The Greek Library Catalogue

Anonymous

Capita paraenetica

Edition reference
Capita paraenetica, ed. A. Elter, Gnomica, [Sexti Pythagorici, Clitarchi, Evagrii Pontici sententiae] vol. 1, Leipzig: Teubner, 1892: lii.
CTS identifier
urn:cts:greekLit:tlg4110.tlg016.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

11

κήρυσσε.

12

Μὴ τὸ ἔχειν ἀρετὴν καλὸν εἶναι νόμιζε, ἀλλὰ τὸ

ὡς δεῖ.

13

Νόμον τιμῶν κατὰ νόμον ζήσεις.

14

Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου.

15

Ὁ φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλου κα-

κῶς φθεγγόμενος φθάνει πάσχων ὑφ' ἑαυτοῦ

κακῶς.

16

Πλούσιον μήτε κολάκευε μήτε παρόξυνε.

17

Ῥώννυσι μὲν οἶνος τὸ σῶμα, τὴν δὲ ψυχὴν λό-

γος θεοῦ.

18

Σιτίοις χρῶ οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις.

19

Τοῖς ὄχλοις πειρώμενος ἀρέσκειν τῶν ὄχλων ἔσῃ

ὅμοιος.

20

Ὑπὲρ πάντα καταχρῶ τῷ σώματι.

21

Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος περισσεύει.

22

Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχου, ἀλλὰ

τὸ τῆς ψυχῆς φρόνημα.

23

Ψέγειν τὸν ἀνεπίληπτον εἰς θεὸν ἁμαρτία.

24

Ὤτων καὶ γλώσσης μέγας ὁ κίνδυνος.

Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺςπόνους, δι' ὧν αἱ τιμαί.Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν.Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος.Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα.Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει.Ζωῆς ἀλόγου δαίμων ἡγεμών.Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαί-νεται.Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος.Ἱερὸν θεοῦ ἄνθρωπος ἀνεπίληπτος.Κάκιστον κτῆμα βίος ἀδόκιμος.Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ.Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος.Νόσημα ψυχῆς γνώμη φιλόδοξος.Ξένος καὶ πένης θεοῦ κολλούριον—Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει.Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴδυναμένους ἀμείβεσθαι.Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος.Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ.Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονονπρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγ-γυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι.Ὑπερῷον ψυχῆς θεωρία ἀληθής.Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι.Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός.Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.Ἀρχὴ ἀγάπης ὑπόληψις δόξης.Καλὸν πλουτεῖν ἐν πραΰτητι καὶ ἀγάπῃ.Λικμήτωρ ἀρετῆς λογισμὸς ὑπερήφανος.Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται.Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις.Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός.Εἰ θέλεις ἄλυπος εἶναι, θεῷ ἀρέσκειν σπούδαζε.Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ θεοῦ.Σώφρων καρδία λιμὴν θεωρημάτων.Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃςτίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς.Λάκκος ἄνυδρος φιλόδοξος ψυχή.Ὑπερήφανος ψυχὴ πανδοχεῖον λῃστῶν, μισεῖ δὲἦχον γνώσεως.Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰςΓραφάς.Εἰ φοβῇ τὸν θεόν, ἐκ τῶν δακρύων γνῶθι.Ἄρρηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς.Δένδρον παραδείσου φιλάρετος ἀνήρ.Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. χρῶ αὐτῷ ὡςδεῖ καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα.Εὐεργέτει τοὺς ὄντως πτωχοὺς καὶ βρώσῃ Χριστόν.Ῥώμη ἀληθὴς τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν.Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖνοὐκ ἐπιλήσῃ· ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτηςμετὰ θεόν.Ὁ κατὰ θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀλη-θέσι λόγοις, ῥᾴθυμος δὲ ψυχὴ τοιοῦτον οὐχ ἕξειφίλον.Ὠμὸς δεσπότης φιλήδονος λογισμός.Σιγᾶν τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν.Ὁ φοβούμενος τὸν θεὸν κατὰ θεὸν πάντα ποιεῖ.{ΤΟΥ ΑΥΤΟΥΛΟΓΟΣΠΡΟΣ ΕΥΛΟΓΙΟΝ ΜΟΝΑΧΟΝ.ΚΕΦΑΛ. Αʹ.} Οἱ τὸν οὐράνιον χῶρον νεμόμενοι τοῖς πόνοις, οὐτῇ γαστρὶ, οὐδὲ τῇ μερίμνῃ τῶν φθαρτῶν ἀτενί-ζουσι· καθάπερ οἱ κέρδους ἕνεκα τὰς εὐχὰς ποιούμενοινομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐτῆς μεταλαμβά-νουσιν ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περι-λαμπόμενοι. Καὶ αὐτὸς (ὦ μύστα τῶν ἀρετῶν Εὐ-λόγιε) τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν ἱερὰν οὐ-σίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶντὸν ὄγκον τῆς σαρκὸς ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρ-κὸς, τροφὴ λογισμῶν καθίσταται, ὥσπερ τὰς μεθ-οδείας τῷ κέντρῳ τῶν πόνων κατειληφὼς, ἐμὲ προ-χειρίζῃ στόμα σῶν ἔργων κατ' αὐτῶν γενέσθαι, καὶεἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαῤῥῆξαι, παρ-ῃτησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν·ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, οὐκἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεὸν, ἵναμοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, κἀγώσοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρουτοὺς καρποὺς ἀμήσασθαι.{ΚΕΦΑΛ. Βʹ.} Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία,μάλιστα ὅταν πρὸς ταύτην, καὶ μόνος ἐκδημοίης,πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος ἔμ-προσθεν τῶν λαμπρῶν ἑστηκὼς ἀγώνων· ἂν οὕτωςἄρξῃ κατὰ Θεὸν εἰς ἀρχῆς ὁδὸν βαδίζων πίστειδιαπύρῳ, καὶ Πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπο-μονῆς σώαν ταύτην ἀποσώζων, πτέρυξιν ἀρετῆςἔσται περικεχρυσωμένη ψυχὴ τῶν οἰκείων τόπωνἀφισταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸνἐπειγομένη. Ἀλλὰ τῆσδε τὰ πτερὰ τῆς πολιτείας ὁτῆς κακίας γεννητὴς μηχανᾶται περικόψαι, γῆς, ἀφ'ἧς ἐξελήλυθε τὸ γένος ἐσοπτρίζων, ἐν ταῖς κατ' ἀῤ-ῥωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· καὶἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπανα-χαιτίζει πρὸς ὀλίγον ἕως τὴν ψυχὴν περὶ τὰς θλί-ψεις καταμάθοι ναυτιῶσαν καὶ τότε τὴν τῶν λογι-σμῶν νύκτα ἐπιφερόμενος ὁ νυκτικόραξ ἐπισκοτεῖ τῇψυχῇ τῆς τῶν κρειττόνων ἀκτῖνος. Εἰ δὲ κατὰ μόναςπαρατάττοιτο ἐν τῇ τῆς ἐρημίας παλαίστρᾳ, καὶτύχῃ τὸ σῶμα ὑπὸ ἀῤῥωστίας τρωθῆναι τοσούτῳμᾶλλον χαλεπὴν ἐπιδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν.οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶνἀρετῶν ὑποβάλλων, καὶ ὅτι παράκλησιν ἔχων οἴκοιτὴν ἀπὸ γένους, ἐκεῖσε τὰ τῆς ἀποτάξεως ἆθλα ἀκό-πως εἶχε διασώζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσ-ηνὴς ὑπηρεσία, καὶ οὐχ ὡς νῦν κακουχία, καὶ ἐπ-ώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφό-τητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν· διὸ καὶμάλιστα, Ἄπιθι, φησὶ, χαρὰν τῷ σῷ γένει, καὶ δόξανσαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητονκαταλέλοιπας ἀσυμπαθῶς· οἱ πολλοὶ γὰρ, καὶ πα-τρίδα μὴ φυγόντες, ἐκ μέσου τοῦ γένους εἵλοντο τὴνἀρετήν. Ἀλλ' ὁ τὴν πορφύραν τῶν θλίψεων ἐν τῇπαρατάξει τῆς ξενιτείας περιβεβλημένος, καὶ τῶνκόπων τὰς ἐλπίδας περιεστεμμένος πίστει, ὑπομονῇτῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδαςἐκ τῶν ἐκτὸς ἐκτινάσσει, καὶ ὅσῳπερ ὑποστρέφειντὴν καρδίαν διορύττουσι, τοσοῦτον ἔτι μᾶλλον κατα-ψάλλωμεν αὐτῶν· «Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶηὐλίσθην ἐν τῇ ἐρήμῳ·» καὶ γὰρ ὀνειδίζοντες θλί-βουσι, καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέ-σεως κενώσαντες, καὶ τῆς ἐν τῇ ὑπομονῇ εὐχαριστίαςδιακόψωσιν, καὶ οὕτω λοιπὸν τὰς πάγας μετὰ πολλῆςἀδείας, καὶ ἐκ τῶν προσηκόντων εὐρύνωσι.{ΚΕΦΑΛ. Γʹ.} Διὰ τοῦτο ὁ ἀρχόμενος ἀρετῆς ἐφάπτεσθαι, ψηφι-ζέτω καὶ τὸν κατ' αὐτῆς ἐπιόντα πόλεμον, ἵνα μὴἀγύμναστος ὀφθεὶς ὡς ἀνέτοιμος κατασπασθῇ.Ἐπαινετὴ μὲν γὰρ τῆς ἀρετῆς ἡ ἀνδρεία καὶ εἰρή-νης οὔσης, ὑπερεπαινετὴ δὲ ἡ ταύτης ἀνδραγαθία,καὶ πολέμου ἐπιστάντος· τοῦτο γὰρ ἡ ἀρετὴ, οὐ δι' ὧνἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πολεμεῖται δεινῶν,ἀπαθὴς ὁ διὰ πλείστων πολέμων τὸ πάσχειν νικήσας,ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι·κατὰ τὴν παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων