The Greek Library Author

Catenae (novum Testamentum)

Catena In Epistulam I Ad Corinthios

Scientific editors
John Anthony Cramer
Edition reference
Catenae Graecorum Patrum in Novum Testamentum · Oxford · Oxford University Press · 1841
CTS identifier
urn:cts:greekLit:tlg4102.tlg012.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ.

ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς ἐπιστολῆς ταύτης. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. Κορίνθιοι ἐκ φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἢν ἐν αὐτοῖς σχίσματα. καὶ ὄντων τῶν σχισμάτων, παρεβλέποντο τὸν λαβόντα τὴν μητρυιάν. ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς ἰδίας α γυναῖκας, προφάσει τῆς ἐγκρατείας. τινὲς δὲ b ἐν εἰδωλείοις ἤσθιον, ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. ἄλλοι δὲ, τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ. καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. καὶ πρῶτον μὲν, μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει καὶ γνώσει. οὐκ ἀποδέχεται δὲ c αὐτοὺς ποιοῦντας σχίσματα d, ἀλλὰ καὶ συμβουλεύει, μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι. ἔπειτα ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν e περὶ ὣν ἔγραψαν ἀποκρίνεται· περὶ μὲν τοῦ γάμου διδάσκων ἄρρηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνῳ σχολάζειν, διὰ τὴν εὐχήν. διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι οὐ κατὰ ἀνάγκην, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω f. εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται g. κωλύει οὖν τὰ ἐν εἰδωλείῳ h συμπόσια, ἵνα μὴ a ἰδίας om. R. b τ. δὲ καὶ R. c δὲ om. R. d τὰ σχ. R. e λοιπὸν om. R. f γενέσθαι R. g πολιτεύονται R. h εἰδωλίῳ R. B σκανδαλίζωνται οἱ μικροί. εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει, ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα χάρισμα τόδε, τοῦ ἔχοντος τόδε. πάντα γὰρ τοῦ αὐτοῦ i Πνεύματος εἶναι λέγει. καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει, ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνήσκουσα μὲν φθαρτὴ ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. τὴν δὲ ἀνάστασιν, ἀπὸ τοῦ ἐγηγέρθαι 1 τὸν Χριστὸν συνίστησι. καὶ τέλος m παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας ίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτως τελειοῖ τὴν ἐπιστολήν.

Θεολωρίτου. Ὁρῶν ὁ Δαίμων οὕτω πολυάνθρωπον τὴν Κόρινθον, καὶ εἰδελολάτριν πεπιστευκυῖαν Θεῷ, παρασκευάζει τινὰς ἐκ τῶν παρὰ σφίσι πλουσίων καὶ φιλοσόφων αὐτοχειροτονήτους προστατεῖν τοῦ δήμου ἐν τοῖς πνευματικοῖς πράγμασιν, ὡς λοιπὸν τοῦ λαοῦ πολλοὺς, τοὺς μὲν τοῖς πλουσίοις ὡς δυνατοῖς προσχωρῆσαι, τοὺς δὲ τοῖς n φιλοσόφοις ὡς πλέον o διδάσκειν δυναμένοις παρὰ τὴν τοῦ Ἀποστόλου διδαχὴν, ὡς ἐκ τούτου σχίσματα καὶ ἔριδας γίνεσθαι παρ’ αὐτοῖς. ἔγραψαν οὖν τῷ Παύλῳ διὰ Φορτουνάτου p, καὶ Στεφάνου καὶ Ἀχαικοῦ, περὶ γάμου καὶ παρθενίας, δι’ ὧν r καὶ ἀντιγράφει αὐτοῖς, καὶ περὶ τούτων καὶ περὶ ἄλλων, συναποστείλας καὶ τὸν Τιμόθεον. ἐπεὶ οὖν ἐξ ἀπονοίας ἦσαν τὸν λαὸν διανειμάμενοι οἱ πλούσιοι καὶ φιλόσοφοι, τῆς ἀπονοίας διορθοῦται τὸ πάθος ἐν πρώτοις.

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΩΤΗΣ.

ά. Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ

β΄. Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων.

γ΄. Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων.

δ'. Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας.

έ. Περὶ διαφορᾶς ἐδεσμάτων, καὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος.

ζ΄. Περὶ σχήματος ἀνδρῶν καὶ γυναικῶν, ἐν εὐχαῖς καὶ προφητείαις.

ζ΄. Περὶ κοινωνίας θεοπρεποῦς, οὐ πλησμονικῆς.

ή. Περὶ διαφορᾶς χαρισμάτων, καὶ οἰκονομίας αὐτῶν.

θ΄. Περὶ ἀναστάσεως σωμάτων καθολικῆς.

ΕΞΗΓΗΣΙΣ

ΠΑΥΛΟΣ κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός· τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ ἀυτῶν τε καὶ ἤμων·

Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν· διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαρρεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν· διὰ τοῦτο καὶ τῆς ἀποστολικῆς κλήσεως ἐμνημόνευσε· μονονουχὶ λέγων, ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ.

Ἐνταῦθα τοῦ μὲν καλέσαντος τὸ πᾶν· τοῦ δὲ κληθέντος ὄα ὡς εἰπεῖν γίνεται.

Σευηριανοῦ. τοῦτο οὐκ ἁπλῶς προσέθηκεν. ἀλλ’ ἵνα δείξῃ ὅτι Θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι, καὶ τὸ Ἀποστόλους εἶναι.

Θεοδωρίτου. Καὶ τοῦτο τῆς διαφωνίας ὡσαύτως κατηγορεῖ. Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ἀπέδειξεν. διδάσκει δὲ ἡμᾶς καταταυτὸν ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται b. ἐνταῦθα γὰρ τὴν “ διὰ” ἐπὶ τοῦ Πατρὸς τέθεικεν.

Κυτίλλου. Ἀπεστάλθαι φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ οἶμαι ἐστὶ οὐδὲν vid. leg. b κέχριται Cod. τὸ “ διὰ θελήματος Θεοῦ.” ἐπειδὴ γὰρ δι’ Υἱοῦ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρός. δι’ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαι φαμέν.

Θεολωρίτου. Σοφῶς δὲ τοὺς παρ’ ἑκάστοις τετιμημένους, ὥσπερ καὶ τὸν Σωσθένην τοῖς ἐν Κορίνθῳ διεγνωσμένοις, καὶ ἁπάσης ἐπιεικείας ἐμπλέω δέχεται συνεπίστέλλοντας. Οἶον ἐκδυσωπῶν τοὺς ἔσθ’ ὅτε τε πρὸς τοῦτο ἰόντας ἀντανίστασθαι τολμᾶν τοῖς παρ’ αὐτοῦ κηρύγμασιν, ἢ καὶ μὴ εὖ πεποιῆσθαι λέγειν αὐτά. τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πραξέων ἱστορία· καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ “Ελληνες, λίαν ᾐκίσαντο τοῦτον

Σετηριανοῦ. Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει.

Τοῦ αὐτοῦ. τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν· μίαν ἐκκλησίαν καὶ Θεοῦ τούτους ἀποκαλῶν· προστίθησι δὲ ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῶ δεῖνι.

Κτρίλλου. “Οτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις, οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων “ἡγιασμένοις ἐν Χριστῷ, ” ἕως “ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικνεῖσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον· μὴ ἄρα πὼς προσκυνεῖν ἣ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς τὸν νόμον c καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς· ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς. ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἐν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ’ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον· “ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ τόπου “ αὐτοῦ·” ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστηκεν ὁ Χριστός· καὶ τίς αὐτὴν c ποιήσειαν aut aliud verbum excidit.. ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν· “ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπω “αὐτῶν τε καὶ ἡμῶν·” τουτέστιν, εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῆ, εἴτε ἦν ἐν ταῖς τῶν ἐθνῶν πόλεσι τε καὶ χώραις. Θέον δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ Ἐκκλησίαν ὀνομάζει, τοὺς ἡγιασμένους. Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων· “εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.”

Σετηριλνοῦ. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ Ἰησοῦ. ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου καὶ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει. καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν διαμερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. “ἡγιασμένοις ἐν Χριστῷ Ἱησοῦ.” οὐκ ἄνθρωπός σε φησὶν ἡγίασεν, ἀλλ’ ὁ Θεὸς ἐν Χριστῷ.

Θεολωρίτου. Καλεῖ αὐτοὺς κλητοὺς καὶ ἁγίους· καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι· διδάσκων ὡς οὐκ αὐτοὺς μόνους ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ σωτηρίῳ πεπιστευκότας κηρύγματι, ἓν ἔχειν φρόνημα δεῖ. αὕτη δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ δεσπότου Χριστοῦ.

Σευτηριανοῦ. Εἰ γὰρ ἄνθρωπον, φησὶ, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ. εἰ δὲ Ἰησοῦν Χριστὸν, ἀπὸ τούτου ὀνομάζου, ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ “ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις.” οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν καλοῦσι. καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε, ἀσεβῆ καινότητα ἐπεισάγοντες· καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ “τοῖς ἐπικαλουμένοις·” Θεὸν δεικνὺς τὸν Υἱὸν τοῦ Θεοῦ. Θεὸν γάρ τις ἐπικαλεῖται, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστι, μιμεῖσθε τοὺς πολλούς· ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε a παρὰ τοὺς ἄλλους· τὸ δὲ “αὐτῶν τε καὶ ἡμῶν,” τῷ Κυρίῳ συνήρμοσται. ἀντὶ τοῦ, καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν.

Ὠριγένουσ. Εἰ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα, ἀλλὰ καὶ πάντων τῶν ἐν πᾶσι τῇ γῇ μέμνηται πιστῶν· δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ ε==ιναι Ἐκκλησίαν, τόποις πολλοῖς κεχωρισμένην. καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. εἰ δὲ τόπος χωρίζει, ἀλλ’ ὁ b αὐτοὺς συνάπτει κοινὸς ὤν c. τοῦτο οὖν λέγει· χάρις καὶ εἰρήνη ὑμῖν τοῖς Κορινθίοις ἡγιασμένοις κλητοῖς γενομένοις· ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν.

Ὠριγένουσ. Εἰ πάντες ἦσαν Ἐκκλησίας, τίς ἔτι χρεία προκεῖσθαι d κεῖσθαι d “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις ; “ εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἣ ἐπικαλουμένοις γεγράφθαι μόνον. ἀλλὰ περὶ αὐτῶν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεστήσαμεν, ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν Ἐκκλησίαν ὀφείλονται· τοὺς δὲ ψεκτοὺς οὐκ ἅπαντας μὲν ἔτι πάλαι ὄντας τῇ ἁμαρτίᾳ· ἀλλ’ ἐπικαλουμένους· οὐ μὴν ἤδη καὶ Ἐκκλησία. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι, εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον.

Θεοδωρίτου. Ἑκάτερα συνυπακούεται, τά τε τῶν γραφόντων προσώπων τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο. ἀντὶ τοῦ, ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ’ ἡμῖν, ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν. κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντείας τοὺς παρ’ ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες· καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον, εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα τοῖς ἡγιασμένοις ἐν χριστῷ, καὶ δι’ αὐτοῦ κεκλημένοις, μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν.

Φωτίου.Μῆ γὰρ νομίσῃς ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμῖν μέλλω καθαίρειν τῆς ἐπὶ τοῦτο φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω, κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τὲ γὰρ οὐδὲν ὀνίνησι, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας· καὶ τὸ κοινὸν μερίζει τῆς Ἐκκλησίας σῶμα. “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου.” b Vid. leg. ὁ Χριστός. c κοινόὠν Cod. d προκεῖσθε Cod. ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτων αὐτούς· διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τοῦ Θεοῦ, καὶ εἰπὼν “κλητοῖς “ ἁγίοις,” αὐτίκα συνῆψε “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις” καὶ ἑξῆς. Καὶ ὑμῖν φησὶ καὶ σύμπασιν εἴη ἡ ἀπὸ Θεοῦ Πατρὸς χάρις καὶ εἰρήνη· “ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ἐπειδὴ εἰπὼν “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου,” ἐπήγαγεν μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν Κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν “αὐτῶν τε καὶ “ ἡμῶν·” εἰ δὲ κοινὸς ἁπάντων Κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τὸν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὦν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε;

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῆ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν σὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάση γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.

Κυτίλλου. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. συνδοτήρ τέ ἐστι καὶ συγχορηγὸς τῷ γεγεννηκότι, τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων. καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη. τῇ πὰρ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς θρόνους τε καὶ ἐξουσίας· καὶ ἅπαξ ἁπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν.

Θεοδωρίτου. Εἰς καιρὸν αὐτοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. ταύτης δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱόν· τοῦ Πατερὸς καὶ τοῦ δεικνὺς δεικνὺς τὴν ἰσότητα

Σευηριανοῦ. Πάρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε ἀπὸ τοῦ ὀνομάζεσθαι· αἱ γὰρ τούτων θέσεις προσλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἄπο εισιν e εἰς τὸ ζητούμενον.

Ὡριγενουσ. Ἀπὸ πολλῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει τῷ “Θεῷ μου” λέγων. καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν “ ὁ Θεὸς, ὁ Θεός μου.” καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει, τὸ καὶ αὐτοὺς τοῦτο λέγειν. ὁ γὰρ τοῦτο λέγων, ἄπο πάντων τῶν ανθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως.

Σευηριανοῦ. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου φησὶν ὀνομάζεσθαι προσήκει

Θεοδωρίτου. Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοήν· ὥς τε δέκτην γενέσθαι τὴν ἰατρείαν. ἔχει ’δε καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπεὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς ηὐχαρίστησε δωρεαῖς· λέγει δὲ καὶ ταῦτα σαφέστερον· “ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν “ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ “ ἐβεβαιώθη ἐν ὑμῖν·” ταῦτα τὰ εἴδη τῶν τοῦ Πατρὸς χαρισμάτων· “ ᾧτ’ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ “ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·” “ μαρτύριον δὲ Χριστοῦ,” τὸ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πὼς οἱ κηρύττοντες. οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγεν· “ διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ “ τοῦ ζωογονηκότος τοὺς νεκρούς·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· “ κηρυχθήσεται δὲ τὸ εὐαγγέλιον τοῦτο τῆς “ βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.” βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ, τὴν τῶν σημείων θαυματουργίαν· δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια

Σευηριανοῦ. Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ πη αὐτοῦ πλοῦτος· εἰ παρ’ αὐτοῦ γνῶσις, διατί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτῷ ἐπιτιθεῖς· τοῦ δὲ ὡς βαπτίσαντος ; διόπερ προιὼν, φησὶ, “ τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς “ μὴ λαβών;” “ἐν παντὶ λόγῳ,” ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων· διὰ τοῦτο, φησὶν, “ ἐν παντί· λόγῳ καὶ πάσῃ γνώσει” ἐπειδὴ καὶ τῆς γνώσεως δεαφοραὶ φοραὶ πολλαί· καὶ πάσῃ γνώσει” Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν ἡττωμένοις “ καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη “ ἐν ὑμῖν. c

Φωτίου.“ Μαρτύριον Χριστοῦ.” ἣ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις. ἢ “ μαρτύριον Χριστοῦ” ἡ τῶν σημείων χάρις καὶ δωρέα· καὶ γάρ ἐστι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θεότητος αὐτοῦ καὶ μεγαλειότητος αὐτοῦ. ἦσαν γὰρ ἦσαν οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις· ἐπεὶ οὑν ταῦτα, φησὶν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει· καλῶς, φησὶν, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων, ὁ τε λόγος καὶ ἡ γνῶσις· ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι· καὶ τὸ ὥστε μὴ “ ὑστερεῖσθαι ὑμᾶς,” πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνάδει

Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Θεοδωρίτου. Εἰ ὁ πλοῦτος ἄνωθεν ὁλόκληρος εἰς ὑμᾶς ἦλθεν, καὶ οὐδὲν ὑμῖν λείπει τῶν χαρισμάτων παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ δεδομένων· διατί ἀπὸ τῶν μὴ δεδωκότων ὑμῶν ταῦτα, διακωλυομένων δὲ, ὀνομάζεσθαι βούλεσθε; οὐκ ἀνθρώπου προσδοκᾶτε παρουσίαν· οὐ ψιλὸν ἄνθρωπον ἐκδέχεσθε· ἀπὸ τούτου ὀνομάζεσθε· πρὸς τοῦτο γὰρ αὐτῷ πάντα κατεσκεύασται τὰ λεγόμενα νῦν.

Ὠριγένουσ. Ἀποκάλυψιν λέγει· δεικνὺς ὅτι πᾶν μὴ ὁρᾶται, ἀλλὰ ἔστιν καὶ πάρεστιν. καὶ μὴν καὶ τότε φανήσεται.

Θεοδωρίτου. “Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χα- “ ρίσματι,” φησὶ, καὶ γὰρ προφητικῆς μετέλαβον χάριτος, καὶ γλώτταις διαφόροις ἐλάλουν· ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. τούτων δὲ ἀπελαύσατε, φησὶν, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος ὑπομείνητε.

Θεοδωρίτου. Λοιπὸν γὰρ, φησὶ, πεπληρωμένους τῶν καλῶν, πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέ- ξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ἠνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας, οὐ δυνατὸν ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας. εἶπεν δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἡμῖν.

Ὠριγένουσ. Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει, οὔτε ἐκεῖνα δικαίοις. φημὶ δὴ τὸ παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα πάντες τὰ αὐτὰ “ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα” καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ Ἐκκλησία ἀναμεμιγμένη· εἰ γε χρὴ Ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ὁ Ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαῖον πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό· “ εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε,” ἄξιον εὐχαριστεῖν ἐφ’ οἷς λέγει ἐπαινετοῖς. καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν, ποτὲ δὲ μὴ, ἀλλὰ πάντοτε εὐχαριστεῖν· ἐάν τινα εἰδῶ ποτὲ μὲν πράττοντα, ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ’ ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ· ἐν τινὶ δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ Θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ, ὅτ’ ἃν ὑγιαίνωσιν, ὅτ’ ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον, ὅτ’ ἃν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῷ πνεύματι, πλουτοῦντας λόγῳ σοφίας, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ ἀυτῶν.

Ιδωμεν οὖν τὴν χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ· ἵνα ζηλώσομεν· μὲν· “ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.“ μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες, καὶ μηδενὸς τῶν κατὰ Θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν, καὶ τῶν παρ’ αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν· “ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.” ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν· ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίσκειν καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν, παντὶ λόγῳ κεχρῆσθαι, τῷ τε διεξοδικῷ καλουμένῳ, καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν· καὶ παρεσκεύασθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως· καὶ τῷ e τῆς ἀληθείας συνίστασθαι δόγματι· καὶ ἀναπληρῶσαι τὸ e τὸ Cod. εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· “ ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν “ παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.” οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφὰς, ἀλλ’ ἵνα καὶ εἴπῃ, αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει· ὁ δὲ λόγος καὶ τὸ ἔγνως μένον ἑρμηνεύει.

“ Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ὑμῖν·” ὁ Χριστὸς, ἵν οὕτως ὀνομάσω, ἀρχίματρυρ ἐστί· καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων· τοῦτο μὲν τὸ μαρτύριον Χριστοῦ. παρ’ οἷς μὲν βέβαιόν ἐστι· παρ’ οἷς δὲ οὐκ ἔστι βέβαιον, ἀλλὰ σείεται· εἰ μὲν γὰρ η πίστις τοιαύτη ἐστιν η πέρι του μαρτυρίου, ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν, “ πέπεισμαι δὲ ὅτι οὔτε “ θάνατος, οὔτε ἡ ζωὴ“ καὶ τὰ ἑξῆς, “ δυνήσεται ὑμᾶς χωρίσαι “ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ὑμῶν.” βέβαιον ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοι ἐσμὲν, ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ἡμῖν· καὶ πᾶν ἄλλως ἐκληρώμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ, μαρτύριον ἐστὶ Χριστοῦ· καλόν οὖν ἐστι βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ.

Καὶ ἄλλως. ἴδε τὸ μαρτύριον Χριστοῦ συνεπιμαρτυροῦντος αὐτῷ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πατρὸς Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις, “ ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι “ ἐν μηδενὶ χαρίσματι·” ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται· καὶ ἐν τοῖς πο f ἑξῆς τῆς ἐπιστολῆς, “ ἀπεκδεχομένους “ τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ εἶχε τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, “ ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ.” ἤτοι Χριστὸς Ἰησοῦς ἀποκαλύπτει ὡς καὶ βεβαίωσει ὑμᾶς ἕως τέλους· τίς βέβαιοι ; Χριστὸς Ἰησοῦς, ὁ Λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ’ “ ἕως f Sic. “ τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριἕως “ στοῦ.” ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον. οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. κἂν ἔχειν τίς δοκῇ ἐπὶ τοῦ πάροντος τὸ ἀνέγκλητον ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

ΚΕΦ. Α.

Περὶ τοῦ μὴ διχονοεῖν πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ ἀνθρωπίνη.

Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὕμιν σχίσματα.

Ὠριγένουσ. Πίστευε αὐτῷ ἀεί. ἐκλήθητε γὰρ, ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν· μέγα ἐστὶν ὃ χαρίζεται ὁ Θεὸς τοῖς ἁγίοις. ἐκλήθημεν εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διὸ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.

Ὠριγένουσ. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν.

Σευηριανοῦ. Οἱ δεόμενοι βεβαιώσεως ἀτελεῖς ἤδη· τοίνυν ἔδειξεν ὅτι δέονται διορθώσεως· εὐχαριστῶν μένει ἐφ’ οἷς ἔλαβον, διορθούμενος δὲ ἐφ’ οἷς οὐκ ἐπλήρωσαν. “ πιστὸς ὁ Θεὸς, δι’ οὗ “ ἐκλήθητε.” ἐπειδὴ εἶπεν ὁ Θεὸς βεβαιώσει, ἐπήγαγε, “ πιστὸς ὁ “ Θεός·” ἀληθὴς γὰρ ὁ Θεὸς ὁ ταῦτα παρασχεῖν δυνάμενος, “ δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” οὐκ εἰς ἀνθρώπου κοινωνίαν, ἀλλὰ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. διατὶ καταλιπόντες τὸ ὀνομάζεσθαι g ἀπὸ τοῦ Υἱοῦ, οὗ εἰς τὴν κοινωνίαν ἐκλήθητε, ἀπὸ ἀνθρώπων ὀνομάζεσθε ; πάλιν δὲ τὸ “ δι’ οὗ” ἐπὶ Πατρὸς κεῖται, οὐ μόνον ἐπὶ Υἱοῦ· καὶ οὐ καθαίρεσις τῷ Πατρί· ἐπειδὴ δι’ αὐτοῦ καλούμεθα εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· οὐδὲ γὰρ ἐν τῇ πρὸς Ῥωμαίους γέγραπται, “ ὅτι δι’ αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν g ὀνομάζεσθε Cod. τὰ πάντα ;” ἤδη ὁ Θεὸς διὰ μὲν τὸ ἐξ οὑ μεῖζον ἑαυτοῦ, διὰ δὲ τὸ δι’ οὑ ἐλάττων ἑαυτοῦ ὥσπερ οὐν ἐπὶ τοῦ αὐτοῦ κείμενα προσώπου, οὐ ποιεῖ τὸν αὐτὸν ἑαυτοῦ ἐλάττονα καὶ μείζονα, οὕτως οὐδὲ τὸν ἐλαττοῖ ἐλαττοῖ τὸ δι’ οὑ ἐπ’ αὐτῷ λεγόμενον.

Θεοδωρίτου. To εἰπεῖν “ ἀνεγκλήτους” ἔδειξε τέως ὄντας ἐγκλήμασιν ὑπευθύνους. “ κοινωνίαν δὲ τοῦ υἱοῦ” τὴν υἱοθεσίαν, φησὶν, ἐκάλεσεν· οὕτω ταῖς εὐφημίαις καὶ ταῖς εὐλογίαις προλεήνας τὴν ἀκοὴν, ἄρχεται τῆς κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσφέρων, ἀλλὰ παραίνεσιν προεισφέρων.

Σευηριανοῦ. “Οτε εἰς αὐτὸν τὸν ἀγῶνα ἀπήντησεν, ὥστε πεῖσαι μὴ ἀπ’ ἀνθρώπων ὀνομάζεσθαι αὐτοὺς, ἀπ’ αὐτῆς τῆς ἀρχῆς τῶν ἀγώνων τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ μέμνηται, ἀφ’ οὗ προσήκει πάντας καλεῖσθαι· οὐ περὶ δόγματος δὲ τὸ νῦν λεγόμενον, οὐ δὲ περὶ τούτου μέμφεται αὐτοῖς, ἀλλὰ περὶ οὗ προείπομεν, καὶ τὰ ἑξῆς δείκνυσιν.

Ὠριγένουσ. Ὁ ἐν ἅπασι τῷ ὀρθῷ λόγῳ καὶ τῷ ἐκκλησιαστικῲ δόγματι περὶ τὲ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος συμφωνῶν. ἔτι δὲ περὶ τῆς καθ’ ἡμῶν οἰκονομίας, περί τε ἀναστάσεως καὶ κρίσεως, καὶ τοῖς κανόσι δὲ τοῖς ἐκκλησιαστικοῖς ἑπόμενος, οὐκ ἔστιν ἐν σχίσματι.

Φωτίου. “ Δι’ οὗ ἐκλήθητε·” οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν “ Υἱὸν, εἰ μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ·” ὡς οὐδὲ πρὸς τὸν Πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧτ’ ἃν ἀποκαλύπτῃ ὁ Υἱός.

Ἐκ Τοῦ Αὐτοῦ. “Δἰ οὗ ἐκλήθητε,” ἀντὶ τοῦ ὑφ’ οὗ ἐκλήθητε· οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ δι’ οὑ τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ Πατρὸς, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν. ἵνα ὅτ’ ἃν καὶ ἐπὶ τοῦ Υἱοῦ αὐτὸ ἀκούῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταὐτότητα ἐννοεῖς· “ εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” εἰς κοινωνίαν ἐκλήθητε Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντας ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς ἀθανασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν, καὶ ἀποτέμνεσθε.

Ἧτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῆ αὐτῇ γνώμη· ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι· λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.

Κυτίλλου. Ὅτι ὀνόματι τῷ δεσπότῃ Κυρίῳ κατασεμνύνεσθαι δεῖν ἀναγκαῖον ἢν, ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι ἑνὸς τῶν ἁγίων προφητῶν, “ τοῖς δὲ δουλεύουσί μοι κληθήσεται “ ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.” Χριστιανοὶ γὰρ ὠνομάσμεθα, μέθᾳ, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν· οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες, καὶ προσκείμενοι πνεύμασι πλάνοις, καὶ ἀνοσίων τινες ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ· τὴν κατ’ αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι. καί τοι Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ· καὶ ὅτι εἷς ἐστιν αὐτὸς καὶ οὐ μεμέρισται· ἓν οὑν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ· κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοὶ· καὶ ἐν αὐτῇ γνώμῃ· συνδέοντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ’ ἕνωσιν τὴν πνευματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θέῳ καὶ Πατρὶ, “ θέλω ὥσπερ ἐγὼ καὶ σὺ ἐν ἐσμεν· οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὧσιν.”

Θεοδωρίτου. Ἡ μὲν γὰρ διάνοια, φησὶ, τοῦ κηρύγματος μία. τοῦτο γὰρ δηλοῖ “ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.” παρακαλεῖ τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντας h, μὴ διεστάναι, καὶ πρὸς ἀλλήλους περὶ τῶν ἡγουμένων φιλονεικεῖν· “ ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελμου “ Φοί ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.” διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος· λέγω δὲ “ὅτι ἕκαστος ὑμῶν λέγει· “ ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ· ἐγὼ δὲ χρίστου. ἐκεῖνοι μὲν ἀφ’ ἑτέρων ἑαυτοὺς ὠνόμαζον διδασκάλων· αὐτὸς δὲ τὸ ἑαυτοῦ καὶ τὸ Ἀπολλῶν τέθεικεν· προστέθεικε δὲ καὶ τὸ τοῦ κορυφαίου τῶν Ἀποστόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν εἰς τοῦτο κεχρῆσθαι ὀνόμασιν· καὶ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον μαθησόμεθα· σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ γινομένου τὸ ἄτοπον· ὅτι ἐν ἴσῃ τάξει καὶ τὸν δεσπότην καὶ τοὺς δούλους ἐτίθεσαν.

Ὠριγένουσ. Σκόπει τὴν σύνεσιν τοῦ Παύλου· πῶς οὐχ ὡρισμένον ἔθηκε πρόσωπον τοῦ δηλώσαντος, ἄλλ’ ὁλόκληρον οἰκίαν· h In marg. τε καὶ φρονοῦντας. ὥς τε μὴ ἐκπολεμῶσαι αὐτοῖς πρὸς τὸν εἰρηκότα. οὐ περὶ Παύλου δὲ οὐδὲ περὶ Πέτρου, οὐδὲ περὶ Ἀπολλῶ ἔλεγον, ἀλλὰ δεῖξαι βουλόμενος ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον ἑτέροις· ὅτι γὰρ οὐ περὶ αὐτῶν ἔλεγον, προιὼν φησὶ, “ ταῦτα δὲ “ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ.” τίνος δὲ ἕνεκεν προσέθηκεν, “ ἐγὼ δὲ Χριστοῦ; ” εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον· οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες ; ἀλλ’ οὐ τοῦτο ἐνεκάλει ὅτι τοῦ Χριστοῦ ἑαυτοὺς ἐπευφήμιζον, ἀλλ’ ὅτι μὴ πάντες· οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι, βουλόμενον βαρύτερον ποιῆσαι τὸ ἔγκλημα· καὶ δείξαι οὕτως καὶ ’τον χριστὸν εἰς μέρος δοθέντα, ὅπερ διὰ τῶν ἑξῆς ἐδήλωσεν.

Μεμέρισται ὁ Χριστός ; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν ; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε ; εὐχαριστῷ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γαΐον· ἵνα μή τις εἴπῃ· ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα· ἐβάπτισα δὲ τὸν Στεφάνα οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα· οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι.

Σευηριανοῦ. Μῆ συγκληρονόμους, φησὶν, εἶχε Χριστὸς μεθ’ ὧν ἐμερίσατο ὑμᾶς πιστεύοντας ; οὐ γὰρ εἰπεν ἐμερίσθη Χριστὸς, ἄλλα μὴ ἐμερίσατο Χριστὸς μεθ’ ὑμῶν ; καὶ τοῦτο ἡ ἐπαγωγὴ δείκνυσιν· λέγει γὰρ “ μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν; ” ὁ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀποθανὼν Χριστὸς, ἡμῶν δὲ οὐδέ εἷς.

Θεοδωρίτου. Τοῦτ᾿ ἐστιν κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον λαβεῖν· ἄλλοι δὲ ἄλλον· οἱ μὲν Κηφᾶν· οἱ δὲ Ἀπολλῶ, ὃς λέγεται πρῶτος Ἐπίσκοπος γεγονέναι ἐν Κορινθίοις.

Κυτίλλου. Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρόν· αὐτοῦ καὶ λεγόμεθα· καὶ ἐβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέραν κλῆσιν· ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραφώμεθα Σωτῆρα καὶ λυτρωτήν· εἰ δὲ Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτὸς, σεσώσμεθα γὰρ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν.

Ὠριγένουσ. Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφορισμένους τινὰς πρὸς τὸ βαπτίζειν· εὐχαριστεῖ ἐπὶ τὸ κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, φαίνεται τινα τῶν Ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν· τὸ Πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ· ἀλλὰ τοὺς ὑπ’ ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπήρχετο ἐπ’ αὐτούς· καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννωμένους ἐξ ὕδατος καὶ Πνεύματος Ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ Πνεύματι.

Κυτίλλου. Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἀλλ’ ἔργον εἶναι φαμὲν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ᾿ οὖν ἕλοιτο καὶ τὸ βαπτίσαι τινάς· ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πάσῃ τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾷν· εὐηγγελίζετο μᾶλλον αὐτός. ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος, καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ Χριστοῦ μυστήριον· ἀλλ’ ὥσπερ ὁ θεσπέσιος Στέφανος καίτοι τραπεζῶν διάκονος προχειρισάμενος οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦλος καί τοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μαρτύριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος χρείαν· προκείμενος ἐπ’ ἄμφω τῆς ἐξουσίας αὐτῷ καὶ ἐξείργοντος οὐδενὸς εἶπεν ἕλοιτο τοῦτο δρᾷν.

Σευηριανοῦ. Ἀπὸ τούτου δείκνυσιν ὅτι τινὲς ἀπὸ τοῦ βαπτίσαντος αὐτοὺς ὀνομάζεσθαι ἐβούλοντο· τοῦτο τὸ καλὸν ὃ καὶ προσέταξεν ὁ Σωτῆρ’, καὶ σωτηρίαν φέρει, ἐμοὶ, φησὶ, βάρος ἐγένετο· εἰ ἐμέλλετε ἀπ’ ἐμοῦ τοῦ βαπτίσαντος καλεῖσθαι. πῶς δὲ νοήσομεν τὸ “ οὐκ ἀπέστειλέν με ὁ Χριστὸς βαπτίζειν ἀλλ’ “ εὐαγγελίζεσθαι;“ ἐπεὶ ἐβάπτιζεν μὲν καὶ ὁ μὴ Ἀπόστολος· τὸ δὲ τῆς ἀποστολῆς ἀξίωμα εἶχον ὀλίγοι· καὶ ἄνευ τοῦ εὐαγγελισθῆναι καὶ βαπτισθῆναι οὐκ ἐνῆν βαπτισθῆναι] φησὶν, εὐαγγελίσασθαι ἀπεστάλην· τοῦτο γὰρ τὸ προηγούμενον, οὐ τὸ βαπτίσαι· λείπει οὖν ἐνταῦθα τὸ προηγουμένως οὐκ ἀπεστάλην βαπτίσαι· οὕτως καὶ ἀλλαχοῦ ὅτ’ ἂν λέγῃ” μὴ τῶν βοῶν μέλει τῷ Θεῷ, οὐκ ἐπειδὴ οὐ μέλει καὶ γὰρ ἐν τῷ νόμῳ περὶ βοῶν λέγει Μούσης ἀληθῶς περὶ τῶν ὑπηρετουμένων τοῖς γεωργοῖς· φησὶ καὶ ὁ Δαβὶδ “ ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε, ὡς “ ἐμπλήθυνας τὸ ἔλεος σου ὁ Θεός.” λέγει δὲ καὶ Σαλομῶν· “ οἰκτείρει δίκαιος ψυχὰς κτηνῶν αὐτοῦ· πόσῳ δὲ μᾶλλον ὁ “Θεός·” ἀλλ’ ὁ φησι τουτέστιν· ὅτι προηγουμένως τῶν βοῶν οὐ μέλει τῷ Θεῷ· καὶ ἐνταῦθα κατ’ ἔλλειψιν, ὡς καὶ τὸ “ οὐκ ἀπέστειλέν “ με Χριστὸς βαπτίζειν.”

Θεοδωρου.ὁμοῦ καὶ Θεοδωρίτου. ὸ “μεμέρισται ὁ Χριτινὲς “ στὸς,” τινὲς ἀποφατικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν ἐκκλησίαν ὀνομάσθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὕτως, ὅτι κακῶς ἐμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα· ἐγὼ δὲ αὐτὸ κατ’ ἐρώτησιν κεῖσθαι νομίζω.

Φωτίου. Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ ; μὴ γένοιτο, φησὶν, ἀλλὰ διὰ δύο ταύτας αἰτίας εὐχαριστῶ. μίαν μὲν ὅτι μὴ βαπτίζων, φησὶν, οὐδὲ ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλοὺς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν ἱστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ· δι’ ἑτέραν δὲ, ὅτι οὐδ’ εἶχον ἐπὶ τούτῳ παρὰ Χριστοῦ ἀποστολήν. ἅμα δεικνὺς ὅτι εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ Χριστοῦ κηρύσσειν καἰ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον, μετὰ φειδοῦς καὶ σπα- νίως ἐβάπτισα, καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι, ὑμεῖς οἱ μηδόλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν ; πῶς δὲ καὶ βαπτίζετε; ἡ ὅλως τι ποιεῖτε, ὧν οὐκ ἐλάβετε χάρισμα καὶ ἀποστολήν ;

Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

Θεοδώρου. Ὁ τοῦ Σωτῆρος σταυρὸς οὐκ ἐκενώθη, ὅτι μὴ ἐν ψιλοῖς ἔχει λόγοις, ἀλλ’ ἐν αὐτῷ τῷ πράγματι τὸ σεπτόν τε καὶ ἀξιάγαστον· πλὴν λελόγισται μωρία παρά γε τοῖς οὐκ εἰδόσι τὴν ἀλήθειαν· ὅτι μὴ ἔνεστιν αὐτῷ τὸ ὡς ἐν λέξει λαμπρὸν, καθάπερ ἀμέλει καὶ τοῖς παρ’ αὐτοῖς λόγοισιν· ἀλλ’ ἐκεῖνοι μὲν καλλιλεξίᾳ, καταχρωννύντες τὸ ψεῦδος· ἀποδέουσι κατ’ οὐδὲν τῶν τὰ δηλητήρια μέλιτι συγκιρνώντων. οἱ δέ γε τῶν θείων κηρυγμάτων ἱερουργοὶ γεγονότες, ἁπλὴν ὥσπερ καὶ τῶν ὡραισμῶν ἐλευθέραν προτιθέασι τὴν ἀλήθειαν.

Σευηριανοῦ. Μεταβαίνων ἐφ’ ἕτερον ἔγκλημα, καὶ ἐπ’ ἄλλην διόρθωσιν ἐρχόμενος, οὐκ ἀποθέμενος τέλεον τὸ πρῶτον, προοιμίῳ κέχρηται τῷ δευτέρῳ· τὸ μὲν γὰρ “ οὐκ ἀπέστειλέν με Χριστὸς “ βαπτίζειν,’ τοῦ πρώτου ἐγκλήματος ἦν τοῦ “ ὅτε ἕκαστος ὑμῶν “ λέγει ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ.” τὸ δὲ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” ἀρχῆς ἑτέρας οἰκονομίας· τέθεικεν οὖν τὸ εὐαγγελίζεσθαι τέλος μὲν τοῦ πρώτου, ἀρχὴν δὲ τοῦ δευτέρου· “ ἵνα “ μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.” ἐὰν γὰρ τῇ τῶν ἀνθρώπων συνέσει καὶ τῇ παιδεύσει τὸ κήρυγμα ἐπιγράφηται, ἡ δύναμις τοῦ σταυροῦ οὐ δείκνυται.

Ὠριγένουσ. Τί μέγα φρονεῖς ἐφ’ ᾧ ἐγκαλύπτεσθαι ἔδει ; εἰ γὰρ πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς εὐαγγελίοις ἡ σοφία, οὐκ αὐχεῖν ἐπ’ αὐτῇ, ἀλλὰ καταδύεσθαι ἔδει. τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς Ἀποστόλους σοφούς· οὐκ ἀσθενεία τοῦ κηρύγματος, ἀλλ’ ἵνα μὴ βλαβῇ τὸ κήρυγμα· καὶ εἰ οὐκ ἐν σοφίᾳ, φησὶ, λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλῶ λόγιον ὄντα ἔπεμ- ψαν ; οὐ τῇ τῶν λόγων δυνάμει θαρροῦντες, ἀλλ’ “ ὅτι δυνατὸς ἢν ἐν ταῖς γραφαῖς, καὶ ἤλεγξεν τοὺς Ἰουδαίους. ἀλλ’ ὥστε τὸ ζητούμενον ἦν τοὺς προστάτας καὶ ἀρξαμένους σπείρειν τὸν λόγον, μὴ εἰναι λογίους· οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δυνάμεως δεόμενοι ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων· ὁ τοίνυν μὴ δεχθεὶς εὐπαιδεύτων ἐκ προοιμίων· εἰ μετὰ ταῦτα λογίους ἐδέξατο, οὐκ ὡς δεόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ὡς μὴ διακρουόμενος.

Ὠριγένουσ. Χρεία οὐ τοσοῦτον λόγου, ὅσον δυνάμεως· διὸ γέγραπται· “ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει “ πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ.” ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ, καὶ θέλω οὕτω παραδιδόναι τὸν λόγον, ἡ τοῦ Χριστοῦ δύναμις οὐκ ἀφικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων, καὶ ἐκκενῶ καὶ καθαίρω τὴν χάριν τῆς δυνάμεως.

Φωτίου. Οὐκ εἶπεν οὐκ ἐν σοφίᾳ γνώσεως, ἀλλ’ “ οὐκ ἐν “ σοφίᾳ λόγου,” καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο· διὸ καὶ ἀλλαχοῦ· “ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει·” τι γάρ ἐστι σοφώτερον ἣ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι, ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; ἵνα μὴ κενωθῇ ὁ “ σταυρὸς τοῦ Χριστοῦ· κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος αὐτοῦ· τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θεότητα παραστῆσαι· πῶς γὰρ τὸ ὑπὲρ λόγον καὶ φύσιν, καὶ λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι ; τίς δέ ἐστι χρεία λόγων καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον…

Ὁ…

The complete text is available when the reading interface loads.