The Greek Library Catalogue

Anonymous

Gnosticus

Edition reference
Gnosticus (fragmenta Graeca), ed. A. Guillaumont and C. Guillaumont, Évagre le Pontique. Le gnostique ou à celui qui est devenu digne de la science [Sources chrétiennes 356. Paris: Éditions du Cerf, 1989]: 88–96, 100, 106, 112, 122, 126, 132–134, 142, 146–150, 154, 158–160, 166, 170–174, 178, 182–186, 192.
CTS identifier
urn:cts:greekLit:tlg4110.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

μελέτη καὶ γυμνασία κρατύνει· τὴν δὲ ἐκ Θεοῦ χάριτοςἐγγινομένην, δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος· καὶ τὴν μὲνπροτέραν, δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι· τῆς δὲδευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί· οἳ καὶ παρὰ τὸν καιρὸντῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺςθεωροῦσιν. Τῶν Αἰγυπτίων ὁ ἅγιος φωστὴρ Ἀθανάσιος· τὴν τράπεζαν,φησί, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται·γινωσκέτωσαν οἱ γνωστικοὶ τίς ὁ πνέων ἐστὶ κατ' αὐτῶν, καὶπάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίαςτοὺς προσιόντας τρεφέτωσαν. Ἔλεγεν ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁνοῦς μὲν πεπωκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται,ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει·πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζελόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶτούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι· ἅπαντες γὰρσχεδὸν ἐν τούτοις προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεωςλόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ τῶν κόσμων εὑρήσεις·τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσι. Πρὸς τὸ ἀρχέτυπον βλέπων ἀεὶ πειρῶ γράφειν τὰς εἰκόναςμηδὲν παρεὶς τῶν συντελούντων πρὸς τὸ κερδᾶναι τὴνἐκπεσοῦσαν.{Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς.} Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ,ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν, λόγους δὲ σοφῶν διδάξητε αὐτούς.Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ, πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς.Πίστις ἀρχὴ ἀγάπης, τέλος δὲ ἀγάπης γνῶσις θεοῦ.Φόβος κυρίου διατηρήσει ψυχήν, ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν.Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα, ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν.Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται, ὁ δὲ ἐκτρέφων αὐτὰς ὀδυνηθήσεται ἐπ' αὐταῖς.Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν, πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς ἐγκρατῶν.Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν, ἀναχώρησις δὲ μετὰ μίσους ἐκταράσσει αὐτήν.Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις.Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ ὅμοιός ἐστι τῷ κρύπτοντι πῦρ ἐν ἀχύροις.Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου, καὶ οὐ μὴ ἴδῃς καθ' ὕπνους φαντασίας κακάς.ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν, οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα.Ἀνὴρ θυμώδης πτοηθήσεται, ὁ δὲ πραῢς ἄφοβος ἔσται.Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη, μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως.Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται, φειδόμενος δὲ γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ.Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου, εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου,καὶ πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν, ἀλλὰ φάγε τὸν ψωμόν σου μετ' αὐτοῦ.τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς.Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ, οὕτω τὸ μῖσος τέρπεται πλούτῳ.Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς ὀπὴν ῥαφίδος, ἀλλ' οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳὉ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν, καὶ ὁ συνάγων αὐτὸ σκοτισθήσεται.Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος, ἐν οἴκοις δὲ ὑπερηφάνων πληθυνθήσονται ἀραί.Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ, ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει τὸν ποιήσαντα αὐτόν.Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός,τὸν δὲ θάνατον αὐτοῦ ἀποθανεῖται ἡ ψυχή σου, καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν,ἀλλ' ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος, καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει.Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου, καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ.ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς, οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος.Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι, ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες.Οὗ ἐὰν εἰσέλθῃ κακία, ἐκεῖ καὶ ἀγνωσία, καρδίαι δὲ ὁσίων πληρωθήσονται γνώσεως.Ἀνελεήμων μοναχὸς ἐνδεὴς ἔσται, διατρέφων δὲ πτωχοὺς κληρονομήσει θησαυρούς.Κρείσσων πενία μετὰ γνώσεως ἢ πλοῦτος μετὰ ἀγνωσίας.Κόσμος κεφαλῆς στέφανος, κόσμος δὲ καρδίας γνῶσις θεοῦ.Κτῆσαι γνῶσιν καὶ μὴ ἀργύριον καὶ σοφίαν ὑπὲρ πλοῦτον πολύν.Δίκαιοι κληρονομήσουσι κύριον, ὅσιοι δὲ τραφήσονται ὑπ' αὐτοῦ.Ὁ ἐλεῶν πένητας διαφθείρει θυμόν, καὶ ὁ διατρέφων αὐτοὺς πλησθήσεται ἀγαθῶν.Ἐν καρδίᾳ πραείᾳ ἀναπαύσεται σοφία, θρόνος δὲ ἀπαθείας ψυχὴ πρακτική.Τέκτονες πονηρῶν λήψονται μισθὸν κακόν, τέκτοσι δὲ ἀγαθῶν δοθήσεται μισθὸς ἀγαθός.Ὁ τιθεὶς παγίδα συλληφθήσεται ἐν αὐτῇ καὶ ὁ κρύπτων αὐτὴν ἁλώσεται ὑπ' αὐτῆς.Κρείσσων κοσμικὸς πραῢς μοναχοῦ θυμώδους καὶ ὀργίλου.Γνῶσιν διασκορπίζει θυμός, μακροθυμία δὲ συνάγει αὐτήν.Ὥσπερ νότος ἰσχυρὸς ἐν πελάγει οὕτως θυμὸς ἐν καρδίᾳ ἀνδρός.Ὁ προσευχόμενος συνεχῶς ἐκφεύγει πειρασμούς, ἀμελοῦντος δὲ καρδίαν ἐκταράσσουσι λογισμοί.Μὴ εὐφραινέτω σε οἶνος καὶ μὴ τερπέτω σε κρέας,ἵνα μὴ διαθρέψῃς σάρκας σώματός σου, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψουσιν ἀπό σου.Μὴ εἴπῃς· σήμερον ἑορτὴ καὶ πίομαι οἶνον, καὶ αὔριον πεντηκοστὴ καὶ φάγομαι κρέα,διότι οὐκ ἔστιν ἑορτὴ παρὰ μοναχοῖς οὐδὲ τὸ πλῆσαι ἄνθρωπον κοιλίαν αὐτοῦ.Πάσχα κυρίου διάβασις ἀπὸ κακίας, πεντηκοστὴ δὲ αὐτοῦ ἀνάστασις ψυχῆς.Ἑορτὴ θεοῦ ἀμνηστία κακῶν, τὸν δὲ μνησικακοῦντα λήψονται πένθη.Πεντηκοστὴ κυρίου ἀνάστασις ἀγάπης, ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ πεσεῖται πτῶμα ἐξαίσιον.Ἑορτὴ θεοῦ γνῶσις ἀληθής, ὁ δὲ προσέχων γνώσει ψευδεῖ τελευτήσει αἰσχρῶς.Κρείσσων νηστεία μετὰ καθαρᾶς καρδίας ὑπὲρ ἑορτὴν ἐν ἀκαθαρσίᾳ ψυχῆς.Ὁ διαφθείρων λογισμοὺς κακοὺς ἀπὸ καρδίας αὐτοῦ ὅμοιός ἐστι τῷ ἐδαφίζοντι τὰ νήπια αὐτοῦ πρὸς τὴν πέτραν.Μοναχὸς ὑπνώδης ἐμπεσεῖται εἰς κακά, ὁ δὲ ἀγρυπνῶν ὡς στρουθίον ἔσται.Μὴ δῷς σεαυτὸν ἐν ἀγρυπνίᾳ διηγήμασι κενοῖς καὶ μὴ ἀπώσῃ λόγους πνευματικούς,ὅτι κύριος σκοπεύει σὴν ψυχὴν καὶ οὐ μὴ ἀθωώσῃ σε ἀπὸ παντὸς κακοῦ.Ὕπνος πολὺς παχύνει διάνοιαν, ἀγρυπνία δὲ ἀγαθὴ λεπτύνει αὐτήν.Ὕπνος πολὺς ἐπάγει πειρασμούς, ὁ δὲ ἀγρυπνῶν ἐκφεύξεται αὐτούς.Ὥσπερ πῦρ τήκει κηρόν, οὕτως ἀγρυπνία ἀγαθὴ λογισμοὺς πονηρούς.Κρείσσων ἀνὴρ καθεύδων ἢ μοναχὸς ἀγρυπνῶν περὶ λογισμοὺς ματαίους.Ἐνύπνιον ἀγγελικὸν εὐφραίνει καρδίαν, ἐνύπνιον δὲ δαιμονιῶδες ἐκταράσσει αὐτήν.Μετάνοια καὶ ταπείνωσις ἀνώρθωσαν ψυχήν, ἐλεημοσύνη δὲ καὶ πραΰτης ἐστήριξαν αὐτήν.Μέμνησο διὰ παντὸς σῆς ἐξόδου καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίας, καὶ οὐκ ἔσται πλημμέλεια ἐν ψυχῇ σου.Ἐὰν πνεῦμα ἀκηδίας ἀναβῇ ἐπί σε, οἶκόν σου μὴ ἀφῇς καὶ μὴ ἐκκλίνῃς ἐν καιρῷ πάλιν ἐπωφελεῖ.ὃν τρόπον γὰρ εἴ τις λευκάνοι ἄργυρον, οὕτως λαμπρυνθήσεται ἡ καρδία σου.Πνεῦμα ἀκηδίας ἀπελαύνει δάκρυα, πνεῦμα δὲ λύπης συντρίβει προσευχήν.Ἐπιθυμῶν χρημάτων μεριμνήσεις πολλά, καὶ ἀντεχόμενος αὐτῶν πενθήσεις πικρῶς.Μὴ χρονιζέτω σκορπίος ἐν κόλπῳ σου καὶ λογισμὸς πονηρὸς ἐν καρδίᾳ σου.Κτείνειν γεννήματα ὀφέων μὴ φείσῃ,