The Greek Library Catalogue

Anonymous

Commentarius in Job

Edition reference
Commentarius in Job, ed. D. Hagedorn, Der Hiobkommentar des Arianers Julian [Patristische Texte und Studien 14. Berlin: De Gruyter, 1973]: 1–316.
CTS identifier
urn:cts:greekLit:tlg4105.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Σημαίνει ἡ βίβλος τοῦ μακαρίου Ἰὼβ τὴν εἰς Ἰουδαίους τοῦ θεοῦ κηδεμονίαν,

μηνύει τὸν γράψαντα καὶ ἡ ἐκ τοῦ γράμματος ὠφέλεια, δείκνυσι τὴν εἰς πάντας

πρόνοιαν· ἱστορεῖ δέ, ὅτι καὶ πέμπτος ἀπὸ Ἀβραὰμ οὗτος, περὶ οὗ τὴν γραφὴν

ποιεῖται. καὶ γὰρ Ἰσραὴλ ἐκ τοῦ Ἀβραὰμ καὶ ὁ Ἠσαῦ ὁμοίως, ἀμφότεροι δὲ τοῦ

Ἰσαάκ. ὁ αὐτὸς οὖν θεὸς διὰ Μωυσέως τοὺς μὲν ἐκ τῆς Αἰγύπτου ἀνεδείκνυε, τὸν

δὲ ἐκ τῆς Ἀραβίας ἀνεκήρυττε, καὶ τῶν μὲν τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον

διηγεῖτο, τοῦ δὲ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα καὶ τὰς κατ' αὐτοῦ νίκας καὶ τοὺς

στεφάνους, οὓς ἀνεδήσατο ὑπὲρ τῆς εὐσεβείας· Μωυσῆς δὲ ἀναγράφει τὴν τούτου

ἀρετὴν ἄγων τὸν λαὸν εἰς θεοσέβειαν.

εἰ δέ τις ἀντιλέγων μὴ πείθοιτο Μωυσέως εἶναι τὴν γραφὴν διὰ τὸ μὴ κατὰ

τὸν αὐτὸν χρόνον Ἰὼβ καὶ Μωυσέα γεγενῆσθαι, ἐντεῦθεν πείθειν αὐτὸν προσήκει,

ὡς ὅτι τὸ τῆς Γενέσεως βιβλίον αὐτὸς ἱστόρησεν οὐχ ὡς παρὼν ἡνίκα τὰ πάντα

2

ἐγένετο (τρισχιλίων γὰρ ἐτῶν πράξεις συνέταξεν), ἀλλ' ἐκ τῆς τοῦ θεοῦ χάριτος

τῆς αὐτὸν ἀναδειξάσης προφήτην τῶν τε παρῳχηκότων καὶ ἐπιόντων καὶ ἱεροφάντην

τῶν θείων μυστηρίων καὶ τῶν ἔργων τοῦ θεοῦ καὶ τῆς καταλλήλου ἐφ' ἑκάστου αὐ-

τῶν προνοίας μεγαλοφωνότατον κήρυκα. οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ ἕτερος ἠξιώθη

τὴν τοῦ κόσμου κτίσιν γραφῇ παραδοῦναι, ὅπως καὶ ὑφ' ὅτου καὶ δι' ἣν αἰτίαν

γέγονεν οὗτος, παιδεῦσαί τε πάντας ἀνθρώπους περὶ αὐτοῦ, ὡς οὔτ' ἄναρχος οὔτ'

ἀνεπιτρόπευτος οὔτ' αὐτόματος ὑπέστη οὔτ' ἀλόγῳ φορᾷ καὶ τυχαίᾳ κινήσει ἄγεται

καὶ ἀπάγεται, ἀλλ' ὑπὸ θεοῦ μὲν γέγονεν ἐξ ἀρχῆς οὐκ ἐπισυμβὰς αὐτῷ οὔτ' ἀν-

άρχως συνών, ἀλλ' οὐκ ὢν καὶ γενόμενος οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἐξ ἀγαθότητος τοῦ

παραγαγόντος αὐτὸν κατὰ τὸ εἰρημένον· <πάντα ἐποίησεν κύριος δι' ἑ-

αυτόν.>

οἱ μὲν οὖν ἄλλοι προφῆται τὰ μετ' αὐτοὺς προειρήκασιν, οὗτος δὲ καὶ Σαλο-

μὼν καὶ τὰ πρὸ αὐτῶν ἐσήμαναν καὶ τὰ μετ' αὐτοὺς ἐξήγγειλαν, πλὴν ὅτι οὐ πο-

λὺ ἀλλήλων λείπονται τοῖς χρόνοις Μωυσῆς τε καὶ Ἰώβ. ὁ μὲν γάρ ἐστιν ἕκτος

ἀπὸ Ἀβραάμ, ὁ δὲ πέμπτος, οἷον Ἀβραὰμ Ἰσαὰκ Ἰακὼβ Λευὶ Καὰθ 〈Ἀμβρὰμ〉 Μω-

υσῆς, πάλιν Ἀβραὰμ Ἰσαὰκ Ἠσαῦ Ῥαγουὴλ Ζαρὲθ Ἰώβ.

ἐὰν δέ τις εἴπῃ οὐ Μωυσέως εἶναι τὴν τοῦ Ἰὼβ γραφήν, ἀλλ' αὐτοῦ τοῦ Ἰώβ,

ἀκούσεται παρ' ἡμῶν, ὡς οὐκ ἦν περίαυτος ὁ ἀνὴρ οὐδ' αὐτεπαίνετος· ὁ γὰρ ἀν-

επιλήπτως ζῶν οὐκ ἂν αὐταρεσκείας πάθος ὑπέστη. <ἐγκωμιαζέτω γάρ σε,>

φησίν, <ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα.> ὁ γὰρ ἑαυτὸν ἀπαγγέλλων οὐκ ἀν-

3

επίληπτος, ὁ δ' ὑφ' ἑτέρου διεγκωμιαζόμενος κατ' ἀλήθειαν ἑνικῶς εἰπεῖν μακά-

ριος, ἐπείπερ δικαίων ἐπαινέτης οὐ κατὰ προσπάθειαν ἐπαινεῖ, ἀλλ' ἀψευδῶς τὰ

προσόντα τῷ ἁγίῳ ἐξαγγέλλει.

ἀναγκαίως οὖν Μωυσῆς τὴν τοῦ Ἰὼβ ἀρετὴν ἀναγράφει· παίδευσις γὰρ τοῦ Ἰσ-

ραὴλ ἐγίνετο ἡ περὶ αὐτοῦ ἐξήγησις. ἐπειδὴ γὰρ μέγα ἐφρόνει ὁ λαὸς ἐπὶ τῇ τοῦ

γένους ἀγχιστείᾳ καὶ ἐπὶ τοῖς θαύμασι τοῖς εἰς τὴν αὐτῶν πρόνοιαν ἐκτελεσθεῖ-

σι (τά τε γὰρ στοιχεῖα ὡς ἂν εἴποι τις συνεμάχουν αὐτοῖς διὰ τὰς πρὸς τοὺς

πατέρας αὐτῶν ἐπαγγελίας· θάλασσα διαιρουμένη καὶ Νεῖλος αἱματούμενος καὶ

σκότος καταχεόμενον ἀνθρώποις ἀθέοις καὶ θάνατος τὸν πρωτότοκον καρπὸν τῶν

Αἰγυπτίων διαφθείρων χάριν τοῦ νηπιοκτόνου δόγματος καὶ τῶν λοιπῶν μαστί-

γων κατάλογος, ἐφ' οἷς ἅπασι μέγα ἐφρόνουν 〈οἱ〉 Ἰουδαῖοι ἀμελοῦντες τῆς θεί-

ας ἀρετῆς, ἐπὶ δὲ τῇ τῶν ἀνθρώπων δικαιοσύνῃ ἐπηρμένοι εὐσεβείας ὀλιγωροῦντες,

ὡς δὲ ὄφλημα τὸν θεὸν ἀπαιτοῦντες τὰς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐπαγ-

γελίας), διὰ οὖν τὴν τοιαύτην ὑπόληψιν αὐτῶν ἐδικαίωσεν ὁ θεὸς διὰ Μωυσέως

τοῦ ἀνδρὸς τὴν ἀρετὴν περιφανῆ ποιῆσαι εἰς παίδευσιν τοῦ λαοῦ ἢ καὶ πάντων ἀν-

θρώπων διδασκαλίαν. ἐδιδάσκοντο γὰρ μὴ μέγα φρονεῖν ἐπὶ τοῖς προπάτορσι, ἀλλὰ

κτᾶσθαι οἰκείοις ἱδρῶσι καὶ πόνοις τὴν δικαιοσύνην. εἰ γὰρ ὁ ἐκ τοῦ μεμισημέ-

νου Ἠσαῦ γενεαλογούμενος τοιοῦτος ἀνεδείχθη διὰ τὴν πρὸς θεὸν εὔνοιαν, πόσῳ

μᾶλλον ὁ ἐκ τοῦ ἠγαπημένου Ἰακὼβ λαὸς οὐκ ἂν δοξασθείη τὴν πρὸς θεὸν ἀγάπην

διαφυλάξας; ἐπεὶ γὰρ ἐδόκει οὗτος ἀντιπάσχειν τῷ γένει τοῦ Ἠσαῦ, μεγίστη αὐτῷ

4

ἦν αἰσχύνη, εἰ ὁ ἐκ τοῦ Ἠσαῦ Ἰὼβ τῇ πρὸς θεὸν διαθέσει ᾠκείου ἑαυτὸν τῇ συγ-

γενείᾳ τοῦ Ἀβραάμ, αὐτὸς δὲ δι' οἰκείαν κακόνοιαν καίτοι τοῦ Ἰακὼβ ὢν τοῦ

σφετέρου γένους ἠλλοτριοῦτο. οὐκοῦν ἐδιδάσκοντο μηδὲν ἐμπόδιον ἀρετῆς εἶναι

νομίζειν τοῖς αἱρουμένοις ἀρετήν, μὴ λαμπρότητα γένους, μὴ μοχθηρίαν ἔθνους,

μὴ συγγένειαν ἢ εὐγένειαν, ἀλλ' ἢ μόνον κακόνοιαν· οὐ γὰρ γένος οἰκειοῖ τῷ θε-

ῷ, ἀλλ' εὔνοια ἡ πρὸς αὐτὸν καὶ πολιτεία ἡ τῇ ἐννοίᾳ ἐφάμιλλος· τοῦτο γάρ ἐ-

στι τῆς εὐνοίας σήμαντρον ἀγαπᾶν κύριον τὸν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν.

Ἰὼβ τοίνυν ὁ μακάριος ὁ ἐκ τοῦ γένους ὢν τοῦ Ἠσαῦ δι' οἰκείας ἀρετῆς συν-

ῆψεν ἑαυτὸν τοῖς ἁγίοις. Νῶε, γάρ φησι, <καὶ Ἰὼβ καὶ Δανιὴλ ἐὰν στῶ-

σιν ἐνώπιόν μου,> λέγει ὁ θεὸς διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. εἰ δὲ τούτοις

συντέτακται, δῆλον ὅτι καὶ τῷ Ἀβραὰμ ᾠκείωται δι' εὐσέβειαν καὶ τῷ Ἰσαὰκ καὶ

τῷ Ἰακὼβ ὁμοταγὴς τυγχάνει ὡσπεροῦν καὶ πᾶς ἄνθρωπος θεῷ ἀνακείμενος· οὐ πᾶς

δὲ ὁ ἐκ τοῦ Ἰακὼβ συντέτακται τούτοις κακονοίᾳ ἀλλοτριώσας ἑαυτὸν τῆς πρὸς

αὐτοὺς συγγενείας.

ἔχομεν οὖν εἰκόνα ἀναγεγραμμένην ἡμῖν τὴν τοῦ μακαρίου Ἰὼβ ἀρετήν, ἧς καθ'

ὁμοιότητα ἐκτείνωμεν τὴν ἑαυτῶν προθυμίαν· οἱ γὰρ τοιοῦτον βίον διανύσαντες

καὶ τῷ ὁμοίῳ ζήλῳ τὴν εὐσέβειαν περιποιησάμενοι τύποι γίνονται τῶν μετὰ ταῦτα

πρὸς τὸ μετιέναι ὁσιότητα. ἴδωμεν οὖν, τίς ἡ τῆς γραφῆς εἰκών.

5

<1,1α Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.>

ὁ τοῦ θεοῦ ἄνθρωπος Μωυσῆς ἐκ πνεύματος ἁγίου φωτισθεὶς τὴν ψυχὴν καὶ πα-

ρὰ θεοῦ ἐσχηκὼς τῶν ὄντων τὴν γνῶσιν ἱστορῶν {καὶ} τὰ κατὰ τὸν μακάριον Ἰὼβ

οὐκ ἐξ ἐγκωμίων ἤρξατο οὐδὲ τῇ ὑποθέσει ἐχαρίσατο, ἀλλ' ἀτεχνῶς ἐκ τοῦ ἁπλοῦ

ἄρχεται τῆς διηγήσεως φάσκων· <ἄνθρωπός τις ἦν,> οὐδὲν πλέον ἔχων εἰς κα-

τασκευὴν τῶν λοιπῶν ἀνθρώπων· μία γάρ ἐστιν ἀνθρωπότης καὶ εἷς ὁ ταύτης δη-

μιουργός.

ποιεῖ δὲ μνήμην καὶ τῆς ἐνεγκούσης αὐτὸν λέγων· <ἐν χώρᾳ τῇ Αὐσίτι-

δι,> τὸ μοχθηρὸν τῶν οἰκητόρων ἐπιδεικνύς· ἦσαν γὰρ Ἄραβες, ἀλλ' οὐδὲν ἡ

τούτων μοχθηρία τὴν τοῦ θεοφιλοῦς γνώμην παρέβλαψεν.

ἀναγκαίως δὲ καὶ τοῦ ὀνόματος μέμνηται, ἵνα μὴ ἁπλῶς ἄνθρωπον λέγων νομι-

σθῇ ὑπόθεσίν τινα πλάττειν, ἀλλὰ τὸν γεγενημένον καὶ τοιῶσδε πεπολιτευμένον

ἐμφαίνειν {βουλόμενος}. εἰ μὲν οὖν ἄνθρωπον εἶπεν, τὴν φύσιν ἐσήμαινεν ἡμέρου

ζῴου μνημονεύσας, εἰ δὲ Αὐσῖτιν, ὅθεν ὡρμᾶτο παρέστησεν, εἰ δὲ Ἰώβ, τὸ ἐκ

τῶν γενομένων τεθὲν ἐπίθετον ἐδίδαξεν ὄνομα. οὐκ ἐξ ἐγκωμίων δὲ τούτων ἄρχε-

6

ται, ἵνα μήτε κεχαρισμένα δοκῇ ποιεῖν μήτε κολοβώσῃ τὰ τῆς ἀρετῆς σήμαντρα,

ἐπείπερ πᾶν ἐγκώμιον ἡ τοῦ ἀνδρὸς ἀρετὴ ὑπερβάλλει ἐξ οἰκείων ἄθλων κοσμου-

μένη ἀλλ' οὐκ ἐξ ἀλλοτρίων ἐπαίνων.

<ἄνθρωπός τις ἦν, εἷς> τῶν πολλῶν κατὰ τὸ φαινόμενον, ἀλλ' οὐχ ὅμοιος

τοῖς πᾶσιν ἐν εὐνοίᾳ τῇ πρὸς θεόν, πολλῷ δὲ τῷ μέτρῳ ὑπεράρας τοὺς πλείστους.

καὶ τοῦτο λέγει, ἵνα μή τις ὑποτοπήσῃ ἀπιδὼν πρὸς τὸ μέγεθος τῶν ἀγώνων, ὅτι

πλέον τι εἰς κατασκευὴν κατὰ τὸ εἶναι εἶχεν τῶν ἄλλων ἀνθρώπων, ὅθεν αὐτῷ

καὶ τὸ τούτων περιγενέσθαι ὑπῆρξεν. εἰ γὰρ οὕτως εἶχεν, οὐ τοῦ κατορθώσαντος

ὁ ἔπαινος, ἀλλὰ τῆς φύσεως τὸ πλεονέκτημα. ἄρχεται οὖν ἐκ τοῦ ἀληθοῦς καὶ

ἁπλουστέρου τὴν ἱστορίαν ἀπαγγέλλειν κοινὸν μὲν προτιθεὶς τὸ <ἄνθρωπος,>

ἴδιον δὲ τὴν τοῦ ἀνδρὸς ἀρετήν.

<1,1βγ καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος δίκαιος ἀληθινὸς θεοσεβὴς ἀπεχό-

μενος ἀπὸ παντὸς πονηροῦ πράγματος.>

καὶ τὸ μὲν ἀληθινὸς εἶναι ἀποδείκνυται ἐκ τοῦ μηδὲν θηριῶδες ἐσχηκέναι

τὸν ἄνδρα, φυλάξαι δὲ τὸ λογικὸν τὸ δοθὲν τῷ ἀνθρώπῳ κατὰ γνώμην τοῦ ποιή-

σαντος θεοῦ. τὰς γὰρ δοθείσας {ἐν} τῇ ψυχῇ δυνάμεις ἀδιαφθόρους ἐφύλαξεν·

διὸ καὶ ἄμεμπτος ἐμαρτυρήθη ἐν μηδενὶ μωμησάμενος ἑαυτὸν μηδὲ κολοβώσας τι

τῶν ἀρετῶν. τὸ δὲ {καὶ} <δίκαιος>· τὸ ἴσον {λογισμῷ} κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ,

ἔργῳ πληρῶν καὶ οὐ λόγῳ τό· <δικαίως διώξει τὸ δίκαιον.> ταῦτα δὲ αὐτῷ

ὑπῆρχεν διὰ τὸ ἀληθῶς εἶναι θεοσεβῆ· πρὸς γὰρ τὴν τοῦ θεοῦ γνώμην ἣν ἔλαβεν

ἐν γνώσει ἀφορῶν πάντα διετέλει.

7

ἐπιφέρει δὲ λέγων· <ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.>

ἔστι δὲ ἀνακεφαλαίωσις τοῦ παντὸς ὁ λόγος οὗτος. ὁ γὰρ ἀληθινὸς ἄνθρωπος τὰς

δοθείσας τῇ ψυχῇ δυνάμεις κατὰ τὸ δίκαιον ἐκφέρει ἐν οἷς ποιεῖ· καὶ γὰρ ᾗ

κέκτηται ἀγάπῃ εἰς δέον ἀποκέχρηται, οἷον ἀγαπᾷ τὸν θεόν, ἀλλ' ὡς θεὸν ἀσυγ-

κρίτως. ὅσῳ γὰρ ὑπερέχει, τοσούτῳ ὑπερφέρειν ὀφείλει καὶ 〈ἡ〉 εἰς αὐτὸν ἀγά-

πη πάσης τῆς εἰς ἕτερον ἀγάπης. ἀγαπᾷ δέ τις καὶ γονέας καὶ παῖδας, γύναιόν

τε καὶ κτησείδιον, θεράποντας καὶ ὑποζύγια, ἀλλὰ σῴζων ἑκάστῳ τὰ πρὸς ἀξίαν·

τοῦτο γάρ ἐστι δικαίου καὶ ἀληθινοῦ ἀνδρὸς γνώρισμα λογισμῷ καταπράττεσθαι

ἕκαστον πρὸς τὸν σκοπὸν τοῦ τὸν λόγον χαρισαμένου. ὁ μέντοι διαφθείρας τὸ

ἀληθινὸς εἶναι τοὐναντίον φθείρει μὲν ἑαυτόν, φθείρεται δὲ καὶ τὰ ὑπ' αὐτοῦ

ἀλόγως γινόμενα· οὐ γὰρ κέχρηται ταῖς δυνάμεσι τῆς ψυχῆς εἰς δέον, ἀλλὰ θη-

ριώδη τρόπον ἀναλαβὼν ἐσθίει καὶ κατεσθίεται, πῇ μὲν ὀργιζόμενος ἀκρίτως, πῇ

δὲ προστετηκὼς οὐ συνετῶς, ἄλλοτε ἁρπάζων ὡς λύκος ἢ θηλυμανῶν ὡς ἵππος καὶ

πάλιν θωπεύων ὡς ἀλώπηξ ἢ τὸν τρόπον ὀφιώδης γινόμενος, ἐπείπερ τὴν φύσιν

ἀμεῖψαι μὴ δεδύνηται. ἐξ ὧν γὰρ ὃ δεδύνηται μετέβαλεν, εἰ ἐδεδύνητο, οὐδὲ

τῆς φύσεως ἠμέλει πρὸς τὴν τοῦ χείρονος ἄμειψιν.

οὗτος δέ ἐστιν ὁ τὸν ἀληθινὸν ἄνθρωπον διαφθείρας, πρὸς ὃν ὁ θεὸς ὀνειδι-

στικῶς διὰ τοῦ προφήτου ἀποτεινόμενος λέγει· <ἄνθρωπος ἐν τιμῇ ὢν οὐ

συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡ-

μοιώθη αὐτοῖς.> διὸ παραινεῖ λέγων· <μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμί-

ονος, οἷς οὐκ ἔστι σύνεσις.> καὶ ἐν ἄλλοις τοὺς τρόπους τῶν πονηρῶν

διαβάλλων τοῖς ἀλόγοις αὐτοὺς παραβάλλει λέγων· <οἱ ἄρχοντές σου ὡς

8

λύκοι τῆς Ἀραβίας καὶ οἱ προφῆταί σου ὡς αἱ ἀλώπεκες αἱ

ἐν τῇ ἐρήμῳ· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν

γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.> καὶ πάλιν· <καὶ ἦν Ἐ-

φραὶμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν.> καὶ ἐν ἄλλοις·

<ὄφεις γεννήματα ἐχιδνῶν.> ἀλλὰ καὶ ἀετὸς ἐκλήθη τις τῶν βασιλέων ἀρ-

θεὶς ἐπὶ πολὺ τῷ φρονήματι (οὗτος δὲ ἦν ὁ Τύρου), κύνες δὲ ἕτεροι δι' ἀναίδει-

αν· <πάντες γὰρ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν.> καὶ δράκων

τις ἐκλήθη τῆς Αἰγύπτου ἄρχων καὶ σκορπίοι τὸ πλῆθος τῶν Ἰουδαίων· <ἐπίγνω-

θι,> γάρ φησιν, <υἱὲ ἀνθρώπου, ὅτι ἐν μέσῳ σκορπίων σὺ κατοι-

κεῖς.> ἀλλὰ τούτων πάντων ὁ θεοφιλὴς Ἰὼβ ἠλευθέρωτο φυλάξας ἀδιάψευστον τὸ

ἀληθινὸν τοῦ ἀνθρώπου, λόγῳ πάντα πράττων καὶ ζῶν κατὰ γνώμην τοῦ ποιήσαντος.

Ταῦτα δέ φημι οὐχ ὅτι μὴ ἐκέχρητο τοῖς συμφύτοις πάθεσιν, ἀλλ' ὅτι μετὰ

κρίσεως. καὶ γὰρ κατὰ τῶν πονηρῶν ἠγανάκτει, ἀλλ' οὐ κατὰ τῶν μὴ ἀδικούντων.

καὶ γὰρ καὶ ὠργίζετο, ἀλλ' εὐλόγως· θηριῶδες γὰρ τοῦτο ὀργίζεσθαι κα-

τὰ τῶν μηδὲν πλημμελούντων. καὶ ἠγάπα δέ, ἀλλ' οὐκ ἀλόγως, καὶ τοῖς ἄλλοις

ἀπεκέχρητο ὡς ἡ χρεία ὑπηγόρευε καὶ ἡ γνώμη τοῦ θεοῦ ὑπέδειξεν. ὁ γάρ τοι θε-

ὸς τὴν ψυχὴν κατασκευάσας δυνάμεις αὐτῇ ἐνῆκεν εὐαρμόστους καὶ κεχρῆσθαι ταύ-

ταις δεόντως προσέταξεν. ὁ τοίνυν τῷ προστάγματι τοῦ θεοῦ καταπεισθεὶς φυλάτ-

τει ταύτας πρὸς τὸν σκοπὸν τοῦ χαρισαμένου τὴν ἐξουσίαν, ὁ δὲ τούτων ἀμελῶν

θηρίων βίον ἑλόμενος καὶ τούτοις τὸν τρόπον ὁμοιωθεὶς καὶ ἐν τῇ παρούσῃ κατα-

στάσει τιμωρίαν ὑπέχει ἐμπαροινήσας τῇ δοθείσῃ τιμῇ καὶ ἐνθένδε μεταστὰς ἐν δί-

κῃ κολασθήσεται καταφρονήσας θεοῦ τοῦ ποιήσαντος αὐτόν.

9

γενοῦ οὖν καὶ σὺ <ἄνθρωπος ἀληθινός,> οἷος πρὸ σοῦ ὁ μακάριος Ἰώβ, <ἄ-

μεμπτος θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος,>

κολλώμενος παντὶ ἀγαθῷ. οὐδὲ γὰρ τὸ ἀπέχεσθαι ἀπὸ κακῶν ἐξαρκεῖ πρὸς σωτηρί-

αν, ἀλλὰ τὸ ἐντὸς γενέσθαι παντὸς ἀγαθοῦ· <ἔκκλινον,> γάρ φησιν, <ἀπὸ κα-

κοῦ καὶ ποίησον ἀγαθόν.> οὐ γὰρ ἀποχὴ κακῶν ἡ τελείωσις, ἀλλὰ κατάπρα-

ξις ἀγαθῶν προτεταγμένης εὐσεβείας· μαρτυρεῖ γὰρ ἡ γραφὴ τῷ δικαίῳ Ἰὼβ ἀπο-

χὴν κακῶν καὶ φυλακὴν ἀγαθῶν. ἴδωμεν καὶ τὰ ἑξῆς, τί φησιν.

<1,2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.>

τὸ πλῆθος δὲ τῶν τέκνων ἀπαγγέλλει δεικνὺς τὸ φιλόθεον τοῦ ἀνδρός· οὔτε

γὰρ ἡ σχέσις ἡ πρὸς τοὺς παῖδας οὔτε ἡ ἄλλη περιουσία τοῦτον τοῦ ὁσίως φρο-

νεῖν παρήγαγεν οὐδὲ τῶν καλῶς ἐγνωσμένων μετέστησε, μᾶλλον δὲ αὐτῷ καὶ αὐτὰ

ταῦτα προέτεινε τὸν εἰς θεὸν πόθον. ἃ γὰρ ἄλλοις ἐμπόδια ἀρετῆς δι' ἀβουλί-

αν ἐνομίσθη, ταῦτα τούτῳ τῆς ἀρετῆς τὸ ἄνθος ἐπηύξησε δεόντως εἰδότι ἐπιστα-

τεῖν τῶν ὑπ' αὐτόν. διὸ λέγει·

<1,3α—ζ καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι,

ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ

σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς.>

ἐξ ὧν ἁπάντων δείκνυται μηδὲν ἐμπόδιον εἶναι πρὸς κτῆσιν εὐσεβείας ἀνδρὶ

φιλοθέῳ, ἐπεὶ καὶ τῷ δικαίῳ τούτῳ οὐκ ἠμέλητο καὶ τὰ ἐκτός. καὶ γὰρ τὰ ζεύγη

τῶν βοῶν οὐ περιεωρᾶτο καὶ αἱ κάμηλοι οὐ κατεφρονοῦντο καὶ αἱ ὄνοι οὐ περιε-

10

φρονοῦντο καὶ πρόβατα ἐσπουδάζετο καὶ τὰ ἄλλα συλλήβδην εἰπεῖν οὐ παρ-

εωρᾶτο, οἷον φυτεῖαι οἰκοδομαὶ παράδεισοι πλῆθος οἰκετῶν ὑπηκόων ὄχλος. ἦν

γὰρ βασιλεὺς τῶν ἐκεῖσε Ἀράβων· φησὶ γὰρ ὁ θειότατος Μωυσῆς·

<1,3η καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.>

ταῦτα εἴρηκε περὶ τοῦ ἀνδρὸς τὸ τοῦ Ἀβραὰμ γένος σημᾶναι βουλόμενος καὶ

τῆς πίστεως τὸ ὁμότροπον καὶ τῆς εἰς θεὸν ἀγάπης τὸ παραπλήσιον, ἐπείπερ οὗ-

τος ὁ κατὰ τὴν εὐσέβειαν συντεταγμένος καὶ κατὰ τὴν εὔνοιαν ἡνωμένος, οὗτος

μετέχει τῆς εὐγενείας τοῦ προπάτορος, οὗτος <εὐγενὴς τῶν ἀφ' ἡλίου

ἀνατολῶν,> οὗτος συναριθμούμενος τῷ κλήρῳ τῶν ἁγίων, τῷ πολιτεύματι τῶν

ὁσίων.

<1,4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποίουν πότον καθ' ἑκά-

στην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ

πίνειν μετ' αὐτῶν.>

τοὺς γάρ τοι παῖδας αὐτοῦ ὁ ἱερὸς οὗτος ἀνὴρ πρὸς τὸν ἑαυτοῦ τρόπον ῥυθ-

μίζων οἰκονόμους τοῦ δικαίου καθίστα, φιλαδέλφους, σώφρονας· ἀπένειμεν γὰρ ἑ-

κάστῳ οἶκον οὐχ ἁπλῶς ὡς ἄν τις οἰηθείη (οὐδὲν γὰρ παρ' αὐτῷ ἀνεξέταστον),

ἀλλ' ἵν' ἕκαστος τῇ τοῦ ἑτέρου ἁμίλλῃ λαμπροτέραν τὴν οἰκονομίαν ποιῆται. καὶ

γὰρ ἐξισοῦτο αὐτοῖς ἡ τοῦ φροντίζειν ἐπιμέλεια· ἀρχόμενοι γὰρ ἐκ τοῦ μείζονος

ἔληγον εἰς τὸν ἔσχατον, καὶ πάλιν αὐτοῖς ἀρχὴ τοῦ συμποσίου ὁ μακρότερος ἐγί-

νετο. μάρτυρας τῆς ἑαυτῶν σωφροσύνης ἐν τῇ φιλοτησίᾳ οὐκ ἀλλοτρίας τινάς, ἀλ-

11

λὰ τὰς ἰδίας ἀδελφὰς παρείχοντο ταύτας παραλαμβάνοντες· ὑπῆρχε δὲ καὶ τοῦτο

ἐφόδιον. τί γάρ φησι τὸ λόγιον;

<1,5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐ-

καθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωί, προσέφερεν δὲ θυσίας περὶ αὐτῶν κατὰ

τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. ἔλεγεν

γὰρ Ἰώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ καρδίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν.

οὕτως ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας αὐτῶν.>

ταῦτα δὲ ποιεῖ ὁ ἀληθῶς ἄμεμπτος ἐπαύξων μὲν τὴν οἰκείαν ἀρετήν, ἀσφαλεῖς

δὲ τοὺς οἰκείους παῖδας ἀπεργαζόμενος. ὁ γὰρ καθαρισμὸς εἰς ὑπόμνησιν ἄγων

αὐτοὺς ἀσφαλεστέρους καθίστα, καὶ αὐτὸς δὲ ὁ καθαρισμὸς ἐνθυμήσεως ἦν ἴαμα,

οὐχ ἁμαρτημάτων ὑπερεχόντων. τὰς μὲν οὖν θυσίας ὑπὲρ αὐτῶν εὐχαριστίας λόγῳ

προσέφερεν, τὸν δὲ καθαρισμὸν ἐνθυμημάτων ἄφεσιν, τὸν δὲ μόσχον ὑπὲρ τῶν ψυ-

χῶν αὐτῶν αἰτούμενος, ἵνα ζῶντες αὐτῷ παραμείνωσιν.

<1,6α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη.>

οὐδὲν εἰς κατάστασιν τῶν ἄλλων διαφέρουσα, ἡ δὲ αὐτὴ τῇ νῦν καταστάσει.

<1,6 β—δ καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου καὶ ὁ διά-

βολος ἦλθε μετ' αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν.>

οὐ τόπον ἐκ τόπου μεταβαίνοντες· οὐ γὰρ ἐν τόπῳ ὁ θεὸς ἵδρυται· οὐδεὶς γὰρ

<τόπος τῆς καταπαύσεως> αὐτοῦ· πᾶς γὰρ τόπος αὐτῷ ὡς οὐκ ὢν ὑπάρχει πρὸ

12

παντὸς ὄντι τόπου ποιητοῦ· προσωποποιία δέ ἐστι μετὰ τοῦ σημαίνειν τὸ ἀληθές.

<καὶ ὁ διάβολος,> φησίν, <ἦλθε μετ' αὐτῶν> ἐν τῇ συνελεύσει τῶν ἀγ-

γέλων ὑπὲρ τὸν οὐρανὸν γεγονώς. οὐ γὰρ ὁ κύριος ἐπὶ γῆς κατῆλθεν δι' αὐτόν,

ἀλλὰ συγχωρεῖται αὐτῷ παραβάλλειν ἐν τῷ τάγματι τῶν ἐπουρανίων καὶ ἀκούειν τὰ

λεγόμενα, οὐ πάντοτε δὲ οὐδὲ πάντα· †καὶ γὰρ οὐ ζητεῖται τόπος. τί γὰρ μέγα,

εἰ διαβαίνει τὰ σώματα;† καὶ γὰρ ἐν τῷ παραδείσῳ τοῦ τάγματος παρασταθέντος τῷ

κυρίῳ συνεχωρήθη εἰσελθεῖν καὶ ἀκοῦσαι ἃ ἤκουσεν.

ὅρα δὲ τὴν διαίρεσιν· ἐπὶ μὲν γὰρ τῶν ἀγγέλων ἔφησε τὸ λόγιον, ὅτι ἦλθον

παραστῆναι ἐνώπιον τοῦ κυρίου, ἐπὶ δὲ τοῦ διαβόλου οὐκέτι τὸ παραστῆ-

ναι, ἀλλὰ τὸ ἐληλυθέναι ἀπὸ τοῦ περιιέναι καὶ ἐμπεριπεπατηκέναι. οἱ μὲν

εὐνοίᾳ παρέστησαν ὡς <πνεύματα λειτουργικὰ εἰς διακονίαν ἀποστελ-

λόμενα,> ὁ δὲ ὡς ἀφηνιαστὴς τοῦ καλοῦ μωμήσασθαι τὸν ὅσιον προθυμούμενος.

εἰ δέ τις τῶν ἐκμελεστέρων λέγοι, ὅτι τὸ συνεῖναι αὐτὸν τοῖς ἀγγέλοις τί-

μιον αὐτὸν ἀποφαίνει, ἀκούσεται, ὅτι οὔτε τὸ συνεῖναι τιμίοις τίμιον ποιεῖ

οὔτε τὸ ἁπλῶς σὺν ἀτίμοις ἄτιμον, ἀλλ' ἄτιμον μὲν ἀποδείκνυσιν ἡ περὶ θεοῦ

κακόνοια καὶ πᾶσα πρᾶξις παράνομος, τίμιον δὲ τὸ ἀνάπαλιν· αἱ γὰρ διαθέσεις

ἀλλ' οὐχ αἱ συνουσίαι ζητοῦνται. συνῆν γὰρ καὶ Νῶε δυσσεβέσιν ἀνθρώποις καὶ

Λὼτ τοῖς Σοδομηνοῖς, ἀλλ' ἄμεμπτοι γεγόνασιν· συνῆν καὶ Ἐλισσαῖε τῷ Γιεζὶ

καὶ Ἰούδας τῷ κυρίῳ καὶ Σίμων τοῖς ἀποστόλοις, ἀλλ' οὐδὲν ὤναντο δι' ἑκουσίαν

κακόνοιαν. οὐκοῦν οὐδ' οὗτος πρὸς τιμὴν συνῆν τῷ τάγματι τῶν ἀγγέλων, ἀλλ'

ἐπ' ἐλέγχῳ τῆς οἰκείας μοχθηρίας, ἀλλ' οὐδ' ἐπειδὴ θεῷ ὑπούργησε πάντως ὡς

εὐπειθὴς καὶ ὑπήκοος· πρὸς γὰρ ἀπάτην ἐφάνη που ἐπιτήδειος ὡς ἐπὶ τοῦ Ἀχαάβ,

13

οὐχ ὡς θεοῦ θέλημα πληρῶν, ἐπεὶ καὶ Βαλαὰμ ὁ μάντις ὑπηρετήσατο θεῷ ἐν ταῖς

προρρήσεσι καὶ ταῖς εὐλογίαις, ἀλλ' οὐκ οἰκείᾳ γνώμῃ, καὶ Ναβουχοδονοσὸρ ὁ-

μοίως καὶ οἱ ἐκδότους λαβόντες διὰ παρανομίαν Ἰουδαίους μὴ τῇ τοῦ θεοῦ συμ-

μετρήσαντες τὴν ἰδίαν ὀργήν, ἀλλ' εἰς ἀμετρίαν ἐκπεσόντες κατὰ τό· <ἐγὼ δέ-

δωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς

ἔλεον.> οὐκοῦν καὶ τῷ διαβόλῳ εἴ ποτε συνεχώρησε 〈...〉 κατά τινων, οὐκ ἀγνο-

ῶν τὴν αὐτοῦ πονηρίαν, ἀλλ' ὡς ἄξιον ὄντα τῆς τοιαύτης ὑπουργίας 〈...〉. εἰ

γὰρ καὶ ἐπετέλει τὰ συγχωρηθέντα, οὐχ ὡς θεὸν τιμῶν, ἀλλ' ὡς ἴδιον βούλημα

πληρῶν 〈...〉. ἐπεὶ οὖν ἵστατο σὺν τοῖς ἄλλοις ἀγγέλοις, ἠγνοεῖτο δὲ ὁ σκοπὸς

αὐτοῦ τῆς παραστάσεως τῷ πλήθει τῶν λειτουργικῶν δυνάμεων, τῷ δὲ θεῷ ἐγινώ-

σκετο, ἐλέγξαι βουλόμενος τὴν πονηρὰν αὐτοῦ γνώμην φησὶ πρὸς αὐτὸν καθὼς ἡ

γραφὴ διδάσκει·

<1,7α καὶ εἶπεν 〈ὁ〉 κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας;>

οὐκ ἀγνοῶν ὅθεν ἧκεν ἢ τί βουλόμενος παραγέγονεν, ἀλλ' ἐλέγχων αὐτοῦ τὴν

κατὰ τοῦ δικαίου βασκανίαν. καὶ γάρ που καὶ ἐπὶ τοῦ Ἀδάμ φησιν· <Ἀδάμ,

ποῦ εἶ;> οὐκ ἀγνοῶν, ἀλλὰ παρρησίαν διδοὺς τῷ αἰσχυνθέντι δι' ἁμαρτίαν. καὶ

τῷ Κάϊν· <ποῦ Ἄβελ ὁ ἀδελφός σου;> οὐκ ἀγνοῶν τὸν φόνον, ἐλέγξαι δὲ

τὸν φονέα προαιρούμενος. οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· <πόθεν παραγέγονας;>

ἵνα τὸν κατὰ τοῦ δικαίου φθόνον γυμνώσῃ.

κἀκεῖνο δὲ ἡμᾶς μὴ παρέλθοι, ὅτι τοὺς μὲν ἀγγέλους θεοῦ ὠνόμασε, τὸν δὲ

διάβολον οὐκέτι, ἐπειδὴ οἱ μὲν εὐνοίᾳ ᾠκείωνται θεῷ, ὁ δὲ κακονοίᾳ ἠλλοτρίω-

14

ται. καὶ οἱ μὲν ἀπὸ τοῦ εἶναι ὠνομάσθησαν ἄγγελοι, ὁ δὲ οὐκ ἀπὸ τοῦ εἶναι,

ἀλλ' ἀπὸ τοῦ ἐπιχειρήματος (οὐ γὰρ ἡ φύσις διάβολος· θεοῦ γὰρ δημιούργημα),

ἀλλ' ἀπὸ τῆς προαιρέσεως καὶ τοῦ φθόνου τοῦ πρὸς τοὺς πρωτοπλάστους καὶ τῆς

διαβολῆς ἧς διέβαλεν τὸν θεὸν τῇ γυναικί.

ἔτι κἀκεῖνο παρατηρητέον, ὅτι δύο προσώπων ὁ λόγος μνημονεύει, καὶ θεοῦ

καὶ κυρίου, θεοῦ μὲν οὗ εἰσι ποιήματα οἱ ἄγγελοι, κυρίου δὲ ᾧ παρεστᾶσι, καί-

τοι καὶ θεὸς διὰ Χριστοῦ πεποίηκεν καὶ ὁ Χριστὸς παρὰ θεοῦ εἰλήφει. <πάντα

γάρ μοι,> φησί, <παρεδόθη παρὰ τοῦ πατρός μου.>

<1,7βγ καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ

ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι.>

ταῦτα δὲ ἀλαζονικῶς ἀποκρίνεται ὁ ἀποστάτης δράκων καὶ ὁ ὄφις ὁ σκολιὸς

ἀγνοῶν ἐκ κακονοίας τὴν ἀξίαν τοῦ ἐπερωτῶντος αὐτὸν θεοῦ· ἦ γὰρ οὐκ ἂν ἐθρα-

σύνετο πρὸς τηλικοῦτον δεσπότην ἀπαυθαδιαζόμενος.

<1,8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός

μου Ἰώβ, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτῷ 〈τῶν〉 ἐπὶ τῆς γῆς, ἄμεμπτος δί-

καιος ἀληθινὸς θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.>

θεράποντα δὲ αὐτοῦ τὸν ἀληθινὸν ἄνθρωπον ὀνομάζει, καὶ τὴν ὁσιότητα αὐτοῦ

πᾶσαν καταλέγει ὁμοῦ μὲν τὸν ἄνδρα σεμνύνων τοῖς οἰκείοις αὐτοῦ ἀγαθοῖς, ὁμοῦ

δὲ καὶ τοῦτον ἐξελκόμενος ἐκρῆξαι τὰ κατ' αὐτοῦ βεβουλευμένα· ἐθάρρει γὰρ τῷ

οἰκείῳ ἀθλητῇ καὶ ἐγίνωσκεν αὐτοῦ τὴν ἀπαράτρεπτον εὔνοιαν.

15

<οὐκ ἔστι,> γάρ φησιν, <ὅμοιος αὐτῷ τῶν ἐπὶ τῆς γῆς,> οὐ κατὰ τὴν

φύσιν λέγων, ἀλλὰ κατὰ τὴν διάθεσιν· ἄνθρωπος γὰρ ἦν καὶ αὐτός, μῶμον 〈δὲ〉

οὐδένα τρέφων ἐν τῇ ψυχῇ, ἀλλ' αὐτοαληθῶς ἄνθρωπος θεοῦ πρὸς τὸν τοῦ ποιήσαν-

τος σκοπὸν ἐφαρμόζων τὴν ἑαυτοῦ διάνοιαν, σέβων εἰλικρινῶς τὸν ποιήσαντα καὶ

περὶ τοὺς οἰκείους δίκαιος ὑπάρχων. ὁ δὲ θεὸς ταῦτα προσεῖναι μαρτυρεῖ· οὐ

πρὸς χάριν ὁ ἔπαινος, ἀνύποπτον τὸ ἐγκώμιον, ἐπειδὴ καὶ ὁ ἐπαινέτης ἀνυπαί-

τιος.

οὐκ ἐπὶ τιμῇ δὲ αὐτοῦ λαλεῖ αὐτῷ ὁ θεός, ἀλλ' ἐπὶ τῷ ἐλέγξαι αὐτὸν ἀσεβῆ

καὶ ἄδικον, καὶ ἵνα δείξῃ, ὅτι ὁ μὲν ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος κατασκευ-

ασθεὶς ἄμεμπτος ἔφυ καὶ δίκαιος, οὗτος δὲ ἀσώματος γενόμενος οὔτε ἄμεμπτος

οὔτε δίκαιος, ἀλλὰ βέβηλος καὶ ἄδικος καὶ τοῦ καλοῦ ἀφηνιαστής. ἠξιώθη οὖν

παρὰ τοῦ θεοῦ ὁμιλίας δι' ἔλεγχον, οὐ διὰ τιμήν, καὶ 〈...〉 οὐχὶ τὴν μέλλου-

σαν αὐτοῦ ἐπιχείρησιν μόνον ἐλέγξαι βουλόμενος, ἀλλὰ τὴν προλαβοῦσαν ἀσέβει-

αν· ὕστερα γὰρ πολὺ τὰ κατὰ τοῦ Ἰὼβ τῆς τοῦ διαβόλου δυσσεβείας. ἀλλ' ὁ μισό-

καλος διάβολος οὐδὲ παρὰ τοῦ θεοῦ ταῦτα ἀκούων προσεῖναι τῷ ἀνδρὶ πιστεύει,

ὑποπτεύει δὲ καὶ θεόν.

<1,9—11 ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ

δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς

οἰκίας αὐτοῦ καὶ τὰ πάντα αὐτοῦ κύκλωθεν, τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγη-

σας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον

τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.>

16

ὁρῶν γὰρ αὐτὸν διάπλουτον ἄνδρα καὶ χρήμασι πολλοῖς κομῶντα καὶ βοσκήμασιν

ὑπερφυᾶ, καὶ πολλάκις ἐπιχειρήσας τοῖς αὐτοῦ καὶ κενὸς τῆς ἐλπίδος ὑποστρέψας

διὰ τὴν ἀντιστατοῦσαν αὐτῷ περὶ τὰ τοῦ Ἰὼβ πράγματα τοῦ θεοῦ φυλακήν, ἐλογί-

σατο μηδὲν μέγα εἶναι τὸν τοσοῦτον ὄγκον πλούτου περιβεβλημένον εἶναι καὶ φι-

λόθεον καὶ δίκαιον, ἀλλ' εἰ καὶ ἀποβαλὼν ταῦτα εἴη τοιοῦτος. οὐ δωρεάν, 〈φη-

σίν〉, Ἰὼβ σέβεται τὸν κύριον, μισθωτός ἐστιν (ἱκανὴ ἡ διαβολή), ἄφελε τὰ χρή-

ματα καὶ εὑρήσεις τροπὴν τῆς προαιρέσεως, μεταβολὴν τῆς γνώμης.

<1,12α—γ καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ ἐν τῇ

χειρί σου δέδωκα· ἀλλ' αὐτοῦ μὴ ἅψῃ.>

ᾔτησε παρὰ τοῦ θεοῦ ὁ ἐχθρὸς συγχωρηθῆναι αὐτῷ τὴν κατὰ τοῦ Ἰὼβ πεῖραν·

οὐ γὰρ εἶχεν ἐξουσίαν διὰ τὴν ἀντιστατοῦσαν αὐτῷ πρόνοιαν. ἔδωκεν ὁ θεὸς τὸν

ἀγῶνα, ἵνα ἐλεγχθῇ ὁ συκοφάντης. ᾔδει τὸν ἑαυτοῦ θεράποντα θεός, ἠγνόει τὴν

ἰσχὺν τοῦ ἀθλητοῦ ὁ πειράζων. διὸ καὶ ἐπέδραμεν ὡς ἐπὶ θήραν ἑτοίμην, ἀλλ' ἔ-

φθη αὐτὸς ἁλῶναι ἢ τὸν δίκαιον ἄρκυσι περιβαλεῖν. ἰδού, φησίν, ἔχεις τὰ αὐτοῦ

κείρειν ἢ φθείρειν ἢ ὅπως ἂν ἐθέλῃς, οὐ μὴν καὶ τοῦ δικαίου ἅψασθαί σοι

συγχωρῶ· παραγγέλλω δέ σοι μὴ θιγεῖν αὐτοῦ.

<1,12δ καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου κυρίου.>

οἱ πεῖσμα ἔχοντες περὶ θεοῦ ὅπως ἐστὶν ἐν τοῖς οὖσιν, οὐ νοσήσουσί ποτε

περὶ τὴν Ἐπικούρου ἀθεότητα οὐδὲ συνενεχθήσονται τοῖς λέγουσιν ἀνθρωπόμορ-

φον εἶναι τὸν θεόν· οὐκοῦν οὔτε περιέχεσθαι αὐτὸν ὑπὸ τῶν ἰδίων ἔργων φήσου-

17

σιν, ὧν αὐτὸς γέγονε δημιουργός, οὔτε χωρίσουσιν αὐτὸν τούτων οὔτε σύνθεσίν

τινα ἐπινοήσουσι περὶ αὐτὸν διὰ τὸ γεγράφθαι πρόσωπον καὶ ὀφθαλμοὺς καὶ χεῖ-

ρας, ἀλλὰ πρὸς τὴν αὐτοῦ ἀξίαν καὶ τὴν γραφὴν ἐκδέξονται. ὥσπερ γὰρ τό· <ἦλ-

θεν ὁ διάβολος> οὐχ ὡς τοῦ θεοῦ που κεχωρισμένος, οὕτω καὶ τό· <ἐξῆλθεν

ἀπὸ προσώπου τοῦ κυρίου> οὐχ ὡς ἔξω τοῦ θεοῦ γενόμενος. οὐδὲν γὰρ τῷ

θεῷ τῶν ὄντων ὡς ὂν λελόγισται πρὸς τὴν φύσιν, ἔστι δὲ αὐτῷ τὰ πάντα πρὸς τὴν

γνώμην, καθ' ἣν καὶ ἐποίησεν αὐτά.

ὅταν οὖν εἴπῃ· <ἦλθεν ὁ διάβολος,> τὴν ὑπόθεσιν τοῦ πράγματος καὶ τὴν

ἐπιχείρησιν ἐξηγεῖται. ὅταν δὲ τό· <ἐξῆλθεν ἀπὸ προσώπου κυρίου,> τὴν

συγχώρησιν διηγεῖται τοῦ θεοῦ καὶ τὴν δοθεῖσαν αὐτῷ κατὰ τῶν τοῦ δικαίου κτη-

μάτων ἐξουσίαν. τοιοῦτον γάρ που ὁ αὐτὸς συγγραφεὺς ἐν τῇ Γενέσει περὶ τοῦ

Κάϊν διεσάφησε λέγων· <ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ θεοῦ,> τουτ-

έστιν· ἔχων τὸν ὅρον τοῦ ἐπ' αὐτῷ τεθέντος προστάγματος.

<1,13α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη.>

οὐδὲν εἰς κατάστασιν τῶν ἄλλων διαφέρουσα, ἡ δὲ αὐτὴ τῇ νῦν καταστάσει

ὡσπεροῦν καὶ πᾶσα ἡμέρα.

<1,13βγ καὶ οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἤσθιον καὶ ἔπινον ἐν τῇ

οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.>

〈οὗτος γὰρ〉 τοῦ συμποσίου ἀρχὴ ἐγίνετο. ἦν δὲ τὸ ὅλον παίδευσις οἰκονο-

μίας καὶ σωφροσύνης μάθημα καὶ φιλαδελφίας ἄσκησις ἡ συνέλευσις τῆς φιλοτη-

σίας.

18

<1,14—15 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν

ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμα-

λωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας,

καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι.>

σημαίνεται δὲ καὶ ἐκ τούτων ἡ ἀρετὴ τοῦ ἀνδρός, ὡς οὐδὲν παρ' αὐτῷ ἐγίνετο

ἀμελῶς, ἀλλ' ἅπαντα σὺν προμηθείᾳ. μηνύει δὲ ὁ ἀγγέλλων τὰ σκυθρωπὰ (ἔφοδον

λῃστρικὴν γεγενῆσθαι καὶ ἡρπάχθαι μὲν τὰ βοσκήματα, ᾐχμαλωτεῦσθαι δὲ τὰ ζεύγη

τῶν βοῶν καὶ τοὺς οἰκέτας τοὺς ἐπ' αὐτοῖς ἐπιτεταγμένους ἀνῃρῆσθαι μαχαίρᾳ)

παροξύνων αὐτὸν εἰς ὀργὴν καὶ τὸν θυμὸν ἐξάπτων καὶ τὸ στῆθος ἐκκαίων, ἐπέχων

δὲ αὐτὸν κἂν τοῦ κατ' αὐτῶν ἐπιστρατεῦσαι διανοηθῆναι. ποίαν γὰρ λοιπὸν εἶχεν

ἐλπίδα τοῦ ἐπαμῦναι ἀκηκοὼς τοὺς παῖδας ἀνῃρῆσθαι. ἐσέσωστο δὲ μόνος ὁ ἐξαγ-

γείλας ταῦτα οὐ φιλανθρωπίᾳ τοῦ τὸν πόλεμον ἀραμένου πρὸ Ἰώβ, ἀλλ' ἵνα μη-

νυτὴς τῶν σκυθρωπῶν γένηται.

<1,16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ·

πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγεν τὰ πρόβατα καὶ τοὺς ποι-

μένας κατέκαυσεν ὁμοίως, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.>

διὰ μὲν τοῦ προτέρου ἀναγγέλλεται τῷ Ἰὼβ ἐξ ἐφόδου ἡ ἐπιβουλὴ γεγενῆσθαι,

διὰ δὲ τοῦ δευτέρου ὡς ἐξ οὐρανοῦ εἶναι, ἵνα καὶ τὸ συνεχὲς καὶ τὸ ὀξὺ καὶ τὸ

διάφορον τῆς πληγῆς τὸν δίκαιον τῆς γνώμης παρασαλεύσῃ.

χρὴ δὲ γινώσκειν, ὅτι οὕτω διέκειτο ὁ Ἰώβ, ὅτι θεὸς ἦν ὁ ἐπιφέρων αὐτῷ

ταῦτα· εἰ γὰρ ἠπίστατο, ὅτι ὁ διάβολος, οὐκέθ' ὡς πειραζόμενος ἀλλ' ὡς φανε-

19

ρὸν ἀγῶνα καταδεξάμενος ἤθλει. νῦν δὲ οὕτως ἔχων γνώμης ὡς παρὰ τοῦ θεοῦ ταῦ-

τα πάσχων ηὐχαρίστει· οἱ πειρασμοὶ συχνοὶ καὶ μεγάλοι, ἀλλ' οὐκ ἐκάμφθη τὸν

λογισμόν, οὐκ ἐνενόησέν τι κατὰ θεοῦ, οὐχ ὑπώπτευσε τὴν πρόνοιαν, οὐκ ἐμέμψα-

το τῇ διοικήσει, οὐκ ἀδικίαν ἐνεκάλεσεν, ἀλλ' ηὐχαρίστει, καὶ μηδὲν συνειδὼς

ἑαυτῷ φαῦλον δέχεται τὰς πληγὰς καὶ οὐκ ἀντιλέγει, καὶ ἀφαιρούμενος κτήματα

οὐκ ἐξίσταται εὐσεβείας.

ἡ μὲν οὖν προτέρα πληγὴ ἴσως εἶχεν ὑποψίαν ἀνθρώπων εἶναι τὴν ἀδικίαν, ἡ

〈δὲ〉 δευτέρα ἐξ οὐρανοῦ φάσκουσα κατεληλυθέναι πῦρ καὶ τὴν πρώτην ἀμφιβολίαν

διέλυσεν μὴ παρὰ ἀνθρώπων εἶναι τοὺς πειρασμούς, ἀλλὰ παρὰ θεοῦ τὰς πληγάς.

ὁ δὲ καὶ οὕτω διακείμενος ηὐχαρίστει τῷ θεῷ καὶ σχήματι καὶ διαθέσει.

<1,17 ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ·

οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρχὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευ-

σαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις, καὶ ἐσώθην ἐγὼ μόνος καὶ

ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.>

πάλιν οὐ πεζῶν ἔφοδον ἀπαγγέλλει, ἀλλὰ ἱππέων. συνεῖχον γὰρ οἱ πειρασμοὶ

ἀλλεπάλληλοι γενόμενοι, ἵνα μὴ ἀναπνεύσῃ ὁ δίκαιος, καὶ τῷ μὲν δοκεῖν κατ' αὐ-

τοῦ ἦν τὰ ἐπιχειρήματα, τῇ δὲ ἀληθείᾳ ὑπὲρ αὐτοῦ. ὁ μὲν γὰρ διάβολος ἡττῆσαι

βουλόμενος ἔτυπτεν, ὁ δὲ θεὸς νικητὴν ἀναδεῖξαι θέλων συνεχώρει ἐπάγεσθαι τὰς

πληγάς, ὁ δὲ δίκαιος αἰκιζόμενος ἐνίκα τὸν βασανίζοντα.

μετὰ οὖν τὰ ἐν κτήμασι καὶ χρήμασιν αἰκίσματα ἐτετήρητο τὸ πικρὸν βέλος·

τοῦτο δὲ ἦν ὁ τῶν παίδων θάνατος, ἀλγηδὼν τῶν σπλάγχνων, ὀδύνη τῆς καρδίας,

20

ἣν καὶ τελευταίαν ἐφύλαττεν ὁ τὴν πρὸς αὐτὸν πάλην ἀναδεξάμενος.

<1,18—19 ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων· τῶν

υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀ-

δελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψα-

το τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία σου ἐπὶ τὰ παιδία σου

καὶ ἐτελεύτησαν, καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.>

νῦν πάλιν οὐκ ἐξ ἐφόδου τὴ ἐπιβουλὴν σημαίνει, ἀλλ' ἐκ τῆς ἐρήμου ὑπὸ

πνεύματος 〈τὴν〉 καταστροφὴν τῆς οἰκίας γεγενῆσθαι. ταῦτα δὲ κινῶν ὁ διάβολος

ἐποίει νομίζειν τὸν τοῦ θεοῦ ἄνθρωπον πᾶσαν συνεκπεπολεμῶσθαι κατ' αὐτοῦ τὴν

κτίσιν, ἵν' οὕτως αὐτὸν ἀπαγάγοι τοῦ ὀρθοῦ φρονήματος. ἀξία δὲ καὶ ἡ μνήμη

τοῦ συμποσίου τὴν συμφορὰν αὐξῆσαι.

ἄνεμος ἦλθεν οὐχ ὡς πέφυκεν· οὐ γὰρ ἀπὸ ἀνατολῶν ἢ δυσμῶν ἀλλ' ἐκ τῶν τεσ-

σάρων μερῶν προσέπεσε τῇ οἰκίᾳ, καὶ οὐκ ἀνθρώπου χεὶρ ἔτι, ἀλλ' ἄνωθεν τὰ βέ-

λη. συνέχεεν ὁ ἄνεμος τὴν οἰκίαν, οὐχ ὑπέμειναν οἱ λίθοι, κατηνέχθη ἡ οἰκοδο-

μή, κατείληφε τὰ παιδία ἐπ' αὐταῖς ταῖς τραπέζαις, συνέρρευσεν αἷμα μετὰ οἴ-

νου καὶ σάρκες τῇ πανδαισίᾳ ἀνεφύρησαν.

τοῦτό τοι πάντων βαρύτατον· οὐ γὰρ ἴσον τέκνων θάνατος καὶ χρημάτων ἀπώ-

λεια οὐδὲ υἱῶν καὶ θυγατέρων ὄλεθρος καὶ βληχημάτων ἐμπρησμός. τίς ἄρα ἦν Ἰὼβ

ἀκούων ταῦτα; ἄκουσον ὅστις, οἷος εὐχάριστος, οἷος ἀδάμαστος λογισμόν. τί γὰρ

ποιεῖ; ἄκουε.

21

<1,20—21 οὕτως ἀκούσας Ἰὼβ ἀναστὰς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο

τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ κατεπάσατο γῆν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ πε-

σὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μη-

τρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο.

ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ

τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.>

ὢ τῆς καρτερίας τοῦ ἀτρώτου ἀνδρός, ὢ τῆς ἀνδρείας, ὢ τῆς τοσαύτης εἰς θεὸν ἀγά-

πης. ὥσπερ γὰρ ὁ ἄριστος ἐν τῷ σκάμματι ἀθλητὴς πρὸς πάλην μέλλων ἀνταγωνίζεσθαι

γυμνοῦται τὴν ἐσθῆτα καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν κονίζεται, τὸν αὐτὸν τρόπον καὶ ὁ

μακάριος οὗτος καὶ τὴν ἀμπεχόνην ἀπορρηξάμενος καὶ γῆν ἐπαμησάμενος κατὰ τῆς κε-

φαλῆς τοὺς μὲν παῖδας ἀπεδάκρυσεν ὅσον ὁ τῆς φύσεως ἀπῄτει νόμος (φιλάνθρω-

ποι γὰρ οἱ φιλόθεοι), τὸν δὲ θεὸν ὁσιοῖ διὰ τῆς προσκυνήσεως, τοῖς δὲ γνωρί-

μοις ἔλεγεν μονονουχὶ ταύτας τὰς φωνάς· <οὐθὲν γὰρ εἰσηνέγκαμεν εἰς

τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.> οὐ μόνον

γὰρ τοῦ φρονεῖν αὐτὸν οὐ παρήγαγεν ὁ πονηρός, ἀλλὰ γὰρ καὶ τόνον αὐτῷ μᾶλλον

τύπτων ἐνεποίησε τῆς πρὸς θεὸν εὐνοίας. ἀφαιρεθεὶς γὰρ τὴν ὕπαρξιν ὁ φιλόθεος

ὥσπερ κουφισθεὶς διέκειτο τῆς ἐγχειρισθείσης αὐτῷ οἰκονομίας. τί γάρ φησιν;

<ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο.> οὔτε γὰρ ἡμῶν ἦν ταῦτα, ἀλλὰ

τοῦ δεδωκότος θεοῦ, οὔτε ἀπαιτούμενοι παρὰ τοῦ δωρησαμένου θεοῦ δυσχεραίνειν

ὀφείλομεν· τὸ θέλημα γὰρ τοῦ πρυτανεύοντος γινέσθω· ὑμνητὸς γὰρ καὶ διδοὺς

καὶ λαμβάνων οὐ μόνον νυνί, ἀλλὰ καὶ εἰς τοὺς αἰῶνας.

22

<1,22 ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρί-

ου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.>

τουτέστιν· οὐκ ἠχαρίστησεν ἐφ' οἷς πέπονθεν, ἀλλὰ καὶ σχήματι διὰ τοῦ πε-

σεῖν ἐπὶ τὴν γῆν καὶ προσκυνῆσαι καὶ φθέγματι εὐχαριστεῖ διὰ τοῦ εἰπεῖν· <ὁ

κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο·> ἐν τούτοις τοῖς πειρασμοῖς 〈...

ὁ δὲ διάβολος τῶν πειρασμῶν〉 τοὺς μὲν δι' ἑτέρων ἐπήγαγεν αὐτῷ, τοὺς δὲ δι'

ἑαυτοῦ· τὰ μὲν γὰρ ἔργα τῶν ζῴων καὶ τῶν οἰκετῶν τὸ πλῆθος δι' ἑτέρων αἰχμα-

λωτίζει καὶ κτείνει, τὰ δὲ βληχήματα καὶ τοὺς ποιμένας δι' ἑαυτοῦ καταπίμπρη-

σιν, ὡσαύτως καὶ τὸν οἶκον δι' ἑαυτοῦ ἐπικατασείει τοῖς παισίν. ἀλλ' οὐ βου-

λήσει μόνῃ ταῦτα ποιεῖ, ἀλλ' ἢ τοῖς οὖσιν ἀποκέχρηται ἢ τῇ οἰκείᾳ οὐσίᾳ· τὸ

γὰρ πῦρ ἐπήνεγκεν ἐκ τῶν ὄντων, τὸν δὲ οἶκον ἐπικατέσεισε τῇ οἰκείᾳ οὐσίᾳ ἐφ-

αψάμενος τοῦ οἴκου καὶ ὡς ἂν εἰπεῖν ἀνασπάσας κατηρείπου, ἀλλὰ κατὰ συγχώρη-

σιν τοῦ ἐνδεδωκότος αὐτῷ, οὐχὶ δὲ κατ' οἰκείαν ἐξουσίαν οὐδὲ ὡς δημιουργός·

οὐ γὰρ εἰς τὸ μὴ ὂν οἷός τε ἐστὶν ἐνεργῆσαι, ἀλλ' ὡς ἔφην τοῖς οὖσιν ἀποκέ-

χρηται καὶ τοῦτο εἰ συγχωρηθείη.

<2,1α καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη.>

πάλιν ἡ αὐτὴ κατάστασις οὐδὲν πρὸς τὰς ἄλλας ἡμέρας παραλλάττουσα.

<2,1βγ καὶ ἦλθον οἱ ἄγγελοι 〈τοῦ θεοῦ〉 παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ

ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν.>

ζητητέον διὰ τί οὐκ εἴρηκε· μετ' αὐτῶν, ἀλλ' ἐν <μέσῳ αὐτῶν,> καὶ δῆλον

23

ὡς ἡττηθεὶς μᾶλλον ἤπερ ἡττήσας κατεδέετο τῇ αἰσχύνῃ, καὶ εἰ οἷός τε ἦν δρασμῷ

χρήσασθαι ἀπὸ τοῦ θεοῦ, οὐκ ἂν παρῃτήσατο, ὁ τῆς γνώμης τοῦ θεοῦ ἀφηνιάσας. ὥσ-

περ γὰρ συσχεθεὶς νῦν ἐν μέσῳ παρίσταται.

<2,2α καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ;>

οὐκ ἄγνοια ἦν αἰτία τῆς ἐρωτήσεως, ἀλλ' ἔλεγχος τῆς τοῦ διαβόλου μοχθηρί-

ας. ἐξ ὧν γὰρ ἔμελλε λέγειν, τὴν ἑαυτοῦ κακίαν ἐνεδείκνυεν ὁπόση τις ὑπῆρχεν.

<2,2βγ τότε εἶπεν ὁ διάβολος ἔναντι κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν

καὶ ἐμπεριπατήσας τὴν γῆν πάρειμι.>

πάλιν ὡσαύτως ἀλαζονικῶς ἀποκρίνεται.

<2,3 εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ,

ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄμεμπτος δί-

καιος ἀληθινὸς θεοσεβὴς ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας,

σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι.>

ὢ τῆς καρτερίας τοῦ πολύτλα, ὢ τῆς εὐτολμίας τοῦ μακαρίου ἀνδρός, 〈ᾧ〉 ὁ

θεὸς τοσούτων κατορθωμάτων πλῆθος προσμαρτυρεῖ. φησὶ γοῦν τῷ βασκάνῳ· κἂν ἡ

πεῖρά σε ἐδίδαξε, πονηρέ, ὅτι οὐ χρημάτων ἕνεκεν οὐδὲ κτημάτων εὔνοιαν ἔχει

πρὸς ἐμέ, ἀλλ' ἐξ ἴσου καὶ πλουτῶν καὶ πενόμενος σέβει με καὶ προσκυνεῖ· δοῦλος

γάρ ἐστι πιστός τις ἀλλ' οὐ μίσθαρνος, οὐδὲν † πρὸς σοῦ τῷ μώμῳ † παρατραπεὶς

τὴν διάνοιαν, οὐδὲν ἀπηχὲς φθεγξάμενος, μᾶλλον δὲ προσθεὶς τῇ ἀκακίᾳ ἅτε ἀλη-

24

θινὸς ἄνθρωπος. ταῦτα δὲ λέγει δεικνύς, ὡς ἐνεδέχετο μὲν τὸ γενέσθαι κακός, ἀπ-

έσχετο δὲ τούτου διὰ τὴν πρὸς τὸν θεὸν εὔνοιαν· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ κατ-

ορθώμασι καὶ ἀκακίας εἴχετο.

<2,4—5 ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος, καὶ

πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. οὐ μὴν δὲ ἀλλὰ ἀπο-

στείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ, ἦ μὴν εἰς

πρόσωπόν σε εὐλογήσει.>

οὐκ ἀρκεσθεὶς ὁ ἐχθρὸς τῇ ἀληθείᾳ οὐδὲ ἐκ τῆς ἥττης αἰσχυνθεὶς ἐπιχειρεῖ

πάλιν καὶ δευτέρῳ παλαίσματι τοῦτο ἐννοήσας (σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι),

ὡς οὐδέν ἐστι χρημάτων ἀποβολὴ καὶ κτημάτων ἀπώλεια πρὸς τὴν τοῦ σώματος φυ-

λακήν· ὅθεν ἐσπούδασε ταύτην ἀφανίσαι ἀγνοῶν τὸ στερρὸν τῆς γνώμης αὐτοῦ καὶ

τὸ ἀσάλευτον. ὁ γάρ τοι πρότερον συκοφαντήσας, ὅτι διὰ τὰ χρήματα εὔνους

ἐστὶ τῷ θεῷ, ἐπιλαβόμενός φησι διὰ τῶν δευτέρων, ὅτι τῆς περὶ τὸ σῶμα ὑγείας

οὐκ ἂν προκρίνοι χρήματα καὶ κτήματα. ἀλλ' οὐ ταῦτ' 〈ἀληθῆ〉 ἔλεγες, ὦ πάντων

δαιμόνων πονηρότερον ἐκ κακονοίας δαιμόνιον, ψεῦστα καὶ συκοφάντα καὶ τῆς εὐ-

σεβείας ἐχθρέ, πνεῦμα πλάνον καὶ τύφου γέμον, ἀγνοίᾳ δεινῇ πεπιεσμένε δι'

ἑκούσιον παράνοιαν. εἰ γὰρ μὴ ἐπεπλήρωσο ἀγνοίας, οὐκ ἂν ἠπίστεις 〈τῇ〉 μαρ-

τυρίᾳ θεοῦ τοῦ <τὰ πάντα γινώσκοντος πρὶν γενέσεως αὐτῶν.> ἐκδίδω-

σιν οὖν ὁ θεὸς καὶ τὸ σῶμα τοῦ ὁσίου ἀνδρὸς θαρρῶν τῷ ἰδίῳ ἀθλητῇ καὶ γινώσ-

κων τὴν ἀπαράτρεπτον αὐτοῦ περὶ αὐτὸν εὔνοιαν. ὁ μὲν γὰρ διάβολος προτρέπεται

εἰς πάλην, τὴν δὲ ἔκβασιν ἀγνοεῖ, ὅθεν καὶ ἐπιχειρεῖ· ὁ δὲ θεὸς οὐκ ἀγνοῶν τὸν

25

ἑαυτοῦ θεράποντα, φησὶ τῷ χειρῶν ἀδίκων προκατάρξαντι ὡς ὁ ἅγιος Μωυσῆς ἱστο-

ρεῖ·

<2,6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν

ψυχὴν αὐτοῦ διατήρησον.>

ἰδού, φησίν, ἔκδοτόν σοι αὐτὸν δίδωμι, τὸ δὲ ἡγεμονικὸν τῆς ψυχῆς αὐτοῦ οὐ

συγχωρῶ σοι παραβλάψαι, ἵνα μὴ ὑπολάβῃς 〈αὐτὸν〉 ἀναισθησίᾳ καρτερεῖν τοὺς

πόνους καὶ περὶ ἐμὲ εὐχαρίστως διακεῖσθαι. παρατηρητέον δὲ διὰ τούτων ὡς οὐ

περιγίνεταί τινος μὴ τοῦ θεοῦ ἐκδιδόντος καὶ συγχωροῦντος.

<2,7 ἐξῆλθεν δὲ ὁ διάβολος παρὰ τοῦ κυρίου καὶ ἔπεσεν τῷ Ἰὼβ ἕλκει πο-

νηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς.>

οὐ γὰρ ἦν κοινὸν ἀνθρώπων τὸ πάθος, παρήλλακτο δὲ ἐπὶ πλεῖστον· διὸ καὶ

πονηρὸν ἕλκος λέλεκται, ὑπερβάλλον κακίᾳ τὰ λοιπὰ τῶν παθῶν, ἵνα δι' ὅλου τοῦ

σώματος ὁ μέγας ἀθλητὴς νικήσῃ τὸν ἀντικείμενον.

<2,8 καὶ ἔλαβεν Ἰὼβ ὄστρακον, ἵνα ἀποξέῃ τὸν ἰχῶρα αὐτοῦ, καὶ αὐτὸς ἐκά-

θητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.>

οὐδὲ γὰρ οἶκον αὐτῷ καταλελοίπει, οὐκ ἄλλην τινὰ περιουσίαν, οὐ δόξαν, ἀλ-

λὰ καὶ τὸ σῶμα ἐλωβήσατο, ὅθεν αὐτῷ καὶ ἡ εὐνὴ κοπρία ἦν, ἐν ᾗ ἔκειτο ἡμέρας

καὶ νυκτός, ἐνδιδόντος μὲν τοῦ σώματος ταῖς ἀλγηδόσιν, οὐκ ἐνδιδούσης δὲ τῆς

ψυχῆς πρὸς τοὺς πόνους, ἀλλ' εὐχαριστούσης ἀπαύστως θεῷ.

26

ὁ δὲ προσπαλαίων θεωρῶν τὴν ἀνδρείαν τοῦ πολύτλα ἀνεμνήσθη τῆς παλαιᾶς

κακουργίας τῆς μηχανηθείσης…

ἔδε…

The complete text is available when the reading interface loads.