The Greek Library Author

Catenae (novum Testamentum)

Catena In Epistulam Ad Hebraeos

Scientific editors
John Anthony Cramer
Edition reference
Catenae Graecorum Patrum in Novum Testamentum · Oxford · Oxford University Press · 1843
CTS identifier
urn:cts:greekLit:tlg4102.tlg038.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.

ΕΙ ἐθνῶν Ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθά φησι Ῥωμαίοις ἐπιστέλλων, “ ἐφ’ ὅσον μὲν εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω, εἴ πὼς παραζηλώσω μου τὴν σάρκα·” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη,” τί αὐτοῖς ἐπέστελλε, καὶ μάλιστα τοῦ Θεοῦ εἰπόντος αὐτῷ καὶ χρηματίσαντος· “ οὐ γὰρ ἀνέξονταί σου, ἀλλὰ πορεύου εἰς ἔθνη μακρά·” διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ· καὶ αὐτοῦ πρὸς αὐτὸν φήσαντος τὸν Θεὸν, “ ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην “ φυλακίζων καὶ δέρων κατὰ συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε, “ καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ “ αὐτὸς ἤμην ἑστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσ- “σων τὰ ἱμάτια τῶν ἀναιρούντων·” καὶ σημεῖον τοῦτο εἰπόντος, καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ, τί δή ποτε αὐτοῖς ἔγραφε μὴ ὣν τῶν Ἰουδαίων διδάσκαλος ; ποῦ δὲ οὖσιν ἐπιστέλλει ; ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· “ οὐ γὰρ “ ἀπεστάλην,” φησὶ, “ Βαπτίζειν, ” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ· πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἠθέλησε ; διὰ τοῦτο ἔλεγε, “ γινώσκετε τὸν “ ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψο- “μαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν ἐν 'Ρώμῃ δεδεμένος, εἶτα ἀφείθη, εἶτα εἰς τὰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε ἦλθεν εἰς 'Ρώμην, ὅταν καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. ταύτης μὲν οὖν τῆς Ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον· ἐκεῖ γὰρ, φησὶν, “ ἐγὼ δὲ ἤδη σπένδομαι καὶ πάλιν ἐκεῖ φησιν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγενετο.

(Σεγηριανοῦ.) Ὁ δὲ μακάριος Σευηριανός φησιν, οἱ αἱρετικοί φασιν μὴ εἶναι Παύλου τὴν Ἐπιστολὴν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις Ἐπιστολῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τουτέστι ξένην παρὰ τὴν Παύλου, καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι, ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων, ὡς ἀποστασίαν νόμου διδάσκων· διά τοι τοῦτο καὶ κινδυνεύσας ἐν Ἰεροσολύμοις καὶ μόλις διαφυγὼν, ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις, οὐ προτίθησι τὸ ὄνομα τὸ ἑαυτοῦ· ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν, ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς Επιστολῆς.

Θεόσωροσ Μοψουεστίασ. ταύτην τὴν αἰτίαν στρέφων α Θεόδωρος ὧδε λέγει· ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν, ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ ἀναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου. πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὁ φημι, ” παρακαλῶ “ γὰρ ὐμᾶς,” φησὶν, “ ἀδελφοὶ, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα “κλήσεως. καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὐμῖν.” τίσι δὲ ἔγραφεν, ὅτι “ ἐπέστειλα ὐμῖν, ” οὐκ ὄντων ἐκείνων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα ; ἐἶτα ἐπάγει, “ γινώσκετε τὸν ἀδελφὸν Τιμό “ θεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.” a στρέπων Cod. ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ Ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ’ οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι σαφῶς ὑπισχνεῖται; τίς οὖν ἡ τούτου αἰτία; εὔδηλος καὶ ἄγαν σαφής· διέλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν, εἷς γὰρ ἦν αὐτὸς ὁ σκοπὸς, ἀλλ’ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προσάγωσι· διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας, τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων· οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν Ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς, οἱ δέ γε περιστευκότες κοινοὺς ὡς εἰκὸς διδασκάλους τε καὶ Ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν Ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, ουκετι.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· αὐτῶν πανταχοῦ πολλὴν πρόνοιαν ποιεῖται, ἐπειδὴ καὶ πολλὰς ὑπέμενον θλίψεις, καθὼς Θεσσαλονικεῦσι γράφων λέγει, “ μιμηταὶ “ ἐγένεσθε τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας, ” καὶ αὐτοῖς δὲ τούτοις γράφων φησὶ, “ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν “ προσεδέξασθε.” διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. ὅταν γὰρ λέγῃ, “ πορεύομαι διακονήσων τοῖς ἁγίοις τοῖς ἐν “ Ἱεροσολύμοις,” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν, “ ἐὰν “ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι,” τοῦτο λέγει· καὶ ὅταν λέγῃ, “ μόνον, ἵνα τῶν πτωχῶν μνημονεύωμεν,” ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει· “ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ “ κοινωνίας· ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι- “τομήν·” καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν αὐτὸν ἐδέδιττεν· ἐκεῖ δὲ ἐδόκουν τέως κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον b ἔλεον Cod. ὑπὸ Ῥωμαιοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο· ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται πρὸς βοήθειαν καὶ τῶν ἐθνῶν· ἐνταῦθα δὲ οὐδὲ μίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ’ αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν, ὃν ἐὰν θέλωσι. μὴ θαυμάσωμεν οὖν, εἰ καὶ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ· καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι· καὶ τοῦτο πρὸς τῷ τέλει ἐμφαίνει λέγων, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλε “λυμένα γόνατα ἀνορθώσατε·” καὶ πάλιν, “ ἔτι μικρὸν ὅσον ὅσον “ ὁ ἐρχόμενος ἤξει καὶ οὐ Χρονιεῖ,” καὶ πάλιν, “ εἰ ἐκτὸς ἐστὲ παιδείας, ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοὶ.

(Σευηριανοῦ.) Γράφει δὲ αὐτοῖς, ὥς φησιν ὁ μακάριος Σευηριανὸς, τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἣ μᾶλλον ὑπὸ Κλήμεντος, οὗ καὶ μέμνηται· διὰ τοῦτο ξένη φράσις· καὶ τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν· καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν Ἐπιστολὴν εἶναι.

(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος φησί· γέγονε δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος, καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματικῶν ἐννοιῶν, καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου προαναρρήσεως· καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους, ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωϋσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεόν· καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις, καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις, ἐπειδή περ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων, ὡς τοῖς ἐξ ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ, παρ’ οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθνῶν ὡς εἰκαίων b καταφρονεῖν· ἐφ’ ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν Πραξέων τῶν Ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν. οἰκονομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖ πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαράδεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς· διὰ τούτου πεπιστευκὼς, ἔφη γοῦν—

ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.

α΄. Θεολογία Χριστοῦ ἐν δόξῃ Πατρὸς, καὶ ἐξουσίᾳ τῶν μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη ἐς τὴν ἐπουράνιον δόξαν.

β΄. Ὅτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ, ἀλλὰ Θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος αἰῶνος, ἐν ᾧτ’ οἱ λειτουργοὶ, ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.

γ΄. Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα πρὸς ἡμᾶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως.

δ΄. Ὅτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον.

ε΄. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν.

ζ΄. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγω̣ τῷ διὰ πάντων, καὶ τὸ χρηστὸν τῆς χάριτος τῆς ἱερατικῆς παρὰ τῷ ὁμοιοπαθήσαντι ἡμῖν.

ζ΄. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς.

η΄. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρκῳ.

θ΄. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα, τὴν πόλιν, καὶ τὴν ζωὴν, καὶ τὴν ἱερωσύνην.

ι΄. Ὅτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐδὲ διὰ νόμου σαρκίνου.

ια΄. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν, ἐν ἱλασμῷ καὶ ἁγιασμῷ.

ιβ΄. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα.

ιγ'. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν.

ἰδ’. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως.

ἴε. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν.

ἲς. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης.

ιζ́. Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.

ἴη. Περὶ σωφροσύνης, ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἠσαῦ, μὴ εὑρὼν τόπον μετανοίας.

ἴθ’. ὅτι φοβερώτερα τῶν ἐπὶ Μωϋσέως τὰ μέλλοντα, καὶ πλείονος ἄξια σπουδῆς τὰ νῦν.

κ΄. Περὶ φιλαδελφίας καὶ φιλοξενίας.

κα'. Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ.

κβ΄. Εὐχὴ πρὸς τὸν Θεὸν περὶ τῆς εἰς ἀρετὴν ἀγωγῆς καὶ οἰκονομιας.

ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

Θεολογία Χριστοῦ ἐν δόξη Πατρὸς καὶ ἐξουσίᾳ τῶν πόντων, μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη εἰς τὴν ἐπουράνιον δόξαν.

Πολυμερωσ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.

Γενναδίου. τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωσέα καὶ τοὺς καθεξῆς διαφόρως οὖν φησὶ, καὶ καταλλήλως, ἑκάστῳ καιρῷ τοῖς ἡμετέροις προγόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας Θεὸς, τοῦ παντὸς ἤδη χρόνου συμπληρουμένου, λελάκηκεν ἡμῖν ἐν Θεῷ, τουτεσι, νομοις πρότερον τὸ γόος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσιν δικαιοσύνης τε καὶ θεωγνωσίας διὰ τῶν ἑαυτοῦ δούλων, παιδαγωγήσεως τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν Ἰησοῦ Χριστῷ, καὶ τῆ κατ’ αὐτὸν οἰκονομίᾳ τοῖς τούτων ἡμᾶς αὐτοτελῆ χάριν εὐηγγελίσατο· λέγει δὲ τοῖς μετὰ τὸν σταυρὸν διὰ ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶ ἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκατάστας.

Κυρίλλου. Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν διὰ στόματος ἁγίων, καὶ διὰ φωνῆς προφητῶν. καὶ γοῦν ἔφη δι’ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων, “ οἱ πα- “τέρες ὐμῶν ποῦ εἰσι, καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται ; “ πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου δέχεσθε, ὅσα ἐγὼ “ ἐντέλλομαι ἐν πνεύματι μου τοῖς δούλοις μου τοῖς προφήταις.” ἀλλ’ εἰ καὶ ἢν ἐν πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ πνεῦμα αὐτοῦ· καὶ οὐ δή που φαίη τις ἃν εἰ γε νοῦν ἔχοι, ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὣν ἂν βούλοιτο γνῶσιν, ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν. διοίσοι γὰρ οὕτως κατ’ οὐδένα τρόπον τῶν ἁγίων προφητῶν, εἴπερ ὧδε ἔχοι· ἀλλ’ εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ’ αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις. οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ μονογενής· ἐλάλει δὲ “ πολυτρόπως” διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον. ἔστιν οὖν ἀκοῦσαι λέγοντος διὰ προφητῶν, “ ἐγὼ ὁράσεις “ ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην·” καὶ πάλιν, “ αὐτὸς “ ὁ λαλῶν πάρειμι, ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελι- “ζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά.” ἐπὶ γὰρ συντελείᾳ λείᾳ τῶν αἰώνων, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ λελάληκεν ὁ Υἱός· οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων, ἀλλὰ δι’ ἑαυτοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ μονογενὴς, τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι’ ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς, οὐκ ἰδίους μᾶλλον, ἀλλὰ τοὺς παρ’ ἑτέρου λόγους, ἀλλ’ ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ.

Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός. τότε γὰρ τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃ τοι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος.” ὀρθῶς οὖν Παῦλός φησιν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα. ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ’ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δἰ ἡμᾶς εἰς ταπείνωσιν, ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρο- νόμος πάντων τεθεῖσθαι λέγεται· καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ κἀς ἡμᾶς πτωχείᾳ· οὐ δία τοῦτο γενόμενος σὰρξ, ἴνα πτωχὸς απομείνῃ μεθ’ ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ’ ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὣν φύσει καὶ συναΐδιος τῷ Πατρὶ, ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος, ἔφασκε διὰ τοῦ Δαβίδ· “ Κύριος εἶπε πρός με, “ υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” τογάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος, καθ’ ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος. μεμαρτύρηκε γὰρ Ιωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν· “ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ·” δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν ὡς ἄνθρωπος υἱοποιηθεὶς, καὶ τοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι’ ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμενους.

Ὥσπερ γὰρ οἶά τινα κλῆρον ἐκ Πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος, ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ· “ αἴτησαι παρ’ ἐμοὶ, καὶ δώσω Τοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἕξης · οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν φησὶν, “ οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς “ δέδωκας.” ἄθρει δὴ οὖν, ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισιν καὶ μετὰ σαρκός· εἰ γὰρ ἤσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοηθεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου ; τοιγάρτοι καὶ ἔφασκεν, “ ὅτι πάντα τὰ ἐμὰ, σά “ ἐστι, ἐστι, καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.” πῶς οὖν αἰτεῖν προστάσσεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς ; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ, διασώσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν μονογενῆ Θεὸν Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξῃ αἰχμαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμον διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε καθ’ ἡμᾶς ; τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τὸ “ δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές ; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι’ αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαι φησι ; καὶ μάλα ὀρθῶς· ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεγενημένος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός· ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν, τὸ νεώτερον τῆς οἰκονομίας, οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν. γέγραπται γὰρ ὅτι “ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον “ ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.” ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ Βαπτιστής a. “ ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, “ ὅτι πρῶτός μου ἦν·” πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· διὰ τί μὴ ἀντέθηκεν ἑαυτὸν ὁ Ἀπόστολος τοῖς προφήταις ; καὶ τοι γε πολὺ μείζων ἢν ἐκείνων, ὅσῳ καὶ μείζονα ἐνεπεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο· τι δή ποτε ; πρῶτον μὲν τὸ περὶ ἑαυτοῦ μεγάλα λαλεῖν παραιτούμενος, δεύτερον δὲ διὰ τὸ μηδέ πω τοὺς ἀκροατὰς εἶναι τελείους, καὶ τρίτον ἐπάραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν νῦν τὴν ὑπεροχήν· ὡσανεὶ ἔλεγε, τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ὑμῶν ; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καλῶς δὲ εἶπεν, “ ἐπ’ ἐσχάτων, ” καὶ τούτῳ αὐτῷ διανίστησι καὶ παρακάλει ἀπειρηκότας λοιπὸν, ὡσπερ καὶ ἀλλαχοῦ φησιν, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.” πάλιν καὶ ἕτερόν τι αἰνίττεται, ὅτι πολλοῦ χρόνου γενομένου ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, τότε πλέον ἔσχομεν· καὶ θέα τί συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καί τοιγε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο ἃ δεῖ περὶ Χριστοῦ, φησὶν, ὅτι δι’ αὐτοῦ ἐλάλησεν, ὃν ἔθηκε κληρονόμον πάντων, τῷ τοῦ κληρονόμου κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀνυπόστατον, “ κληρονόμον πάντων, ” τουτέστι τοῦ κόσμου παντὸς.

(Σευηριανοῦ.) Ὁ μακάριος δὲ Σευηριανὸς φησί· “πολυμε “ρῶς” μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων, ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ Θεοῦ οἰκήσεως. “ πολυτρόπως” δὲ ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδὰμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ· καὶ διὰ Μώσεως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ” ἀντὶ τοῦ δι’ Υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι’ αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἱν ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοὴ, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκὼς “ ἐλάλησεν ἡμῖν ἐν “ Υἱῷ, ὃν καὶ κληρονόμον ἔθηκεν, ” ἀντὶ τοῦ ἐποίησεν, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν· καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν.

Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.

(??) a. Ὁ αἰὼν φύσις μέν ἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι· ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρι τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ τέλους τὴν φαντασίαν δεχόμενοι, οὐχ ὥσπερ ἐπὶ τοῦ Θεοῦ λεγόντων, ὅτι ἦν μόνον, ὃς ἐπειδήπερ ἦν ἀεὶ, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῆς ζωῆς. τῷ τοίνυν εἰπεῖν τῶν αἰώνων ποιητὴν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ ἀίδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος Δαυὶδ, “ ὁ “ ὑπάρχων πρὸ τῶν αἰώνων,” οὐ τοῦτο βούλεται εἰπεῖν, ὅτι τῶν οὐχ ὑφεστώτων προυπάρχει, ἀλλ’ ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος, ἀεὶ τὸ εἶναι ἔχων, οὕτως ὅταν λέγῃ, “ δι’ οὗ “ καὶ τοὺς αἰῶνας ἐποίησεν, ” οὐχὶ τῶν οὐχ ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ’ ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων· “ ὡς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ· καλῶς οὐκ εἶπε τοῦ Θεοῦ, ἀλλὰ “ τῆς “ δόξης,” τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἃν μόνον δοξάζεσθαι ὀφειλούσης παρ’ ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος, εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζε, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παραβολῆς ἐκλύσας· ἀκριβῆ γὰρ, φησὶ, σώζει τὸν χαρακτῆρα τῆς φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὐπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας, τῷ κατὰ μηδὲν διαλλάττειν αὐτὴν ἐκείνης.

(Σευηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγενῆσθαι τὸν Λόγον, τοῦ ἀπαυγάσματος ἐμνήσθη· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου, οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ, καὶ οὐδέποτε ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ’ ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ’ ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα, καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπὼν, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμέτρως εἶναι· τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης Λόγον ὀνομάσας ἐπήγαγε, “ πρὸς Θεὸν ἦν, καὶ Θεὸς ἦν, οὕτως καὶ Παῦλος ἀπαύγασμα εἰπὼν, προσέθηκε, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως.

(Χρυσοστόμου.) Ἔφη δὲ καὶ ὁ μακάριος Ἰωάννης· τοῦτο εὐλαβείας ἐκλαμβάνειν δεῖ καὶ τὰ ἄτοπα περικόπτειν· ἀπαύγασμα τῆς δόξης φησὶν, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος, ἐπειδή εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. μὴ τοῦτο τοίνυν ἐκλάβῃς ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον· ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· τι δὲ φησί; “καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” οἷον, ὥσπερ ἐστὶν αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτό φησι, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου.

(Κυρίλλου.) Ὀ μακάριος δὲ Κύριλλος φησίν· ὥσπερ ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ’ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Τιος, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων, καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ’ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός· ἵδοι δ’ ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος· Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτός· ζωή τε ὁμοίως ἐκ ζωῆς. ὑπερανέστηκε δὲ τὴν σύμπασαν κτίσιν, ὅσον ἃν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εlναι παρενηνεγμένοις ἐναρίθμιος· “ ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, καὶ Θεὸς " ἦν ὁ Λόγος.” πῶς οὖν ἄρα τὸ οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ’ αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς ; εἰ γάρ ἐστι γενητὸς κατ’ αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι, καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγόν· διοίσει δὲ κατ’ οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων· ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· “ φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· “ γέγονε μὲν γὰρ δι’ αὐτοῦ τὰ πάντα· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν.

(Χρτσοστόμου.) Ο μακάριος δὲ Ἰωάννης φησίν· ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντείαν, ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ ἐκ τοῦ μετὰ αὐθεντείας ἅπαντα κυβερνᾷν. ὁρ́α τοίνυν ὅπως ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ· διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, φέρων τὰ πάντα, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.”

(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τοῦτο ἔστιν, οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων· ἀλλὰ γὰρ καὶ τῷ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως, ὡς ἃν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἀπηρτημένων· οὐ- ’δεν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἣ καὶ τῆς τοῦ μακαρίου Μωυσέως διηγήσεως, λέγοντος, " καὶ εἶπε, “ γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, καὶ ἐγένετο “στερέωμα·”

(Σετηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· τοῦτό ἐστιν ὃ λέγει Ἱερεμίας, “ ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.

(Κυρίλλου.) Καὶ ὁ μακάριος δὲ Κύριλλός φησι, Λόγος ὣν τοῦ Θεοῦ καὶ Πατρὸς παναλκὴς, αὐτὸς ε7πε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. ἐπειδὴ γὰρ τῶν εἰς τὸ ε-ι’ναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν, οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διὰ παντὸς δύνασθαι, ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας, φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπό- στατὸς, καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος, πανσθενὲς καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ, καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχῦον. ἐπάγει δὲ τούτοις,

Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς, καὶ μὴν “ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ” μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν, δι’ ἧς καὶ σεσώσμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ αιματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος, “ ἐν “ ᾦ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν “ τῶν παραπτωμάτων. ” γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός· “ ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν “ μετ’ αὐτοῦ, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθα- “ρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας·” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὃς κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. πότε δέ ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων Ἀγγέλων, κληρονομῆσαι δὲ πή αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καί τοι Λόγος ὣν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἴδιᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας, ἵν οὕτως εἴπω, τοὺς πόνους· ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἀτιμίας τε καὶ ὕβρεας καὶ ἐμπτύσματα· ἀλλ’ ἵν ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ, αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι’ ἑαυτοῦ τῶ Θεῶ καὶ Πατρί. δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίαι παρθένου ληφθέν· ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν, καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν, καὶ ἦν αὐτοῦ τὰ πάντα μεστὰ, καὶ ἠλάττωτο μὲν βραχὺ παρ’ Ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν Ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις. ἦν δὲ καὶ οὕτως ἔχων “ ὑπὲρ ἄνω πάσης “ ἀρχῆς ἐξουσίας τε καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζο- “μένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ” καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· “ γινώσκετε γὰρ τὴν “ χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν ἐπτω- “χευσε δι᾿ ἡμᾶς, ἵν ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.”

(Ἰωάννου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, δύο τίθησιν τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα, τό τε καθαρίσαι ἡμᾶς τῶν ἁμαρτιῶν, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι. εἰπὼν δὲ καθαρισμὸν δι’ ἑαυτοῦ ποιησάμενος, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπήγαγε, καὶ φησίν· “ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὐψηλοῖς·” ὥσπερ εἰπὼν ἐν δεξιᾷ οὐκ ἐσχημάτισεν ἑαυτὸν, ἀλλὰ τὸ ὁμοιότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτω ἐν ὑψηλοῖς εἰπὼν, οὐκ απεκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἀναβεβηκὸς, τουτέστι πρὸς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. εἰ δὲ λέγουσιν ὅτι εἶπεν, “ Κάθου, ἐρώμεθα αυτοὺς, τί οὖν ἑστῶτι εἶπεν ; ἄλλως δὲ οὐκ εἶπεν ὅτι ἐκέλευσεν οὐδὲ προσέταξεν, ἀλλ’ ὅτι είπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ινα μὴ ἀγέννητον αὐτὸν νομίσῃς καὶ ἀναίτιον· ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἠθέλησε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν, ἀλλ’ ἐξ ἀριστερῶν.

τοσούτῳ κρείττω γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διὰ φορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Τοῦ Μακαρίου Ἀθαναδίου. Ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ “ τοσούτῳ κρείττων “ γενόμενος τῶν Ἀγγέλων,” δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει ἀσυγκρίτοις ὑπεροχαῖς, τοσούτῳ καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. τὰς διακονίας ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παρρησιάζεται πρὸς αὐτοὺς ταῦτα λέγων c.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης τὸ “ γενόμενος ἐνταῦθα ἀντὶ τοῦ ἀποδειχθείς· εἶτα καὶ πόθεν ἰσχυρίζεται ἀπὸ τοῦ ὀνόματος, ὅτι οἶδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν· καὶ μὴν εἰ μὴ γνήσιος ἦν υἱὸς, γνήσιος δὲ οὐδὲν ἕτερον, ἀλλ’ ἣ ἐξ αὐτοῦ· πῶς ἀπὸ τούτου διισχυρίζεται ; εἰ γὰρ χάριτι ἔστιν υἱὸς, οὐ μόνον διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς ; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοί· καὶ τὸ υἱὸς ὄνομα ἃν μὴ γνήσιον ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον, καὶ δηλῶν ὅτι καὶ διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τι φησι, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ’ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε ; “ καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν.

ΚΕΦ. Β.

Ὄτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ ἀλλὰ θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος οἰωνὸς ἐν ᾧ οἱ λειτουργοὶ. ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.

Κρυσοστόμου. Καὶ ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα, τὸ ἔσομαι ἀυτῶ, εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υιον· τί ’δε “ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ οὑ ἐστιν ο Θεός ὥσπερ γὰρ ὣν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος χρόνου· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ, οὕτω καὶ τὸ σήμερον· ἐνταῦθα δέ μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ

c Ad marg. ΤΟΥ ΑΥΤΟΥ EN ΑΓΙΟΙΣ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ ΚΑTΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΥ. κάη λέγηται κρείττων γενόμενος τῶν Ἀγγέλων, οὐκ αὐτὸς ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν ποτὲ, ἀλλ᾿ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρεῖττον ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γεννήσεως. Τὸ οὖν κρείττων περὶ . . . . . . . . ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, . . . . . . . . οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησεν, ἀλλ᾿ ἀεὶ κρείττων ἦν καὶ ἀσύγκριτος. περὶ δὲ τοῦ κατὰ σῆκα τοῦτο εἴρηται.

ΘΕΟΔΩΡΗΤΟΥ. Πρωτοτοκς ὡς ἄνθρωπος, ὥσπερ μονγενὴς, ὡς Θεός· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον οἱ ἄγγελοι. γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας καὶ τὸ πρᾶγμα μὴ παραιτησαμενος, πὼς ἀν’ τὰ ῥήματα παρῃτήσατο ;

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες Ἄγγελοι Θεοῦ.

Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον πάροδον καλεῖ, οἷον, ὡς ὅταν λέγῃ, “ ἐξῆλθεν ὁ σπείρων τοῦ “ σπεῖραι,” καὶ πάλιν, “ ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω,” καὶ πολλαχοῦ ἴδοι τις ἄν· ὁ δὲ Παῦλος ἔσοδον καλεῖ λέγων, “ ὅταν “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. τι δή ποτ’ οὖν τούτῳ τῷ λόγῳ κέχρηται, δῆλά ἐστι τὰ σημαινόμενα, καὶ κατὰ τι εἴρηται· ὁ μὲν γὰρ Χριστὸς πάροδον καλεῖ· εἰκότως, ἐπειδὴ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἐστήκασιν, ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον εἰσάγει τούτους, ἀλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἐξελθὼν πρὸς ἡμᾶς, σάρκα ἀναλαβὼν δηλονότι, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο πάροδον αὐτὴν καλεῖ· ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσιν

Deest folium.

. . . .κὸς, θαυμάζοντες ἔλεγον, “ τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ ; τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ Βοσόρ·” ὅ ἐστι τῇ Ἑλλάδι φωνῇ, συνοχῆς ἣ θλίψεως, “ ἵνα τι σου ἐρυθρὰ “ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ ” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες, τι αὗται αἱ πληγαὶ αἱ ἀνάμεσον τῶν χειρῶν σου ; ὁ δὲ πρὸς αὐτοὺς, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖκαι τε μετὰ τὴν ἀνάστας ἱν, καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον, ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν, ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ εὐμαθοῦς διανοίας “ ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι, τοῖς ἁγίοις Ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων, καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων, ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς, γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ, διασώσῃ τὴν ὑπ’ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν Ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν, ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν, καὶ ὅτε γέγονε σάρξ.

(Δίδυμου.) Δίδυμος δέ φησιν· εἰ πᾶσα ἡ γενετὴ φύσις τῷ Χριστῷ, διὰ γὰρ τῆς τῶν Ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν· ὥσπερ καὶ ἐν τῷ “ τίνι γὰρ “ τῶν…

Καὶ…

The complete text is available when the reading interface loads.