.} <Ἄγαν>· τὸ γαν μακρόν· τὰ εἰς ΑΝ λήγοντα

ἐπιρρήματα μακρὸν ἔχουσι τὸ Α, οἷον πέ-

ραν λίαν ἄγαν εὐάν· πλὴν τοῦ ὅταν πάμπαν.

73

{Epim.} <Ἀρχιτέκτων>· παρὰ τὸ ἀρχὴ καὶ τὸ τέκτω·

τοῦτο παρὰ τὸ ἄρχω· τὰ δὲ παρὰ τὸ ἄρχω

σύνθετα διὰ τοῦ Ϊ γράφονται· ἀρχιστράτη-

γος ἀρχιτέκτων καὶ εἴ τι ὅμοιον. τὸ τέκτων

παρὰ τὸ τεύχω, τὸ κατασκευάζω.

74

{Epim.} <Αὐτάρκης>· παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ,

τὸ βοηθῶ, ὁ ἑαυτῷ ἀρκῶν καὶ βοηθῶν.

75

{Epim.} <Ἅλωσις>· παρὰ τὸ ἅλωμι, τὸ πορθῶ· τοῦ-

το παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν ἅλωνα,

εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συντρίβον-

ται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἁλῶ, τὸ συν-

αθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ

τοῦ ἃλς ἁλός.

76

{Hrd.} <Ἄμμε>· οὐ πληθυντικοῦ ἐστι, ἀλλὰ δυϊ-

κοῦ ἀριθμοῦ. καί τινες μὲν ἀπὸ τοῦ ἄμμες

Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ

Σ γενέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς

δὲ ἄλλως λέγουσι τὸ ἄμμες καὶ ἄμμε.

77

{Epim. Hom.} <Ἅλμη>· ὥσπερ παρὰ τρύγος γίνεται τρύ-

γη, οὕτως καὶ παρὰ τὸ ἁλὸς ἁλὴ καὶ πα-

ρεμπτώσει τοῦ Μ ἅλμη· ἢ παρὰ τὸ ἁλὸς

ἁλίμη καὶ ἅλμη.

78

{Orion} <Ἀνεξικακία>· παρὰ τὸ ἀνέχεσθαι τῆς κα-

κίας.

79

<Ἀλαβής>· ὁ ἰχθῦς· ὁ ἐστερημένος τοῦ λή-

βεσθαι, ἤγουν διὰ χειρὸς κρατεῖσθαι.

80

<Ἄλυ〈σ〉σον>· παρὰ τὸ λυσσῶντας ὀνεῖσθαι·

ἔστι δὲ εἶδος βοτάνης, ἐν ταῖς ὁδοῖς φυο-

μένης, πορφυρᾶς ἐχούσης φύλλα.

81

<Ἀλφός>· ἀλλοφανής τις ὤν· σημαίνει δὲ

τὸν λεπρόν.

82

<Ἀνάθεμα>· παρὰ τὸ ἐν τῇ στήλῃ ἀνατίθεσθαι.

83

{Hrd.} <Ἀμνός>· ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ

μὴ ἔχειν μένος.

84

<Ἄσχετος>· παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαι-

ρέσει τοῦ Ε καὶ πλεονασμῷ τοῦ Σ σχε-

τός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ

Α ἄσχετος.

85

{Epim.} <Ἀντισηκῶ>· τὸ ΣΗ, Η 〈διὰ τί〉; οἱ μὲν λέγου-

σιν ἀπὸ τοῦ ἴσος ἴσου γίνεται ἰσῶ ἰσώσω

καὶ ἀντισηκῶ τὸ ἐξισάζω· οἱ δὲ παρὰ τὸ

σωκῶ τὸ βοηθῶ μετὰ τῆς ἀντι προθέσεως

ἀντισωκῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μα-

κρόν· τὸ δὲ σωκῶ παρὰ τὸ σῶκος ὃ ση-

μαίνει τὸν βοηθόν· ‘σῶκος ἐριούνιος’ τοῦ-

το παρὰ τὸ σώζω σῶκος.

86

<Ἀφηνιάζω>· εἴρηται ἡ λέξις ἀπὸ μεταφο-

ρᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων σκληρυ-

νομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώ-

των· ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ

ἄποθεν τῆς εὐθείας ὁδοῦ εἶναι· ἔστιν οὖν

ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιά-

ζω καὶ ἀφηνιάζω.

87

<Ἀκρωτηριάζω>· ἱστόρηται ὅτι οἱ παλαιοὶ

τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζον-

τες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· τὸ

οὖν ΚΡΩ μέγα.

88

{Epim. Hom.} <Ἀσπίς>· παρὰ τὸ ἀσπαστὴν αὐτὴν εἶναι.

89

<Ἀλλόθρους>· παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς·

ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν

ἔχων.

90

<Ἀκούω>· ἔστι κοῶ, τὸ νοῶ, καὶ μετὰ τοῦ

ἐπιτατικοῦ Α καὶ πλεονασμῷ τοῦ Ϋ ἀκούω·

οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσιν.

91

{Orion} <Ἀφέρτεροι>· ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι,

τουτέστι ταχύτεροι.

92

{Orion} <Ἁβρός>· ἐκ τοῦ βορὰ βορὸς καὶ ἁβρός.

93

{Hs.} <Ἀπροσεξία>· ῥαθυμία· παρὰ τὸ μὴ προσέχειν.

94

{Sch. Luc.} <Ἁψίκορον>· παρὰ τὸ ἂψ, ὃ σημαίνει τὸ

εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον

λαμβάνον καὶ ταχέως.

95

{Epim. Hom.} <Ἄνευ>· ἐπίρρημα χωρισμοῦ.

96

<Ἀτέραμνος>· παρὰ τὸ τείρω τεραμνὸς καὶ

ἀτέραμνος, ὡς πλέκω πλόκαμος.

97

{Choer.} <Ἀμαμαξύς>· ἡ ἀναδενδράς· παρὰ τὸ ἀμ-

μῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ

αἱ ἀναδενδράδες· ἀμαξὺς καὶ πλεονασμῷ

τοῦ ΑΜ ἀμαμαξύς.

98

<Ἄβελ>· παρὰ τὸ ἀβάλε ἐπίρρημα.

99

{Hs.} <Ἀ〈ρ〉θρέμβολα>· ὄργανα τιμωρητικά· παρὰ

τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον.

100

<Ἄλφα>· διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου

τὸ Α; ἐπειδὴ δεῖξίς ἐστι πρώτη καὶ ἀντὶ

ἄρθρου ἐστίν.

101

<Ἀτμίς>· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων

ἄσω ἀσμὶς καὶ ἀτμίς.

102

{Hs.} <Ἁλιζώνων>· Παφλαγόνων· παρὰ τὸ ἐξῶσ-

θαι τῇ ἁλί.

beta

t

{Ἀρχὴ τοῦ Β}

1

{Orion} <Βλέφαρον>· παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν.

2

{Orion} <Βίβλος βιβλίον>· παρὰ τὸ τοὺς βίους βάλλεσ-

θαι ἐν αὐτῇ· τὸ ΒΙ, Ϊ διὰ τί; τὰ διὰ τοῦ ίον

οὐδέτερα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχον-

τα, ὑποκοριστικὰ μὴ ἀπὸ τῶν διὰ τοῦ εύω

ῥημάτων γινόμενα, διὰ τοῦ Ϊ γράφονται,

ἐρίον τειχίον βιβλίον καὶ εἴ τι ὅμοιον. παρο-

ξύνονται τὰ διὰ τοῦ ίον ὑποκοριστικά, εἰ μέν

ἐστι διβράχεα πρὸ μιᾶς τὸν τόνον ἔχουσι,

οἷον χρυσίον παιδίον σκαμνίον· εἰ δὲ

τριβράχεα, προπαροξύνονται, οἷον θρό-

νιον μόδιον.

3

{Epim.} <Βάσανος>· παρὰ τὸ βιάζω, βιάσω· βιάσα-

νος καὶ βάσανος.

4

{Orion} <Βία>· παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν,

ἴνα καὶ βία.

5

{Epim. Ps.} <Βάρεις>· τί λέγεται καὶ πόσα σημαίνει;

πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι· ἡ εὐ-

θεῖα, ἡ βάρεις· ἐτυμολογεῖται δὲ παρὰ τὸ

μετὰ βίας ἀρηρέναι.

6

<Βραχύς>· σημαίνει τὸν μικρὸν καὶ γίνεται

παρὰ τὸ ῥᾷον ὀχεῖσθαι.

7

{Thgst.} <Βαβαί>· τὸ ΒΑΙ δίφθογγον· τὰ εἰς ΑΙ λή-

γοντα ἐπιρρήματα, ὧν σχετλιαστικά εἰσι

τὰ πλείω, διὰ τοῦ ΑΙ διφθόγγου γράφον-

ται· βαβαί, παπαί· τὸ πάλαι, χρόνου δη-

λωτικόν, ὅπερ καὶ βαρύνεται καὶ ἐν τῇ

συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον πρό-

παλαι.

8

{Orion} <Βουνός>· παρὰ τὸ βαίνειν ἄνωθεν.

9

{Epim. Ps.} <Βλέπω>· παρὰ τὸ λεύ〈σ〉σω, τὸ βλέπω,

πλεονασμῷ τοῦ Β καὶ ἐκβολῇ τοῦ Υ βλέσ-

σω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς

Π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω, ῥίπτω

λέγουσιν.

10

<Βύσσος>· εἶδός ἐστι βοτάνης, ἐξ οὗ βάπτο-

μεν τὰ ἱμάτια.

11

{Epim. Ps.} <Βενιαμίν>· ἔστι μεῖον, ὃ σημαίνει τὸ μικρόν·

ἐξ αὐτοῦ καὶ τοῦ μόνος Βενιαμίν· ὁ τῶν

λοιπῶν ἀδελφῶν ἐσχατώτερος.

12

<Βροτοσώων>· σημαίνει τῶν βροτοσώστων·

παρὰ τὸ βροτὸς καὶ τὸ σῶος, ὃ σημαίνει

τὸν ὑγιῆ, βροτοσῶος, βροτοσώων.

13

<Βλαγχέρνα>· οἱ μὲν λέγουσιν ὅτι ἀπὸ τοῦ

βλάγχειν Βλαγχέρνα, ἐπειδὴ βλάγχα ἦσαν

ἐκεῖ, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθη-

σαν· ὁ δὲ ἀντιγραφεὺς Θεόκτιστος λέγει

αὐτὰ Λακέρναι, ἐπειδὴ λέγονται Ῥωμαϊστὶ

αἱ θύνναι, καὶ ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσ-

θησαν πολλαὶ θύνναι.

14

{Orion} <Βδελλύσσω>· παρὰ τὸ βδέλλα· τοῦτο πα-

ρὰ τὸ βδέλλω, τὸ ἀμέλγω· βδέλλειν γὰρ

λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀμέλγειν, ἡ γὰρ

βδέλλα ἀμελγούσῃ ἔοικεν.

15

{Choer.} <Βούπληξ>· βούπληξ καὶ βουπλήξ· διφορεῖ-

ται κατὰ τὴν τάσιν πρὸς διάφορον ση-

μαινόμενον· ὀξυτόνως μὲν παρὰ τὸ ἐνερ-

γοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπ' αὐ-

τοῦ πλησσόμενον.

16

{Orion} <Βαΐον>· παρὰ τὸ βίᾳ τίλλεσθαι.

17

{Orion} <Βωμός>· παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ.

18

{Orion} <Βοτάνη>· παρὰ τὸ βίᾳ τείνεσθαι ἤγουν

αὔξειν.

19

{Orion} <Βόλος>· ὅτι βαλλόμενος λύεται.

20

<Βρέχει>· πᾶν νόημα καὶ πᾶς λόγος τέ-

λειος ἐξ ὀνόματος καὶ ῥήματος συνίστα-

ται· οἷον, λέγει ὁ Θεόδωρος, ἀναγινώσκει

ὁ Πλάτων. χωρὶς τούτων οὐδὲν τέλειον.

ἐὰν γὰρ εἶπω ἀναγινώσκει, ὀφείλω εἰπεῖν

καὶ τὸ ἐπαγόμενον, οἷον Θεόδωρος, ἢ

ἄλλος τις· πολλοὶ γάρ εἰσιν οἱ ἀναγινώσ-

κοντες. ὅταν δὲ ἐρωτηματικῶς εἴπωμεν

ὅτι βρέχει ἢ βροντᾷ ἢ ἀστράπτει, διὰ τί

οὐ προστίθεμεν καὶ τὸ ἐπαγόμενον; διότι

εἷς ἐστιν ὁ ταῦτα ποιῶν· θεός· ὡς καὶ

ἐπὶ τοῦ βασιλέως· ἔδωκεν ἀξίας, ἐποίησε

σπαθαρίους, καὶ οὐ λέγομεν ὁ δεῖνα, διό-

τι εἷς ἐστιν ὁ ταῦτα ποιῶν.

21

{Epim.} <Βλοσυρός>· μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ

τὸ σύρω βλεσυρὸς καὶ βλοσυρός.

22

{Epim. Ps.} <Βυούσης>· καμνούσης· μύω, τὸ καμμύω·

μυῶ καὶ τροπῇ τοῦ Μ εἰς Β βυῶ, καὶ ἡ

μετοχὴ ὁ βυῶν, ἡ βυοῦσα, τῆς βυούσης.

gamma

t

{Ἀρχὴ τοῦ Γ}

1

<Γρηγορῶ>· παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλ-

λων ἐγερῶ, καὶ τροπῇ τοῦ Ε εἰς Ο ἐγο-

ρῶ, καὶ πλεονασμῷ τοῦ Γ καὶ τοῦ Ρ

γρεγορῶ, καὶ τροπῇ τοῦ Ε εἰς Η γρη-

γορῶ.

2

{Epim. Hom.} <Γέρα>· εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐ-

θεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ,

τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γὰρ

τὸ γέρας ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τι-

μήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ

γέραα Ἰωνικῶς, καὶ γέρα κατὰ συγ-

κοπήν.

3

<Γοερός>· ἐκ τοῦ γέω, τὸ χωρῶ γίνεται

γόος, ὁ θρῆνος καὶ ἐξ αὐτοῦ γοερός.

4

<Γαστρίμαργος>· οὐδεὶς οὐδὲ γραμματι-

κῶν οὐδὲ ῥητόρων ἐμνημόνευσε. Ἀρισ-

τοτέλης δὲ ἐν τῷ περὶ ζῴων ἐμνημό-

νευσε ζῴου μάργου λεγομένου, καὶ ὅτι

γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς

καὶ τοῦ ὕδατος, καὶ ὅτε γεννηθῇ οὐ

παύεται γηϊφαγοῦν, ἕως ἐκτρυπῆσαν τὴν

γῆν εἰς ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθὸν ἀπο-

θνήσκει τρίτῃ ἡμέρᾳ. ἔρχεται δὲ νέφος,

καὶ βρέχει, καὶ ἀναζῇ μηκέτι γηϊφαγοῦν.

ἐκ τούτου οἱ μετὰ τοὺς ἀρχαίους φιλο-

σόφους ὁρμήσαντες, τοὺς πολυφάγους

γαστριμάργους ἐκάλεσαν.

5

{Epim. Ps.} <Γραμματείας>· σημαίνει τὴν γνῶσιν· ἔστι

γράμμα, ἐξ αὐτοῦ γραμματεὺς γραμμα-

τεύω γραμματεία.

6

{Hrd.} <Γύναιξ>· γύναιξ γυναικός· διὰ τί ἀποβάλ-

λει ἐν τῇ γενικῇ τὸ Ξ; ἐπειδὴ τὰ εἰς

ΑιΞ λήγοντα ἀρσενικά εἰσι τῷ γένει·

οἷον ὁ Θρᾷξ· ἐὰν δὲ ὦσι θηλυκοῦ γέ-

νους ἀρσενικά εἰσι πάντως· οἷον ὁ γραῒξ

καὶ ἡ γραΐξ· ὁ αἲξ καὶ ἡ αἴξ· λοιπὸν

διὰ τὸ μὴ δύνασθαι τὸ γύναιξ ἀρσενικὸν

λέγεσθαι, ἡ γὰρ σημασία κωλύει, διὰ

τοῦτο ἀπέβαλε τὸ Ξ κατὰ τὴν κλίσιν·

ὁμοίως δὲ καὶ ἐπὶ τῷ κλητικῷ ὦ

γῦναι.

7

{Epim.} <Γράφω>· ἐὰν μὲν εἴπω γράφω σοι, δο-

τική, ἀντὶ τοῦ {γράφω σοι καὶ} ἐπιστέλ-

λω σοι· εἰ δὲ μετὰ αἰτιατικῆς, γράφω

σε, τὸ ἐκτύπωμά σου ποιῶ· ἐὰν εἴπῃ

γράφω σου, σημαίνει τὸ ἐγγράφω κατὰ

σοῦ, εἰς δικαστήριον ἀποτίθημι.

8

{Epim.} <Γογγύζω>· ἐκ τοῦ γρύζω τὸ σημαίνων

τὴν φωνὴν ὑποκλαίω καὶ παραλαλῶ·

καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω

καὶ ἐκβολῇ τοῦ Ρ γογγύζω.

9

<Γενήσεται>· γενῶ, τὸ πράττω, ὁ μέλλων

γενήσω, ὁ μέσος μέλλων γενήσομαι.

10

{Hrd.} <Γόνος>· παρὰ τὸ γεννῶ γόνος.

11

{Epim.} <Γεγῶσα>· ἀπὸ τοῦ γενῶ, τὸ γίνομαι, οὗ

ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμε-

νος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ Ν

γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ Η

εἰς Α γεγαώς· καί ἐστι σεσημειωμένον

τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς·

ἅπερ κατὰ κρᾶσιν γεγὼς γεγῶτος, καὶ

τὸ θηλυκὸν γεγῶσα.

12

{Hrd.} <Γεγωνέμεν>· ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ

Φ εἰς Γ γίνεται γωνῶ γωνεῖν καὶ γε-

γωνεῖν καὶ ποιητικῶς γεγωνέμεν.

delta

t

{Ἀρχὴ τοῦ Δ}

1

{Epim. Hom.} <Δεξιῶ>· ἐκ τοῦ δέχω, δέξω, δεξιῶ

πλεονασμῷ τοῦ Ϊ· καὶ ‘ἐδεξιοῦτο τὸ

λυτήριον’ ὅ ἐστι φιλοφρόνως ὑπεδέ-

χετο.

2

{Epim. Hom.} <Δυάς>· παρὰ τὸ διϊέναι· μόνη ἡ δυὰς

πρώτη διΐσταται ἀπὸ τῆς μονάδος· ὅθεν

οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον.

3

<Δισταγμός>· ἐκ τοῦ διστάζω· τοῦτο παρὰ

τὸ δυστάζω καὶ τοῦ〈το παρὰ τὸ〉 δύο

καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι.

4

<Δαψιλής>· παρὰ τὸ δάπτω, τὸ ἐσθίω,

ὁ μέλλων δάψω, καὶ ἐξ αὐτοῦ κατὰ

παραγωγὴν δαψιλής.

5

{Epim.} <Δαψιλῶς>· ψιλὸν λέγεται τὸ μικρὸν καὶ

ταπεινὸν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ

μὴ ἔχων ὅπλα· καὶ μετὰ τοῦ ΔΑ ἐπι-

τατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ

ἐξ αὐτοῦ ἐπίρρημα.

6

{Epim. Ps.} <Διασκεδάζω>· ἔστι ῥῆμα χέω ὃ σημαίνει

τὸ σκορπίζω, ἐξ αὐτοῦ γίνεται {σ}χέδω,

πλεονασμῷ τοῦ Δ, καὶ τροπῇ τοῦ δασέος

εἰς ψιλὸν κεδῶ κεδάζω καὶ διασκεδάζω.

7

{Epim.} <Διαμπάξ>· ἔστι ῥῆμα καιροῦ παραστατι-

κὸν καὶ γίνεται ἐκ τοῦ πᾶς, κατὰ τρο-

πὴν Δωρικὴν τοῦ Σ εἰς Ξ, πὰξ καὶ

διαμπάξ.

8

{Hrd.} <Δύνωνται>· ἀπὸ τοῦ δύνημι, καὶ τὸ παθη-

τικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν παθη-

τικὸν ἐὰν δύνωμαι. καὶ ⟦ἐὰν⟧ ὤφειλεν

εἶναι ἐὰν δυνῶμαι ὡς τιθῶμαι· ἀλλὰ

κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρε-

θῇ ὁ ἐνεστὼς τῶν εἰς ΜΙ ἐν χρήσει

τότε προπερισπᾶται τὸ ὑποτακτικόν, οἷον

τίθημι ἐὰν τιθῶμαι· ἡνίκα δὲ οὐχ εὑ-

ρίσκεται ἐν χρήσει προπαροξύνεται· δύ-

νημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν

χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πλη-

θυντικὸν δυνώμεθα, τὸ τρίτον δύνωνται.

9

<Δᾳδοῦχος>· προπερισπᾶται· τὰ παρὰ τὸ

ἔχω συντιθέμενα ὀνόματα, εἰ μὲν διφθόγ-

γῳ παραλήγουσι, προπερισπῶνται, δᾳ-

δοῦχος, κλειδοῦχος· εἰ δὲ ἑνὶ φωνήεντι

παραλήγουσι προπαροξύνονται, γαιήοχος,

αἰγίοχος.

10

{Epim. Hom.} <Δράκων>· παρὰ τὸ δέρκω, τὸ βλέπω,

ἐξ οὗ καὶ δορκάς, ὁ δεύτερος ἀόριστος

ἔδρακον. οὕτως ἔχει καὶ τὸ ἔπραθον

ἐκ τοῦ πέρθω καὶ τὸ ἔτραπον ἐκ τοῦ

τρέπω καὶ ὤφειλεν ἔδρακον· ἀλλὰ διὰ

τὸν κανόνα τὸν λέγοντα ‘ἔτι δὲ καὶ

ἀπὸ μὲν βαρυτόνων θεμάτων ἀεί ...’.

11

{Epim. Ps.} <Δυσμῶν>· παρὰ τὸ δῦμι· τοῦτο παρὰ

τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ πα-

θητικὸς δέδυμαι, δυσμὴ ὄνομα ῥηματι-

κὸν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν

δυσμῶν.

12

{Epim. Ps.} <Δηλαδή>· ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει

τὸ φανερόν.

13

{Epim. Ps.} <Διείς>· σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι,

τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτε-

ρος ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος

καὶ μετὰ τῆς διὰ προθέσεως διείς.

14

{Epim. Hom.} <‘Δεύτερον αὖ θώρηκα’>· ἐπίρρημα

χρόνου δηλωτικόν.

15

<Διαγγελλήσονται>· ἐκ τοῦ διαγγέλλω,

ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀό-

ριστος διήγγελλον, ὁ παθητικὸς διηγ-

γέλην, καὶ τὸ τρίτον διηγγέλη, καὶ ὁ

μέλλων δεύτερος διαγγελήσομαι καὶ

τὸ τρίτον τῶν πληθυντικῶν διαγγελ-

λήσονται.

16

<Δυσκάθεκτον>· παρὰ 〈τὸ〉 ἔχω τὸ κρα-

τῶ, ὁ μέλλων ἔξω, ὁ παθητικὸς παρα-

κείμενος εἶγμαι, εἶξαι· ἐξ αὐτοῦ ἑκτὸς

καὶ μετὰ τῆς κατὰ προθέσεως καθεκτὸς

καὶ μετὰ τοῦ ΔΥΣ μορίου δυσκάθεκτος,

ὁ ἀκράτητος.

17

<Δένδρον>· παρὰ τὸ δέρω, τὸ ἐκδέρω.

18

{Hrd.} <Διάθωμαι>· διὰ τί ἀνεβίβασε τὸν τόνον;

πᾶν ὑποτακτικὸν δισύλλαβον εἰς μαι

λῆγον ἐπὶ μέσου ἀορίστου δευτέρου ἀνα-

βιβάζει τὸν τόνον· σχῶμαι ἐπίσχωμαι,

θῶμαι ἐπίθωμαι καὶ διάθωμαι.

19

{Epim.} <Διηνεκής>· ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ

μετὰ τῆς διὰ προθέσεως διενεκὴς

καὶ μεταθέσει διηνεκής. ἢ παρὰ τὸ

διήκω, τὸ ἐκτείνω, διηκὴς καὶ μετὰ

τῆς ΝΕ συλλαβῆς διηνεκής.

20

{Epim.} <Δεισιδαιμονία>· ἡ πρὸς τοὺς πονεροὺς

δαίμονας ἐπιμέλεια καὶ φροντὶς καὶ

φόβος· γίνεται δὲ παρὰ τὸ δείδω,

ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων

δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει

τὸν θεόν.

21

{Epim.} <Δυσαλθές>· τὸ δυσίατον· ὄνομα οὐδέ-

τερον. ἀρσενικὸν ὁ δυσαλθής· γίνεται

δὲ ἐκ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦ-

το ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ

ὑγιὲς αὔξεται.

22

{Epim.} <Δειμάμενος>· ‘μέσου’ ἀορίστου πρώτου

μετοχή· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ,

ὁ μέσος ἀόριστος ἐδειμάμην· καὶ ἡ

μετοχὴ ὁ δειμάμενος.

23

{Epim.} <Δραμεῖν>· δραίμω δραμῶ ἔδραμον

δραμεῖν.

24

{Orion} <Δίσκος>· παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ

βαλλόμενος πλεονασμῷ τοῦ Σ.

25

{Orion} <Διδάσκαλος>· παρὰ τὸ διδόναι τὸ καλόν.

26

<Διπλόη>· σημαίνει τὴν πανουργίαν, καὶ

γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ

δύο καὶ τὸ πέλω δυοπελόος καὶ δυπλό-

ος καὶ τροπῇ τοῦ Υ εἰς Ϊ διπλόος δι-

πλόη.

27

{Epim. Ps.} <Δεκάχορδον>· παρὰ τὸν δέκα ἀριθμὸν καὶ

τὸ χορδή· τοῦτο παρὰ τὸ χέω, χεορδή,

καὶ χορδή, τὸ χέον ὠδήν.

28

<Δυνάστης>· παρὰ τὸ δυνάζω, ὁ μέλλων

δυνάσω· ὁ παθητικὸς ‘παρακείμενος’ δε-

δύνασμαι δεδύνασται καὶ ἐξ αὐτοῦ δυ-

νάστης.

29

<Δηλονότι>· παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ

φανερόν, καὶ τὸ ὅτι, τὸ σημαῖνον τὸ πά-

νυ· δῆλον ὅτι γάρ ἐστι πάνυ φανερόν·

ἐπίρρημα δὲ ἐπιτάσεως.

30

<Δροσούμενοι>· ἔστι δρόσος καὶ ἐξ αὐτοῦ

δροσίζω καὶ δροσῶ δροσήσω καὶ τὸ

παθητικὸν δροσοῦμαι, ἡ μετοχὴ δροσού-

μενοι.

31

{Orion} <Δεύω>· παρὰ τὸ Ζεύς, Διὸς διεύω καὶ

δεύω.

32

{Hrd.} <Δεῦρο>· παρακελευστικὸν ἐπίρρημα. οὐδὲν

δὲ ἐπίρρημα εἰς Ο λήγει πλὴν τοῦ δεῦ-

ρο καὶ ἄπο· τὸ γὰρ ψὸ{ν} ποιμενικὸν

ἐπίφθεγμα.

33

{Orion} <Δῖε>· δίω· ὁ δεύτερος ἀόριστος ἔδιον,

ἔδιες, δῖε.

epsilon

t

{Ἀρχὴ τοῦ Ε}

1

{Epim. Hom.} <Ἕκαστον>· 〈ποίου〉 εἴδους τῶν ὑποπεπτω-

κότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἐπιμε-

ριζόμενον δέ ἐστι τὸ 〈γινόμενον〉 ἐκ δύο

ἢ καὶ πλειόνων 〈κατὰ〉 τὴν ἀναφοράν,

οἷον ἑκάτερος ἕκαστος. ἡ κλητική; οὐκ

ἔχουσι. τὰ γὰρ ἐπιμεριζόμενα κλητικὴν

οὐκ ἔχουσι· ἡ γὰρ κλητικὴ πρὸς παρόν

ἐστι πρόσωπον ἀπότασις, τὰ δὲ ἐπιμερι-

ζόμενα πρὸς ἀπόν. ποσαχῶς ἐπιμερίζονται

τὰ ἐπιμεριζόμενα; τετραχῶς· εἷς ἐκ δύο,

ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ' ἕνα,

ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος·

πολλοὶ καθ' ἕνα, ὡς ἕκαστος.

2

{Epim. Hom.} <Ἔτος>· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται

ἔος καὶ πλεονασμῷ τοῦ Τ ἔτος.

3

{Epim. Hom.} <Ἑταῖρος>· τὸ ΤΑΙ δίφθογγον· τὰ διὰ

τοῦ αιος ὀνόματα καθαρὰ ἀπὸ πρωτο-

τύπων τῶν εἰς ΟΣ γινόμενα διὰ τοῦ

ΑΙ διφθόγγου γράφονται· ληνὸς ληναῖος,

δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ

ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ Ρ ἐθαῖ-

ρος καὶ τροπῇ τοῦ Θ εἰς Τ ἑταῖρος.

4

{Epim. Hom.} <Ἑτοιμάσατε>· ἐκ τοῦ ἕτοιμος· τοῦτο παρὰ

τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ 〈πα-

ρὰ〉 τὴν ΕΠΙ πρόθεσιν ἐπίοιμος, καὶ ἐν

συγκοπῇ ἔποιμος καὶ τροπῇ τοῦ Π εἰς

Τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευ-

ασμένος· σημαίνει δὲ δύο, τὸν πρόχειρον

καὶ τὸν ἀληθῆ, καὶ εἰ μὲν σημαίνει τὸν

πρόχειρον, γίνεται παρὰ τὸ οἶμος, ὃ ση-

μαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ

ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τρο-

πῇ τοῦ δασέως εἰς ψιλὸν γίνεται ἕτοι-

μος. οἱονεὶ 〈ὁ〉 εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι

πρόχειρος ὤν.

5

{Epim. Hom.} <Ἔτι>· τὸ ΤΙ, Ϊ 〈διὰ τί〉; τὰ εἰς Ϊ λήγον-

τα ἐπιρρήματα δισύλλαβα συνεσταλμένα

ὄντα βαρύνονται, καὶ διὰ τοῦ Ϊ γράφον-

ται ἶφι, νόσφι, μέχρι, ἄχρι, ἧχι, ἄρτι,

ἔτι.

6

{Epim.} <Ἐκίσσησεν>· τὸ θέμα κισσῶ πρώτης συ-

ζυγίας τῶν περισπωμένων· σημαίνει δὲ

τὸ μεθ' ἡδονῆς συλλαμβάνω. γίνεται δὲ

παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον λίχνόν

ἐστι καὶ πρὸς τὰς συνουσίας κατωφε-

ρέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κύ-

ειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς

τὸ συνουσιάζειν.

7

{Epim. Ps.} <Ἐρυθραῖος>· παρὰ τὸ ἐρεύθω, τὸ βάπτω,

γίνεται ἐρευθός, καὶ ἀποβολῇ τοῦ Ε καὶ

πλεονασμῷ τοῦ Ρ ἐρυθρός· πόθεν ἐκλή-

θη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρύθρου

τινὸς βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ

ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαν-

τες τῷ αὐτοῦ τάφῳ οὕτως· ‘ἐνθάδε τύμ-

βος ἁλὸς παμμεδ〈έ〉οντος Ἐρύθρου’.

8

<Ἔδεσσα>· παρὰ τὸ ἔδαφος· ἡ πολλάκις

ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα.

9

{Epim. Ps.} <Εὔριζον>· παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα.

10

<Ἐρωτήσατε>· παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυ-

μῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρω-

τῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος

ἠρώτησα, καὶ προστακτικὸν ἐρώτησον·

περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου

καὶ ἐρωτᾷ.

11

{Epim. Ps.} <Ἐγκάθηται>· ἕω, τὸ καθέζομαι, τὸ πα-

θητικὸν ἕεμαι ἧμαι, ἕεσαι ἧσαι, ἕεται

ἧται, καὶ μετὰ τῆς κατὰ προθέσεως

καταῆται, καὶ ἐν συγκοπῇ κατῆται, καὶ

τροπῇ τοῦ Τ εἰς Θ κάθηται, καὶ μετὰ

τῆς ἐν προθέσεως ἐγκάθηται. διὰ τί

ἐπὶ μὲν τοῦ καθέζομαι τὰ δύο ΕΕ εἰς

Η κίρνανται, ἐπὶ δὲ τοῦ κεῖμαι εἰς τὴν

ΕΙ δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν

ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώ-

νου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεντος. προ-

παροξύνεται· πᾶν παθητικὸν εἰς ΜΑΙ λῆ-

γον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων ἐν τῇ

συνθέσει τρίτην ἀπὸ τέλους δίδωσι τὴν

ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι ἀπο-

κάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρί-

τον κάθηται καὶ μετὰ τῆς ἐν προθέσεως

ἐγκάθηται.

12

{Epim. Ps.} <Ἐνέδρα>· παρὰ τὸ ἕζω, τὸ καθέζομαι,

ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ καθέζονται μέ-

χρις ἂν ἕλωσιν οἷς ἐπιβουλεύονται.

13

<Ἐξίλασμα>· παρὰ τὸ ἱλάω ἱλῶ ἱλάσω, ὁ

παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι

ἐξίλασμα.

14

{Epim. Ps.} <Εὖγε>· ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ κα-

λῶς.

15

<Ἐκσπάσας>· τὸ ῥῆμα σπάω σπῶ, ὁ μέλ-

λων σπάσω, ὁ ἀόριστος ἔσπασα, ἡ με-

τοχὴ σπάσας καὶ ἐκσπάσας.

16

{Epim.} <Ἔρευνα>· παρὰ τὸ ἐρῶ ἐρέσω, καὶ ἐξ

αὐτοῦ ἐρε〈ύ〉ω, καὶ πλεονασμῷ τοῦ Ν

ἐρευνῶ, καὶ ἐξ αὐτοῦ ἔρευνα.

17

<Ἐξεστηκώς>· διχῶς λέγεται περὶ Θουκυ-

δίδου καὶ περὶ Πινδάρου· ὁτὲ μὲν τὸ

μαίνεσθαι καὶ ἔκφρονα εἶναι, ὁτὲ δὲ τὸ

ὑπαναχωρεῖν καὶ ὑπεξέρχεσθαι δηλοῖ.

18

<Ἑξάς>· παρὰ τὸ ἐξισοῦσθαι τοῖς ἑαυτοῦ

μέρεσι.

19

<Ἐπισκέπτω>· ἐκ τοῦ σκέπω πλεονασμῷ

τοῦ Τ σκέπτω· τοῦτο παρὰ τὸ σχέθω,

τὸ κωλύω, σχέπτω καὶ σκέπτω.

20

μέλλων βήσω καὶ ἐξ αὐτοῦ ὄνομα τό-

που Βασᾶν.

21

<Εὐδίνητον>· σημαίνει τὸ εὔστροφον· πα-

ρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαί-

νει τὴν συστροφήν· ἐξ αὐτοῦ εὔδινος· τὸ

θέμα εὐδινῶ, ὁ παθητικὸς παρακείμενος

εὐδίνημαι, καὶ ἐξ αὐτοῦ εὐδίνητος.

22

{Orion} <Εὐώνυμος>· ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς

καὶ ἀριστερά.

23

<Εὐκτός>· ἀπὸ τοῦ εὐχή, τοῦτο παρὰ τὸ

εὔχω, εὔξω, ὁ παρακείμενος ηὖχα, ὁ

παθητικὸς ηὖγμαι, ηὖκται καὶ ἐξ αὐτοῦ

εὐκτός.

24

{Choer.} <Ἐδήδοκα>· ἔστιν ἔδω, τὸ ἐσθίω, ὁ μέ-

σος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς

ἔδηδα, ἐξ οὗ καὶ τὸ ‘λέων κατὰ ταῦρον

ἐδηδώς’· τούτου ὁ παρακείμενος ἦκα,

ὁ Ἀττικὸς ἔδηκα· ἐπεὶ οὐκ ἔχει ἐν τῇ

δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμ-

φωνον, ἐπλεόνασεν ἡ ΔΟ συλλαβὴ καὶ

ἐγένετο ἐδήδοκα.

25

{Epim. Ps.} <Ἐξουσία>· παρὰ τὸ ἔχω ἕξω, ἡ μετοχὴ

ἕξων ἕξοντος, τὸ θηλυκὸν ἕξουσα καὶ

ἐξ αὐτοῦ ἐξουσία, ἡ ὑπό τινος κατεχο-

μένη.

26

<Ἐμβρόντητος>· μαινόμενος, ἔκφρων, ἀνό-

ητος· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ βροντῆς

ἑστηκότων.

27

{Epim. Ps.} <Ἐκστῶσαν>· ἐκ τοῦ στῶ στᾶς ἡ μετο-

χὴ στῶν καὶ τὸ θηλυκὸν στῶσα καὶ

μετὰ τῆς ἐξ προθέσεως ἐξστῶσαν, ἤγουν

ἔξω στάσαν ἢ καταπλήττουσαν.

28

{Epim. Ps.} <Ἐκτίλαι>· ἐπειδὴ κτίλος λέγεται ὁ κριός·

ἐξ αὐτοῦ ῥῆμα κτίλλω καὶ τίλλω ἐκ

μεταφορᾶς τοῦ κριοῦ· σημαίνει δὲ τὸ

ξαίνω. ἢ ἐκ τοῦ τείνω, τὸ τανύω· ὁ

γὰρ ξαίνων τείνει.

29

{Epim. Ps.} <Ἐβραγχίασεν>· ἀπὸ τοῦ βρέχω γίνεται

βρόχος βρόχιον, τὸ συνεχῶς βρεχόμενον·

ἐξ οὗ καὶ βρόχος, τὸ τῆς θαλάσσης.

πλεονασμῷ τοῦ Γ γίνεται ῥῆμα βρογ-

χιάζω καὶ τροπῇ τοῦ Ο εἰς Α βραγ-

χιάζω βρα‵γ′χιάσω ἐβραγχίασα.

30

<Ἔσκαλεν>· σημαίνει τὸ ἠρεύνα καὶ ἐζή-

τει· γέγονε δὲ ἀπὸ τοῦ σκάλλω σκαλῶ,

ὁ δεύτερος ἀόριστος ἔσκαλον, τὸ τρίτον

ἔσκαλε καὶ ἐξ αὐτοῦ γίνεται τὸ σκα-

λεύω καὶ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ

τοῦ καλῶ ἢ τοῦ λῶ ὃ σημαίνει τὸ θέ-

λω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ

Σ σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέ-

λει, ἐκεῖνο ζητεῖ. τὸ δ' ἐπὶ τῆς λύπης,

ἔστιν ἄχος, ἡ λύπη· ἐξ αὐτοῦ γίνεται

χάλλω καὶ πλεονασμῷ τοῦ Σ σχάλλω

καὶ ἀσχάλλω.

31

{Epim. Ps.} <Ἐλυμήνατο>· ἀπὸ τοῦ λύμη λυμαίνω λυ-

μεών.

32

<Ἐξεῖρψεν>· ἔστιν ἔρα, ἡ γῆ, ἐξ αὐτοῦ

ἕρπω, τὸ σύρω, ἐξ οὗ καὶ ἑρπετόν, τὸ

συρόμενον ἐπὶ τὴν γῆν, ὁ μέλλων ἕρ-

ψω, ὁ ἀόριστος εἷρψα, καὶ τὸ τρίτον

εἷρψε καὶ ἐξεῖρψε.

33

<Εὐπορεῖν>· ἀπὸ τοῦ πείρω γέγονε περῶ

καὶ ἐξ αὐτοῦ πορίζω καὶ εὐπορεῖν.

34

<Ἐνανθρωπήσας>· ἐκ τοῦ ἀνθρωπῶ ἀν-

θρωπήσω, ὁ ἀόριστος ἐνηνθρώπησα·

τοῦτο παρὰ τὸ ἄνθρωπος· ὅταν δ' ἔστιν

ἁπλοῦν ἄνθρωπος ἀνθρωπίζω.

35

{Epim. Ps.} <Εὐθηνία>· ἐκ τοῦ θάλλω θαλῶ καὶ με-

τάγεται ὁ μέλλων εἰς ἐνεστῶτα καὶ

γίνεται θαλῶ, καὶ τροπῇ τοῦ Α εἰς Η

καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θη-

νῶ καὶ ἐξ αὐτοῦ εὐθηνία.

36

<Ἔρις>· σημαίνει δύο τὴν θεὸν καὶ τὴν

φιλονεικίαν, καὶ γίνεται παρὰ τὸ εἴρω,

τὸ λέγω· εἴωθε γὰρ ἡ φιλονεικία διὰ

λόγων γίνεσθαι.

37

<Ἑορτάζω>· ὁ παρατατικὸς διὰ τί μὴ ἦν

ἡόρταζον; ἐπειδὴ οὐδέποτε λέξις ἑλλη-

νικὴ ἀπὸ τοῦ Η ἀρχομένη ἔχει τὸ Ο

ἐπιφερόμενον, χωρὶς εἰ μὴ ἐν διφθόγ-

γῳ.

38

{Epim.} <Ἑρπηστικόν>· ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλ-

λων περιττοσύλλαβος ἑρπήσω, ἐξ αὐ-

τοῦ ἑρπηστικὸς πλεονασμῷ τοῦ Σ, ὡς

χειρώσω χειρωστὴς πλεονασμῷ τοῦ Σ.

39

{Epim.} <Ἐξορία>· παρὰ τὴν ἐξ πρόθεσιν καὶ τὸ

ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. τί ἐστιν

ὅρος; λόγος σύντομος δηλωτικὸς τῆς

φύσεως τοῦ ὑποκειμένου πράγματος.

〈ἔξ〉ορος τοίνυν ὁ ἔξωθεν τοῦ ὡρισμέ-

νου τόπου ὤν.

40

{Epim.} <Ἐξίτηλον>· ἀμαυρόν· ἀπὸ μεταφορᾶς τῆς

πορφύρας, ἥτις, ὅταν μὴ ἔχῃ τὸ βάμμα

δευσοποιόν, τῷ χρόνῳ ἐξίησι τὸ τεθη-

λός. τὸ δὲ δευσοποιὸν τίθεται ἡ λέξις

κυρίως ἐπὶ τῶν βαπτομένων ἐρίων· δευ-

σοποιὸς δὲ λέγεται βαφὴ ἡ ἔμμονον καὶ

δυσέκλυτον ἔχουσα τὸ ἄνθος· καὶ Πλά-

των δὲ ‘δόξαν δευσοποιὸν’ εἴρηκεν ἔμ-

μονον, καὶ ‘δευσοποιὸς πονηρία’ ἀντὶ

τοῦ δυσέκλυτος καὶ ἔμμονος.

41

{Epim.} <Εὐεργεσία>· ἐκ τοῦ εὐεργέτης εὐεργε-

τεία, ὡς ἱκετεία τροπῇ τοῦ Τ εἰς Σ.

42

<Ἔμβολος>· παρὰ τὸ λαὸν ἐμβαίνειν.

43

{Epim.} <Εἰδωλολατρία>· ἐκ τοῦ εἴδωλον καὶ τοῦ

λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο

ἐκ τοῦ λάτρις, ὃ σημαίνει τὸν μίσθιον·

τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν

μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ βλέπω,

λατήριον καὶ λάτρον, πρὸς ὃ ἀποβλέ-

πει ὁ μισθωτός. τὸ Α μακρόν· τὰ ἀπὸ

τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ϊα

γινόμενα θηλυκὰ ἐκτείνει τὸ Α.

44

{Epim.} <Εὐτελής>· παρὰ τὸ εὖ μόριον καὶ τὸ

τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ

τοῦ στερητικοῦ Α τίθεται.

45

{Epim.} <Ἐνοχλῶ>· ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ

τὸ ἀχλύς· τοῦτο παρὰ τὸ ἄγαν καὶ τὸ

εἰλῶ, τουτέστιν ἡ ἄγαν ἀποκλέπτου-

σα καὶ συγκλείουσα.

46

{Epim.} <Ἐξουρίας>· ‘Ἐξουρίας πλεῖς’· ἀντὶ τοῦ

καλῶς· ἔστι δὲ ἐπίρρημα μεσότητος,

γίνεται δὲ παρὰ τὸ οὖρος, ὃ σημαίνει

τὸν ἄνεμον.

47

{Epim.} <Ἐντόσθια>· παρὰ τὸ ἐντὸς ἐπίρρημα,

ὃ σημαίνει τὸ ἔ⟦ξ⟧ω, ἔσω, ἐντόσθια,

τὰ ἔσω τοῦ σώματος κυρίως. οἱ δὲ

λέγουσιν ἐνδόσθια.

48

{Epim.} <Ἐτησίας>· τοὺς κατὰ καιρὸν ἐν τῷ

καιρῷ τῆς ὀπώρας πνεόντας ἀνέμους.

ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, 〈οἱ

ἐτησίαι〉 τῶν ἐτησίων· ὁ τόνος σεση-

μείωται 〈οἷον〉· τὸ χλούνων, χρήστων,

ἐτησίων. γίνεται δὲ ἐκ τοῦ ἔθος ἐθη-

σίας καὶ ἐτησίας, οἱ ἔθος ἔχοντες κα-

τὰ ἓν ἕτος ἐν τῷ καιρῷ τῆς ὀπώρας.

49

{Epim.} <Ἐκεῖ>· ἐκ τοῦ ἐκεῖνος κατὰ ἀποβολήν·

τὸ ΚΕΙ δίφθογγον. ἐκεῖνος καὶ κατὰ

συγκοπὴν ἐκεῖ· διὰ τί περισπᾶται; αἱ

συγκοπαὶ γενικαὶ μιμεῖσθαι θέλουσι

τὰς ὀξυτόνους εὐθείας καὶ ἡνίκα φυ-

λάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου,

καὶ τὸν τόνον φυλάττουσι, οἷον δῶ-

μα δῶ, ἐκεῖνος ἐκεῖ.

50

{Epim.} <Εἰκοστός>· ὀξύνεται. τὰ εἰς ΤΟΣ λή-

γοντα ὑπὲρ δύο συλλαβὰς 〈ἔχοντα〉,

ἔχοντα πρὸ τοῦ Τ τὸ Σ, τήν τε γε-

νικὴν εἰς ΟΥ περατουμένην, ἐπὶ πο-

σότητος τασσόμενα, ὀξύνονται· οἷον

εἰκοστός, πολλοστός.

51

{Eclog.} <Ἐπικυνεῖν>· τῷ στόματι φιλεῖν. κύλ-

λοι γὰρ τὰ βλέφαρα, ἐξ οὗ καὶ ‘κυλ-

λήνιος ὁ Ἑρμῆς’, ἡ γὰρ ῥάβδος αὐ-

τοῦ ‘ἀνδρῶν ὄμματα θέλγει’· ἀπὸ τοῦ

〈τοὺς〉 ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν

τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν

αὐτῷ ἐσπέρας οὐ διὰ τὸ καθεύδειν,

ὡς Ὅμηρος ‘ὅτε δὲ μνήσατο κοίτου’,

οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλ' ὅτι

ὕπνου αἴτιος. ὅθεν ἐπισκύνιον τὸ πε-

ρὶ τοὺς κοίλους τόπους καλοῦμεν.

52

<Ἑσπερία>· ἡ θάλασσα, καὶ τὸ Ἀτλαν-

τικὸν πέλαγος· ἐβασίλευσε γὰρ αὐ-

τῆς ὁ Ἄτλας καὶ Ἕσπερος.

53

<Ἐνέχυρον>· τὸ εἰς ἀσφάλειαν ἀντάλ-

λαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυ-

ρον καὶ ἐνέχυρον.

54

<Ἐγκέλαδος>· ἤτοι ἦχον ἐν τῇ κινήσει

τῇ πολεμικῇ ποιοῦσα, ἡ ἐγκελευομένη,

ἢ ἀπὸ Κελάδου τοῦ γίγαντος.

55

<Ἐγρεκύδοιμος>· ἡ ἐγείρουσα κυδοιμὸν

τοῖς ἐναντίοις.

56

<Ἑπτά>· ἀπὸ τοῦ ἐπιέναι πρὸς τὸν δέκα

ἀριθμόν.

57

<Ἑκατόν>· ὡσανεὶ δέκατον εἴκειν ἀριθ-

μόν, ἢ παρὰ ἑκάς.

58

<Ἐκγέγατον>· ‘ἄμφω δ' ἐκγέγατον φαε-

σιμβρότου Ἠελίοιο’. μέσου παρακειμέ-

νου τρίτου προσώπου τῶν δυϊκῶν ἐστι·

ἀπὸ τοῦ γείνω ὁ μέσος παρακείμενος

γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊ-

κὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον

καὶ μετὰ τῆς ΕΚ 〈προθέσεως〉 ἐκγέγα-

τον.

59

<Εὐκτήριον>· παρὰ τὸ εὐχῆς οἰκητήριον

εἶναι.

60

{Orion} <Ἐξόδιον>· παρὰ τὸ ἔξω τῆς ὁδοῦ ἰέναι·

ὁδὸς γὰρ ὁ βίος.

61

{Hrd.} <Ἐριώλη>· παρὰ τὸ ἐρι ἐπιτατικὸν μό-

ριον καὶ τὸ ἄω, τὸ πνέω· ἡ μεγάλως

πνέουσα.

62

{Epim. Ps.} <Ἐγγίζω>· ἐκ τοῦ ἐγγὺς ἐγγίζω. τοῦτο

παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸ γῆ· κυ-

ρίως ὁ πλησίον τινὸς ὑπάρχων.

63

<Ἐπισκέπτω>· ἐκ τοῦ σκέπω πλεονασμῷ

τοῦ Τ· τοῦτο παρὰ τὸ σχέθω, τὸ

κρύπτω.

64

{Hrd.} <Εὐφυΐα>· ὤφειλε διὰ διφθόγγου, ὡς

γινόμενον ἀπὸ τῶν εἰς ΗΣ, ὡς εὐ-

σέβεια· ἀλλὰ τὰ παρὰ τὸ φύω καὶ

δύω συγκείμενα διὰ τοῦ Ϊ 〈γράφον-

ται〉· εὐφυΐα, δυσωδία, εὐωδία.

65

<Ἑρμηνεύς>· παρὰ τὸ ἑρμῆς, ὁ τοῦ λό-

γου ἔφορος· τοῦτο παρὰ τὸ ἐρῶ τὸ

λέγω.

66

{Eclog.} <Ἕλκος>· παρὰ τὸ συνέλκεσθαι τῷ δέρ-

ματι.

67

<Ἐκχεῶ>· τὸ θέμα ἐκχέω, ὁ μέλλων

χεύσω, ὁ δεύτερος ἀόριστος ἐξέχεον,

καὶ ὁ δεύτερος μέλλων ἐκχεῶ.

68

{Epim. Ps.} <Εὐδοκῶ>· παρὰ τὸ εὖ μόριον καὶ τὸ

δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω·

ἀπεργάζεται δὲ ὁ νοῦς ταῦτα καὶ

δοκεῖ.

69

<Εὐθές>· οὐδέτερον· τὸ ἀρσενικὸν ὁ

εὐθής· παρὰ τὸ εὖ μόριον καὶ τὸ

θέω, τὸ τρέχω· εὐθὴς γάρ ἐστιν ὁ

καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ μόριον

καὶ τὸ θήσω, ὁ καλῶς διακείμενος

πρὸς πάντας.

70

<Ἐμφοροῦν>· παρὰ τὸ ἐμφέρω ἔμφορος,

ὁ ἐν ἑαυτῷ φέρων τι· καὶ ἐξ αὐτοῦ

ἔφορος, καὶ ἐμφορῶ, ἡ μετοχὴ ἐμφο-

ρῶν ἐμφοροῦντος· πρώτης συζυγίας

τῶν περισπωμένων καὶ τὸ οὐδέτε-

ρον ἐμφοροῦν.

71

<Ἔχιδνα>· παρὰ τὸ ἔχις, ὃ σημαίνει

τὸν ὄφιν καὶ τὸν ἰὸν γίνεται ἔχια καὶ

πλε…

The complete text is available when the reading interface loads.