Catena in epistulam ad Hebraeos
- Authority group
- Catenae (novum Testamentum) (catalogue association; authorship remains anonymous)
- Edition reference
- Catena in epistulam ad Hebraeos (catena CATENAE (Vetus Testamentum) Nicetae) (e cod. Paris. gr. 238), ed. Cramer, op. cit., vol. 7, 279–598.
- CTS identifier
urn:cts:greekLit:tlg4102.tlg039.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
280
ταί σου τὴν μαρτυρίαν τὴν περὶ ἐμοῦ· πορεύου, ὅτι εἰς ἔθνη
μακρὰν ἐξαποστελῶ σε.“ τοιαύτας δὲ καὶ πρὸς τοὺς ἄλλους
Ἀποστόλους ἐποιήσατο συνθήκας· ”Ἰάκωβος,“ γάρ φησι,” καὶ
“Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν
ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας· ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν,
ἡμεῖς δὲ εἰς τὰ ἔθνη.” οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη·
“ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.”
καὶ πάλιν ἀλλαχοῦ· “ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν
τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.” τούτου δὴ χάριν
τοῖς μὲν ἐξ ἐθνῶν πεπιστευκόσιν ἐπιστέλλων, Ἑβραίοις δὲ γρά-
φων, ὧν οὐκ ἐνεχειρίσθη τὴν ἐπιμέλειαν, γυμνὴν τῶν ἀξιωμάτων
εἰκότως τὴν διδασκαλίαν προσήνεγκεν· ὑπὸ γὰρ τὴν τῶν ἄλλων
Ἀποστόλων ἐτέλουν προμήθειαν.
Εἰ τοίνυν ἐθνῶν Ἀπόστολος ἦν, τί κοινὸν πρὸς Ἑβραίους εἶχε;
τί δὲ αὐτοῖς καὶ ἐπέστελλε, καὶ μᾶλλον ἀπεχθανομένοις αὐτῷ;
ὅτι γὰρ ἀπεχθῶς πρὸς αὐτὸν διέκειντο, ἄκουσον τί φησιν Ἰάκωβος
πρὸς αὐτόν· “θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων
τῶν πεπιστευκότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι
ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις·” καὶ πολλαὶ ζητήσεις
αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου. τίνος οὖν ἕνεκεν ἐξετάσειεν
ἄν τις τὸν νομομαθῆ; παρὰ γὰρ τοὺς πόδας Γαμαλήλου τὸν
νόμον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγματος,
καὶ ταύτη μάλιστα δυνάμενον ἐντρέψαι οὐχὶ πρὸς Ἰουδαίους
ἔπεμπεν ὁ Θεός; ὅτι ταύτη μάλιστα πλέον ἦσαν αὐτῷ ἐκπεπολε-
μωμένοι· “οὐ γὰρ ἀνέξονταί σου,” φησὶν ὁ Θεὸς πρὸς αὐτὸν,
“ἀλλὰ πορεύου εἰς ἔθνη μακρὰν, διότι οὐ παραδέξονταί σου τὴν
μαρτυρίαν τὴν περὶ ἐμοῦ.” εἶτα αὐτός φησι, “ναὶ Κύριε, αὐτοὶ
281
ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συνα-
γωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα
Στεφάνου τοῦ πρωτομάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς καὶ
συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱμάτια τῶν ἀναι-
ρούντων αὐτόν.” καὶ τοῦτο αὐτὸ φησὶ σημεῖον εἶναι καὶ ὑπό-
θεσιν τοῦ μὴ πιστεῦσαι αὐτοὺς αὐτῷ· καὶ γὰρ οὕτως ἔχει· ὅταν
τίς ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἂν μὲν τῶν ἐλαχίστων ᾖ, καὶ
οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ' ὧν ἀνεχώρησεν· ἂν
δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν, καὶ τὰ ἐκείνων φρονούν-
των, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε
μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα παρὰ τοῖς πολλοῖς· καὶ ἄλλο
δὲ τούτῳ προσῆν· ποῖον δὴ τοῦτο; ὅτι οἱ μὲν περὶ Πέτρον, καὶ
συνεγένοντο τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα. οὗτος δὲ
οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαΐων ὢν, ἐξαίφνης
ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν, ὃ μάλιστα ἤρκει [ ... ]
[ ... ] ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι ἐδόκουν μαρτυρεῖν,
καὶ εἶπεν ἄν τις, τὸν διδάσκαλον ποθοῦντες ταῦτα μαρτυροῦσιν·
ὁ δὲ τῇ ἀναστάσει μαρτυρῶν, οὗτος μάλιστα ἦν ὁ φωνῆς μόνης
ἀκούσας.
Διὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα
ὑπὲρ τούτου πράττοντας, ὥστε αὐτὸν ἀνελεῖν, καὶ στασιάζοντας.
ἀλλ' οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς προσεῖχον· οἱ δὲ πιστεύ-
σαντες τίνος ἕνεκεν; ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων, καθαρῶς
κηρύττειν τὸν Χριστιανισμὸν, καὶ εἴπου καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη,
οὐκ ἐφρόντιζε. Πέτρος μὲν γὰρ, καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσο-
λύμοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν
νόμον κελεύειν τηρεῖν. οὗτος δὲ, ἐν ἐλευθερίᾳ πολλῇ ἦν, καὶ πλέους
ἦσαν οἱ ἐξ ἐθνῶν ἢ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες, καὶ παρέλυε τὸν
νόμον· καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν· ὅτι πάντα
καθαρῶς ἐκήρυττεν, ἀμέλειγε ἐν τούτῳ αὐτῷ δοκοῦσι καταιδεῖν
τῷ πλήθει, λέγοντες, “θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν
Ἰουδαίων τῶν συνεληλυθότων.” διὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπε-
στρέφοντο, “ὅτι κατηχήθησαν,” φησὶ, “περὶ σοῦ, ὅτι ἀποστασίαν
ἀπὸ τοῦ νόμον διδάσκεις.”
282
Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος, ἐπιστέλλει
αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; ἐμοὶ δοκεῖ ἐν Ἱεροσολύμοις
καὶ ἐν Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει; ὥσπερ καὶ βαπτίζειν
οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν, “οὐ γὰρ ἀπεστάλην,” φησὶ,
“βαπτίζειν,” οὐ μὴν ἐκωλύθη, ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ.
πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι
ἤθελε; διὰ τοῦτο ἔλεγε· “γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπο-
λελυμένον, μεθ' οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς·” οὔπω
γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώμῃ δεδε-
μένος, εἶτα ἀφείθη· εἶτα εἰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους
ἴσως, καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνη-
ρέθη. πολλαχοῦ γε μὴν ἤθλησαν οἱ ἐξ Ἰουδαίων πιστεύσαντες,
καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλει λέγων, “μιμηταὶ ἐγένεσθε
τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας,” καὶ αὐτοῖς δὲ γράφων φησὶ,
“μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν προσεδέξασθε.”
εἰ δὲ ἤθλουν, οὐδὲν καινόν. εἰ γὰρ τοῖς Ἀποστόλοις οὕτως ἐκέχρηντο
οἱ μὴ πιστεύσαντες Ἑβραῖοι, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ
ὅπου μεταξὺ ἐθνικῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς; διὰ
τοῦτο αὐτῶν μάλιστα ὁρᾷς τὸν Παῦλον φροντίζοντα· ὅταν γὰρ
λέγῃ “πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις·”
καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιΐαν, καὶ
Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καὶ φησὶν, “ἐὰν ᾖ ἄξιον κἀμὲ
πορεύεσθαι,” τοῦτο λέγει. καὶ ὅταν λέγῃ “μόνον τῶν πτωχῶν
ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι,” τοῦτο
λέγει. καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιού-
μενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν ἔνθα καὶ Ἰουδαῖοι
ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ, ἐπειδὴ τέως
ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι καὶ πολλὰ καὶ τοῖς ἰδίοις νό-
μοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον
ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι Ἑβραῖοι ἐκέ-
χρηντο.
Εἰ γὰρ ἐν ἄλλαις πόλεσιν ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν
ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν
τούτων ἔμελλε τῷ Γαλλίωνι, ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ. ὁρᾷς γοῦν
283
ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσι, τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι,
καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν. ἐνταῦθα δὲ, οὐδε-
μίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ' αὐτοὶ συνέδριον καθίζουσι
καὶ ἀναιροῦσιν οὓς ἂν θέλωσι [ ... ] τὸν Στέφανον [ ... ]
[ ...]λον. οὕτω τοὺς [ ... ] ἐμάστιξαν. οὐκ ἐπὶ ἄρχοντας [ ... ]
[ ... ] οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ ὁ χιλίαρχος
ἐπέρριψεν ἑαυτόν. ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς
λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο· ὅρα γοῦν αὐτὸν τὸν Παῦλον
ἐπὶ τοῦ ἱερέως κρινόμενον καὶ λέγοντα, “οὐκ ᾔδειν ὅτι ἀρχιερεύς
ἐστιν,” καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος· πολλὴν γὰρ εἶχον τότε
ἐξουσίαν. ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας πιστοὺς
τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν.
Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος
γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι
εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, μὴ
θαυμάσωμεν εἰ καὶ διὰ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παρα-
μυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ. καὶ γὰρ
τεταριχευμένοι λοιπὸν ἦσαν καὶ ἀπεγνωκότες ταῖς πολλαῖς [ ... ]
[ ... ] τοῦτο πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς ἐμφαίνει, λέγων·
“διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνωρ-
θώσατε.” καὶ πάλιν, “ἔτι μικρὸν, ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει,
καὶ οὐ χρονιεῖ.” καὶ πάλιν· “εἰ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι
ἐστὲ, καὶ οὐχ υἱοί.” ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν καὶ αὐτοὶ περὶ
τῶν πατέρων μανθάνοντες, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ
πόδας χρὴ προσδοκᾶν, καὶ οὕτω βιῶναι. τότε δὲ τὸ ἐναντίον ἦν,
τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσί·
καὶ εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλούς· ὑπὲρ τούτου ποιεῖται τὸν λόγον.
ἡ ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, καὶ τῆς
πίστεως διετρέπετο.
Διὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι ἔν τινι
καρδίαν πονηρὰν ἀπιστίας· διὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ
Ἐπιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ μετὰ πολλὰ ἐν
τῷ τέλει δείκνυσιν, ὅτι καὶ τοῖς πατράσιν παρὰ πόδας τὰ ἀγαθὰ
ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε· καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκατα-
λελεῖφθαι νομίσαιεν, δύο κατασκευάζει, ἓν μὲν πρὸς τὸ φέρειν
284
πάντα γενναίως τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσ-
δοκᾶν τὴς ἀμοιβήν. οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ
τοὺς καθεξῆς δικαίους ἀγεράστους. ποιεῖται δὲ τὴν παράκλησιν
ἀπὸ τριῶν τρόπων, ἑνὸς μὲν, ἐξ ὧν ἔπαθεν ὁ Χριστὸς, καθὼς καὶ
αὐτὸς λέγει, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.” ἑτέρου
δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν. τρίτου, ἐκ τῶν
κακῶν. καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται μόνον, ὅπερ
ἦν ἧττον πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων καὶ γεγονότων
εἰς τοὺς πατέρας αὐτῶν. τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ· ποτὲ μὲν
λέγων, “οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ·” ποτὲ δὲ,
“πολλαὶ μοναὶ εἰσὶ παρὰ τῷ Πατρί·” ποτὲ δὲ, μυρία ταλανίζων
τοὺς μὴ πεπιστευκότας.
Ποιεῖται δὲ ὁ Παῦλος πολὺν λόγον καὶ περὶ τῆς καινῆς καὶ
τῆς παλαιᾶς διαθήκης. καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν,
σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευσεν. ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε δια-
πιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ, καὶ δείκνυ-
σιν οὐκ ὄντα σεμνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα. ἐπειδὴ δὲ
ἔτι καὶ ὁ ναὸς συνειστήκει, καὶ τὰ τῶν θυσιῶν, ἠναντιοῦτο δὲ
αὐτῷ καὶ τοῦτο, εἰ γὰρ ταῦτα σκιὰ καὶ εἰκὼν, πῶς οὐ παρεχώρη-
σεν, οὐδὲ ὑπεξέστη, τῆς ἀληθείας φανείσης, ἀλλ' ἔτι ταῦτα ἀνθεῖ;
ἠρέμα καὶ τοῦτο ἠνίξατο ἐσόμενον εἰς καιρὸν τὸν ἐνεστηκότα· καὶ
ὅτι πολὺν χρόνον εἶχον ἐν ....στει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε
λέγων, “ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” καὶ
“μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας.” καὶ
“μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων τὰς
ἐπαγγελίας.” ὅτι δὲ καὶ ὀλιγοψύχουν, δείκνυσιν εἰπὼν, “τὰς
παρειμένας χεῖρας ἀνωρθώσατε.” καὶ πάλιν, “οὐ γὰρ ἄδικος ὁ
Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης.” ὅτι μὲν
οὖν ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν,
καὶ ὅτι οὐκ ἐκωλύετο γράφειν, καὶ δι' ἣν αἰτίαν πρὸς αὐτοὺς οὐκ
ἀπεστάλει, ἤδη εἴρηται. ὅτι δὲ τῆς πνευματικῆς χάριτος ἀνά-
πλεως ἡ Ἐπιστολὴ, καὶ οὐδὲ τὴν τυχοῦσαν παρέχουσα διαβολῆς
ἀφορμὴν, ἡ κατὰ μέρος ἑρμηνεία διδάξει σαφέστερον. ἡ δὲ ὑπό-
θεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη.
Τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, οἱ τὴν τῆς ἀπιστίας περι-
285
κείμενοι νόσον, πολλοῖς καὶ παντοδαποῖς περιέβαλλον ἀλγεινοῖς.
τούτων δὲ τῶν παθημάτων, καὶ Θεσσαλονικεῦσιν ὁ θεῖος Ἀπόστο-
λος ἐπιστέλλων, ἐμνήσθη· “μιμηταὶ,” γάρ φησιν, “ἐγενήθητε
τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. τὰ γὰρ
αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ
κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων.” καὶ αὐτοῖς δὲ γράφων, καὶ τοῦτο
προστέθεικε, “καὶ τὴν ἀπαρχὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χα-
ρᾶς ἐδέξασθε.” καὶ ὁ μακάριος δὲ ἡμᾶς διδάσκει Λουκᾶς, ὡς
πρὸ τῆς κλήσεως ὁ θεῖος Ἀπόστολος ἐλυμαίνετο τὴν ἐκκλησίαν,
κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας,
παρεδίδου εἰς φυλακήν· οὐ μόνον δὲ ταῦτα κατὰ τῶν πεπιστευ-
κότων οἱ ἀπιστοῦντες ἐτόλμων, ἀλλὰ καὶ ἐκωμῴδουν ὡς ἀνθρώπῳ
τεθνεῶτι πιστεύειν ἀνασχομένους, καὶ τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον
καταλελοιπότας νόμον.
Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ, τῶν
προφητῶν αὐτῶν ἀποστάντων ἀποδείκνυσι κρείττονα. εἶτα τῆς
θεολογίας ἀρξάμενος, ἀΐδιον ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναΐδιον,
καὶ τῶν ἁπάντων δημιουργόν. ἔπειτα τοῖς Ἀγγέλοις παρεξετάσας,
τὴν θείαν εἰς μέσον φέρει γραφὴν, διαρρήδην διδάσκουσαν, ὡς ὁ
μέν ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουργοὶ καὶ ποιήματα. ἐντεῦθεν
δείκνυσιν ὡς τῶν διὰ Μωσέως παρασχεθέντων, μείζονα τὰ παρὰ
τοῦ δεσπότου δεδομένα Χριστοῦ. ὁ μὲν γὰρ ἔδωκε τὴν παλαιὰν
διαθήκην, ὁ δὲ τὴν καινὴν, ἣν διὰ τῶν προφητῶν προεπηγγείλατο.
καὶ ὁ μὲν ὑπέσχετο δώσειν τὴν Παλαιστίνην, ὁ δὲ τὴν βασιλείαν
τῶν οὐρανῶν. συγκρίνει δὲ καὶ τῇ Λευϊτικῇ ἱερωσύνῃ τὴν κατὰ
τὴν τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. πρὸς τούτοις
καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους
διὰ πίστεως ἀποφαίνει περιβλέπτους γεγενημένους. λέγει δὲ αὐ-
τῶν τὰ πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλεί-
φων· εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώνων, καὶ στῆναι μέχρι
τέλους ἀνδρείως παρακαλέσας, πρὸς τοῖς δογματικοῖς καὶ ἠθικὴν
συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. γέγραφε δὲ αὐτὴν
τῇ Ἑβραίων φωνῇ.
{Ὠριγένους.} Ἑρμηνευθῆναι δὲ αὐτὴν φασὶν, ὑπὸ Κλήμεντος
286
ἢ Λουκᾶ. ὅτι μὲν οὖν ὁ χαρακτὴρ τῆς λέξεως οὐκ ἔχει τὸ ἐν λόγῳ
ἰδιωτικὸν τοῦ Ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην εἶναι τῷ
λόγῳ, τουτέστιν τῇ φράσει, ἀλλ' ἔστιν ἡ Ἐπιστολὴ συνθέσει τῆς
λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ ἐπιστάμενος κρίνειν φράσεων δια-
φορὰς, ὁμολογήσειεν ἄν· πάλιν δὲ ὅτι τὰ νοήματα τῆς Ἐπιστο-
λῆς θαυμάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογου-
μένων γραμμάτων, καὶ τοῦτο ἂν εἴποι ἀληθὲς εἶναι πᾶς ὁ προσέχων
τῇ ἀποστολικῇ ἀναγνώσει. ὅθεν ἀποφαινόμενος εἴποιμι ἂν, ὅτι τὰ
μὲν νοήματα τοῦ Ἀποστόλου ἐστιν, ἡ δὲ φράσις καὶ ἡ σύνθεσις
ἑτέρου ἀπομνημονεύοντος τὰ ἀποστολικὰ, καὶ ὡσπερεὶ σχολογρα-
φήσαντος τὰ εἰρημένα ὑπὸ τοῦ διδασκάλου. οὐκοῦν ὡς Παύλου
εὐδοκιμείτω καὶ αὕτη.
{Κλήμεντος.} Ἐπειδή γε μὴν ὁ Κύριος Ἀπόστολος ὢν τοῦ
Παντοκράτορος ἀπεστάλη πρὸς Ἑβραίους, διὰ μετριότητα ὁ Παῦ-
λος οὐκ ἐγγράφει ἑαυτὸν Ἑβραίων Ἀπόστολον, διὰ τὴν πρὸς τὸν
Κύριον τιμήν· διά τε τῶν ἐθνῶν εἶναι κήρυξ καὶ Ἀπόστολος, ἐκ
περιουσίας δὲ ἐπιστεῖλαι καὶ τοῖς Ἑβραίοις.
Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώμεθα.
<Πολυμερῶς καὶ πολυτρόπως παλαὶ ὁ Θεὸς λαλήσας
τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμε-
ρῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν υἱῷ.>
“Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ
χάρις·” τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιμίῳ αἰνίττεται ὁ
μακάριος Παῦλος, πρὸς Ἑβραίους ἐπιστέλλων. ἐπειδὴ γὰρ εἰκὸς
ἦν αὐτοὺς [......]ωρημένους ὑπὸ τῶν κακῶν, καὶ ἀπὸ τούτων
τὰ πράγματα κρίνοντας ἡγεῖσθαι ἑαυτοὺς ἐλάττους πάντων τῶν
ἄλλων, δεικνύει ταύτῃ μᾶλλον ἀπολελαυκότας μείζονος χάριτος,
καὶ σφόδρα ὑπερεχούσης· ἀπ' αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διε-
γείρων τὸν ἀκροατήν. διὰ τοῦτο φησὶν, ὅτι τοῖς μὲν πατράσι διὰ
προφητῶν ὁ Θεὸς ἐλάλησεν· ἡμῖν δὲ, διὰ τοῦ μονογενοῦς. διὰ τί
δὲ μὴ ἀντέθηκεν ἑαυτὸν τοῖς προφήταις; καί τοι γε πολὺ μείζων
ἦν ἐκείνων, ὅσῳ καὶ μείζονα πεπίστευτο. ἀλλ' οὐ ποιεῖ τοῦτο, τί
δήποτε; πρῶτον μὲν, τὸ περὶ ἑαυτοῦ μεγάλα λέγειν παραιτού-
287
μενος. δεύτερον δὲ, διὰ τὸ τοὺς ἀκροατὰς μηδέπω εἶναι τελείους·
καὶ τρίτον, ἐπᾶραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν
οὖσαν τὴν ὑπεροχήν. ὡσανεὶ ἔλεγεν· τί μέγα ὅτι προφήτας
ἔπεμψε πρὸς τοὺς πατέρας ἡμῶν; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν
αὐτοῦ τὸν μονογενῆ. καὶ καλῶς ἤρξατο οὕτως· “πολυμερῶς καὶ
πολυτρόπως.” δείκνυσι γὰρ ὅτι οὐδὲ αὐτοὶ οἱ προφῆται τὸν Θεὸν
εἶδον· ὁ μέντοι Υἱὸς εἶδε. τὸ γὰρ “πολυμερῶς καὶ πολυτρόπως,”
τουτέστι διαφόρως. “ἐγὼ γάρ,” φησιν, “ὁράσεις ἐπλήθυνα, καὶ
ἐν χερσὶ προφητῶν ὡμοιώθην·” ὥστε οὐ κατὰ τοῦτο μόνον ἡ
ὑπεροχὴ, ὅτι ἐκείνοις μὲν προφῆται ἀπεστάλησαν, ἡμῖν δὲ, ὁ Υἱός·
ἀλλ' ὅτι τῶν προφητῶν μὲν οὐδεὶς εἶδε τὸν Θεὸν, ὁ δὲ Υἱὸς ὁ
μονογενὴς εἶδεν· ὅπερ εὐθέως οὐ τίθησι· διὰ δὲ τῶν ἑξῆς αὐτὸ
κατασκευάζει. καλῶς δὲ καὶ τὸ “ἐπ' ἐσχάτου τῶν ἡμερῶν” εἶπε.
καὶ τούτῳ γὰρ αὐτοὺς διανίστησι, καὶ παρακαλεῖ ἀπειρηκότας
λοιπὸν πρὸς τὰ δεινά. ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, “ὅτι ὁ Κύριος
ἐγγὺς, μηδὲν μεριμνᾶτε·” καὶ πάλιν, “νῦν γὰρ ἐγγύτερον ἡμῶν
ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσατε·” οὕτω καὶ ἐνταῦθα. τί οὖν ἐστὶν
ὃ λέγει; ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ
ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς, ὅτι τῶν μὲν πόνων ἐστὶ
τὸ τέλος τοῦτο, τῆς δὲ ἀναπαύσεως ἀρχή. καὶ ἕτερον δέ τι τὸ
πάλαι καὶ ἐπ' ἐσχάτου αἰνίττεται· ὅτι πολλοῦ χρόνου γενομένου
μέσου, ὅτε ἐμέλλομεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσματα,
ὅτε πάντων προσεδοκῶμεν ἐλάττονα ἔχειν, τότε πλέον ἐσχήκα-
μεν. διὸ καὶ νῦν ἦλθεν, ἵνα μὴ λέγωσιν ἐν ἀρχῇ παραγενομένου,
ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορ-
θώμασι, καὶ οὐ χάριτι. καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ
γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καί τοι γε αὐτὸς ἦν ὁ λαλήσας,
ἀλλ' ἐπειδὴ ἀσθενεῖς ἦσαν αὐτῶν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν
ἠδύναντο τὰ περὶ τοῦ Χριστοῦ, φησὶν ὅτι ὁ Θεὸς διὰ τοῦ Υἱοῦ
ἐλάλησεν· ἰδοὺ τὸ ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ φησιν, πρὸς τοὺς λέγον-
τας τῷ Πνεύματι τοῦτο ἁρμόζειν. ὁρᾷς ὅτι καὶ τὸ ἐν διά ἐστιν.
ὅρα δὲ πῶς καὶ τὴν εὐεργεσίαν κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς μαθη-
ταῖς ἑαυτὸν ὁ Παῦλος λέγων· “ἐλάλησεν ἡμῖν,” καί τοι γε αὐτῷ
οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς Ἀποστόλοις, καὶ δι' αὐτῶν τοῖς πολλοῖς.
288
ἀλλ' ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν ὅτι καὶ αὐτοῖς ἐλάλησε, καὶ
οὐδὲ καθάπτεται τῶν Ἰουδαίων. σχεδὸν γὰρ ἅπαντες οἷς ἐλάλησαν
οἱ προφῆται, μοχθηροί τινες ἦσαν καὶ μιαροὶ, καὶ οὔπω περὶ τού-
των ποιεῖται τὸν λόγον· τέως δὲ περὶ τῶν προκειμένων παρὰ τοῦ
Θεοῦ δωρεῶν.
Ἔδειξε δὲ ὅτι καὶ ἡ καινὴ καὶ ἡ παλαιὰ ἑνός ἐστι καὶ τοῦ
αὐτοῦ. καὶ ὅσον τὸ διάφορον τοῦ δεσπότου Χριστοῦ καὶ τῶν προ-
φητῶν· αὐτὸν γὰρ μόνον Υἱὸν προσηγόρευσεν. ἔοικε δὲ τὸ προοί-
μιον τῇ τοῦ Κυρίου παραβολῇ. καὶ γὰρ ὁ Κύριος τὴν περὶ τοῦ
ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀπο-
σταλέντας πρὸς τοὺς πονηροὺς γεωργοὺς, εἶτα μετὰ τὴν ἐκείνων
ἀναίρεσιν τὸν υἱὸν παραγενόμενον. τὸ μέντοι “πολυμερῶς” τὰς
παντοδαπὰς οἰκονομίας σημαίνει· τὸ δὲ “πολυτρόπως,” τὸ διά-
φορον τῶν θείων ὀπτασιῶν· ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ
ἄλλως τῷ Μωυσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ·
καὶ Ἡσαΐας δὲ καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ διάφορα ἐθεάσαντο
σχήματα. τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· “ἐγὼ ὁράσεις
ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.” οὐ γὰρ πολύμορ-
φος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεός τε καὶ ἀσχημάτιστος, καὶ
ἁπλῆ καὶ ἀσύνθετος. οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύσιν,
ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυ
Θεός.
{Περὶ ἀκαταλήπτου.} Ὅτι δὲ οὐκ ἴσασι τοῦ Θεοῦ τὴν οὐσίαν
οὐδὲ οἱ Ἄγγελοι, Ἰωάννης βοᾷ· “Θεὸν οὐδεὶς ἑώρακε πώποτε.”
ἀλλ' ἴδωμεν καὶ τὸ ἀντικροῦον· “Θεὸν οὐδεὶς ἑώρακε.” τί οὖν
ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι εἶδον τὸν Θεόν; ὁ μὲν γὰρ
Ἡσαΐας φησὶν, “εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ.”
ὁ δὲ Δανιὴλ “εἶδον,” φησὶν, “ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς
ἡμερῶν ἐκάθισεν.” ὁ δὲ Μιχαίας, “εἶδον τὸν Κύριον τὸν Θεὸν
τοῦ Ἰσραὴλ, καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ.” καὶ ἕτερος·
“εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπέ μοι
πάταξον ἐπὶ τὸ ἱλαστήριον.” καὶ πολλὰς τοιαύτας ἐστὶ συνα-
γαγεῖν μαρτυρίας. πῶς οὖν Ἰωάννης, ὅτι “Θεὸν οὐδεὶς ἑώρακεν;”
ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν, καὶ τὴν τετρανωμένην
289
γνῶσιν λέγει· ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ
ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως
ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτι-
στος· οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν
αὐτὸ δι' ἑτέρου προφήτου ἐμφαίνων, καὶ πείθων αὐτοὺς ὡς οὐκ
ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν, “ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν
χερσὶ προφητῶν ὡμοιώθην,” οὐκ αὐτὴν τὴν οὐσίαν δείξας τὴν
ἐμὴν, ἀλλὰ συγκαταβὰς πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. καὶ
Μωσῆς δὲ ἐπιθυμῶν αὐτὸν ὀφθαλμοφανῶς ἰδεῖν, ἤκουεν, “οὐδεὶς
ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ὅταν δὲ λέγῃ, “Θεὸν
οὐδεὶς ἑώρακεν,” ὅρασιν ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε· καὶ
περὶ τῶν Σεραφὶμ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς,
μὴ ὀφθαλμοὺς καὶ κόρας αὐτῶν νόμιζε, σωμάτων γὰρ οὗτος ὁ
σχηματισμὸς, ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι
πίστευε τὸν προφήτην. ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκατα-
βαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν τὰ Σεραφὶμ, οὐδὲν ἄλλο
λέγει, ἀλλ' ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην ἐνεγκεῖν οὐ
δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ οὐσίαν.
τὸ δὲ ἀτενὲς ἰδεῖν, τὸ γνῶναι ἐστίν.
{Θεοδώρητος.} Τὸ μέν τοι “πολυμερῶς καὶ πολυτρόπως,” καὶ
ἕτερόν τι αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος, μερικήν τινα
οἰκονομίαν ἐνεχειρίζετο. ὁ δὲ τούτων Θεὸς, ὁ δεσπότης λέγω Χρι-
στὸς, οὐ μίαν τινα ᾠκονόμησε χρείαν, ἀλλὰ τὸ πᾶν ἐνανθρωπίσας
κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν.
{Ἀθανάσιος κατὰ Ἀρείου καὶ Ἀπολιναρίου.} Σὺ δέ μοι
ἐπισήμηνον, ὅτι ποτὲ μὲν λέγει ἡ γραφὴ, ὅτι Πνεῦμα Ἅγιον ἐλάλει
ἐν τοῖς προφήταις, ἐνταῦθα δὲ ὁ Παῦλος ὅτι ὁ Πατὴρ ἐλάλει ἐν
τοῖς προφήταις· ἀλλαχοῦ δὲ, ὅτι ὁ Υἱὸς ἐλάλει, καθὼς φησὶν, “ἢ
δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” ὁ δὲ Υἱὸς, τὸ
Πνεῦμα εἶπε τὸ λαλοῦν ἐν τοῖς Ἀποστόλοις. ταῦτα δὲ εἴρηται,
ἵνα γνῷς, ὅτι μία τῆς ἁγίας Τριάδος ἐνέργεια, καὶ τὰ αὐτὰ ἔργα
Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.
<Ὃν ἔθηκε κληρονόμον πάντων.>
{Χρυσόστομος.} Ἐνταῦθα τὴν σάρκα φησὶν, καθὼς καὶ ἐν τῷ
δευτέρῳ ψαλμῷ λέγει, “αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν
290
κληρονομίαν σου.” οὐκέτι γὰρ μερὶς Κυρίου Ἰακὼβ, οὐδὲ κλῆρος
αὐτῷ ὁ Ἰσραὴλ, ἀλλὰ πάντες, τουτέστι, τοῦτον Κύριον πάντων
ἐποίησεν, ὃ καὶ ἐν ταῖς Πράξεσιν ὁ Πέτρος ἔφη· “ὅτι Κύριον
καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε.” τῷ δὲ τοῦ κληρονόμου
ὀνόματι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ
τῆς κυριότητος ἀναπόσπαστον.
{Δι<τ>.} Ὅρα δὲ πῶς ἀπὸ τῶν ἀνθρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο,
καὶ τὰ ταπεινότερα πρῶτα λέγων, οὕτως ἅπτεται τῶν μειζόνων·
κληρονόμος γὰρ πάντων, τουτέστι τοῦ κόσμου παντὸς ὁ δεσπότης
Χριστὸς, οὐχ ὡς Θεὸς ἀλλ' ὡς ἄνθρωπος. ὡς γὰρ Θεὸς, ποιητής
ἐστι πάντων. ὁ δὲ πάντων δημιουργὸς, φύσει πάντων δεσπότης. ὁ
δὲ κληρονόμος ἀποφαίνεται Κύριος ὢν οὐκ ἦν πάντων δεσπότης.
οὕτως οἱ πιστεύοντες κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ.
χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. ὅτι δὲ αὐτὸς τῶν
ἁπάντων δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ.
<Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.>
{Θεοδώρητος.} Τοῦτο δηλωτικὸν τῆς θεότητος· οὐ γὰρ μόνον
αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀΐδιον ἔδειξεν. ὁ γὰρ αἰὼν, οὐκ οὐσία
τίς ἐστιν, ἀλλ' ἀνυπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γενητὴν
ἔχουσι φύσιν· καλεῖται γὰρ αἰὼν, καὶ τὸ ἀπὸ τῆς τοῦ κόσμου
συστάσεως μέχρι τῆς συντελείας διάστημα, κατὰ τὸ “μεθ' ὑμῶν
εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.” καὶ
τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρόνον αἰῶνα κέκληκεν ὁ θεῖος
Δαβὶδ εἰπών, “ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.”
καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν αἰῶνα προσηγόρευσεν ὁ
θεῖος Ἀπόστολος. “οὐ μόνον γάρ” φησιν “ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ
καὶ ἐν τῷ μέλλοντι.” καὶ πάλιν “ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι
τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ
ἐν χρηστότητι ἐφ' ἡμᾶς.” αἰὼν τοίνυν ἐστὶ τὸ τῇ κτιστῇ φύσει
παρεζευγμένον διάστημα. τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν,
ἀΐδιον αὐτὸν αὐτῶν διδάσκων, καὶ παιδεύων ἡμᾶς ὡς ἀεὶ ἦν παντὸς
οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος· οὕτω περὶ τοῦ Θεοῦ
καὶ Πατρὸς ἡ παλαιὰ λέγει γραφή· “ὁ ὑπάρχων πρὸ τῶν αἰώνων,”
ἀντὶ τοῦ ἀεὶ ὤν.
291
{Βασιλείου πρὸς .......... Ἀμφιλόχιον.} Ποῦ εἰσιν οἱ
λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός; οὐ γὰρ ὑπὸ χρόνον ὁ ποιητὴς τῶν
αἰώνων. ἐπειδὴ δὲ αἴτιος ὁ Πατὴρ τοῦ Υἱοῦ, εἰκότως καὶ τῶν ὑπ'
αὐτοῦ γεγονότων. διὰ τοῦτο φησὶν “δι' οὗ.” ὁ Πατὴρ γὰρ δοκεῖ
ποιεῖν, ὃς τὸν ποιήσαντα Υἱὸν ἐγέννησεν. ἀλλ' οἱ αἱρετικοὶ τῷ μὲν
Θεῷ καὶ Πατρὶ ὥσπερ τινὰ κλῆρον, τὸ ἐξ οὗ προσνέμουσι, τῷ δὲ
Υἱῷ, τὸ “δι' οὗ” ἀφώρισαν· τῷ δὲ Ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· καὶ
φασὶ μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι,
ἵνα τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλ-
λαγὴ συνεμφαίνεται· τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν
βούλονται, τὸ δὲ δι' οὗ, τὸν ὑπουργὸν ἢ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧ,
τὸν χρόνον δηλοῦν, ἢ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος
ὁ δημιουργὸς τῶν ὅλων νοῆται· μηδὲν δὲ τῆς ἀπὸ χρόνου ἢ τόπου
συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον
παρεχόμενον.
Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην ἡ τῶν
ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις πρά-
γμασιν προσδιένειμαν. ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗ, τὴν ὕλην
δηλοῦν· τὸ δὲ δι' οὗ, τὸ ὄργανον παριστᾷν· ἢ ὅλως, τὴν ὑπουργίαν·
μᾶλλον δὲ, ἵνα τὸ πρὸς ἑαυτοὺς ἀσύμφωνον αὐτῶν διελέγξωμεν,
ἐκεῖνοι τοῦ αἰτίου τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς
τὰ οἰκεῖα σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι
τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἢ συναίτια, τὰ δὲ τόπων λόγον ἐπέ-
χειν. ἑκάστῳ μέντοι τούτων, ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν ἀφο-
ρίζουσαν, ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι, καὶ τὸ ὄργανον
ἄλλως· τῷ μὲν γὰρ δημιουργῷ, πρέπειν οἴονται τὸ ὑφ' οὗ· κυρίως
γάρ φησιν λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ βάθρον, τῷ
δὲ ὀργάνῳ τὸ δι' οὗ, οἷον διὰ σκεπάρνου· τὸ δὲ ἐξ οὗ, τῆς ὕλης
ἴδιον τίθενται· ἐκ ξύλου γὰρ αὐτῷ τὸ δημιούργημα. τὸ δὲ καθ' ὃ,
τὸ ἐνθύμιον δηλοῦν, ἢ τὸ ἐκκείμενον ὑπόδειγμα τῷ τεχνίτῃ· τὸ δὲ
δι' ὃ τῷ τέλει προσήκειν βούλονται, οἷον διὰ τὴν χρῆσιν τῶν ἀν-
θρώπων· τὸ δὲ ἐν ᾧ τὸν χρόνον παριστᾶν ἢ τὸν τόπον.
Ταῦτα οὗτοι θαυμάσαντες, ἐπὶ τὴν ἁπλῆν καὶ ἀτεχνολόγητον
τοῦ Πνεύματος διδασκαλίαν μετακομίζουσιν, εἰς ἀθέτησιν μὲν τοῦ
292
Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ θείου Πνεύματος· οἵ γε τὴν ἐπὶ
ἀψύχων ὀργάνων ἢ τῆς ὑποχειρίου ὑπηρεσίας ἀφωρισμένην φωνὴν
παρὰ τῶν ἔξωθεν, τὴν δι' οὗ λέγω, οὐκ ὤκνησαν ἐπὶ τὸν δεσπότην
τῶν ὅλων μεταθεῖναι, καὶ οὐκ αἰσχύνονται οἱ Χριστιανοὶ, πρίονος,
ἢ σφύρας τῷ δημιουργῷ φωνὴν ἀφορίζοντες. ἡμεῖς δὲ κεχρῆσθαι
μὲν τὴν γραφὴν ταῖς φωναῖς ταύταις πολλαχοῦ ὁμολογοῦμεν, οὐ
μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν
τῇ μικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχάνον
οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις· οὐ γὰρ πάν-
τως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνειν, ἀλλὰ συνηθέστερον τῇ γραφῇ
ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν, ὡς
ἐπὶ τοῦ “εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα.” καὶ οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ
λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτ' ὁ Υἱὸς τὸ Πνεῦμα εἰς
τὴν τοῦ ἐξ οὗ ἢ τὴν τοῦ δι' οὗ κοινωνίαν οὐ παραδέχεται.
Ὅτι δὲ αὗται αἱ φωναὶ ἀλλήλαις οὐκ ἀντιτάσσονται, οὐδ'
ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθεῖσαι συνεκπολε-
μοῦσι τὰς φύσεις αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. συνήγαγε
γὰρ ἀμφοτέρας ὁ Ἀπόστολος ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου,
εἰπὼν περὶ τοῦ Κυρίου, “ὅτι ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν
τὰ πάντα.” εἰ δὲ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆ-
σθαι φωνὰς, τήν τε ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ
πάντα, ἀνάγκη πᾶσα προσοικειοῦν αὐτὰς τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ
τούτου, προδήλως αὐτῶν διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται
γὰρ, οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι' οὗ τῷ Πατρὶ προσαγό-
μενον· ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τὶ δήποτε ὡς ὑποδε-
έστερον ἀφορίζουσιν αὐτὸ τῷ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας
δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ
τοῦ Χριστοῦ, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν
οὕτως ὑφ' ἑαυτῶν περιτρέπονται. ἡμεῖς δὲ φαμὲν, ὅτι πάντα διὰ
τοῦ Υἱοῦ ἐγένετο, οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν
πληροῦντος, ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐκτελοῦντος θέλημα·
καὶ ὁ Πατὴρ δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὡς δι' οἰκείας χειρὸς
καὶ δυνάμεως· “Χριστὸς γὰρ Θεοῦ δύναμις.”
{Κυρίλλου Θησαυρικῶν.} Ὅρα δέ μοι πῶς αὐτὸν ὁ Παῦλος
θεολογεῖ, κρείττονα γὰρ τῆς διὰ Μωσέως διαθήκης καὶ τῶν προ-
293
φητικῶν κηρυγμάτων, τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν,
ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ
μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκη-
ρύχθαι τὸν λόγον διϊσχυρίσατο, ἐπ' ἐσχάτου δὲ τῶν καιρῶν δι'
Υἱοῦ, τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν
τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ τάδε λέγει Κύριος
ἀναφωνεῖν, τὸν δὲ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν,
“ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς
οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Υἱός; ἢ πῶς ἐν δούλοις ὁ πάντων
δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ
παρὰ πάντα καὶ ὧν ἐστὶ κληρονόμος· καὶ εἰ δι' αὐτοῦ πεποίηκε
τοὺς αἰῶνας, οὐκ ἂν εἴη τῶν γενητῶν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν
γένεσιν, ἀλλ' ἐν χρόνῳ πεποίηται. μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ
ἀχρόνως αὐτὸ μετὰ τοῦ Πατρός.
{... ἐκ τῶν καταστάσε ... κά..ῶ.} Οὕτως ἂν τηροῖτο “εἷς
μὲν Θεὸς,” εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ
συντιθεμένων, οὐδὲ συναλειφομένων. καὶ κατὰ τὸ ταυτὸν καὶ ἓν
τῆς θεότητος, ἵν' οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα καὶ τὴν
τῆς οὐσίας ταυτότητα. αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινο-
ουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν
καταλυθῇ, δι' ὧν τὸ ἓν πλέον σεμνύνεται, ἢ καλῶς ἔχει. αἱ δὲ ἰδιότη-
τες πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου,
ἀρχῆς δὲ ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς ἀϊδίου φωτός. Υἱοῦ δὲ
ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων. ἀρχὴν δ' ὅταν εἴπω, μὴ
χρόνον παρενθῇς, μηδὲ μέσον τί τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ
γεννήματος· μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς
συναϊδίοις καὶ τοῖς συνειρημμένοις. εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύ-
τερον, ἐκείνου δηλαδὴ πρῶτος ἂν εἴη ὁ Πατὴρ καὶ ποιητὴς χρόνων,
ὁ ὑπὸ χρόνον. πῶς δὲ καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προεί-
ληπταί τε καὶ κυριεύεται. ἄναρχος οὖν ὁ Πατὴρ, οὐ γὰρ ἑτέρωθεν
αὐτῷ, οὐδὲ παρ' ἑαυτοῦ τὸ εἶναι. ὁ δὲ Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν
Πατέρα λαμβάνεις, οὐκ ἄναρχος. ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ, ὡς
αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρ-
χεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων δεσπότης. εἰδ' ὅτι τὰ σώματα ὑπὸ
294
χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περι-
θήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ' ἡμῶν γεννώ-
μεθα, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν
ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ αὐτοῦ παρεληλυθέναι, συγκρίνεις
τὰ ἀσώματα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ ἀσώματον· οὐκοῦν καὶ
πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα. σὺ μὲν οὖν
ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεὸν, διότι τὰ σώματα, ἐγὼ δὲ
διὰ τοῦτο οὐχ οὕτως, ὅτι οὕτως τὰ σώματα· ὧν γὰρ τὸ αὐτοῦ οὐχ
ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾶν ὅμοιον. πλὴν ὁ Ἀπόστολος ἐπειδὴ
Υἱὸν εἰπὼν, ἀΐδιον αὐτὸν προσηγόρευσε· ἀπίθανον δέ πως αὐτῷ
ἐδόκει τοῖς ἀμυήτοις τῶν θείων, τὸ Υἱὸν ὄντα μὴ δεύτερον εἶναι
τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι
τὴν τῆς θεολογίας ἀλήθειαν, καὶ φησίν, “ὃς ὢν ἀπαύγασμα τῆς
δόξης.” τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρὸς ἐστὶ, καὶ σὺν τῷ
πυρὶ ἐστί. καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ
πυρός· ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. εἰ τοίνυν
ἐπὶ τῶν αἰσθητῶν δυνατὸν αὐτῷ ὅτι ἔκ τινος, καὶ συνυπάρχειν
τούτῳ, ἐξ οὗ περ ἐστὶ, μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος,
ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρ-
χει τῷ γεγεννηκότι ὡς Λόγος, ὡς ἀπαύγασμα δόξης· ἐξ οὗ γὰρ
ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα, καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ
ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί.
{Ἐκ τῶν κατὰ αἱρέσεων.} Πρῶτον μὲν οὖν, ὅπερ ἔφην, τῶν αἰώ-
νων αὐτὸν δείκνυσι ποιητήν. ἐπειδὴ δὲ οἱ τὰ θεῖα νοεῖν θεοπρεπῶς οὐκ
ἐθέλοντες, οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ Θεοῦ·
τῷ νόμῳ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως, καὶ τὴν θείαν ὑποκεῖσθαι
φύσιν ἀνοήτως νομίζοντες, πρεσβύτερον ὑπειλήφασι τοῦ Υἱοῦ τὸν
Πατέρα, διαγενόμενος ἱκανῶς ὁ θεῖος Ἀπόστολος ἐναργῶς ἐπιδείκνυ-
σιν, ὅτι καὶ ἐκ Θεοῦ καὶ σὺν τῷ Θεῷ ἐστὶν ὁ μονογενὴς Υἱός. ἀπαύ-
γασμα γὰρ αὐτὸν προσηγόρευσε δόξης. τὸ δὲ ἀπαύγασμα καὶ ἐκ
τοῦ πυρὸς ἔχει τὴν ὕπαρξιν, καὶ τῷ πυρὶ συνυπάρχει. συμπέφυκε
γὰρ τῷ πυρὶ τὸ ἀπαύγασμα καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ. ἐξ οὗ γὰρ
ἥλιος, ἐξ ἐκείνου καὶ ἀκτῖνες. ἀλλ' αἴτιος τῶν ἀκτίνων ὁ ἥλιος,
καὶ τὸ πῦρ τοῦ ἀπαυγάσματος· οὐ γὰρ ἥλιος ἐξ ἀκτίνων, ἀλλ'
ἀκτῖνες ἐκ τοῦ ἡλίου γεννῶνται, καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ πυρὸς
295
φύεται. οὕτως ὁ μονογενὴς Υἱὸς γεγέννηται μὲν ἐκ τοῦ Πατρὸς,
συνέστη δὲ τῷ γεγεννηκότι, ὡς ὁ λόγος τῷ νῷ, καὶ τὸ ἀπαύγασμα
τῷ πυρὶ, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ· ἀλλὰ τούτων ἕκαστον οὐχ ὑφέ-
στηκεν αὐτὸ καθ' αὑτὸ, ἀλλ' ἐν ἐκείνῳ ἐξ οὗ περ ἔφυ, τὴν ὑπό-
στασιν ἔχει. ὁ δὲ Θεὸς Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, οὐκ
ἐνέργειά τίς ἐστιν, ἀνυπόστατος τοῦ Πατρὸς, ἀλλ' ὑπόστασις
ζῶσα καὶ καθ' αὑτὴν ὑφεστῶσα. οὐ γὰρ ἁπλῶς Λόγος ὠνόμασται,
ἀλλὰ Θεὸς Λόγος· οὐδὲ μόνον “ἀπαύγασμα δόξης,” ἀλλὰ καὶ
“χαρακτὴρ ὑποστάσεως.” ἐπειδὴ γὰρ τοῦ ἀπαυγάσματος ἡ
εἰκὼν, τὸ μὲν συναΐδιον καὶ ὁμοούσιον ἀποχρώντως δεδήλωκεν,
ἀφορμὴν δὲ παρεῖχε βλασφημίας τοῖς τὰ Σαβελλίου καὶ Φω-
τεινοῦ νοσοῦσι· καθ' ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα,
δι' ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν· ἐπάγει
γὰρ,
<Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.>
{Θεοδώρητος.} Καθ' ἑαυτόν φησιν ὑφέστηκεν, ὅλον ἐν ἑαυτῷ δει-
κνὺς τὸν Πατέρα. τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. οὕτω
διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν ἡμᾶς ὁ θεῖος Ἀπόστολος, καὶ τὸ
γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. ἐπειδὴ γὰρ
πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ οἷόν τε διὰ μιᾶς μόνης
εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο
ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ κήρυκες. οὕτως ὁ θεσπέσιος
Παῦλος (sic) Λόγον ὠνόμασε τὸν Υἱόν. ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ
γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἵνα μὴ Υἱὸν ἀκούοντες,
εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλη-
σίως ἡμῖν γεγεννῆσθαι τὸν τῶν ὅλων δημιουργὸν, ἀναγκαίως αὐτὸν
προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς καὶ τὸ ἄχρονον τῆς
γεννήσεως. οὐδὲ γὰρ ὁ νοῦς ὁ ἡμέτερος ὠδίνων τὸν λόγον δεῖται
τῆς τοῦ θήλεος κοινωνίας, ἢ τομὴν, ἢ ῥεῦσιν ὑπομένει τινὰ, ἀλλὰ
τέλειος μένων, τέλειον ἀποτελεῖ τὸν λόγον. ὅπως δὲ μηδεὶς ὑπο-
λάβῃ πάλιν ἀνυπόστατον αὐτὸν εἶναι λόγον, ὃ Μάρκελλος πέπονθε
καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε “καὶ Θεὸς ἦν
ὁ Λόγος, καὶ τὴν ἰδίαν αὐτοῦ σημαίνων ὑπόστασιν, καὶ τὴν
μίαν φύσιν ἐμφαίνων καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον
ἐκπαιδεύων. οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐτὸν προσηγό-
296
ρευσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιό-
τητος λόγον. τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε ποιητὴν, τὸ ἀΐδιον αὐτοῦ
διὰ τούτων διδάσκων. ”δι' οὗ,“ γάρ φησιν, ”καὶ τοὺς αἰῶνας
ἐποίησεν,“ οὐκ οὐσίαν τῶν αἰώνων δηλοῖ, ἀλλ' ὅτι οὐδεὶς τοῦ
Θεοῦ τῶν ὅλων πρεσβύτερος. ὠνόμασε δὲ αὐτὸν καὶ ”ἀπαύγασμα
δόξης,“ καὶ τὸ συναΐδιον διὰ τούτου, καὶ τὸ ταυτὸν τῆς οὐσίας
σημαίνων. ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως, τὸ ἀπαύγασμα. προσ-
τέθεικε δὲ, ὅτι ”καὶ χαρακτήρ ἐστιν ὑποστάσεως,“ ἀμφότερα
κατὰ ταυτὸν διδάσκων, ὅτι καὶ καθ' ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ
δείκνυσι τοὺς πατρικοὺς χαρακτῆρας.
Βαβαὶ τῆς ἀποστολικῆς συνέσεως· μᾶλλον δὲ οὐ τὴν τοῦ
Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύματος ἐστὶ θαυμάσαι χάριν.
οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο. πόθεν γὰρ ἀπὸ
τῆς σμίλης καὶ τῶν δερμάτων, ἢ τοῦ ἐργαστηρίου, τὴν τοιαύτην
σοφίαν εὕρισκεν; ἀλλὰ θείας ἐνεργείας ἦν. οὐ γὰρ αὐτοῦ ταῦτα
τὰ νοήματα ἔτικτεν ἡ διάνοια τότε, οὕτω ταπεινὴ καὶ εὐτελὴς
οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον. πῶς γὰρ ἡ περὶ συμ-
βόλαια καὶ δέρματα καταναλωθεῖσα; ἀλλ' ἡ τοῦ Πνεύματος
χάρις, δι' ὧν ἂν ἐθέλῃ τὴν αὐτῆς ἰσχὺν ἐπιδείκνυται. ὅρα δὲ πῶς
ἀναβαθμοῖς κέχρηται· καθάπερ γὰρ εἰς ὑψηλόν τινα τόπον καὶ
πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον
μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ,
διὰ τῶν κάτωθεν αὐτὸ βαθμῶν ἀνάγων. εἶτα ἐπειδὰν ἄνω στήσῃ
καὶ ἴδῃ ἰλιγγιάσαν καὶ θορυβούμενον, λαμβανόμενος αὐτοῦ κατά-
γει πάλιν ἐπὶ τὸ ταπεινότερον, παρέχων ἀναπνεῦσαι· εἶτα, ὅταν
ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ
ὁ μακάριος Παῦλος ἐποίησε, καὶ ἐπὶ τῶν Ἑβραίων ἐνταῦθα, καὶ
πανταχοῦ, παρὰ τοῦ διδασκάλου τοῦτο μαθών· καὶ γὰρ κἀκεῖνος
ποτὲ μὲν ἀνῆγεν εἰς ὕψος τοὺς ἀκροατὰς, ποτὲ δὲ, κατῆγεν.
Ὅρα γοῦν δι' ὅσων αὐτοὺς ἀναγαγὼν βαθμῶν, καὶ πρὸς αὐτὴν
στήσας τὴν κορυφὴν τῆς εὐσεβείας πρὶν ἰλιγγιάσαι πως, κατάγει
πάλιν, διδοὺς ἀναπνεῦσαι. εἶπε γὰρ ὅτι ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·
τοῦτο δὲ τὸ Υἱὸς ὄνομα, τέως κοινόν ἐστιν ἁπάντων, πρόσεστι γὰρ
καὶ ἀνθρώποις. πρόσεστι καὶ τῷ Χριστῷ, εἰ καὶ ἡμῖν καταχρη-
στικῶς, ἐκείνῳ δὲ Κυρίως, εἶτα κληρονόμον ἐκάλεσε, ταπεινὸν δὲ
297
καὶ τοῦτο, εἶτα ἐπὶ τὸν ἀνώτερον ἔστησε βαθμὸν ἐπαγαγὼν, ”δι'
οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,“ εἶτα ἐπὶ τὸν ὑψηλότερον, καὶ μεθ'
ὃν οὐκ ἔστιν ἕτερος, ”ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ
τῆς ὑποστάσεως αὐτοῦ.“ ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, εἰς
αὐτὸ τὸ ἀπαύγασμα καὶ πρὶν ἢ σκοτωθῆναι. ὅρα πῶς πάλιν ἠρέμα
κατάγει λέγων, ὅτι μετὰ τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐκά-
θισεν ἐν ὑψηλοῖς. ἐπελάβετο γὰρ τῆς σαρκὸς, καὶ πάλιν ταπεινὰ
φθέγγεται. εἶτα πάλιν…
φη…
The complete text is available when the reading interface loads.