The Greek Library Author

Catenae (novum Testamentum)

Catena In Epistulam Ad Colossenses

Scientific editors
John Anthony Cramer
Edition reference
Catenae Graecorum Patrum in Novum Testamentum · Oxford · Oxford University Press · 1842
CTS identifier
urn:cts:greekLit:tlg4102.tlg022.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

ΠΑΣΑΙ μὲν ἅγιαι αἱ Ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους· οἷα ἡ πρὸς Φιλήμονα· οἱα ἡ πρὸς Τιμόθεον· οἵα ἡ πρὸς Φιλιππησίους· οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, “ διὸ καὶ δέδεμαι ἵνα “ φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.” ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἰδὼν Ρωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ Ἐπιστολῇ φησὶ, τῇ πρὸς Φιλήμονα, “ τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθὼς φησὶν “ σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ “ ἀδελφῷ·” πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ Ἐπιστολῇ “ ἀπὸ τῆς ἐλπίδος “ τοῦ Εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάση κτίσει “ τῇ ὑπὸ τὸν οὐρανόν·” ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβυτέραν οἴμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν “ ἐγὼ γὰρ ἤδη σπένδομαι·” τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἠχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς Ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὣν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, “ ὃν ἐγὼ ἐγέννησα ἐν “ τοῖς δεσμοῖς μου.” ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· “ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ” καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας οὐκ είδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ρωμαίους, οὐδὲ Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· “ καὶ ὅσοι “ οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί·” καὶ πάλιν· “ εἰ “ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ἤδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· “ ἐγὼ μὲν γὰρ,” φησὶν, “ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ Πνεύματι ἤδη κέκρικα ὡς “ παρών·” καὶ πάλιν “ ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” καὶ πάλιν, “ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῳ ἀπεῖναι με·

Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς Ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, [πολλὰ τῆς πρὸς Κολοσσαεῖς] διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ Ἀποστόλου.

Ἀρχὴ τῆσ

Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον Ἀγγέλοις προσεχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες Ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν Θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν Ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργε- σίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ Θεὸς ἔστησεν ὅρια “ ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·” οὕτω “ καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων·” οὕτω καὶ “ ὁ ἄρχων Πέρσιδος ἀντέστη μοι·” καὶ πάλιν “ἰδοὺ ὁ ἄρχων τῶν Ἐλλήνων ἤρχετο.” ὡς καὶ ὁ Ιακώβ· “ ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου.” καὶ ἐν ταῖς καθόλου Πράξεσι περὶ Πέτρου, “ Ἄγγελος αὐτοῦ ἔστιν·” καὶ ὁ Κύριος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι “ οἱ Ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ Πατρός μου τοῦ ἐν “ τοῖς οὐρανοῖς·” ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουτὰς δαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν.

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ.

ά. Εὐχαριστία ὑπὲρ Κολοσσαέων, οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.

β΄. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει.

γ΄. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ Θεοῦ.

δ΄. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει πίστεως.

ε΄. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς Θεοῦ.

ς΄. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς Χριστῷ τὴν σοφίας ἔχοντας.

ζ΄. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει εἰς τὸ συζῇν

η΄. Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν.

θ΄. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχα- ριστιας.

ι΄. Τὰ πρὸς τοὺς οἰκείους

ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ.

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ.

Διατί δὲ μὴ Ἀπόστολος Θεοῦ, ἀλλὰ Χριστοῦ; ἢ τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ Πατρός· “ καὶ Τιμόθεος” φησὶν “ ὁ ἀδελφός·” οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολασσαῖς ἁγίοις. ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. “ καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·” πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον.

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.

Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ Θεοῦ, φησὶ, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν Πατὴρ ὁ Θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ Θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ Ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν.

ΚΕΦ. Α.

Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.

Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον

Πάντοτε περὶ ὑμῶν προσευχόμενοι.

Οὐ δι᾿ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· “ ἀκούσαντες,” φησὶν, “ τὴν πίστιν ὑμῶν τὴν ἐν “ Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. “ καὶ τὴν ἀγάπην,” φησὶν, “ τὴν εἰς πάντας τοὺς ἁγίους·” οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε “ ἐν τοῖς “ οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. “ ἣν προηκούσατε” φησὶν “ ἐν τῷ λόγῳ τῆς ἀληθείας “ τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.

Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ·

Ηδη χαρίζεται αὐτοῖς· “ παρόντος” δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “ καθὼς καὶ ἐν παντὶ “ τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ ἔστιν “ καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν.

Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. “ ἀφ’ ἧς ἡμέρας ἠκοςυσατε·” τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· “ ἀφ’ ἧς ἡμέρας ἠκούσατε “ ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·” οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “ καρ- “ ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα εδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν;

Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν.

Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησὶν,

Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι.

Τουτέστιν ἀληθής· πῶς “ ὑπὲρ ὑμῶν διάκονος;” τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ “ δηλώσας,” φησὶν, “ ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν “ Πνεύματι,” τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ Ἀγγέλων λέγεται προσάγεσθαι;

ΚΕΦ. Β.

Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει.

Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τῆ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάση σπφόᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῆ ἐπιγνώσει τοῦ Θεοῦ.

Διὰ τοῦτο, ποῖον; ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας· εὐέλπιδες ἐσμὲν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. ἡρέμα δὲ αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας. τὸ γὰρ “ ἵνα πληρωθῆτε,” τοῦτο δηλοῦντος ἦν· καὶ τὸ “ ἐν πάση σοφίᾳ,” καὶ τοῦτο αὐτὸ δηλοῖ· καὶ πάλιν “ εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ·” καὶ πάλιν “ ἐν πάσῃ δυνάμει δυναμούμενοι·” καὶ πάλιν “ εἰς πᾶσαν “ ὑπομονὴν καὶ μακροθυμίαν.” τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν· οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν “ ἵνα πληρωθῆτε τῇ ἐπιγνώ- “ σεῖ τοῦ θελήματος αὐτοῦ;” a αυτου διὰ τοῦ Υἱοῦ προσάγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ Ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν Γίον ἔπεμψεν.

“ Ἐν πάσῃ σοφίᾳ,” φησὶν, “ καὶ συνέσει πνευματικῇ·” ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτουν, βούλομαι ὑμᾶς, φησὶν, ἐν πνευματικῇ σοφίᾳ εἶναι· δείκνυσι δὲ ἐνταῦθα ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται· καὶ οὐδέπω ἤνυσεν, καὶ οὐκ ἀπέστη. τὸ γὰρ “ ἀφ᾿ ἧς ἡμέρας “ ἠκούσαμεν,” τοῦτο δηλοῖ· κατάγνωσιν δὲ αὐτοῖς φέρει ἐξ ἐκείνου a Verbum legi non potest.

ὅτι καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς· “ καὶ αἰτούμενοι, μετὰ πολλῆς τῆς σπουδῆς, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίους τοῦ “ Κυρίου.’’ ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησίν· ἀεὶ γὰρ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. “ εἰς πᾶσαν ἀρέσκειαν· ἐν “ παντὶ ἐργῶ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ πί- “ στει τοῦ Θεοῦ.’’ ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· “ ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμού- “ μενοι·’’ ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησὶν, εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ ἀπογνῶναι· “ κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.’’ ἀλλ’ ἵνα τοιαύτην ἀναλάβητε προθυμίαν οἵαν πρέπει τῇ ἰσχύι· τῆς δόξης αὐτοῦ δοῦναι· “ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν” εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ Θεοῦ δυναμωθῆναι· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἔπι μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ.

“ Εἰς τὸ περιπατῆσαι ὑμᾶς” φησὶν, τουτέστιν ἀεί· οὐχ ἅπαξ, ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· “ περιπατῆσαι καὶ ὑμᾶς” φησὶν “ ἀξίως τοῦ Κυρίου ἐν παντὶ ἔργῳ ἀγαῷ·” ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς “ καρποφοροῦντες “ καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.” ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, “ διὰ τοῦ “ κράτους αὐτοῦ·” πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ κράτος,” ὅπερ μεῖζόν ἐστιν “διὰ τοῦ κράτους,” φησὶ, “τῆς “ δόξης αὐτοῦ·” ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ.

Μετὰ χαρᾶς.· εὐχαριστοῦντες τῷ Θεῷ.

Ἡ ἀκολουθία αὕτη ἐστὶν, οὐ παυόμεθα προσευχόμενοι ὑπὲρ ὑμῶν καὶ εὐχαριστοῦντες ἔπι τοῖς προτέροις·

Τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.

Μέγα ἐφθέγξατο· τοιαῦτά ἐστι τὰ δεδομένα φησίν· ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. τὸ οὖν εἰπεῖν “ ἱκανώσαντι,” πολὺ τὸ βάρος ἔδειξεν· οἷον ἐὰν ᾐ τὶς βασιλεὺς, δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν b τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν, ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν· διὰ τοῦτό φησιν, “ ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποίηκαμεν.”

“ Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·” καὶ τῷ μέλλοντι λέγει, καὶ τῷ παρόντι, τουτέστιν, τῇ γνώσει· δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν· εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προσ- τιθέναι.

Ὃς ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους τούτου.

Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν τὸ κατόρθωμα· “ σκότους” δὲ φησὶν, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος· διὰ τοῦτο γὰρ καὶ “ ἐξουσίας” φησίν· ἐκράτεοι γὰρ ἤμων·

Καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.

Μέγα μὲν οὖν καὶ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς b Verbum legi non potest. βασιλείαν ἀγαγεῖν, πολλῷ μεῖζον· “ ὃς ἐρρύσατο,” φησὶν, ἡμᾶς· οὐκ εἶπεν ἐξέβαλεν, ἀλλ’ “ ἐρρύσατο·” τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν καὶ τὴν αἰχμαλωσίαν· εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως. “ καὶ μετέστησε,” φησὶν, ὥσπερ ἃν εἴ τις στρατιώτων ἀπὸ τόπου εἰς τόπον μεταγάγοι· καὶ οὐκ εἶπεν μετάγαγεν, οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ “ μετέστησεν.” ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐχ ἁπλῶς εἰπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, “ βασιλείαν Υἱοῦ” εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· “ εἰ “ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·” τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ Υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότιμον· τι γάρ φησιν; “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.” ἀλλ’ οὐκ εὐθέως. ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃ τὸν Υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ Υἱῷ καὶ τὸ πᾶν τῷ Πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; “ ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξου- “ σίας τοῦ σκότους.”

ΚΕΦ. Γ.

Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνάφειαν Θεοῦ.

Ταυτὸν δέ ἐστιν “ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν “ τῶν ἁμαρτημάτων·” εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων οὐκ ἃν μετέστημεν ἐνταῦθα· ἰδοὺ πάλιν ἐνταῦθα τὸ “ ἐν ᾧ·” καὶ οὐκ εἶπεν λύτρωσιν, ἀλλ’ “ ἀπολύτρωσιν·” ὥστε μηδὲ ἐκπεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς.

(Σευηριανοῦ.) Ἕτερος δὲ φησὶν, καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμοῦ, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ, ἦσαν Ἄγγελοι ὑπηρετούμενοι τῷ Θεῷ, πρὸς τὴν ἡμετέραν σωτηρίαν ἀλλ’ οὐδὲν κατώρθωσαν· νυνὶ δὲ ὁ Θεὸς διὰ τῆς οἰκονομίας τοῦ Κυρίου μετέστησεν ἡμᾶς ἐς τὴν βασιλείαν αὐτοῦ, ὃν ἠγάπησεν· Ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς Υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν Ἀγγέλων, ἀλλ’ “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ ἀγάπης αὐτοῦ·” ὑπὸ τὸν κληρονόμον ἐσμέν· οὐχ ὑπὸ τοὺς οἰκέτας. “ Υίον οὑν ἀγάπης” λέγει· ἐπειδὴ ὡς Υίος ἀγαπᾶται οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ Θεοῦ ἐστιν· οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας, ταύτης υἱοὶ φύσει· οὐδὲ οἱ υἱοὶ τῆς γεέννης, ταύτης τέκνα· οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος· οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείυἱὸς μένος· οὕτως οὐδὲ τῆς ἀγάπης Υίὸς ὁ Κύριος· ἀλλ’ ἐπειδὴ εἰσὶν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ Υἱὸς ὡς Υἱὸς ἀγαπᾶται, εἶπεν “ τοῦ “ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.”

Ἢ οὕτως· “ μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης “ τοῦ Υἱοῦ αὐτοῦ·” ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ Υἱὸς, ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς· διὰ τοῦτο φησὶν, “ μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα, κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλοὺς, εἰκών ἐστι τοῦ Πα- Τρος.

Ἀλλ᾿ ὁ ἀνόσιος Θεόδωρος τούτοις ἀντιφθεγγόμενος, ἕνα σκοπὸν ἔχων Ἰουδαϊκῶς καὶ βλασφήμως τὰς θείας γραφὰς ἑρμηνεύειν, τὰς δεικνύσας τοῦ Χριστοῦ τὴν θεότητα, καὶ τὴν προκειμένην χρῆσιν οὕτως ἐξηγήσατο. οὐκ εἰπεν, φησὶν, τοῦ υἱοῦ ἀλλὰ “ τοῦ “ υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐ γὰρ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ Λόγου γινόμεθα, ἀλλὰ τοῦ ἀναληφθέντος ἀνθρώπου, ᾧ κοινωνοῦμεν τῆς τιμῆς διὰ τὴν φυσικὴν ὁμοιότητα, ὅταν πρὸς αὐτὸν διάθεσιν ἐπὶ τῶν ἔργων ἐπιδειξώμεθα· ὅθεν καὶ “ υἱὸν ἀγάπης αὐτὸν ἐκάλεσεν· ὡς οὐ φύσει τοῦ Πατρὸς ὄντα υἱὸν ἀλλ’ ἀγάπῃ τῆς υἱοθεσίας ἀξιωθέντα τούτων. τί ἂν εἴη ἀσεβέστερον, τοῖς εὐτυγχάνουσιν καταλείψω σκοπεῖν.

Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ.

Οὐκ ἐν Ἀγγέλῳ ἐλυτρώθημεν· ἀλλ’ ἐν τῷ Υἱῷ, οὐχ ἁπλῶς προστάξαντι, ἀλλὰ μέχρις αἵματος ἀντικαταστάντι· ὥστε ὀφείλομεν αὐτῶ τὴν εἰς αὐτὸν οἰκείωσιν.

Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως.

Εἰ τὸ Θεὸς ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, εἰκὼν δὲ τοῦ Θεοῦ ὁ Υἱὸς, ὁ Υἱὸς εἰκὼν τῆς οὐσίας. εἰ δὲ λέγοιεν μὴ εἶναι τῆς οὐσίας ὁ Υἱὸς, τὸ ἀόρατον ὄνομα τίνος δώσουσι; τῆς οὐσίας ἣ ἑτέρου τινός; ἀλλ’ οὐδενὸς ἑτέρου τὸ ἀόρατον, ἣ μόνης τῆς οὐσίας· ὡς καὶ ἀλλαχοῦ· “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ·” ἄφθαρτος δὲ ἡ οὐσία τοῦ Θεοῦ· οὐκ οὖν καὶ ἀόρατος ἡ οὐσία τοῦ Υἱοῦ· “ εἰκὼν “ δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου,” τῆς οὐσίας ἄρα εἰκών· ἄρα οὖν οὐ καθ’ ὃ πρωτότοκος εἰκών· ἀλλ’ εἰκὼν μὲν τοῦ Θεοῦ, πρωτότοκος δὲ τῆς κτίσεως. ἐπειδὴ γὰρ εἶπεν εἰκὼν τοῦ Θεοῦ, τὸ ἀπαράλλακτον τῆς πρὸς τὸν Πατέρα οὐσίας δεικνὺς τοῦ Υἱοῦ· ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν· εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος· καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσι λέγων,

Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.

Εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος, οὐ κυρίως εἴληπται. ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μονογενὴς μέν ἐστιν, ὁ μόνος πατρί· πρωτότοκος δὲ, ὁ ἔχων ἄλλους ἀδελφοὺς, ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα· ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς Ἀγγέλους, τὰς ἐλπίδας δᾴς ἔχωμεν ἐν Χριστῷ· καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος· καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως· τὸ δὲ “ ἐν αὐτῷ” ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται.

Χρυσοστόμου. τίνος οὖν βούλει εἰκόνα εἶναι; οὐκοῦν καὶ ἀπαράλλακτος οὗπερ ἂν θῇς· εἰ μὲν γὰρ ὡς ἀνθρώπου εἰκὼν, εἰπὲ, καὶ λοιπὸν ὡς μαινομένου ἀποστήσομαι· εἰ δὲ ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς, εἰκὼν, τὸ ἀπαράλλακτον δείκνυσιν· διὰ τί μηδαμοῦ μήτε εἰκὼν μήτε υἱὸς Ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; διὰ τί; ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηγμένον, ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν· καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαι τι τοιοῦτο, καὶ καταγαγεῖν κάτω τὸν λόγον. διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαρρούντως ἡ γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι· ἡ γὰρ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, καὶ ὁμοίως ἀόρατος· ἐπεὶ οὐδ’ ἃν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον εἶναι δεῖ· οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως· ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα· μᾶλλον δὲ ἀπανταχοῦ ἃν μετὰ ἀκριβείας ζητῇς· ἔνθα δὲ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὔτε διάπτωσίς τις γίνεται. εἰ δὲ κτίσμα, πῶς εἰκών; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών· εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών· τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ οὗτοι ἀόρατοι· ἀλλ’ οὐχ ἑαυτοῖς· ἀλλὰ ψυχὴ ἀόρατος· ἀλλ’ ἣ ἐπειδὴ ἀόρατος ἁπλῶς, διὰ τοῦτο εἰκών· καὶ μὴ οὕτως ὥσπερ αὐτὸς, καὶ ἄγγελοι εἰκόνες.

“ Πρωτότοκος πάσης κτίσεως·” τί οὖν φασίν; ἰδοὺ ἔκτισται· καὶ μὴν οὐ πρωτόκτιστος εἴρηται, ἀλλὰ πρωτότοκος ἐπὶ τὰ πολλὰ εἰκὸς αὐτὸν λέγεσθαι· καὶ γὰρ ἀδελφὸν αὐτὸν δεῖ λέγειν κατὰ πάντα, καὶ τὴν δημιουργίαν ἀφαιρεῖν· καὶ μήτε ἀξιώματι μήτε ἄλλῳ τινὶ προέχειν· τὸ γὰρ πρωτότοκος οὐχὶ ἀξίας τιμὴ οὐδὲ ἄλλου τινὸς, ἀλλὰ χρόνου μόνον. τί σημαίνει ὁ πρωτότοκος; τὸ ἔκτισται φησὶν, καλῶς· ἐὰν οὖν τοῦτο ᾖ· καὶ ἀδελφοὺς ἔχει, καὶ ὁμοούσιος ἐστὶν ὧν ἐστὶ πρωτότοκος. οὐκοῦν πάντων ἔσται ὁ υἱὸς πρωτότοκος, καὶ λίθων; πάσης γὰρ εἶπεν κτίσεως· οὐκοῦν καὶ λίθων; καὶ ἐμοῦ πρωτότοκός ἐστιν ὁ Θεὸς Λόγος· ἄλλως δὲ, εἰπέ μοι, πρωτότοκος ἐκ τῶν νεκρῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπέθανε πρῶτος· ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη· ὥστε οὐδὲν ἕτερον δηλοῖ ἢ τοῦτο· ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν· οὐκοῦν οὐδὲ ἐνταῦθα· εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό· ἵνα γὰρ μὴ νομίσωσιν νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ Ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ· δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι, οὐ γὰρ ἀπὸ σκότους εἰς φῶς ἀγαγεῖν ἠδυνήθησαν, ὡς οὗτος. δεύτερον ὅτι καὶ πρὸ αὐτῶν ἐστιν, καὶ σημεῖον ποιεῖται τὸ πρὸ αὐτῶν εἶναι τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι. (Βασίλειοσ.) Καὶ τὸ μακάριος δὲ Βασίλειος ἐν τοῖς Εὐνομίου λόγοις φησὶν, εἰκὼν οὐκ ἄψυχος οὐδὲ χειρόκμητος οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας, ἀλλ’ εἰκὼν ζῶσα· μᾶλλον δὲ αὐτὸ οὖσα ζωή· οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον διασώζουσα. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς αὐτῆς ὑποθέσεως· εἰ δὲ ὅτι “ πρωτότοκος πάσης κτίσεως,” καὶ “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς” ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ μητέρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει· “ τίς γάρ ἑστι,” φησὶν, “ ἡ μητήρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; ἀλλ’ ἣ οἱ ποιοῦν- “ τες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” ὥστε καὶ πατὴρ ἡμῶν ὁ Θεὸς, οὐ καταχρηστικῶς οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται· εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται Πατὴρ ὁ Θεός· τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν Υἱοῦ, μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι;

(Γρηγόριοσ.) Καὶ Γρηγόριος δὲ ὁ θεόλογος ἐν τῷ περὶ δευτέρῳ λόγῳ ὁμοίως φησὶν, εἰκὼν δὲ ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἰναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, πλὴν ὅτι καὶ πλεῖον· ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα καὶ πλεῖον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις· μήτε μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι καὶ ταὐτὸν μᾶλλον ἣ ἀφομοίωμα.

(Κύριλλοσ.) Ὁ μακάριος δὲ Κύριλλος ἐν τῷ ἐπιγεγραμμένω Θησαυρὸς φησὶν, πρωτότοκος οὐχ ἁπλῶς οὐδὲ ἀπολελύμένως, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς, καθάπερ γέγραπται· πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφός; εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλλετο σάρκα· οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν ἀπέδειξεν υἱοὺς Θεοῦ; πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. παρατηρῆσαι δὲ ὅμως κακεῖνο καλόν· μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὑν μονογενὴς ὀνομάζεται, οὐδεμίας αὐτῷ συμπεπλεγμένης αἰτίας καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως. “ ὁ μονογενὴς Θεὸς ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός·” ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν· “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς·” “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο μὴ ἀπολέσαι· εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. οὐ γὰρ καθ’ ὃ γέγονεν ἄνθρωπος, ἐλάττον ἔσται τινὸς, ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει, ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῶν καὶ Κύριος.

Θεόδωροσ δέ φησιν, τὸ “ πρωτότοκος” οὐκ ἐπὶ χρόνου λέγεται μόνον· ἀλλὰ γὰρ καὶ ἐπὶ προτιμήσεως πολλάκις, ὡς τὸ “ ἐπικα- “ λέσεταί με, πατήρ μου εἰ συ· καὶ ἐγὼ πρωτότοκον θήσομαι “ αὐτόν.” οὐ τοῦτο εἰπόντος τοῦ Θεοῦ, ὅτι ἕκαστον αὐτῶν πρότερον τερον ποιήσω τῷ χρόνῳ τῶν λοιπῶν· ἀλλ’ ὅτι περὶ πολλοῦ ποιήσομαι. λέγει δὲ ταῦτα φησὶν ὁ Δαβὶδ, τῶν πρὸς αὐτὸν ἐπαγγελιῶν τοῦ Θεοῦ μνημονεύων, ὡς ἃν ὑποσχομένου τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν οἰκειώσεσθαι. ὁ δὲ Ἀπόστολος φησὶν τὸ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἵνα εἴπῃ τὸν πολλῆς ἄγαν ἠξιωμένον τῆς τιμῆς· καὶ “ τὸ υἱὸς πρωτότοκός μου Ἰσραήλ·” ἀντὶ τοῦ τίμιος ἐμοί· οὕτως φησὶ κἀνταῦθα “ πρωτότοκος πάσης “ κτίσεως,” ἀντὶ τοῦ παρὰ πᾶσαν τὴν κτίσιν τιμώμενος. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν·

Ὁ μακάριος Ἰωάννης φησὶν, τί λέγουσιν ἐνταῦθα οἱ Παύλου τοῦ Σαμοσατέως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς; ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν· “ καὶ τὰ ἐπὶ “ τῆς υῆς·” εἶτα φησὶν, “ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,” οἷον ψυχὴ, καὶ ὅσα ἐν οὐρανῷ γέγονεν ὁρατά· οἷον ἥλιος, πόλος. “ εἴτε θρόνοι·” καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. “ εἴτε θρόνοι,” φησὶν, “ εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξου- “ σίαι·” τὸ “ εἴτε καὶ εἴτε,” τοῦ παντὸς περιληπτικόν ἐστιν. ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστιν. τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν ἐξουσίων τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· ἰδοὺ τὸ ἐν αὐτῷ δι’ αὐτοῦ ἐστιν. εἰπὼν γὰρ ὅτι “ ἐν αὐτῷ,” έπήγαγεν “ δί αὐτοῦ·” τὸ δὲ “ εἰς αὐτὸν” τί ἐστιν; τουτέστιν εἰς αὐτὸν κρέμαται πάντων ἡ ὑπόστασις· οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἃν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται, ἀλλ’ οὐκ εἶπεν διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται· μόνον τὸ πρὸς αὐτὸν νεύειν ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. οὕτως καὶ πρωτότοκος ὡς θεμέλιος· τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ φέρεσθαι δηλοῖ· ἐπεὶ καὶ Παῦλος ὅταν λέγῃ “ θεμέλιον τέθεικα,” οὐ περὶ οὐσιώσεως φησὶν, ἀλλὰ τῆς ἐνεργείας. ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν· φησὶν αὐτὸν αὐτὰ διακρατεῖν· ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαι ἐστίν· καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει· τοῦτο δὲ οὐκέτι, οὐδὲ διαφθειρόμενον κατέχει.

Καὶ αὐτός ἐστι πρὸ πάντων.

Τοῦτο Θεῷ ἁρμόζον· ποῦ Παῦλος ὁ Σαμοσατεύς;

Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.

Τουτέστιν εἰς αὐτὸν ἔκτισται· συνεχῶς αὐτὰ στέφει τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισὶ πληγαῖς πρόρριζον ἀνασπὼν τὸ δόγμα τὸ ὀλέθριον· εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦτον χρόνον ἔφυ Παῦλος ὁ Σαμοσατεύς· πόσῳ μᾶλλον εἰ μὴ ταῦτα προείρητο; “ καὶ τὰ πάντα,” φησὶν, “ ἐν αὐτῷ συνέ- “ στηκεν.” πῶς συνέστηκε τῷ οὐκ ὄντι; ὥστε καὶ τὰ δι’ Ἀγγέλων δι’ αὐτοῦ ἐστίν.

Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν.

Εἰπὼν ἀνωτέρω περὶ τῆς ἀξίας· λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας· “ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας·” οὐκ εἶπεν τοῦ πληρώματος· αὐτὸ μὲν δηλῶν· θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτόν· ὅτι οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψεν· πανταχοῦ γὰρ πρῶτος· ἄνω πρῶτος· ἐν τῇ ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. τουτέστιν, ἵνα γένηται αὐτὸς πρωτεύων, ὡς καὶ ἐν γενέσει πρῶτος. καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον δεῖξαι τῷ Παύλῳ. ἂν γὰρ τοῦτο κατασκευασθῆ, ὅτι πρὸ πάντων ἦν τῶν Ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰς ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῇ ὑστέρᾳ ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι· καίτοι γε ἀλλαχοῦ πρῶτον φησὶ τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν. ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους· τῆς γὰρ Ἐκκλησίας πρῶτος ἐστίν· καὶ τῶν μὲν ἀνθρώπων καθάπερ ὁ τῆς κτίσεως πρῶτος τὸ κατὰ σάρκα· καὶ διὰ τοῦτο αὐτὸν καὶ ἐνταῦθα πρωτότοκον τίθησιν ἐκ τῶν νεκρῶν. τί ἐστιν ἐνταῦθα πρωτότοκος; ὁ πρῶτος κτισθείς· ἢ ὁ πρὸ πάντων ἀναστάς· ὥσπερ καὶ ἐκεῖ ὁ πρὸ πάντων ὤν· καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν, εἰπὼν, "ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν "νεκρῶν·" ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως· καὶ ἐκεῖ μὲν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε πρωτότοκος. ἀπαρχὴν δὲ εἶπεν, καθάπερ ἐπὶ καρποῦ τινός· δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασεν· καὶ ὥσπερ θυσίαν προσήνεγκεν διὰ τῆς ἀπαρχῆς.

(Σευηριανός.) Καὶ Σευηριανὸς φησίν· εἰ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; καὶ τὰ ἄλλα ὁμοίως. "καὶ "αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας·" δημιουργὸς μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος· καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος· καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν.

Θεόδωρος δὲ, καὶ ταύτην πλημμελῶς ἐξηγεῖται τὴν ῥῆσιν, φάσκων, οὐκ εἶπεν δι᾽ αὐτοῦ, ἀλλ᾽ "ἐν αὐτῷ." οὐ γὰρ τὴν πρώτην λέγει κτίσιν, ἀλλὰ τὴν ἐν αὐτῷ γενομένην ἀνάκτισιν, καθ᾽ἣν τὰ πάντα διαλελυμένα, εἰς συμφωνίαν ἤχθη μίαν, ὡς καὶ ἀλλαχοῦ φησὶν, "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·"

Οτι δὲ ταῦτα Παύλου τοῦ Σαμοσατέως φησὶν εἶναι ὁ μακάριος Ἰωάννης, φθάσαντες παρεθέμεθα. ἐναντιούμενος δὴ συνήθως πᾶσι τοῖς ἁγίοις πατράσι, καὶ ταῦτα ἐπιφέρει—οἱ δέ γε παρερμηνεύειν βουλόμενοι τὰ ῥητὰ καὶ τὸ “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρω- “ τότοκος πάσης κτίσεως,” ἐπὶ τῆς θείας ἐκλαβεῖν ἐπιχειρήσαντες φύσεως, οὐδαμῶς συκοφαντῆσαι τὴν ἑρμηνείαν ἡμῶν δυνήσονται ἀπὸ τῆς ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρωπίνα μεταβάσεως, ἤτοι τῆς ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεία· τὸ γὰρ αὐτὸ καὶ αὐτοὺς ποιῆσαι ἀνάγκη· τὰ μὲν ἀνώτερα ἐπὶ τῆς ἄνω ἐκλαμβάνοντας φύσεως· τὸ δὲ “ πρωτότοκος ἐκ τῶν νεκρῶν” εἰ τὰ πάντα ἀναισχυντοῖεν, οὐδαμῶς ἐκλαβεῖν ἐπὶ τῆς θείας δυναμένους φύσεως. προφανῶς τοίνυν κἀν τούτοις ἀπεδείχθη Θεόδωρος τὴν πρὸς τοὺς ἁγίους πάντας ἀράμενος μάχην.

Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· τὸ πλήρωμα μὲν τῆς θεότητος φασὶν, καθάπερ ὁ Ἰωάννης ἔλεγεν “ ἐκ τοῦ “ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.” τουτέστιν, εἴτι ἦν ὁ Υἱὸς, ὅλος ὁ Υἱὸς ἐκεῖ ᾤκησεν· οὐχὶ ἐνέργειά τις ἀλλ’ οὐσία οὐκ ἔχει δὲ αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν “ ὅτι ἐν αὐτῷ εὐδόκησεν·” καὶ “ δι’ αὐτοῦ ἀποκα- “ ταλλάξαι τὰ πάντα εἰς αὐτόν·” ἵνα μὴ νομίσῃς ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, “ εἰς αὐτὸν φησίν·” καὶ μὴν ἀλλαχοῦ φησὶν ὅτι τῷ Θεῷ καταλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίοις Ἐπιστολῇ φησίν. καλῶς εἶπεν “ δι’ αὐτοῦ ἀποκαταλλάξαι·” ἤδη γὰρ ἦσαν κατηλλαγμένοι· ἀλλὰ τελείως· ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. πῶς; οὐ γὰρ ἡ καταλλαγὴ ἀπεδίδοτο μόνον, ἀλλὰ καὶ ὁ τρόπος τῆς καταλλαγῆς· εἰρήνη διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. μέγα μὲν τὸ καταλλάξαι· τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον. καὶ τὸ τούτου μεῖζον, τὸ “ διὰ τοῦ αἵματος·” οὐχ ἁπλῶς αἵματος· ἀλλὰ τὸ τούτου μεῖζον, “ διὰ τοῦ ἰδίου σταυροῦ·” ὥστε πέντε θαυμαστά ἐστιν, τῷ Θεῷ κατήλλαξεν, δι’ ἑαυτοῦ· διὰ τοῦ αἵματος αὐτοῦ· διὰ τοῦ σταυροῦ· ἵνα γὰρ μὴ νομίσῃς πέντε εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ᾽ ἑαυτὸν, λέγει δι᾽ ἑαυτοῦ· πῶς οἶδεν μέγα τοῦτο ὄν; ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ᾽ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο.

Τί δὲ ἐστὶ "τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς·" εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζεν, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησεν; ἢ καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;" τί οὖν ἐστιν; ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ· ἐκπεπολεμωμένοι ἦσαν οἱ Ἄγγελοι πρὸς τοὺς ἀνθρώπους· τὸν δεσπότην ὁρῶντες τὸν ἑαυτὸν ὑβριζόμενον· τὰ μὲν οὖν ἐν τοῖς οὐρανοῖς οὕτως μετέστησεν· ἐκεῖ τὸν ἄνθρωπον ἤγαγεν αὐτοῖς, τὸν ἐχθρὸν, τὸν μισούμενον· οὐ μένοντα ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν· ἀνήγαγεν πρὸς αὐτοὺς αὐτὸν τὸν ἐχθρὸν καὶ πολέμιον· τοῦτο εἰρήνη βαθεία. Ἄγγελοι ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐράνῳ ἐφάνη. δοκεῖ δέ μοι ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. καὶ τὸ μὲν πρὶν ἐπὶ γῆς ἐφαίνοντο Ἄγγελοι πρὸς τιμωρίαν ἀποστελλόμενοι ἐπὶ τῶν Ἰσραηλιτῶν· ἐπὶ τοῦ Δαβὶδ, ἐπὶ τῶν Σολομιτῶν· ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. νῦν δὲ ἐξ ἐναντίας ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτούς· καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. καὶ θέα μοι τὸ παράδοξον· τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγεν· ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι· διὰ τοῦτο εὐχαριστοῦμεν λέγοντες· "δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία," τουτέστιν καταλλαγή.

Σευηριανὸς δέ φησιν, ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα Θεοῦ ἡ Ἐκκλησία λέγεται· ηὐδόκησεν οὖν ὁ Θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τουτέστιν τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ ἐν τῷ Χριστῷ, οἷα ἐν κεφαλῇ ἰδίᾳ, οἰκῆσαι· τουτέστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι· ἀλλὰ μὴ Ἀγγέλων· ηὐδόκησε γὰρ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι᾽ Ἀγγέλων· καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ.

ΚΕΦ. Δ.

Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ…

Ἐνταῦ…

The complete text is available when the reading interface loads.