Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei
- Scientific editors
- John Anthony Cramer
- Edition reference
- Catenae Graecorum Patrum in Novum Testamentum · Oxford · Oxford University Press · 1840
- CTS identifier
urn:cts:greekLit:tlg4102.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
α΄. Διατί Διατί λέγεται Εὐαγγέλιον
β΄. Περὶ τῶν υβ΄ γυναικῶν ὅτι ἕνεκεν τί .........
γ΄. Διατί ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμεν βασιλεῖς, ἐν τῇ ἐσχάτῃ ιβ΄ θεὶς γενεὰς δεκατέσσαρας αὐτὰς εἶναι ἔφησεν.
δ΄. Διατί οὐ πρὸ τῆς μνηστείας ἡ παναγία θεοτόκος συνέλαβε· ἕτε· ἀλλ’ .........
ε΄. Τὸν Ἰωσὴφ δίκαιον ποταπὸν λέγει.
ς΄. Διατί οὐ φανερῶς αὐτῷ οὐ φαίνεται ὁ Ἄγγελος καθάπερ καὶ
τοῖς ποιμέσιν, ἀλλὰ κατ’ ὄναρ.
ζ΄. Περὶ τοῦ ἀστέρος οὗ ἶδον οἱ μάγοι, εἰ ἀληθῶς φύσει ἀστὴρ ......
η΄. τινὸς ἕνεκεν εἰ ἐκ Βεθλεὲμ ἔμελλεν παραγίνεσθαι ὁ Χριστὸς, ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ.
θ΄. Διατί ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη.
ι΄. Διατί χρηματισθέντες οἱ μάγοι εὐθέως ἀνεχώρησαν πεισθέντες, καὶ οὐ μᾶλλον παρόντες σώζονται· ὡσαύτως δὲ καὶ τὸ παιδίον.
ια΄. Διατί οὐκ ἐταράχθη ὁ Ιωσὴφ, ἀκούσας “ φεῦγε εἰς Αἴγυπτον.”
ιβ΄. Διατί οὐ περὶ ἑτέρας χώρας εἶπεν ὁ προφήτης· καὶ εἰς αὐτὴν ἐξε πετο τὸ παιδίον, ἀλλ’ εἰς Αἴγυπτον· ὅτι δὲ καὶ ἐκ Βαβυλῶνος βαρβάρους μάγους παραγενέσθαι ἐποίησεν, καὶ οὐχ ἐξ ἑτέρας χώρας.
ιγ΄. Πρὸς τοὺς λέγοντας διατί συνεχώρησεν ὁ Θεὸς τὰ ἐν Βεθλεὲμ ἀναιρεθῆναι παιδία.
ιδ’. Διατί οὐχ εὑρίσκονται οἱ εἰπόντες προφῆται περὶ τοῦ Χριστοῦ ὅτι Ναζωραῖος κληθήσεται.
ιε΄. Διατί τριακονταέτης ἐπὶ τὸ βάπτισμα ἦλθεν ὁ κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός.
ις΄. Διατί διενοήθη τὸ βάπτισμα Ἰωάννου.
ιζ’. Διατί διακωλύων ὁ Ἰωάννης τόν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον κατεδέξατο βαπτίσαι αὐτόν.
ιη΄. Διατί ἐν εἴδει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον.
ιθ΄. Διατί πειρασθῆναι ὑπὸ τοῦ διαβόλου κατεδέξατο ὁ Χριστός.
κ΄. Διατί ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν ὁ Χριστός.
κα΄. Περὶ τῆς κλήσεως Πέτρου καὶ Ἀνδρέα, ὅτι οὐ πρώτη ἦν αὕτη ἀλλὰ δεττέρα,
κβ΄. Διατί ἰδὼν τοὺς ὄχλους a ὁ Κύριος ἡμῶν καὶ Θεὸς, ἀνέβη εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐδίδασκεν.
κγ΄. Περὶ τῆς σωτηρίου αὐτοῦ διδασκαλίας· ἐν ᾗ τοὺς μακαρισμοὺς προτίθησιν· καὶ τοῦ μὴ λέγειν τινὰ τὸν πλήσιον αὐτοῦ μωρόν· καὶ τοῦ μὴ μνησικακεῖν· καὶ τοῦ μηδὲ ὅλως ὀμνύειν· ἕως φρόνιμον μὲν ἀποκαλεῖ τὸν ποιοῦντα αὐτοῦ τοὺς λόγους, μωρὸν δὲ τὸν μὴ ποιοῦντα.
α΄. Περὶ τοῦ λεπροῦ.
β΄. Περὶ τοῦ ἑκατοντάρχου.
γ΄. Περὶ τῆς πενθερᾶς Πέτρου.
δ΄. Περὶ τοῦ πλήθους τῶν ἰαθέντων.
ε΄. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν διὰ τὸ εἶναι αὐτὸν φιλάργυρον.
ς΄. Περὶ τῶν δαιμονιζομένων.
ζ΄. Περὶ τοῦ παραλυτικοῦ.
η΄. Περὶ Ματθαίου.
θ΄. Περὶ μαθητῶν Ἰωάννου.
ι΄. Περὶ τοῦ ἀρχισυναγώγου.
ια΄. Περὶ τῆς αἱμόρρου. b
ιβ΄. Περὶ τῶν τυφλῶν.
ιγ΄. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.
ἰδ’. Περὶ τῆς τῶν Ἀποστόλων διαταγῆς, ἥτις περιέχει πολλὰ καὶ σωτήρια διδάγματα.
ιε΄. Περὶ τῶν ἀποσταλέντων ὑπὸ Ἰωάννου μαθητῶν αὐτοῦ ἐρωτῆσαι τὸν Κύριον. ἔπαινός τε Ἰωάννου παρὰ Κυρίου· καὶ πλατύτερα περὶ αὐτοῦ διάλεξις· καὶ ὀνειδισμὸς τῶν πόλεων τῶν μὴ προσδεξαμένων μετάνοιαν· καὶ παράκλησις πρὸς τοὺς κοπιῶντας καὶ πεφορτισμένους.
ις΄. Περὶ τῶν σπορίμων.
ιζ΄. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα.
ιη΄. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ· καὶ περὶ τῶν βλασφημούντων εἰς τὸ Πνεῦμα τὸ Ἅγιον.
κ΄. Περὶ τῶν αἰτούντων σημεῖον.
κα΄. Περὶ τῆς ζητήσεως αὐτοῦ τῆς ἀχράντου θεοτόκου καὶ τῶν ἀδελφῶν αὐτοῦ. τοῦ σπείροντος παραβολή.
κβ΄. Περὶ τῶν ζιζανίων παραβολή.
κγ΄. Περὶ κόκκου σινάπεως.
κδ΄. Περὶ τῆς ζύμης.
κε΄. Ἑρμηνεία τῆς παραβολῆς τῶν ζιζανίων, ἐν ᾗ ἔγκεινται θαυμαστα.
κς΄. Περὶ τῆς παραβολῆς τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου.
κζ΄. Περὶ τῆς σαγήνης παραβολή.
κη. Ποῖός ἐστιν γραμματεὺς ὁ μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν ουρανων.
κθ΄. Περὶ Ἰωάννου καὶ Ἡρώδου.
λ΄. Περὶ τῶν πέντε ἄρτων.
λα΄. Περὶ τοῦ δευτέρου κλύδωνος τῆς θαλάσσης.
λβ΄. Περὶ τῆς παραβάσεως τῆς ἐντολῶν τοῦ Θεοῦ.
λγ΄. Περὶ τῆς Χαναναίας.
λδ΄. Περὶ τῶν ἰαθέντων ἀσθενῶν καὶ περὶ ἐλεημοσύνης.
λε’. Περὶ τῶν ζ΄. ἄρτων.
λς΄. Περὶ τῶν ζητούντων ἐκ τοῦ οὐρανοῦ σημεῖον.
λζ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
λη΄. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.
λθ΄. Περὶ τῆς μεταμορφώσεως.
μ΄. Περὶ τοῦ σεληνιαζομένου.
μα΄. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα.
μβ΄. Περὶ τῶν λεγόντων τίς μείζων.
μγ΄. Παραβολὴ ρ΄ προβάτων· καὶ περὶ τοῦ μὴ σκανδαλίσαι τινὰ καὶ περὶ τῶν μὴ θελόντων διαλλάττεσθαι τῷ πλήσιον· καὶ περὶ τοῦ ἕως ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι.
μδ΄. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα.
με Περὶ τῶν ἐρωτησάντων εἰ ἔξεστιν ἀπολύειν τὴν γυναῖκα καὶ περὶ εὐνούχων.
μς΄. Περὶ τῶν προσενεχθέντων αὐτῷ παιδίων.
μζ΄. Περὶ τοῦ ἐπερωτήσαντος πλοῦς οὐ τὸν Κύρων· καὶ περ τῶν δώδεκα θρόνων.
μη΄. Περὶ τῶν μισθουμένων ἐργατῶν.
μθ΄. Περὶ τῶν υἱῶν Ζεβεδαίου.
ν΄. Περὶ τῶν τομῶν.
να΄. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου, καὶ ὅτι δεῖ τὴν εὐτέλειαν ἀγαπᾷν καὶ περὶ ἐλεημοσύνης.
νβ΄. Πω τῶν τυφλῶν καὶ χωλῶν.
νγ΄. Περὶ τῆς ξηρανθείσης συκῆς.
νδ΄. Περὶ τῶν δύο υἱῶν παραβολή.
νε΄. Περὶ τοῦ ἀμπελῶνος παραβολή.
νς΄. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον.
νζ΄. Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον.
νη΄. Περὶ τῶν Σαδδουκαίων.
νθ΄. Περὶ τοῦ νομικοῦ.
ξ΄. Περὶ τῆς τοῦ Κηίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.
ξα΄. Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων.
ξβ΄. Περὶ τῆς συντελείας Ἱεροσολύμων.
ξγ΄. Περὶ τῆς τοῦ κόσμου συντελείας.
ξδ΄. Περὶ τῆς ἡμέρας καὶ ὥρας.
ξε΄. Περὶ τοῦ πιστοῦ δούλου καὶ ἀγνώμονος.
ξς΄. Περὶ τῶν δέκα παρθένων.
ξζ΄. Περὶ τῶν τὰ τάλαντα λαβόντων.
ξη΄. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ.
ξθ΄. Περὶ τῆς ἑτοιμασίας τοῦ Πάσχα.
ο΄. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
οα΄. Περὶ τοῦ μυστικοῦ.
οβ΄. Περὶ τῆς παραδόσως c τοῦ Κυρίου.
ογ΄. Περὶ τῆς ἀρνήσεως Πέτρου.
οδ’. Περὶ τῆς Ἰούδα μεταμελείας.
οε΄. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.
Εὐσεβίου τε τοῦ Παμφίλου καὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου τῆς ζωοποιοῦ ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ρ. 5, l. 13. βίβλον δὲ γενέσεως Ἰησοῦ Χριστοῦ. τούτου χάριν αὐτὴν καλεῖ, εἰ καὶ μὴ μόνον τὴν γέννησιν ἀλλὰ καὶ πᾶσαν τὴν οἰκονομίαν τοῦ Σωτῆρος περιέχει· ἐπειδὴ πάσης οἰκονομίας τὸ κεφάλαιον τοῦτό ἐστιν, καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῶν τῶν ἀγαθῶν.
5, 16. ὅ ἐστιν εἰς τὴν Ἑλλάδα γλῶτταν.
5, 18. σῶσαι τὸν λαὸν αὐτοῦ εἴρηται. τίνος ἕνεκεν οὐκ εἶπεν υἱοῦ Ἀβραὰμ καὶ τότε υἱοῦ Δαβὶδ, ἀλλὰ πρῶτον εἶπεν υἱὸν Δαβὶδ, καὶ τότε Ἀβραάμ; οὐχ ὥς τινες νομίζουσιν κάτωθεν, κ. τ. λ.
Διατί δὲ οὐκ ἐμνήσθη καὶ ἑτέρων προγόνων ; περιττὸν ἡγούμενος τοῦτο ὅσον πρὸς Ἰουδαίους, καὶ γὰρ πρὸς αὐτοὺς ἐγράφη τοῦτο τὸ Εὐαγγέλιον. οὗτοι γὰρ μάλιστα ἦσαν οἱ θαυμαζόμενοι· ὁ μὲν ὡς προφήτης καὶ βασιλεὺς, ὁ δὲ ὡς πατριάρχης καὶ προφήτης.
Πόθεν δὲ δῆλον ὅτι ἐκ τοῦ Δαβίδ ἐστιν ὁ Χριστὸς, εἰ ἐξ ἀνδρὸς οὐκ ἐγεννήθη, ἀλλ’ ἀπὸ γυναικὸς μόνον, ἥτις οὐ γενεαλογεῖται; ἀπὸ τοῦ τὸν Θεὸν εἰπεῖν τῷ Γαβριὴλ ἀπελθεῖν πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ· ἐκέλευεν δὲ ὁ νόμος μὴ ἐξεῖναι πρὸς γάμον συνάπτεσθαι ἄλλοθεν, ἀλλ’ ἐκ τῆς αὐτῆς φυλῆς· οὐ μόνον δὲ ἐξ αὐτῆς τῆς φυλῆς, ἀλλὰ καἰ ἐκ τῆς αὐτῆς πατριᾶς καὶ συγγενείας. ἐπεὶ οὖν οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας, ἵνα τὸ ἔθος φυλάξῃ, ἐγενεαλόγησεν τὸν Ἰωσὴφ τὸν μνηστῆρα αὐτῆς· καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας Δαβίδ. περὶ γὰρ τοῦ μνηστῆρος ἀποδειχθέντος ἀποδέδεικται τὸ καὶ τὴν παρθένον ἐκεῖθεν εἶναι.
6, 3. ἐπαισχυνόμενος.
τίνος δὲ χάριν τοῦ Φαρὲς μεμνημένος, ἀφ’ οὗ τὸν Κύριον γενεαλογεῖν ἔμελλεν, καὶ τοῦ Σάρα ἐμνημόνευσεν.
6, 6. προεξενέγκοντος.
6, 10. ἦλθεν ὁ Ἰουδαϊκὸς λαός. ὁλόκληρος ὁ νέος ἐφάνη λαὸς, μετὰ τῶν αὐτοῦ νόμων.
6, 13. ὅτι καθάπερ ἐκείνης καὶ πτωχῆς. 18. οὐκ ἃν ἐπέτυχεν.
6, 21. μεγαλοφρονεῖν.
22. αὗται διὰ τ. μ.
6, 23. οὐ γάρ ἐστιν. 25. ἀλλ’ εἰ χρὴ θαῦμ’.
6, 26. ὁ μὴ ὄντων σπουδ. τ. προγ. γινόμενος ἀγαθός.
8, 28. μέσῃ μερίδι.
29. αὐτὰς εἶναι ἔφησεν.
9, 7. ἐν ἕκτῳ βιβλ. “sexto" etiam Latina versio, sed cum quinque libros Chronicorum Africanum tantum scripsisse constat, non potuit hæc esse vera lectio, ӕ ex ε΄. ω i. e. πέμπτῳ videtur esse orta.
9, 10. παραλιμπάνειν, ὥσπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωϋσῆς πεποίηκεν ἐν ταῖς εὐλογίαις παραλιπὼν τὸν Συμεὼν, καὶ ἄλλοτε ἄλλους ἀλλαχόθι.
10, 3. τῆς οἰκοδομῆς. 24. τι τῶν συνηθ.
10, 25. μὴ καταπλῆξαι τῇ τ. παρ. πρ. ἐπαγωγῇ. 26. πρὶν ἢ.
10, 27. ἐν γ. ἔχουσα ἐκ νεύματος Ἁγίου. οὐκ εἶπεν πρὶν ἣ ἀχθῆναι αὐτὴν εἰς τὴν οἰκίαν τοῦ νυμφίου εὑρέθη ἐν γαστρὶ ὄα.
10, 29. παρ’ ἑαυτοῖς. τίνος δὲ χάριν, οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν ; ἵνα συσκιάσῃ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν. τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσιν ποιεῖ· ὡς ὅτι περ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος Ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγενημένου, κατεῖχεν καὶ ἐξυπηρέτησεν. ὅπερ δὲ ἐπὶ τῶν παραδόξων ἤδη πραγμάτων εἴωθεν λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησὶν “ ὅτι εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ “ Πνεύματος Ἁγίου.”
11, 8. τὸν μὴ πλ. 12. κολάζεσθαι. mox ἐκβαλεῖν ἔπεχ’.
11, 13. ἐκώλυσεν. Διατί δὲ μὴ πρὸ τοῦ διανοηθῆναι αὐτὸν τοῦτο ποιῆσαι ἦλθεν ὁ Ἄγγελος ; ἵνα μὴ ἀπιστήσῃ ὅτι ἔγκυός ἐστιν ἀπὸ τοῦ Πνεύματος Ἁγίου· δρωμένου γὰρ τοῦ πράγματος εὔκολος ἦν ἡ πίστις λοιπόν· καὶ ἡ παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. ἐνόμισεν γὰρ μὴ πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα ξένον. ἔτι δὲ καὶ ἵνα φανῇ τοῦ Ιωσὴφ ἡ φιλοσοφία, ἀναβάλλεται τέως τὴν παρουσίαν ὁ ἔ.
11, 24. διεφθαρμένης.
11, 30. post Πνεῦμ’. Ἄγ’. τὸ δὲ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν προσέθηκεν ὁ Ἄγγελος, ὡσανεὶ λέγων αὐτῷ, ἵνα μὴ νομίσῃς, σῃς, ἐπειδήπερ εἶπον ὅτι ἐκ Πνεύματός ἐστιν Ἁγίου, ἀλλότριόν σε τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν σοι δίδωμι τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ· εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ’ ὁμῶς σὺ αὐτοῦ καλέσεις τὸ ὄνομα. εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως οἰκειῶσε (sic) τῷ τικτομένῳ.
11, 32. ὑποπτεύσῃ· καὶ ὅτι οὐκ αὐτῷ ἔτικτεν ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. διὸ καὶ ἐπήγαγεν, “ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ “ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.”
12, 3. γνῶσιν· καὶ ὅτι ἐν τούτῳ δείκνυται Υἱὸς Θεοῦ ὣν ὁ τικτόμενος, ἐν τῷ ἀφιέναι ἁμαρτίας εἰ μὴ τῆς οὐσίας τῆς θεικῆς μόνης. τίνος χάριν εἶπεν, τοῦτο δὲ ὅλον. κ. τ. λ.
12, 4. πάλιν προετ. 7. διαπαντὸς ἀναμν.
12, 8. λεχθέντα κατάσχῃ. καὶ τῇ μὲν Μαρίᾳ ταῦτα οὐκ εἶπεν, ἅτε κόρῃ οὔσῃ καὶ ἀπείρως τούτων ἐχούσῃ· τῷ δὲ ἀνδρὶ ὡς δικαίῳ ὄντι καὶ μελετῶντι προφήτας. καὶ πρὸ μὲν τούτου Μαρίαν τὴν γυναῖκά σου λέγει, ἐνταῦθα δὲ, ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθένου ὄνομα. ἐν πρώτοις γὰρ εἶπεν αὐτῷ παρθένον, οὐκ ἂν οὕτως ἀτάραχος διέμεινεν, ὡς τῷ ἐν πολλῷ χρόνῳ μελετηθὲν ὑπ’ αὐτοῦ ἐκ τοῦ προφήτου ἀκούσας, καὶ οὐ μόνον τοῦτο ἀλλὰ καὶ ἐπὶ τὸν Θεὸν ἀναρτᾷ τὸν λόγον, ἐν τῷ εἰπεῖν τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου. ὅτι ὁ χρησμός φησιν ἄνωθεν ἐφέρετο.
12, 16. διανομή. καὶ πάλιν, “ ἡ πόλις πιστὴ Σίων·” καὶ οὐδαμοῦ εὑρίσκομεν ὅτι δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλ’ ἔμεινεν Ἱεροσόλυμα καλουμένη. ἀλλ’ ἐπειδὴ τοῦτο ἐξέβη πρὸς τὸ βελτίον’ αὐτῆς μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφησεν. εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν τὸ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες ὅτι οὐκ εἶπεν παρθένον, ἀλλὰ νεᾶνιν. πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν ὅτι τῶν ἄλλων πάντων μᾶλλον τὸ ἀξιόπιστον οἱ ἑβδομήκοντα ἔχοιεν ἃν δικαίως. Οἱ μὲν γὰρ ἄλλοι μετὰ τὴν Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ιουδαῖοι μείναντες καὶ ἀπεχθείᾳ τὰς προφητείας συσκιάσαντες· οἱ δὲ ἑβδομήκοντα καὶ πρὸ πλειόνων τῶν ἑκατὸν ἐτῶν τῆς τοῦ Κυρίου παρουσίας ἐπὶ τοῦτο ἐλθόντες, καὶ τοσοῦτοι ὄντες εὐπαράδεκτοί εἰσιν, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὴν συμφωνίαν· εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ’ ἡμῖν. καὶ γὰρ τὸ τῆς νεότητος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· “ νεανίσκοι γάρ,” φησιν, “ καὶ παρθένοι καὶ πρεσ- “ βύτεροι μετὰ νεωτέρων.” καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης λέγει, “ ὅτι ἐὰν φωνήσῃ ἡ νεᾶνις,” τουτέστιν ἡ παρθένος, καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. φησὶν γὰρ, “ ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.” καὶ τότε ἐπήγαγε “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.” ποῖον οὖν σημεῖον ἦν, εἰ ἐκ νομίμου γάμου ἔμελλεν τίκτειν ἡ παρθένος; τὸ γὰρ σημεῖον ὑπερβαίνειν δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον. ἐπεὶ πῶς ἃν εἴη σημεῖον ;
Ἐπειδὴ δὲ διεγερθεὶς ὁ Ἰωσὴφ ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος, ἐφάνη καὶ ἐν τούτῳ τὸ εὐπειθὲς αὐτοῦ, καὶ ἐν πᾶσιν ἀδέκαστον. οὔτε γὰρ ἡνίκα ὑπώπευεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ, “ παρέλαβεν γάρ,” φησιν, “ Μαρίαν τὴν γυναῖκα “ αὐτοῦ.” τὸ δὲ τῆς γυναικὸς ὄνομα συνεχῶς τίθησιν ὁ Εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν δὲ ἀναιρῶν ὑποψίαν.
13, 3. τῷ καλῷ τούτῳ. καὶ γάρ. 4. ἐνταῦθα τέως.
13, 8. λοιπόν. πῶς δὲ ἀδελφοὶ αὐτοῦ χρηματίζουσιν οἱ περὶ Ἰάκωβον· ὥσπερ καὶ οὗτος ὁ Ἰωσὴφ ἀνὴρ τῆς παναγίας παρθένου Μάριας ἐνομίζετο· πολλὰ γὰρ ἐγένετο παραπετάσματα τότε, ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον.
Περὶ δὲ τοῦ ἀστέρος οὗ εἶδον οἱ Μάγοι ἐν τῇ ἀνατολῇ, χρὴ γινώσκειν ὅτι οὐ τῶν πολλῶν εἷς ἦν ὁ ἀστὴρ οὗτος· μᾶλλον δὲ οὐδὲ ἀστὴρ ἦν ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην σχηματισθεῖσα τὴν ὄψιν. δῆλον δὲ τοῦτο, ὅτι πρῶτον μὲν καὶ ἥλιον καὶ σελήνην ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦντας, οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Πέρσιδα κεῖται. δεύτερον δὲ ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος, τρίτον ἀπὸ τοῦ φαίνεσθαι καὶ κρύπτεσθαι. ἕως μὲν γὰρ τῆς Παλαιστίνης ἐφαίνετο χειραγωγῶν. ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων ἔκρυψεν ἑαυτόν. εἶτα πάλιν δείκνυσιν ἑαυτὸν, μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ηρώδου· ὅπερ οὐκ ἔστιν ἴδιον ἀστέρος, ἀλλὰ δυνάμεως τινος λογικωτάτης. τέταρτον ἀπὸ τοῦ τόπου τῆς δείξεως. κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν· ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι.
Τίνος δὲ χάριν οἱ Μάγοι ἔρχονται εἰς προσκύνησιν ; τοῦ Θεοῦ δηλονότι τούτους κινήσαντος διὰ τὴν τῶν Ἰουδαίων πώρωσιν· ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησεν καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρὰν, τὸν παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας· καὶ παρὰ Περσικῆς φωνῆς μανθάνουσιν ἃ οὐκ ἠνέσχοντο μαθεῖν παρὰ τῶν προφητῶν· ἵνα ἃν μὲν εὐγνωμονῶσιν, μεγίστην ἔχωσιν τοῦ πείθεσθαι πρόφασιν· ἃν δὲ φιλονεικῶσιν, ἀπεστερημένοι λοιπὸν ὦσιν πάσης ἀπολογίας.
Διατὶ δὲ διὰ τῆς τοῦ ἀστέρος θεωρίας τοὺς Μάγους εἵλκυσεν καὶ οὐ διὰ φωνῆς ἄνωθεν ἐνεχθείσης αὐτοῖς, ἣ δι’ ἀγγέλου ἀποσταλέντος πρὸς αὐτούς ; ὅτι οὐκ ἂν προσέσχον· διὰ τοῦτο οὖν ὁ Θεὸς διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι· καὶ τῷ τρόπῳ τῆς πορείας, καὶ ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. ἐπεὶ οὖν ἤγαγεν καὶ ἐχειραγώγησεν, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι’ ἀστέρος ἀλλὰ δι’ Ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.
13, 24. τίνος ἕνεκεν τὸν χρόνον λέγει· “ ἐν ἡμέραις Ἡρώδου.”
13, 26. μ. ταῦτα Ἡρώδης ὁ τὸν πρόδρομον ἀνελών.
13, 27. Διατί δὲ καὶ τὸν τόπον κ. τ. καιρόν.
14, 1. post ἀλλόφυλος ἦν. οὐ πᾶσιν δὲ τοῖς Μάγοις ὁ Θεὸς τοῦτο ἀπεκάλυψεν. ὅτι οὐδὲ πάντες πιστεύειν ἔμελλον, αὐτοὶ δὲ τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι. καὶ ἴδωμεν αὐτῶν τὴν ἀρετὴν, οὐκ ἀφ’ ὧν ἦλθον μόνον ἀλλὰ καὶ ἀφ’ ὧν παρρησιάζονται· ἤλθομεν γάρ, φησιν, προσκυνῆσαι αὐτόν. καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. ὅθεν χρὴ σκοπεῖν, ὅτι οὗτοι καὶ οἶκοι διδάσκαλοι τῶν ἐγχωρίων γεγόνασιν. οἱ γὰρ ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαρρησιάσαντο, ὅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ Ἀγγέλου λαβόντες ἀπῆλθον, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν.
Διατί δὲ πᾶσα Ἱεροσόλυμα ἐταράχθη ; ὁ μὲν γὰρ Ἡρώδης εἰκότως ὡς βασιλεὺς, δεδοικὼς ὑπέρ τε αὐτοῦ καὶ τῶν παίδων· οἱ δὲ τὰ Ἱεροσόλυμα οἰκοῦντες τίνος χάριν ; καίτοιγε Σωτῆρα καὶ εὐεργέτην καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προύλεγον. τίνος οὖν ἕνεκεν ἐταράχθησαν ; 14, 2. ἀπὸ τ. π.
14, 7. ἕως τοῦ ποιμ.
14, 20. τίνος ἕνεκεν εἰ ἐκ B.
14, 25. βουλομένοις. καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴγε προσέχειν ἐβούλοντο. καὶ γὰρ ἐλθόντων τῶν Μάγων ἀνεπτερώθη ἅπασα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο· καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετ’ ἀκριβείας διηγεῖται ἅπαντα. οἷον τὰ κατὰ τὸν Συμεῶνα καὶ τὴν Ἄνναν καὶ τὸν Ζαχαρίαν καὶ τοὺς Ἀγγέλους καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γινόμενον συνιδεῖν, ἵνα γὰρ μὴ λέγωσιν ὅτι οὐκ ἔγνωμεν πότε ἐτέχθη, οὔτε ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς Μάγους ἅπαντα ᾠκονομήθη καὶ τὰ ἄλλα, ἅπερ εἰρήκαμεν
Χρὴ δὲ σκοπῆσαι ἡμᾶς καὶ τὴν ἀκρίβειαν τῆς προφητείας, οὐ γὰρ εἶπεν ὅτι ἐν Βεθλεὲμ μένει, ἀλλ’ ἐξελεύσεται· ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι ἐκεῖ μόνον. τινὲς δὲ τῶν Ἰουδαίων ἀναισθητοῦντές φασιν περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι. πῶς γὰρ ἃν ἔχοι τοῦτο λόγον ; οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ’ ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη διὰ τὸ ἐκεῖ σπαρῆναι· καὶ ὅσοι τὴν τῶν Σύρων γλῶτταν ἐπίστανται οἴδασιν τὸ λεγόμενον.
14, 13. Διὰ τοῦτο δὲ λέγει.
14, 15. περίβλεπτος γέγονεν.
τίνος δὲ ἕνεκεν εἶπεν ποιμανεῖ — τὸν Ἰσραὴλ καίτοιγε τὴν οἰκουμένην ποιμάναντος; ἵνα μὴ τέως σκανδαλίσθωσιν οἱ Ἰουδαῖοι καὶ τῶν ἐθνῶν μνημονευομένων· καὶ πῶς φησιν ἐποίμανεν τὸν λαὸν τὸν Ἰουδαικόν; μάλιστα μὲν καὶ τοῦτο γέγονεν. τὸν γὰρ Ἰσραὴλ ἐνταῦθα εἰπὼν, τοὺς αὐτ. πιστ. 14, 17.
14, 18. ἐγεννήθησαν. εἰ δὲ μὴ πάντας ἐποίμανεν, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία μὴ θελησάντων πιστεῦσαι.
Καλεῖ δὲ τοὺς Μάγους ὁ Ἡρώδης νομίζων Ἰουδαίους κήδεσθαι τοῦ παιδίου. ἔτι δὲ καὶ ἀνελεῖν ἐπιχειρῶν τὸ τεχθὲν, ὅπερ ἐσχάτης ἀνοίας ἢν, οὔχι μανίας μόνον. τὰ γὰρ εἰρημένα καὶ τὰ γεγενημένα, ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τοιαύτης ἐπιχειρήσεως· ὅτε ἀστὴρ καὶ οἱ βάρβαροι τοσαύτην ἐλθόντες ὁδὸν, ἐπὶ τὸ προσκυνῆσαι τὸν ἐν φάτνῃ· καὶ ἡ προφητεία προαναφωνοῦσα περὶ αὐτοῦ.
14, 29. Διατί οὐ ζήτει τὸν χρ.
14, 31. ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας.
16, 4. κἀντεῦθεν.
5. ἀστὴρ, ὡς προγέγραπται.
16, 18. πρόβατα καὶ μόσχους. mox τῆς δὲ ἐκκλ.
16, 29. τὸ μέγεθος. εἰ γὰρ τούτων γενομένων καὶ πολλῶν ἀνθρωπίνως ᾠκονομημένων, ἐτόλμησάν τινες εἰπεῖν ὅτι μῦθος ἡ τῆς σαρκὸς ἀνάληψις, ποῦ οὐκ ἃν ἐξέπεσον ἀσεβείας, εἰ πάντα θεοπρεπῶς καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττεν ; διὰ τοῦτο ηὗδέ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται καὶ ἐνναμηνιαῖος χρόνος καὶ τόκος καὶ γαλακτοτροφία. τοὺς μὲν οὖν Μάγους ἐκ.
17, 2. ἑαυτὸν. 15. γυναῖκα αὐτοῦ.
Ἀκούσας δὲ “ φεῦγε εἰς Αἴγυπτον,” τίνος ἕνεκεν οὐκ ἐταράχθη, καὶ εἶπεν, οὐ πρώην ἔλεγες ὅτι σώσει τὸν λαὸν αὐτοῦ, καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει ; ἐπειδὴ π.
Πέμπεται δὲ εἰς Αἴγυπτον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ ὅτι “ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.”
Διατί δὲ οὐ περὶ ἑτέρας χώρας ὁ προφήτης εἶπεν, καἰ εἰς αὐτὴν ἐξεπέμπετο τὸ παιδιον, ἀλλ’ εἰς Αἴγυπτον ; ἔτι δὲ καὶ ἐκ Βαβυλῶνος βαρβάρους παραγενέσθαι ἐποίησεν, καὶ οὐκ ἐξ ἑτέρας χώρας ; ἐπειδὴ ἡ Βαβυλὼν καὶ ἡ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, καὶ ὅτι τούτων τῶν δύο χωρῶν πειθομένων, χρηστὰς ἐλπίδας ἡ οἰκουμένη κομίζεται. εἰ δὲ περὶ προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱὸν μου ἐπ αὐτῶν εἰρῆσθαι, εἴποιμεν ἃν πρὸς αὐτοὺς, ὅτι καὶ οὕτος προφητείας ὁ νόμος ἐστὶν, πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ’ ἄλλων, πληροῦσθαι δὲ ἐφ’ ἑτέρων. οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστὶν, “ δια- “ μεριῶ γὰρ αὐτούς, φησιν, ἐν Ἰακὼβ καὶ διαπερῶ αὐτοὺς ἐν Ισραηλ᾿ καὶ ἴδου οὐκ ἐπ’ αὐτωντουτο γέγονεν, ἀλλ’ ἔπι τῶν ἐγγόνων. καὶ τὸ ἐπὶ τοῦ Χἄμ’ δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη, καὶ τὸ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἃν συμβάν. αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι “ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ “ τοῦ πατρός σου, οὐκ ἐξ αὐτοῦ τέλος ἔσχον· πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις αὐτὸν προσκυνοῦντος ; ἀλλ’ ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ, ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν· τίς γὰρ ἀληθέστερος Θεοῦ λεχθείη ; ὁ μόσχον προσκυνῶν καὶ τῷ Βεελφεγὼρ τελούμενος καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις ; ἣ ὁ φύσει Υἱὸς καὶ τὸν γεγεννηκότα τιμῶν. ὥστε εἰ μὴ οὗτος παρεγένετο, οὐδ’ ἃν ἡ προφητεία τέλος ἔλαβεν τὸ προσῆκον. Χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων “ἵνα “ πληρωθῇ,” δεικνὺς ὅτι οὐκ ἃν ἐπληρώθη, εἰ μὴ παραγέγονεν· καὶ ἡ τοῦ πατριάρχου δὲ εἰς Αἴγυπτον κάθοδος καὶ τῶν σὺν αὐτῷ τῆς καθόδου ταύτης τύπον ἐπλήρουν, καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ λιμοῦ κατῄεσαν, καὶ οὗτος τὸν ἐξ ἐπιβουλῆς θάνατον. ἀλλ’ ἐκεῖνοι μὲν κατελθόντες τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· αὐτὸς δὲ τὴν χώραν πᾶσαν καταβὰς διὰ τῆς ἐπιβάσεως ἡγίασεν. Διατὶ δὲ ὁ Ἄγγελος εἰπὼν ὅτι “ φεῦγε εἰς Αἴγυπτον” οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν οὔτε ἀνιοῦσιν ; δεικνὺς διὰ τούτου, ὅτι μέγαν ἔχουσιν συνοδοιπόρον τὸ τεχθὲν παιδίον.
18, 5. ἔμελλον ἔσεσθαι. 6. τοσαύτης ὁ Θεός.
18, 8. εἰ προῄδει. mox ἀνύσοντας.
Ib. οἰκονομῶν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος Ἡρώδου τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβεν δίκη· θανάτῳ χαλεπῷ καὶ τούτου τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ἅπερ γνώσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἐπελθόντες ἱστορίαν.
Τί δὲ κοινόν φησιν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; τί δὲ τῇ Ραμᾶ πρὸς τῇ Ῥαχήλ; φησὶν γὰρ ὁ προφήτης· “ φωνὴ ἐν Ῥαμᾶ “ ἠκούσθη, θρῆνος καὶ κλαυθμός· Ῥαχὴλ κλαίουσα τὰ τέκνα ἀύτης.
18, 13. τελευτήσασαν.
19, 6. περὶ τούτου.
17. καθαρμόν.
19, 19. μὴ om.
22. εἰς Ναζαρὲτ αὐτόματοι.
20, 17. ἔθος ἀεί.
Τίνος δὲ χάριν μετὰ τριάκοντα ἔτη ἐπὶ τὸ βάπτισμα ἤλυθεν ὁ κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός ; διὰ τὸ ταύτην εἶναι τὴν ἡλικίαν τὴν πάντα δέξασθαι δυναμένην τὰ ἁμαρτήματα· οὐδὲ γὰρ ἀεὶ πάντα ἡμῖν ἐπιτίθεται τὰ πάθη, ἀλλ’ ἐν μὲν πρώτῃ ἡλικίᾳ πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ’ ἐκείνην σφοδροτέρα ἡ ἡδονή· καὶ μετὰ ταῦτα πάλιν ἡ τῶν χρημάτων ἐπιθυμία· διὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν ἀναμείνας, καὶ διὰ πάσης πληρώσας τὸν νόμον, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται· καὶ γὰρ λύειν ἔμελλεν τὸν νόμον μετὰ τὸ βάπτισμα, καὶ ἵνα μὴ τινὲς εἴπωσιν, ὅτι διὰ τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν αὐτὸν, ὅπερ ἦν ἔσχατον αὐτῷ κατόρθωμα, τουτέστιν τὸ βάπτισμα, καθὼς αὐτός φησιν πρὸς τὸν Ἰωάννην, “ οὕτω πρέπον ἡμῖν ἐστὶν πληρῶσαι πᾶσαν δικαι- “ οσύνην,” τοῦτο πληρώσας τὸν νόμον ὅλον ἐτήρησεν, δικαιοσύνην γὰρ τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν πασῶν.
Διατί δὲ βάπτισμα τοῦτο ἐπενοήθη, ὁ βαπτιστὴς δηλοῖ λέγων· “ ὅτι ἐγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ “ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων.”
Εἰ δέ τις εἴποι, καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς περὶ αὐτοῦ, ὅτι ἤλυθεν εἰς περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ; γινωσκέτω ὅτι οὐκ εἶχεν ἄφεσιν ἁμαρτιῶν τοῦτο τὸ βάπτισμα. τὸ γὰρ δῶρον τοῦτο τοῦ μετὰ ταῦτα δοθέντος ἐστὶν, καὶ ἡμετέρου νῦν ὄντος βαπτίσματος· ἐν τούτῳ γὰρ συνετάφημεν τῷ Χριστῷ. ἀλλ’ ἐπειδὴ οὐκ ἤθελον οἱ Ἰουδαῖοι καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡσανεὶ διὰ τούτου αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. εἰ γὰρ μὴ κατέγνωσαν ἑαυτῶν, οὐκ ἃν οὐδὲ τὴν χάριν ᾔτησαν. μὴ ζητοῦντες δὲ, οὐκ ἃν οὐδὲ τῆς ἀφέσεως ἔτυχον. μετὰ δὲ ταύτης καὶ ἑτέραν αἰτίαν χρὴ νοεῖν τοῦ βαπτίσματος. ἔστιν δὲ αὕτη· ὅτι οὐκ ἦν ἶσον περιιέναι τὰς οἰκίας τὸν βαπτιστὴν, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν εἰς τοῦτον πιστεύσατε· ὡς πάντων μᾶλλον παραγενομένων καὶ ἀκουόντων τὴν μακαρίαν ἐκείνην φωνὴν ἐνεχθεῖσαν, καὶ τὰ ἄλλα ἐπιτελεσθέντα θεασαμενους ἀπάντα, οὐτῶ πιστεύσαι.
Διὰ τοῦτο οὖν προτρέπεται πάντας ὁ Ἰωάννης ἐπὶ τὸ βάπτισμα, καὶ γὰρ ἡ τοῦ βαπτίσματος ὑπόληψις καὶ ἡ τοῦ πράγματος ὑπόθεσις πᾶσαν τὴν πόλιν εἷλκεν, καὶ πρὸς τὸν Ἰορδάνην ἐκάλει. παραγενομένους δὲ αὐτοὺς καταστέλλει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, μηδὲ ἐπὶ τοῖς προγόνοις ἐγκαυχᾶσθαι, τοσούτων ὄντας ὑπευθύνους κακῶν, ἀλλὰ μᾶλλον δέχεσθαι τὸν παραγενόμενον· καὶ γὰρ συνεσκίαστο τὰ κατὰ τὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν. εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασεν πάλιν· διὰ τοῦτο λαμπροτέρων ἔδει τῶν προοιμίων, καὶ ὑψηλοτέρας ἀρχῆς, καὶ γὰρ περὶ τῶν οὐρανῶν καὶ τῆς βασιλείας τῆς ἐκεῖ αὐτοῖς ἔλεγεν.
20, 30. τῆς προτέρας καὶ τ. ἔσχ’.
21, 13. καὶ εὐκολ. τῆς τραπέζης περιβολὴν, καὶ ἀπραγμονεστέραν τῆς περιβολῆς τὴν οἴκησιν.
21, 14. οὐ στέγην — κεκτημένον.
15. τινος τοιούτου.
21, 23. ἔτι κρατούσης.
22, 2. διὰ μ. τοῦ Χρ. πρ. αὐτ’. ἐπὰν.
22, 16. διαφθεῖρον —κ. διατρῶγον.
22, 17. λέγεται εἰς φῶς προιέναι. mox πατρολῶαι καὶ μητρολῶαι γιν.
22, 29. Τί δέ ἐστι ὅτι δύναται.
23, 1. ποιήσητε. 15. ἐπὶ τῆς εὐγενείας.
23, 32. εἰς δουλ. ἐσχάτους τάτ’. ἐκ.
24, 2. τῶν ὑποδημάτων.
17. ἀμέτρως.
24, 21. διατὶ γὰρ εἴρηται, ὅτι οὕτω πρέπον ἐστὶν ἡμᾶς πληρῶσαι πᾶσαν δικαιοσύνην, προγέγραπται.
24, 29. κλάδον ἕλ’.
32. ἐν ὄψει.
25, 27. πολλοῦ μείζων.
26, 13. μένη.
16. ἀνάγεται.
28. λίθοι οὗτοι.
27, 9. εὐθέως ἐδραπ.
18. δέξονται.
27, 23. ἀνέλθῃ.
25. ἀνέλθῃ.
28, 7. καταληφθέντες.
17. αὐτοῦ τὴν ἀξίαν.
28, 24. ἐφθέγξαντο. Διατί δὲ σημεῖον οὐδὲ ἓν ἐποίησεν ὁ Ἰωάννης; ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Κυρίῳ ἡμῶν καὶ Θεῷ Ἰησοῦ Χριστῷ προσέλθῃ, τῶν θαυμάτων πρὸς αὐτὸν ἑλκόντων τὸν λαόν· εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων ἐζηλοτύπουν τῷ δεσπότῃ Χριστῷ οἱ μαθηταὶ τοῦ Ἰωάννου, καὶ οἱ πολλοὶ ὑπώπτευον τὸν Ἰωάννην εἶναι τὸν Χριστὸν, καὶ οὐκ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν, εἰ καὶ θαύματα ἐποίησεν ὁ Ἰωάννης, τί οὐκ ἃν συνέβη;
29, 4. ἐκλήθησαν.
12. κατεπείγῃ.
30, 6. τῇ γυναικί.
31, 2. περιῄει.
3. πολὺς ὄχλος.
9. πρόσκειται.
31, 14. γενησομένων· καὶ πόθεν τοῦτο δῆλον· ὅτι οὐκ εἶπεν, μακάριοι ἐστὲ ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ “μακάριοι οἱ πτω- “χοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.”
31, 31. τίνος δὲ ἕνεκεν οὐκ εἶπεν οἱ ταπεινοὶ ἀλλ’ οἱ πτωχοί; ὅτι τοῦτο ἐκείνου πλέον. τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησιν καὶ τρέμοντας τὰ τοῦ Θεοῦ προστάγματα· καὶ γὰρ πολλοὶ ταπεινοφροσύνης τρόποι· καὶ ὁ μὲν ταπεινόφρων ἐστὶν συμμέτρως, ὁ δὲ μετ’ ὑπερβολῆς ἁπάσης, ἣν καὶ ὁ μακάριος Δαβὶδ ἐπαινεῖ λέγων “καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ “ ἐξουδενώσει.” οὐ τὴν ἁπλῶς καὶ κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντετριμμένην καὶ τεταπεινωμένην. μακαρίζει δὲ ταύτην, ἤγουν τὴν ταπεινοφροσύνην, ὁ Χριστὸς πρώτην, ἐπειδὴ τὰ μέγιστα τῶν κακῶν, ἃ καὶ τὴν οἰκουμένην ἐλυμήνατο πᾶσαν, ἐξ ἀπονοίας εἰσῆλθεν. ὅτε γὰρ διάβολος τυφωθεὶς ἐξέπεσεν, καὶ ὁ πρῶτος ἄνθρωπος ταῖς παρὰ τοῦ διαβόλου φυσηθεὶς ἐλπίσιν ἐξετραχηλίσθη, καὶ θνητὸς ἐγένετο, προσδόκησας γὰρ ἔσεσθαι Θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· καὶ πάντες δὲ οἱ μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλαν. διὰ τοῦτο οὖν ὧσπέρ τινα θεμέλιον ἰσχυρὸν τοῦτον πρῶτον προκαταβάλλεται τὸν νόμον, ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κᾷν μέχρι τῶν οὐρανῶν φθάσῃ τις πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥαδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος.
31, 25. Διατί δὲ οὐκ εἰσάγει ἐν τάξει παραινέσεως τὰ λεγό- μένα καὶ ἐπιταγμάτων, ἀλλ’ ἐν τάξει μακαρισμοῦ ; ἀνεπαχθέστε- ρον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στά- δίον· οὐ γὰρ ε-lπεν ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ’ οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες· ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν ξένος, κἂν ἰδιώτης, οὐδὲν ἔσται τὸ κωλῦον σε ἔσεσθαι μακάριον, ἃν τὴν ἀρετὴν ταύτην ζηλώσῃς.
31, 28. τοῦτο ε-ι’ναι.
33. κεκωλυμένον.
34. ἐδήλου.
32, 4. τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους, καὶ οὐδὲ ἁπλῶς λυποῦ μένους τέθεικεν, ἀλλὰ τοὺς μετ’ ἐπιτάσεως τοῦτο ποιοῦντας· διόπερ οὐδὲ εἶπεν λυπούμενοι, ἀλλ’ οἱ πενθοῦντες· καὶ γὰρ αὕτη πάλιν ἡ παραίνεσις πάσης φι- λοσοφίας ἐστιν διδάσκαλος. εἰ γὰρ οἱ παῖδας ἣ γυναῖκας θρη- 1 νοῦντες ἀπελθόντας ἣ ἄλλον τινα τῶν προσηκόντων, οὐ χρημάτων οὐ σωμάτων ἐρῶσιν κατ’ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίαις ἁλίσκον- ἁλίσκονταί, οὐχ ὑπὸ ἄλλου τινὸς πολιορκοῦνται πάθους, τῷ πένθει μόνῳ προσέχοντες, πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες ἑαυτῶν, ὡς πενθεῖν ἄξιον μείζονα ταύτης ἐπιδείξασθαι ὤφελον φιλοσοφίαν· ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γάρ, φησιν· δῆλον ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἐπειδὴ γάρ φησιν τὸ ἐπίταγμα φορτικόν ἐστιν, ἰδοὺ ἐγὼ ἀντὶ τούτου παρέχω παράκλησιν· οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν ἐμὴν φιλανθρωπίαν· οἱ γὰρ πενθοῦντες πλημμελήματα πενθοῦσιν· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι· ἐγὼ δὲ καὶ πολλῆς μεταδίδωμι παρακλή- σεως. πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέρων κελεύει πλημμελημένων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυ- χαὶ, τοῦ Μωυσέως, τοῦ Παύλου, τοῦ Δαβίδ· καὶ γὰρ οὗτοι πάν- τες ἀλλότρια πολλάκις ἐπένθησαν κακά.
32, 10. ἐπιζητοῦντας.
11. τῷ πραεῖ τοῦτο.
32, 14. ἀλάζων· λέγει δὲ ταῦτα, οὐ μέχρι τῶν παρόντων ἱστὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων· ἄντε γὰρ πνευματι- κὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ. ἄν τέ τι τῶν ἐν τῷ παρόντι βίῳ ὑπόσχηται, οὐ μέχρι τούτου τὸ δῶρον ἵστησι; καὶ περὶ μὲν τοῦ πρώτου φησὶν, “ζητεῖτε πρῶτον τὴν βασιλείαν “ τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.” Περὶ δὲ τοῦ δευτέρου, “ ὅτι ὅστις ἀφῆκεν ὅ τι οὖν ἕνεκεν ἐμοῦ, ἑκατονταπλα- “ σίονα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον “ κληρονομήσει.”
32, 18. μετερχομένους. ἐπειδὴ γὰρ ἴδιόν ἐστιν τῆς πλεονεξίας τὸ πλείονα ἐπιθυμεῖν κτᾶσθαι ὑπὲρ τὴν χρείαν, ταύτην ἐκέλευσεν μεταθεῖναι εἰς τὸ μὴ ἀγαπᾷν τὸ πλεῖον.
32, 24. ποικίλος.
32, 26. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναι τις ἴση ἔστιν δὲ πολὺ μείζων· αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι· ἐλεοῦνται δὲ παρὰ τῷ τῶν ὅλων Θεῷ· οὐκ ἔστιν δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος· ἀλλ’ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ὁ ἔλεος ἐκείνου διέστηκεν.
32, 31. τὴν ἀνθρώπῳ.
33, 2. τῇ ψυχῇ ποιοῦντας.
33, 3. καὶ πάλιν πνευματικὸν τὸ ἔπαθλον· ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται· καὶ τοῦ φύσει μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἔργον ἐγένετο τοῦτο, τὸ συναγαγεῖν τὰ διεστῶτα, καὶ κατάλλαξαι τὰ ἐκ- πεπολεμωμένα.
33, 5. τῆς ἀρετῆς ἕνεκεν καὶ τῆς ὑπὲρ ἄλλων προστασίας δι’ εὐσέβειαν.
33, 6. φιλοσοφίαν. καὶ πάλιν τὸ ἔπαθλον πνευματικὸν ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακαρίζει δὲ καὶ τοὺς ὀνειδιζομένους καὶ διωκομένους καὶ πᾶν πονηρὸν ῥῆμα ἀκούοντας, οἷον κἂν γόητες, κἂν πλάνοι, κἂν λυμεῶνες, κἂν ὁ τι οὖν ἕτερον καλοῦνται· πλὴν ἵνα μὴ νομίσωμεν ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικεν μακαρισμοὺς, ὅταν καὶ δι’ αὐτὸν, καὶ ὅταν ψευδῆ ὦσιν τὰ λεγόμενα. ἐπεὶ ἃν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. εἶτα τί τὸ ἔπαθλον· “ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.” Ἡμεῖς δὲ εἰ καὶ μὴ καθ’ ἕκαστον μακαρισμὸν βασιλείαν ἀκούομεν, μὴ ἀθυμήσωμεν, πάντας γὰρ τοὺς μακαρισθέντας εἰς τὴν βασιλείαν εἰσάγει· ὅταν γὰρ εἴπῃ ὅτι παρακληθήσονται οἱ πεν- θοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἣ τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τούτων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. διὰ τοῦτο γὰρ ἐπὶ πάντων τὸν μακαρισμὸν τέθεικεν, ἵνα μηδὲν αἰσθητὸν λογιζώμεθα· οὐδὲ γὰρ ἃν εἴη μακαριστὸν τὸ ἐν τῷ παρόντι βίῳ συγκαταλυόμενον καὶ σκιᾶς ταχύτερον παρατρέχον.
33, 7. Εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων.
33, 11. ὑμεῖς. 12. μέλλετε.
Χρὴ δὲ γινώσκειν ὅτι ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν, ἀδιο- ρίστως ἔλεγεν, μακάριοι οἱ πτωχοὶ, μακάριοι οἱ ἐλεήμονες, ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον λέγων, “μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσιν “πᾶν πονηρόν.” δεικνὺς ὅτι αὐτῶν μάλιστα ἐξαίρετον τοῦτό ἐστιν, καὶ ὑπὲρ τοὺς ἄλλους πάντας τῶν διδασκάλων ἴδιον τοῦτο. οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς, ἁλλὰ καὶ τὸ ὀνειδίζεσθαι καὶ πᾶν πονηρὸν ἀκούειν ῥῆμα καὶ διώ- κεσθαι. Τὸ δὲ “ἕνεκεν ἐμοῦ” εἴρηται, τὸ ἑαυτοῦ ἀξίωμα ἐνταῦθα αἰνιττόμενος, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν· ὡσπερ γὰρ διὰ τὸν Πατέρα οἱ προφῆται ἐκεῖνα ἔπασχον, οὕτως καὶ ὑμεῖς δι’ ἐμὲ τὰ ὁμοία πείσεσθε.
Διατί δὲ εἶπεν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν; δεικνὺς καἰ αὐ- τοὺς ἤδη προφήτας γενομένους.
Tίνος δὲ χάριν τοιοῦτον μέγα μισθὸν τίθησιν ὑπὲρ κατηγοριῶν μόνον; ἐπειδὴ μάλιστα τῶν πραγμάτων αὐτῶν χαλεπώτερον αὑτὰ δάκνουσιν. ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον εἰσὶν, τοὺς πολλοὺς ἔχειν ἐπαινοῦντας καὶ ἀνακηρύττοντας, ἐν δὲ τῇ κατηγορία, ἀνήρηται ἡ παραμυθία· οὔτε γὰρ δοκεῖ εἶναι μέγα τὸ καθόρθωμα. πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον a ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν, καὶ τί θαυμάζομεν εἰ ἐπὶ τῶν ἄλλων ἀνθρώπων a Cod. ἐπιβρόχον. Lat. “et multi quidem ad laqueum propterea “currentrunt.” τοῦτο συμβαίνει; ὅπου γε καὶ Ἱὼβ ὁ ἀδάμας καὶ πέτρας στερρότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχεν δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, ταῦτα πάντα διεκρόυσατο. ἐπειδὴ δὲ εἶδεν τοὺς φίλους ὀνειδίζοντας, τότε ἐθορυβήθη, βήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. καὶ ὁ Δαβὶδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κατηγορίας τοῦ Σεμεῆ ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ “ἄφες γὰρ αὐτὸν,” φησιν, “ὅπως ἴδῃ τὴν ταπείνωσίν μου ὁ Θεὸς, καὶ ἀνταποδώσῃ μοι " ἀγαθὰ ἀντὶ τῶν κατηγοριῶν αὐτοῦ.” διὰ δὴ τοῦτο πολὺν τὸν μισθὸν τέθεικεν ὁ Χριστὸς ὑπὲρ κατηγοριῶν μόνον. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν ὅτι διὰ τοῦτο ἔσχατον πάντων τέθεικεν τὸ ὑπομένειν κατηγορίας, ὡς μέγα τι ὑπάρχον. ἔτι δὲ καὶ ὅτι ἕκαστος μακαρισμὸς εἷς τοῦ ἑνὸς ἔχεται, ὥσπερ τις σειρὰ χρυσῆ· οἷον ὁ πτωχὸς τῷ πνεύματι πάντως καὶ τὰ οἰκεῖα πενθήσει ἁμαρτήματα· ὁ πενθῶν καὶ πρᾶος ἔσται, καὶ ὁ δίκαιος καὶ ἐλεήμων· ἐξ ὧν γίνεται καὶ καθαρὸς τῇ καρδίᾳ· ὁ δὲ τοιοῦτος καὶ εἰρηνοποιὸς· ὁ δὲ πάντα ταῦτα κατορθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρεσκευασμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς.
33, 16. τὴν ἀνθρωπίνην φύσιν.
19. καρασκεύσατε.
Ὅτε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς ἑαυτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς πάντας ἐξαπλοῖ. τί οὖν τὰ σεσηπότα οὗτοι διώρθωσαν; οὐδαμῶς· οὐδὲ γὰρ δυνατὸν τὰ ἐφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν· οὐδὲ τοῦτο ἐποίουν, ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης. εἶτα παραδοθέντα αὐτοῖς, τότε ἥλιζον κατέχοντες, διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ δεσπότου ἡμῶν ἔλαβον. τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων τὸ κατόρθωμα τοῦ Χριστοῦ γέγονεν· τὸ δὲ μηκέτι ἐπ’ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς ἔργον ἢν.
Ὁρᾷς πῶς κατὰ μικρὸν καὶ τῶν προφητῶν δείκνυσιν αὐτοὺς ὄντας βελτίους. οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους φησὶν εἶναι, ἀλλὰ τῆς γῆς ἁπάσης, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ κολακεύοντες ἀλλὰ ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω…
33,…
34,…
The complete text is available when the reading interface loads.