Catena In Epistulam Ad Romanos (typus Monacensis)
- Scientific editors
- John Anthony Cramer
- Edition reference
- Catenae Graecorum Patrum in Novum Testamentum · Oxonii · Oxford University Press · 1844
- CTS identifier
urn:cts:greekLit:tlg4102.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 7
Comment verse
Τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.
Comment 1
Τοῦ Χρυσοστόμου. Ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει· ἐπειδὴ γὰρ εἶπεν “ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι “γράμματος,” ἐπήγαγε, “τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία;” καὶ γὰρ πρὸς τούτου ἦν εἰρηκὼς, ὅτι τὰ παθήματα τῶν ἁμαρτιῶν “διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία “ὑμῶν οὐ κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν·” καὶ, “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·” καὶ, “ὁ νόμος “δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.” καὶ, “ὁ νόμος “ὀργὴν κατεργάζεται.” ἐπεὶ οὖν ταῦτα ἅπαντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι τὴν ἀντίθεσιν, καὶ φησὶ, “μὴ γένοιτο·” πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων· λοιπὸν γὰρ ὁ ἀκούσας καὶ ὑπὲρ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ’ αὐτοῦ τὸ δοκοῦν εἶναι ἄποροι καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν, προσλαβὼν ἐκεῖνον τέθεικεν· οὐ γὰρ εἶπε· τι οὖν εἴποιμι ἄν; ἀλλὰ “τί οὖν ἐροῦμεν;” ὡς βουλῆς καὶ γνώμης προκειμένης· καὶ ἐκκλησίας κοινῆς συγκεκροτημένης· καὶ οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τῆς ἀντιθέσεως φανείσης.
Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτεῖναι δύναται, οὐδεὶς ἀντερεῖ, φησί. καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον. καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἃν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; μὴ γένοιτο· λῦσον οὐν τὴν άπορίαν. εἶδες πῶς μεθ’ ἑαυτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν ἐπὶ τὴν λύσιν ἔρχεται; τίς οὖν ἡ λύσις; ἁμαρτία μὲν οὐκ ἔστι φησί· “τὴν δὲ ἁμαρτίαν οὐκ “ἔγνων, εἶ’ μὴ διὰ νόμου.” ὅρα σοφίας ἐπίτασιν. ὅπερ γὰρ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. τί ἐστι τὸ ἔλαττον; “ὅτι τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.
Comment 2
Τοῦ Θεοδωρήτου. Πόλλα γὰρ εἰρηκὼς ἀνωτέρω, τοῦ νόμου καθαπτόμενα, καὶ προορῶν ὡς πνευματικῆς χάριτος ἠξιωμένος, ὅτι τῶν αἱρετικῶν τινὲς εἰς κατηγορίαν ταῦτα τῆς παλαιᾶς λήψονται διαθήκης, καὶ νομιοῦσιν ἄλλου τινὸς εἶναι Θεοῦ τὸν νόμον τὸν παλαιὸν, ἀναγκαίως καὶ τὰς ἀντιθέσεις τίθησι· καὶ ἐπιφέρει τὰς λύσεις. καὶ πρῶτον μὲν, βλάσφημον ἔδειξε τὴν ἐρώτησιν, τὸν ἀπαγορευτικὸν λόγον τεθεικώς· “μὴ γένοιτο.” εἶτα διδάσκει τοῦ νόμου τὸ χρήσιμον· οὐ μόνον γάρ φησιν οὐκ ἔστιν ὁ νόμος ἁμαρτίας διδακτικός· ἀλλὰ καὶ τὸ ἐναντίον, ἁμαρτίας κατήγορος· οὐ γὰρ ἃν ἔγνων, τί τὸ κακὸν, εἰ μὴ ὁ νόμος ἐδίδαξεν.
Comment 3
Σευηριανοῦ. Οὐκ εἶπεν οὐκ ἐποίησα· ἀλλ’ “οὐκ ἔγνων.’ ὥστε οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν, ὁ νόμος αἴτιος· παιδευτικὸς οὖν ὁ νόμος· μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν· ἐκεῖνο μέντοι ζητητέον, πῶς ἐνταῦθα εἰπὼν, “τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου,” ἐν ἑτέροις δείκνυσιν, ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησί· “ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ποιῇ·” παρίστησι γὰρ διὰ τούτων ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λεκτέον δὲ ὅτι εἰ καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα· οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται· παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκβάλλεται· διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις· διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή· καὶ διαρθροῦσα καὶ φωτίζουσα τοῦ δικαίου τὴν πολιτείαν.
Comment 4
Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ, ὅτι “ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα “τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς· βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς τῆς ἁμαρτίας ὁ νόμος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐνεργεῖται δι’ αὐτοῦ ἐν ἡμῖν τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ἀπαντᾷ· καὶ ἀποφάσκει μὲν, ὅτι οὐ πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ μᾶλλον, καἰ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησίν. “τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ “τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.” ὅρα τοίνυν ὅτι οὐκ εἶπε τὴν ἁμαρτίαν οὐκ εἶχον εἰ μὴ διὰ νόμου· ἀλλ’ ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος· παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς. τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστάς· οὐχ ἵνα μαθόντες ἐργάσοιντο· εἴ γε καὶ πρὶν εἰδέναι πάντως που καὶ ἔδρων. “οὐ γὰρ ἦν δίκαιος οὐδὲ εἷς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχω- ρήσειαν.
Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τοῦ Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖα τίς οἱμος· ἀποκομίζουσά ποι· καὶ διερρίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμάς· ὀρωρύχθων δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτά τινες ἔστωσαν οἱ ἐν νυκτὶ καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ· περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις· καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι. ἔχοντος δὲ ὧδε τοῦ πράγματος. δάδα τίς λαβὼν, ἐπ’ αὐταῖς ἔστησε ταῖς τριόδοις· ἐμφανῆ καθιστὰς τοῖς ἰοῦσι τὰ μεταξύ· οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ’ ἵνα ἀπαλλάττοιντο τοῦ κακοῦ. ἆρ᾿ οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἣ μᾶλλον ἐκεῖνο φαμέν· ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν; ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ’ οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοί· πλείστοις τὲ ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν. οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ’ ἃν εἰκότως ἣ λέγοιτο· πολλοῦ γε καὶ δεῖ. παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην.
Comment 5
Φωίου. Οὐκ εἶπε δὲ, τί οὖν ὁ νόμος ἀπέθανεν, ἣ κατήργηται ; τοῦτο γὰρ ἐβούλετο· ἀλλ’ ὅπερ μὴ δὲ αὐτῷ ἐδόκει. τί οὖν φησὶν, “ὁ νόμος ἁμαρτία ;“διὸ ἐπάγει, “μὴ γένοιτο·” ἅμα κἀκεῖνος (sic) λεαίνων καὶ τὰ αὐτοῦ οὐκ ἀναιρῶν. οὐ γὰρ εἰ μὴ ἐστὶν ἁμαρτία, ἤδη καὶ οὐκ ἀπέθανεν, ἣ οὐ κατήργηται· ὅπερ αὐτὸς καὶ ἐδείκνυ καὶ ἐβούλετο.
Comment verse
Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- μίαν.
Comment 1
Tοῦ Χρυσοστόμου. Ὁρᾶς ὅπως κατὰ μικρὸν οὐχὶ μόνον κατή- γορον τὸν νόμον δείκνυσι τῆς ἁμαρτίας, ἀλλ’ ἠρέμα καὶ κατα- σκευαστικόν ; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων, ἀποφαίνει τοῦτο συμβαῖνον· καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα, τῶν κατηγο- ρούντων τοῦ νόμου· διὸ ἐπήγαγεν· “ἀφορμὴν δὲ λαβοῦσα ἡ “ἁμαρτία διὰ τῆς ἐντολῆς.” εἶδες πῶς αὐτὴν ἀπήλλαξεν q̓κλή- μάτων ; ἡ ἁμαρτία φησὶ, οὐχ ὁ νόμος ηὔξησε τὴν ἐπιθυμίαν. καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας· ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. ἀλλ’ οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐσπούδαζεν ὥς τε ἀπαγαγεῖν· ἢ δὲ ἁμαρτία, τουτ- ἐστιν, ἡ ῥαθυμία ἡ σὴ, καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ κακῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. ἀλλ’ οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα· ἀλλὰ τοῦ ἀρρωστοῦντος· τῷ φαρμάκῳ κακῶς χρησαμένου. οὐ γὰρ διὰ τοῦτο ἐδόθη ὁ νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ’ ἵνα σβέσῃ. τοὐναν- τίον δὲ ἐξέβη. ἀλλ’ οὐκ ἐκείνου, ἀλλ’ ἡμῶν ἡ κατηγορία· οὐδὲ γὰρ εἴ τις τῷ πυρέττοντι καὶ ψυχροποσ ίας ἀκαίρως ἐπιθυμοῦντι· μὴ παρασχὼν ἐμφορηθῆναι τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτ ἃν δικαίως. τοῦ γὰρ ἰατροῦ, τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι, τοῦ κάμνοντος. τί γὰρ εἰ ἡ ἁμαρτία ἐξ αὐτοῦ τὴν ἀφορμὴν ἔλαβεν ; ἐξ ἀγαθῶν γὰρ ἐπιταγμάτων πολ- λοὶ τῶν πονηρῶν τὴν ἑαυτῶν πονηρίαν αὔξουσιν. ἐπεὶ καὶ ὁ διάβο- λος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν· εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας. ἀλλ’ οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν, τοῦτο εἰργάσατο, ἀλλ’ ἡ τῆς γνώμης πονηρία. καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἀπὸ τοῦ παραδείσου. ἀλλ’ οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον. εἰ καὶ δι’ αὐτοῦ ἡ ἀφορμὴ γέγονεν.
Εἰ δὲ καὶ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται. οὐκ ἀφιεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα, λαβὴν παρασχεῖν. πολλὴν δὲ σπουδὴν ποιούμενος, τὸ παρὸν διορθῶσαι. μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐνταῦθα λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει δι’ ἣν ταῦτα εἰπεῖν προσάγεται· καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαικήν· καὶ τὴν εὔτονον αὐτῶν φιλονεικίαν· ἣν καταλῦσαι σπεύδων, δοκεῖ πολὺς κατὰ τοῦ νόμου πνεῖν· οὐχ ἵνα ἐκεῖνον διαβάλλῃ, ἀλλ’ ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. εἰ γὰρ ἔγκλημα τοῦ νόμου τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν a, εὑρεθήσεται καὶ ἐν τῇ καινῇ τοῦτο συμβαῖνον. καὶ γὰρ καὶ ἐν τῇ καινῇ νόμοι μυρίοι· καὶ περὶ πολλῷ μειζόνων πραγμάτων. καὶ τοῦτο ἴδοι τίς ἃν ἐκβαῖνον κἀκεῖ· οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον· ἀλλ’ ἐπὶ πάσης ἁπλῶς κακίας· “εἰ γὰρ μὴ ἦλθον,” φησὶ, “καὶ “ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.” οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. καὶ πάλιν περὶ τῆς χάριτος ὁ Παῦλος διαλεγόμενος, φησίν. “πόσῳ δοκεῖτε χεί- “ρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατή- “σὰς;” οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. καὶ τοὺς Ἓλληνας δὲ διὰ τοῦτο φησὶν ἀναπολογήτους εἶναι. ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως καταμαθόντες τὸ κάλλος, καὶ ἀπ’ αὐτῆς δυνάμενοι πρὸς τὸν δημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο.
Ὁρᾶς πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κο- λάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων; ἀλλ’ οὐ δήπου a Cod. λαβὴν, sed in marg. λαβεῖν a. m. rec. διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ. ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως· καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων, διαβαλοῦμεν· τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκαλον. τὸ δὲ ἄπορον, ἐκεῖνο ἐστί. πῶς φησὶν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, “εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἣ λαβεῖν τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονε; πόθεν τὰ Σόδομα ἐνεπρήθη; τί οὖν φησί; τὴν ἐπιτεταμένην ἐπιθυμίαν· διὰ τοῦτο οὐκ εἶπε κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ “πᾶσαν ἐπιθυμίαν,” τὸ σφοδρὸν ἐνταῦθα αἰνιτ- τομενος.
Comment 2
Θεοδωρήτου. Ἤ τὸ, οὐκ ᾔδειν καὶ οὐκ ἔγνων, οὐ τῆς παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου· ἡ δὲ προσθήκη τοῦ “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς πᾶσαν ἐπιθυμίαν ἐν ἐμοὶ κατειργάσατο,” δείκνυσι τὸν νόμον τῆς κατηγορίας ἐλεύθερον. ἐπειδὴ γὰρ εἶπεν ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως ὑποδείκνυσι τὸν τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατετροπώσατο λογισμόν.
Comment 3
Γενναδίου. Μετρούσης γάρ μοι τῆς ἐντολῆς τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει· καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὀροῖς τακτοῖς αὐτὴν περιγραφούσης τὲ καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα ταύτῃ δι’ αὐτῆς ἀφορμὴν, τουτέστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς ἀμετρίαν υποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε. τῷ γὰρ “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυ- “μίαν,” ἐνδεῖ, τὸ, ἀπηγορευμένην.
Comment 4
Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.
Comment 5
Σευηριανοῦ. Εἰ δὲ βούλει, ἁμαρτίαν ὧδε νόησον, τὸν διάβολον. ὥσπερ γὰρ τὸν Σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ, καὶ δικαιοσύνην, τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον εἶναι· οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας, ποτὲ μὲν, ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος καὶ ἀθάνατον b καλεῖ. οὕτω καὶ ἐν τοῖς ἑξῆς εἰπὼν “ἡ “ἁμαρτία ἀνέζησε,” τὸν διάβολον καλεῖ. λοιπὸν οὖν διὰ τῆς ἐντολῆς ἀφορμὴν ὁ διάβολος ἔλαβεν. ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὡς ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος· εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. ἰστέον μέντοι ὅτι δι’ ἑαυτοῦ ὁ Ἀπόστολος τὸ κοινὸν δηλοῖ.
Comment 6
Κυρίλλου. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει. ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως. ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ, ἀφορμὴν μὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου· ἀλλὰ κατακεκραγέναι μᾶλλον τῆς ἐν ἡμῖν ἀσθενείας. ἀνθ’ ὧν ἐχρῆν ἀνακόπτεσθαι διὰ τοῦ νόμου, διὰ τούτων εἰς τὰ χείρω παρατρυνομένους. ἡ γὰρ ἀνθρώπου διάνοια τὸ φιλόκαινον ἀεὶ πρὸς ἐπιθυμίας νοσεῖ. καὶ ὁ μὲν ποιῶν τὰς ἐπιθυμίας, ὡς θέλει ζῇ, ἀνενόχλητος ὤν. ὁ δὲ ἀνακόπτων αὐτὰς, ἀγριωτέραν εἰσδέχεται τὴν τῶν παθῶν ἔφοδον. καὶ τῶν μὲν προχείρων οὐδεὶς ἐπιθυμεῖ· ὧν δὲ κωλύεται τίς ἐπιθυμεῖ. ὅθεν τοῦ νόμου κωλύσαντος τὸ βλάπτον, γέγονεν ἀφορμὴ τοῖς ἀσθενεστέροις, τοῦ πλέον αὐτοῦ ἐπιθυμεῖν.
Comment 7
Θεοδώρου Μονάχου. τάχα δὲ καὶ εἰς τὰ κατὰ τὸν Ἀδὰμ ὡς ἐν ὑποδείγματος λόγῳ εἴποι τίς ἀναφέρεσθαι τὸ προκείμενον. ἐπεὶ κἀκεῖνος προκειμένων αὐτῷ, φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἠδύνατο, εἰ μὴ νόμος αὐτῷ περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα, τὸ μετὰ τῶν λοιπῶν, κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο b Leg. θάνατον. δὲ ὑπὸ τῆς ἐντολῆς. ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων, ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν αὐτῆς βουληθέντος ἰδεῖν, ἀλλὰ τοῦ ἐπιβούλου πιστωθέντος τοῖς λόγοις, καὶ ὅλου τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἐπιθυμίας ἐντεῦθεν ἐγένετο· ἀλλὰ κἀκεῖνο ἐμάθομεν· ὡς οὐχ ἁπάσαις ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφειμεν. ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις μαθόντες, ἡμάρτομεν ἁπάσας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι. τοῦτο τὰρ λέγει, τὸ, “κατειργάσατο ἐν ἐμοὶ “πᾶσαν ἐπιθυμίαν.” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν. ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν· οὕτω καὶ ἐν τοῖς ἀνωτέροις· τῷ, “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν “οὐκ ἐπιθυμήσεις,” ἀντὶ τοῦ, οὐκ ἃν ᾔδειν εἰ μὴ ὁ νόμος ἦν ὁ τοῦτο διορίζων, ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων. καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων· καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν.
Χωρὶς γὰρ νόμου· ἁμαρτία νεκρά.
Comment 8
Χρυσοστόμου. Τουτέστιν, οὐχ οὕτω γνώριμος. ᾔδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. διὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. οὐδὲ γὰρ ἦν ἶσον, φύσιν ἔχειν κατήγορον. καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα.
Comment 9
Ισιδώρου. Οὔκουν τοῦτο αἰνίττεται· ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες. ἐπεὶ ἀλόγως εὑρεθεῖεν ἃν κολασθέντες, οἱ πρὸ τοῦ νόμου· οἱ μὲν γὰρ, ὕδατος, οἱ δὲ, πυρὸς ἔργον ἐγένοντο· ἀλλ’ ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς. διὸ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς.
Comment 10
Κυρίλλου. Ἢ καὶ ἁπλῶς· εἰ μὴ κέοιτο, φησὶν, ὁ τῶν τῆς φαυλότητος τρόπων κατηγορῶν νόμος, ἀδρανὲς ἃν γένοιτο τὸ κακόν. κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν, διὰ τοῦ νόμου. καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῶν μηδενός. μονονουχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος.
Comment 11
Θεοδωρήτου. Καὶ μὴ ὄντος τοῦ τὸ πρακτέον ὑποδεικνύοντος. καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμάρτια.
Comment 12
Σευηριανοῦ. Ὅτι μὴ δὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἡμαρτηκότα. ὁ δὲ νόμος δοθεὶς, καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ· τοῦτο δὲ, οὐ τοῦ νόμου κατηγορία· ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρὰ, οὕτω καὶ φυλαττομένου τοῦ νόμου, ἡ ἁμαρ- τια νεκρὰ·
Comment 13
Γενναδίου. τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων, ἁμαρτωλὸν συνίστησιν· ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν, ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι· “οὗ γὰρ οὐκ ἔτι νόμος, οὐδὲ παράβασις·’ οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. τὸ οὖν “χωρὶς νόμου ἡ “ἁμαρτία νεκρά·” ἀντὶ τοῦ, οὐκ ἃν ἐνεργηθείη, φησὶ, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς. ἀλλὰ τὸ εἰδότα ὧν δεῖ ἀπέχεσθαι, ποιεῖν τί παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.
Comment verse
Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοὶ ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἅγια καὶ δικαία καὶ ἀγαθή.
Comment 1
Κυρίλλου. Ἐζηκέναι μέν φησιν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν τεθνάναι γε μὴν ἑαυτὸν διισχυρίζετο· καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βου- λεύεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν. ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτῆρ’ λέγων· “ὁ εἰδὼς τὸ “θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. “ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.” οὐκοῦν, ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νομων.
Εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον· τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ἠρημένος, ἥλω γραφὴν ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστυγνάσας τῆς ἀκριβείας τοῦ νόμου, μονονουχὶ καὶ κατακεκράξεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ ’δε ἀπέθανον εἰ γάρ ἐστιν ἀληθῶς “ἁμαρτία νεκρὰ χωρὶς νόμου,” πῶς οὐ πιθανὸν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, ἐννοεῖν· τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον, ἔμπνουν ἐπιτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν. οὐχ ἡμῖν, οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας· διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς, τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι “νόμος, οὐδὲ παράβασις,” καθά φησι αὐτός. οὕτω παρελθούσης τῆς ἐντολῆς εἰς μέσον, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία· κατερεθίσθη δὲ ὁ θάνατος· καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας· καὶ τι τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν· εὕρηται γάρ, φησι, ἡ ἐντολὴ ἡ δοθεῖσα πρὸς ζωὴν αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πὼς τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἃν εἶεν τὴν ὄψιν ἠρρωστηκότες, καί τοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν· νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα, τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον πρόφασιν δεδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολήν. ἐξηπατῆσθαι τὲ δι’ αὐτῆς· κατακομισθῆναι τὲ καὶ εἰς θάνατον. φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πὼς μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γεννικώτερον ἀντεξάγουσι· καὶ τὸν νοῦν ἔσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες. καὶ τοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταύτῃ τοι φησὶ σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους.
Comment 2
Χρυσοστόμου. Καὶ ὅρα πῶς δεῖξαι σπουδάζει καὶ ἀφ’ ὧν οὐκ ἐποίησε βαρήσαντα τὸν νόμον τὴν ἀνθρωπίνην φύσιν· ὅτε γὰρ χωρὶς νόμου ἔζων φησὶ, δηλαδὴ πρὸ Μώσεως, οὐχ οὕτω κατεδικαζόμην· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ “ἀπέθανον.” τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου. εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. οὐ γὰρ μὴ οὐσαν ὑπεστήσατο· ἀλλὰ κρυπτομένην ἔδειξεν ὅπερ καὶ επαινος ἐστὶ τοῦ νόμου· εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον· τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσατο, τοῦτο γοῦν ἀκριβῶς ἔμαθον ὅτι ἥμαρτον· ὅπερ οὐκ ἃν εἴη μικρὸν εἰς c κακίας ἀπαλλαγήν. εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον. ἀλλ’ ἡ πᾶσα κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ, πη ἐλπίδα πᾶσαν διαφθαρείσης· οὐ γὰρ κατὰ λόγον ἠν τὸ γινόμενον τὸ διὰ τῶν ωφελουντων βλάπτεσθαι. διὸ καὶ ἔλεγεν· “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς “ζωὴν, αὕτη εἰς θάνατον.” οὐκ εἶπε γέγονε θάνατος· οὐδὲ ἔτεκε θάνατον, ἀλλ’ “εὑρέθη.” τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων. καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. ἃν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε φησίν. καὶ διὰ τοῦτο ἐδόθη. εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. σαφέστερον δὲ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπὼν, “ἡ γὰρ ἁμαρ- “τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν·” εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται. τὸν νόμον ἀπαλλάττων κατηγορίας; διὸ καὶ ἐπήγαγεν, “ὥστε ὁ “μὲν νόμος ἅγιος· καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
Comment 3
Θεοδωρήτου. τέθεικε γοῦν τὸ, “εὑρέθη·” ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ τὸ διὰ τὴν ἁμαρτίαν συμβάν.
Comment 4
Σευηριανοῦ. Εἰ δὲ ἀνέζησεν ἡ ἁμαρτία, δηλονότι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε· πότε οὖν ἔζη; ὅτε εἰληφότα τὴν ἐντολὴν τὸν Ἀδὰμ, καὶ εἰδότα τὴν παράβασιν ὀλεθρίας, ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. μὴ οὔσης οὖν μεταξὺ μή τε ἐντολῆς μή τε ὡς εἴρηται νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πάντες. τι οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ μέλλοντες κατορθοῦν· ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀμελεῖν τὸν λόγον τῆς σωτηρίας, καὶ τὴν ὑπόθεσιν τῶν σπουδαίων καὶ ἐναρέτων.
Comment 5
Βασιλείου. Δύνατον μέντοι τὸ, “ἐλθούσης τῆς ἐντολῆς. ἡ “μὲν ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον,” καὶ ἄλλως ἐκλαβεῖν. ἔτι γὰρ ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ· ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκατέρας. ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· “ἐγὼ δὲ ἀπέθανον·” ἐπαγγέλλουσι γὰρ λογισμοὶ πονηροὶ ἐκ τῶν παθῶν τῆς σαρκὸς, ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. τῷ ὄντι γὰρ ἐχθοῦσα ἡ ἐντολή. τουτέστιν ἡ διάγνωσις τῶν καλῶν· ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ. ἀλλὰ συγχωρήζῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμὸν, ἀνέζησε μὸν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς νεκρὸς γενόμενος τοῖς παραπτώμασιν.
Comment 6
Ωριγέσνουσ. Ἅπας τοιγαροῦν ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν· ὅτε οὐκ ἦν ἐπιτίμησις. ἄγνοια γὰρ κολάσει οὐχ ὑπόκειται· καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἢ ἐντολή. πότε, ἣ ὅτε ἀνεπλήρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προστάττουσαν μὲν τὰ τοιάδε· ἀπαγορεύουσαν δὲ τὰ τοιάδε; ἅμα δὲ τῷ ἐλθεῖν τὴν ἐντολὴν, κατὰ τὸν πρῶτον αὐτῆς καιρὸν ὑφίσταται ἡ κακία. ἢ ὡς ὁ Παῦλος φησὶν, ἀναζῇ ἡ ἁμαρτία, τέως οὖσα νεκρά. ἐπεὶ δὲ μὴ πέφυκεν ἁμαρτία ἅμα ζῆν καὶ ὁ ἔσω ἄνθρωπος, διὰ τοῦτο ἐλθούσης τῆς ἐντολῆς, ἡ μὲν ἁμαρτία ἀναζῇ, ἡ δὲ ψυχὴ ἀποθνήσκει. κατὰ τὸ, “ψυχὴ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται·” τὸ γὰρ “ἀγὼ,” ἐπὶ τὸν ἔσω ἄνθρωπον καὶ ἐπὶ τὴν ψυχὴν ἀναφέρεται. περιίσταται τοίνυν τὸ ζωοποιὸν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν· ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον. διὰ ταύτης δή που καὶ τὸ τῆς πονηρίας ἔγκλημα καὶ τὸ τῆς κολάσεως επιτιμιον συνίσταται.
Comment 7
Θεοδώρου Μονάχου. τινὲς δὲ τὸ, “ἐγὼ ἔζων χωρὶς νόμου “ποτὲ,” καὶ τὰ ἑξῆς, περὶ τοῦ ἀδὰμ λέγειν φασὶ τὸν Ἀπόστολον· ὡς ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχάνοντος· πρὶν ἢ δέζασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρῶτον· εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον· ὅθεν ἐπάγει, “ἐλθούσης δὲ τῆς ἐντολῆς,” καὶ τὰ ἑξῆς. ἐπειδὴ δέ, φησι, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ ἁμαρτία παρείσδυσιν ἔσχεν. ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην. ἐλήλυθε δέ, φησιν ὁ Παῦλος, ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεικνὺς ὡς οὐ φαῦλον ἡγεῖται αὐτόν. κοινῶς δὲ περὶ τῆς τοῦ νόμου φύσεως διαλέγεται· τὸ χρειῶδες αὐτοῦ διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς· ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα, καλῶς ἐπάγει, “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία.”
Comment 8
Θεοδωρήτου. Ἀπὸ γοῦν τοῦ κατὰ τὸν Ἀδὰμ παραδείγματος φανερὸν ποιεῖ τὸ χωρὶς νόμου μὴ χώραν ἔχειν τὴν ἁμαρτίαν· ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως, οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. τοῦ δὲ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. δελεασθεῖσα δὲ ἐκείνη· καὶ τοῦ καρποῦ τὴν ὥραν θεασαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῳ Ἀδὰμ παρ’ αὐτίκα τὸν ὅρον τῆς τελευτῆς. ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως.
Comment 9
Γενναδίου. Ὥστε ἐγὼ, ὁ ἄνθρωπος λέγει νῦν· λέγει δὲ περὶ τοῦ Ἀδάμ· τὸ δὲ “ἔζων χωρὶς νόμου,” νόησον καὶ οὕτως. ἐμὲ τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης, τοῦτο ἀφείλετο· “καὶ “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.” καὶ πέπονθέ τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβείς· καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. “ἡ “γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα,” καὶ τὰ ἑξῆς· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, διὰ τούτου με αὐτοῦ παρακρουσαμένη κατέσφαξε· δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον· κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει Δαβίδ, “δικαιοσύνη ἐνώπιον αὐτοῦ προσπορεύσεται,” λέγων· καὶ πάλιν ὁ Σολομῶν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.
Comment 10
Κλισλρίου. Ἄλλ ὅπερ εἶπον τὸ, ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτὲ,” οὐ περὶ αὐτοῦ τοῦ Παύλου ληπτέον. οὐ γὰρ προυπῆρχε τοῦ νόμου Παῦλος, ὁ ἔσχατος πάντων τῶν τοῦ νόμου φοιτητῶν. οὐδ’ αὖ πάλιν χωρὶς τούτου ποτὲ ἦν ἢ ἐγένετο· καὶ γὰρ τὸ εὐαγγέλιον κηρύττων, τὰς νομικὰς μαρτυρίας παντὶ παρατίθησιν· ἀλλ’ ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶν, “ἐγὼ δὲ ἔζων “χωρὶς νόμου ποτέ.” σαφέστερον δὲ ὡς ἐκ προσώπου τοῦ Ἀδὰμ ἀποδυρόμενος ταῦτα φησὶ λευκαίνων τὸ νόημα· οὐκ ἔτι νόμον ἀλλ’ ἐντολὴν φάσκων τὴν δοθεῖσαν τῷ Ἀδὰμ δηλονότι· ἐλθούσης δὲ τῆς ἐντολῆς, ὡσανεὶ δοθείσης, ἡ ἁμαρτία ἀνέζησε φησί· ἐγὼ δὲ ἀπέθανον τῇ διὰ τῆς παρακοῆς ἐκπτώσει τῆς μακαρίας ζωῆς.
Comment 11
Θεοδωρήτου. Ἀπὸ δὴ τῶν κατὰ τὸν Ἀδὰμ πιστωσάμενος τὸν περὶ τοῦ Μωσαϊκοῦ νόμου λόγον, συμπεραίνων ἐπάγει· “ὥστε “ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια, καὶ δικαία καὶ ἀγαθή.” νόμον λέγων, τὸν Μωσαϊκόν· ἐντολὴν δὲ, τὴν τῷ Ἀδὰμ δεδομένην. οὗ χάριν, καὶ πλείοσιν αὐτὴν ἐταινίωσε στεφάνοις· ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. οἱ γὰρ ῥαθυμίᾳ συζῶντες, καὶ τοῦ δεσπότον Θεοῦ κατηγοροῦσιν ὡς τεθεικότος τὴν ἐντολήν. εἰ μὲν γὰρ ἠγνόει φασὶ τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον λογικῶν ἡ τῶν καλῶν καὶ τῶν μὴ τοιούτων διάκρισις· πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν, χωρὶς νόμου πολιτεύεσθαι; διά τι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεός; ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν λίαν εὐχερῆ, καὶ οὐ δυσκατόρθωτον δεδωκότος νόμον. πάντων γὰρ ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν· ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν· οὐ φθονῶν αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς· ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους· καὶ εὔνουν εἶναι περὶ τὸν πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ· εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας, ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος.
Comment 12
Χρυσοστόμου. Ἀλλὰ ταῦτα μὲν καὶ οἱ περὶ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς καὶ τοῦ φυσικοῦ νόμου τὸ ῥητὸν ἐκλαμβάνοντες. ἴδωμεν δὲ, ὡς οὐ σφόδρα τῆς ἀκριβείας ἔχονται· πανταχοῦ γὰρ σκοπὸς τῷ Παύλῳ, τὸν Μωσαϊκὸν παῦσαι νόμον· πρὸς δὲ ἐκείνους, οὐδένα λόγον ἔχει. καὶ μάλα εἰκότως· τοῦτον γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι· τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ, οὐδὲ νόμον ποτὲ φαίνεται καλέσας, οὔτε Παῦλος οὔτε ἄλλος οὐδείς. ἵνα δὲ καὶ ἀπ’ αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥηθεῖσι· μικρὰ ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. περὶ γὰρ πολιτείας αὐτοῖς ἀκριβοῦς διαλεχθεὶς, ἐπήγαγεν· “ἣ ἀγνοεῖτε ἀδελφοὶ, ὅτι ὁ νόμος “τοῦ ἀνθρώπου κυριεύει, ἐφ’ ὅσον χρόνον ζῇ; ὥστε καὶ ὑμεῖς “ἐθανατώθητε τῷ νόμῳ.” οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα μὴ ἔχοντες νόμον φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστι· περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον. ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόνον πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι· πῶς οὖν φησὶ, “τὴν ἁμαρτίαν οὐκ ἔγνων, “εἰ μὴ διὰ νόμου;” οὐ τὴν καθόλου λέγων ἀγνοίαν· ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν· εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἃν τὸ ἑξῆς ἔχοι λόγον; “ἐγὼ,” γάρ φησι, “ἔζων χωρὶς νόμου ποτέ οὔτε γὰρ ὁ Ἀδὰμ οὔτε ἄλλος ἄνθρωπος οὐδὲ εὶς οὐδεποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τὲ γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐντίθει τὸν νόμον αὐτῶ. σύνοικον νόμον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. χωρὶς δὲ τούτων, οὐδαμοῦ φαίνεται τὸν φυσικὸν νόμον ἐντολὴν καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν ἁγίαν καὶ δικαίαν καλεῖ· καὶ νόμον πνευματικόν· ὁ δὲ φυσικὸς, οὐκ ἀπὸ πνεύματος ἡμῖν ἐδόθη. καὶ γὰρ βάρβαροι καὶ Ἓλληνες, καὶ πάντες τὸν νόμον τοῦτον ἔχουσιν οἱ ἄνθρωποι· ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται.
Comment 13
Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ.
Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.
Comment 14
Γενναδίου. “Ὥστε ὁ μὲν νόμος, ἅγιος· καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή. ὁ “μὲν,” σύνδεσμος, ἁπλῶς ἐνταῦθα παρέρριπται. νόμον δὲ καὶ ἐντολὴν, τὸ αὐτὸ εἰ βούλει εἰπέ. ἁγίαν μέντοι τὴν ἐντολὴν εἴρηκεν, ὡς τῆς ἁμαρτίας ἀπάγουσαν, καὶ διιστῶσαν καὶ ἀφορίζουσαν τοῦ κακοῦ· δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσαν τὲ ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ, ὡς ὁδηγοῦσαν τὲ πρὸς τὸ ἀγαθὸν, καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ· καὶ καῶν παρεκτικὴν, τῷ τε παρέχειν τὴν δ ιάγνωσιν, καὶ τῷ μείζονα πειθομένοις ὑπισχνεῖσθαι κατάστασιν.
Comment 15
Κυρίλλου. Εἴποις δ᾿ ἃν τὸν νόμον ἅγιον καὶ τὴν ἐντολὴν ἁγίαν καὶ δικαίαν καὶ ἀγαθήν· καὶ ὅτι ἀποφαίνει ἁγίους καὶ δικαίους τοὺς, οἵπερ ἃν ἕλοιντο φυλάττειν αὐτόν· καὶ ἀπαλλάσσει τῶν ἐκ παραβάσεως ἐγκλημάτων.
Comment 16
Χρυσοστόμου. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται· οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετήν· ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ, ἡ ἀπιστία ἀυτῶν.
Comment 17
Ωριγένουσ. Κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν. οὕτω λέγων· ὡς εἰ καὶ “ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς “ἐντολῆς ἐξηπάτησε,” καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον· καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ Θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον. καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ Θεοῦ ἐπαινετέον.
Comment 18
Θεοδωρήτου. Ἄλλος δὲ νόμον μὲν τὸν Μωσαϊκὸν εἶπεν· ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. ἣν ἁγίαν μὲν προσηγόρευσεν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν. ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν.
Comment 19
Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἠμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας· καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μέγαλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεῖπε· καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν· αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντολήν. ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξέ με τὴν ἁμαρτίαν· καὶ ἐπέταξε φυγεῖν αὐτήν. ἐξ ἑτέρου ’δε, ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. ἅγιος οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρτάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.
Comment verse
Τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
Comment 1
Κυρίλλου. Ἄγιος μὲν ὁ νόμος, ἅγια δὲ καὶ ἡ ἐντολὴ, καὶ ἀγαθή· εἶτα πῶς ἔφασκε· “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον;” ἀρα οὖν εἰπέ μοι γέγονεν ἡμῖν τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο φησί. ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον· ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑποζευγνύναι. πῶς ἣ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη· διεληλάκαμεν δὲ πρὸς τοῦτο ἀσθενείας ἡμεῖς λοιπὸν ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρον πῶς δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντο- “λῆς.” τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως…
Comment 2
Θε…
The complete text is available when the reading interface loads.