De malignis cogitationibus
- Edition reference
- De malignis cogitationibus (sub nomine Nili Ancyrani), MPG 79, 1200–1233.
- CTS identifier
urn:cts:greekLit:tlg4110.tlg022.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
79
1201
ἡμῶν κρείττων φανεὶς, εἰς τοὐπίσω τῷ διαβόλῳ
χωρεῖν προσέταττε, διὰ τούτων καὶ ἡμᾶς διδάσκων,
ὡς οὐκ ἔστιν ἀπώσασθαι τὸν διάβολον, μὴ τῶν τριῶν
τούτων καταφρονήσαντας λογισμῶν.
{ΚΕΦΑΛ. Βʹ.}
Πάντες οἱ δαιμονιώδεις λογισμοὶ, νοήματα εἰς τὴν
ψυχὴν αἰσθητῶν πραγμάτων εἰσφέρουσιν, ἐν οἷς τυ-
πούμενος ὁ νοῦς τὰς μορφὰς τῶν πραγμάτων ἐκείνων
ἐν ἑαυτῷ περιφέρει, καὶ ἀπ' αὐτοῦ τοῦ πράγματος
λοιπὸν ἐπιγινώσκει τὸν προσεγγίσαντα δαίμονα·
οἷον, εἰ τοῦ ζημιώσαντός με, καὶ ἀτιμάσαντός με
ἐν τῇ διανοίᾳ μου τὸ πρόσωπον γένοιτο, ἐλέγχεται
ὁ τῆς μνησικακίας παραβαλὼν λογισμός. Εἰ πάλιν
χρημάτων, ἢ δόξης ἀνάμνησις γένοιτο, ἐκ τοῦ
πράγματος δῆλον ὅτι ὁ θλίβων ἡμᾶς ἐπιγνωσθήσεται·
καὶ ἐπὶ τῶν ἄλλων δὲ λογισμῶν ὡσαύτως, ἀπὸ τοῦ
πράγματος εὑρήσεις τὸν παρεστῶτα, καὶ ὑποβάλ-
λοντα τὰς φαντασίας δαίμονα. Οὐ πάσας δὲ τὰς
μνήμας τῶν τοιούτων πραγμάτων ἐκ δαιμόνων λέγω
συμβαίνειν· ἐπειδὴ πέφυκε καὶ αὐτὸς ὁ νοῦς κινού-
μενος ὑπὸ τοῦ ἀνθρώπου τῶν γεγονότων ἀναφέρειν
τὰς φαντασίας, ἀλλ' ὅσαι τῶν μνημῶν θυμὸν, ἢ
ἐπιθυμίαν παρὰ φύσιν συνεπισπῶνται. Διὰ γὰρ τὴν
ταραχὴν τῶν δύο δυνάμεων τούτων, ὁ νοῦς κατὰ
διάνοιαν μοιχεύει, καὶ μάχεται, τοῦ νομοθετήσαντος
αὐτὸν τὴν φαντασίαν ἀναδέξασθαι μὴ δυνάμενος.
Εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων
τῶν ἐν τοῖς πράγμασι νοημάτων ἐν τῷ καιρῷ τῆς
προσευχῆς τῷ ἡγεμονικῷ παραφαίνεται. Οὐκ ἂν ἀπό-
θοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυ-
μίας, καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν
νηστείαις, ἀγρυπνίαις, καὶ χαμευνείαις καταναλώ-
σας, τὸν δὲ μακροθυμίαις, καὶ ἀμνησικακίαις, καὶ
ἐλεημοσύναις καθημερώσας· ἐκ γὰρ τῶν δύο τούτων
παθῶν πάντες σχεδὸν οἱ δαιμονιώδεις συνίστανται
λογισμοὶ οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον, καὶ
ἀπώλειαν.
1204
{ΚΕΦΑΛ. Γʹ.}
Ἀδύνατον δέ τινα τῶν παθῶν τούτων περιγενέ-
σθαι, μὴ παντελῶς βρωμάτων, καὶ χρημάτων, καὶ
δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος διὰ
τοὺς ῥαπίζειν αὐτὸ πολλάκις ἐπιχειροῦντας· πᾶσα
οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας, ἐν θα-
λάττῃ, καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους διὰ
τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμά-
των. Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μήπως
ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς τὸ θεαθεῖναι
τοῖς ἀνθρώποις ποιήσωμεν· ἐπεὶ ἀπέχομεν τὸν μι-
σθὸν ἡμῶν, καὶ ἄλλο τοῦ προτέρου χαλεπώτερον
διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἡμῖν
ἀντιπνεύσαντος δαίμονος. Διὸ καὶ ὁ Κύριος ἡμῶν ἐν
τοῖς Εὐαγγελίοις, τὸν κυβερνήτην νοῦν παιδεύων,
«Προσέχετε, φησὶν, τὴν ἐλεημοσύνην ἡμῶν μὴ
ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθεῖναι
αὐτοῖς, εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ
ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ὅταν
προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκρι-
ταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς
γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως
φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπ-
έχουσι τὸν μισθὸν αὐτῶν.» Καὶ πάλιν λέγει· «Ὅταν
νηστεύητε, μὴ γίνεσθε, ὥσπερ οἱ ὑποκριταὶ σκυ-
θρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως
φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω
ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.» Ἀλλὰ προσ-
εκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν
τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς
προσευχῆς τὸν νοῦν καθαρίζει, καὶ πάλιν διὰ τῆς
νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει, ἐξ ὧν συν-
ίσταται ὁ νέος ἄνθρωπος, ὁ ἀνακαινούμενος κατ' εἰ-
κόνα τοῦ κτίσαντος αὐτὸν, ἐν ᾧ οὐκ ἔστι διὰ τὴν
ἁγίαν ἀπάθειαν ἄρσεν, καὶ θῆλυ, οὐδὲ διὰ τὴν μίαν
πίστιν, καὶ ἀγάπην, Ἕλλην, καὶ Ἰουδαῖος, περιτομὴ,
καὶ ἀκροβυστία, Βάρβαρος, Σκύθης, δοῦλος, καὶ
ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός.
{ΚΕΦΑΛ. Δʹ.}
Ζητητέον δὲ πῶς ἐν ταῖς καθ' ὕπνον φαντασίαις
τυποῦσιν ἡμῶν τὸ ἡγεμονικὸν καὶ σχηματίζουσιν οἱ
δαίμονες· τὸ γὰρ τοιοῦτον ἔοικε συμβαίνειν τῷ νῷ,
ἢ δι' ὀφθαλμῶν ὁρῶντι, ἢ δι' ἀκοῆς ἀκούοντι, ἢ
πάλιν δι' αἰσθήσεως ποιᾶς, ἢ ἀπὸ τῆς μνήμης ἤτις
τυποῖ μὲν τὸ ἡγεμονικὸν, οὐ διὰ τοῦ σώματος, πλὴν
ἅπερ διὰ τοῦ σώματος ἔσχε, ταῦτα κινεῖ. Οἱ οὖν
δαίμονες ἐοίκασί μοι τὴν μνήμην κινοῦντες, τυποῦν
τὸ ἡγεμονικόν· τὸ γὰρ ὄργανον ὑπὸ τοῦ ὕπνου κατ-
έχεται ἀνενέργητον. Πῶς οὖν πάλιν τὴν μνήμην
κινοῦσι ζητητέον, ἢ τάχα διὰ τῶν παθῶν; καὶ τοῦτο
δῆλον ἐκ τοῦ μηκέτι τοὺς καθαροὺς, καὶ ἀπαθεῖς
πάσχειν τι τοιοῦτον. Ἔστι δὲ καὶ κίνησίς τις ἁπλῆ
ὑφ' ἡμῶν γινομένη, ἢ ὑπὸ ἁγίων δυνάμεων, καθ'
ἣν ἁγίοις τε συντυγχάνομεν ἐν τοῖς ὕπνοις καὶ ὁμι-
λοῦμεν, καὶ συνεστιώμεθα. Πλὴν προσεκτέον, ὅτι
ἅπερ μετὰ τοῦ σώματος ἡ ψυχὴ εἰσδέχεται εἴδωλα,
1205
ταῦτα ἄνευ τοῦ σώματος ἡ μνήμη κινεῖ καὶ τοῦτο
σαφὲς ἐκ τοῦ πολλάκις, καὶ ἐν τοῖς ὕπνοις πάσχειν
ἡμᾶς τοῦτο ἠρεμοῦντος τοῦ σώματος. Ὥσπερ ἔστι
γὰρ μνημονεῦσαι ὕδατος, καὶ μετὰ δίψης, καὶ ἄνευ
δίψης· οὕτως ἔστι μνημονεῦσαι χρυσίου μετὰ πλεον-
εξίας, καὶ ἄνευ πλεονεξίας, καὶ ἐπὶ τῶν ἄλλων
πραγμάτων ὡσαύτως. Τὸ δὲ τοιάσδε ἢ τοιάσδε εὑ-
ρίσκειν φαντασιῶν διαφορὰς τὸν νοῦν, τῆς ἐκείνων
κακοτεχνίας ἐστὶ γνώρισμα. Ἅμα δὲ καὶ τοῦτο
ἰστέον, ὅτι καὶ τοῖς ἔξωθεν πράγμασι κέχρηνται πρὸς
τὰς φαντασίας οἱ δαίμονες, ὡς ἐπὶ τῶν πλεόντων τῷ
ἤχῳ τῶν κυμάτων. Σφόδρα τῷ σκοπῷ τῶν δαιμόνων
ὁ θυμὸς ἡμῶν συμβάλλεται παρὰ φύσιν κινούμενος,
καὶ πρὸς πᾶσαν αὐτῶν κακομηχανίαν γίνεται χρη-
σιμώτατος, ὅθεν νύκτωρ, καὶ μεθ' ἡμέραν ταράσσειν
τοῦτον οὐδεὶς αὐτῶν παραιτεῖται, ἀλλ' ὅταν ἴδωσιν
αὐτὸν δεθέντα πραότητι, τὸ τηνικαῦτα ἐπὶ δικαίαις
προφάσεσιν εὐθὺς αὐτὸν ἀπολύουσιν, ἵνα ὀξύτερος
γεγονὼς, καὶ πρὸς τοὺς θηριώδεις λογισμοὺς αὐτῶν
χρησιμεύῃ, διόπερ ἀνάγκη, μήτε δικαίοις, μήτε ἐπ'
ἀδίκοις πράγμασιν αὐτὸ ἐρεθίζειν, μήτε κακὸν ξίφος
διδόναι τοῖς ὑποβάλλουσιν. Ὅπερ πολλάκις πολλοὺς
ποιοῦντας ἐπίσταμαι, καὶ πλέον ἢ χρὴ, ἐπὶ μικραῖς
ἀναπτομένους προφάσεσιν.
{ΚΕΦΑΛ. Εʹ.}
Ὑπὲρ τίνος γὰρ, εἰπέ μοι, καὶ προσπίπτεις ταχέως
εἰς μάχην, εἴπερ βρωμάτων, καὶ δόξης, καὶ χρημά-
των καταπεφρόνηκας; τί δὲ τρέφεις τὸν κύνα, μη-
δὲν ἔχειν ἐπαγγελλόμενος; Εἰ δὲ οὗτος ὑλακτεῖ, καὶ
τοῖς ἀνθρώποις ἐπέρχεται, πρόδηλος εἶ ἔνδον κεκτη-
μένος τινὰ, καὶ ταῦτα φυλάσσειν βουλόμενος. Ἀλλ'
ἐγὼ τὸν τοιοῦτον μακρὰν καθαρᾶς προσευχῆς πεί-
θομαι εἶναι λυμεῶνα τὸν θυμὸν τῆς τοιαύτης ἐπι-
στάμενος. Πρὸς δὲ τούτοις θαυμάζω, ὡς καὶ τῶν
ἁγίων ἐπιλελησμένων, τοῦ μὲν Δαβὶδ βοῶντος, «Παῦ-
σαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν·» τοῦ δὲ Ἐκ-
κλησιαστοῦ παραγγέλλοντος, «Ἀπόστησον θυμὸν
ἀπὸ καρδίας σου, καὶ πάραγε πονηρίαν ἀπὸ σαρκός
σου·» τοῦ δὲ Ἀποστόλου προστάσσοντος, «Χωρὶς
ὀργῆς, καὶ διαλογισμῶν ἐν παντὶ τόπῳ ἐπαίρειν
ὁσίας χεῖρας πρὸς Κύριον.» Τί δὲ οὐ μανθάνομεν ἀπὸ
τῆς τῶν ἀνθρώπων μυστικῆς, καὶ παλαιᾶς συνηθείας
διωκούσης ἐκ τῶν οἴκων τοὺς κύνας ἐν τῷ καιρῷ τῆς
προσευχῆς, καὶ τοῦτο αἰνιττομένης, ὡς οὐ δεῖ συμ-
παρῆναι τοῖς προσευχομένοις θυμόν; Καὶ πάλιν·
«Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν.» Οἴνου δὲ οἱ
Ναζιραῖοι ἀπείχοντο. Χολὴν δὲ καὶ ὀσφὺν ἄβρωτα
τοῖς θεοῖς τις τῶν ἔξωθεν σοφῶν ἀπεφήνατο εἶναι,
οὐκ εἰδὼς, οἶμαι, ὃ ἔλεγεν, ὧν τὸ μὲν ὀργῆς, τὸ δὲ
ἀλόγου ἐπιθυμίας ἔγωγε σύμβολον εἶναι νομίζω.
Περὶ δὲ τοῦ μὴ δεῖν μεριμνᾷν ἐνδυμάτων ἕνεκεν, ἢ
βρωμάτων, περιττὸν οἶμαι τὸ γράφειν, αὐτοῦ τοῦ
Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις ἀπαγορεύσαντος,
«Μὴ μεριμνήσητε γὰρ, φησὶ, τῇ ψυχῇ ὑμῶν τί φά-
γητε, ἢ τί πίητε ἢ τί περιβαλεῖσθε.» Ἐθνικῶν γὰρ
1208
ἄντικρυς τοῦτο, καὶ ἀπίστων ἀθετούντων τὴν πρό-
νοιαν τοῦ Δεσπότου, καὶ τὸν Δημιουργὸν ἀρνουμέ-
νων· Χριστιανῶν δὲ τὸ τοιοῦτον παντελῶς ἀλλότριον,
ἅπαξ πεπιστευκότων, ὅτι καὶ τὰ πρασσόμενα δύο
στρουθία τοῦ ἀσσαρίου ὑπὸ τὴν οἰκονομίαν τῶν ἁγίων
ἀγγέλων ἐστί. Πλήν ἐστι καὶ αὕτη συνήθεια τῶν
δαιμόνων, μετὰ τοὺς ἀκαθάρτους λογισμοὺς ἐμβάλ-
λειν καὶ τοὺς τῆς μερίμνης, ἵνα ἐκνεύσῃ ὁ Ἰησοῦς
ὄχλου ὄντος νοημάτων ἐν τῷ κατὰ διάνοιαν τόπῳ, καὶ
ἄκαρπος γένηται ὁ λόγος ὑπὸ τῆς μερίμνης πνιγό-
μενος τῶν ἀκανθῶν.
{ΚΕΦΑΛ. Ϛʹ.}
Οὐκοῦν τοὺς ἐκ μερίμνης ἀποθέμενοι λογισμοὺς,
ἐπιῤῥίψωμεν ἐπὶ Κύριον τὴν μέριμναν ἡμῶν τοῖς
παροῦσιν ἀρκούμενοι, καὶ πενιχρᾷ ζωῇ χρησάμενοι,
καὶ στολῇ τοὺς πατέρας τῆς κενοδοξίας μεθ' ἡμέραν
ἀποδυσώμεθα. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ πενιχρᾷ νο-
μίζει στολῇ, βλεπέτω τὸν ἅγιον Παῦλον ἐν ψύχει,
καὶ γυμνότητι, τὸν τῆς δικαιοσύνης προσδοκήσαντα
στέφανον. Ἀλλ' ἐπειδὴ θέατρον, καὶ στάδιον ὁ
Ἀπόστολος τὸν κόσμον τοῦτον ὠνόμασεν, ἴδωμεν, εἰ
ἔστι δυνατὸν, μερίμνης ἐνδυσάμενον λογισμοὺς,
δραμεῖν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἢ πα-
λαῖσαι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ πρὸς
τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου·
ἐγὼ μὲν οὐκ οἶδα, καὶ ἀπ' αὐτῆς τῆς αἰσθητῆς παι-
δευόμενος ἱστορίας. Ἐμποδισθήσεται γὰρ ἐκεῖνος ὁ
ἀθλῶν ὑπὸ τοῦ χιτῶνος δηλονότι, καὶ εὐκόλως περι-
ελκυσθήσεται, καθάπερ καὶ ὁ νοῦς ὑπὸ τῶν λογισμῶν
τῆς μερίμνης, εἴπερ ἀληθινὸς ὁ λέγων τῷ ἰδίῳ τὸν
νοῦν προσκαρτερεῖν θησαυρῷ, «Ὅπου γάρ ἐστιν ὁ
θησαυρός σου, φησὶν, ἐκεῖ ἔσται, καὶ ἡ καρδία σου.»
{ΚΕΦΑΛ. Ζʹ.}
Τῶν λογισμῶν οἱ μὲν τέμνουσιν, οἱ δὲ τέμνονται·
καὶ τέμνουσι μὲν οἱ πονηροὶ τοὺς ἀγαθοὺς, τέμνονται
δὲ πάλιν ὑπὸ τῶν ἀγαθῶν οἱ πονηροὶ τὸ τοίνυν
Πνεῦμα τὸ ἅγιον πρώτως τεθέντι προσέχει λογι-
σμῷ, καὶ πρὸς ἐκεῖνον κρίνει ἡμᾶς, ἢ ἀποδέχεται,
Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Ἔχω τινὰ φιλοξενίας
λογισμὸν, καὶ τοῦτον ἔχω διὰ τὸν Κύριον, ἀλλ' οὗτος
ἐπελθόντος τοῦ πειράζοντος τέμνεται καὶ δόξης χά-
ριν φιλοξενεῖν ὑποβάλλοντος. Πάλιν· ἔχω φιλοξενίας
λογισμὸν πρὸς τὸ τοῖς ἀνθρώποις φανῆναι, ἀλλὰ καὶ
οὗτος ἐπελθόντος κρείττονος λογισμοῦ διατέμνεται,
τοῦ πρὸς τὸν Κύριον μᾶλλον ἡμῶν τὴν ἀρετὴν ἀπευ-
θύνοντος, καὶ μὴ δι' ἀνθρώπους ταῦτα πράττειν ἡμᾶς
ἀναγκάζοντος. Ἂν οὗν διὰ τῶν ἔργων λοιπὸν τοῖς προ-
τέροις ἐμμείνωμεν ὑπὸ τῶν δευτέρων πειραζόμενοι,
μόνων τῶν προτέρων τεθέντων λογισμῶν ἕξομεν τοὺς
μισθοὺς, διότι ἄνθρωποι ὄντες, καὶ παλαίοντες δαίμοσιν,
ἀεὶ κατέχειν τὸν ὀρθὸν λογισμὸν ἄφθαρτον οὐκ ἰσχύο-
μεν, οὐδὲ πάλιν τὸν πονηρὸν λογισμὸν ἔχειν ἀπείραστον,
1209
ἀρετῶν σπέρματα κεκτημένοι. Πλὴν ἐάν τις χρονίσῃ
τῶν τεμνόντων λογισμῶν ἐν τῇ χώρᾳ τοῦ πειραζομένου
καθίσταται, καὶ κατ' ἐκεῖνον λοιπὸν τὸν λογισμὸν ὁ
ἄνθρωπος κινούμενος ἐνεργήσει. Τῶν ἀγγελικῶν
λογισμῶν, καὶ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ δαιμόνων
ταύτην τὴν διαφορὰν μετὰ πολλῆς τῆς παρατηρή-
σεως ἐγνώκαμεν εἶναι, ὅτι πρῶτον μὲν οἱ ἀγγελικοὶ
τὰς φύσεις τῶν πραγμάτων περιεργάζονται, καὶ
τοὺς πνευματικοὺς αὐτῶν ἐξιχνιάζουσι λογισμούς.
Οἷον, τίνος χάριν γεγένηται ὁ χρυσὸς, καὶ διὰ τί
ψαμμώδης, καὶ κάτω που τοῖς μορίοις τῆς γῆς ἐγ-
κατέσπαρται, καὶ μετὰ πολλοῦ καμάτου, καὶ πόνου
εὑρίσκεται; ὅπως τε εὑρεθεὶς ὕδατι πλύνεται, καὶ
πυρὶ παραδίδοται, καὶ οὕτως εἰς τεχνιτῶν ἐμβάλλεται
χεῖρας, τῶν ποιούντων τῆς σκηνῆς τὴν λυχνίαν, καὶ
τὸ θυμιατήριον, καὶ τὰς θυΐσκας, καὶ τὰς φιάλας,
ἐν αἷς οὐκέτι νῦν πίνει διὰ τὴν χάριν τοῦ Σωτῆρος
ἡμῶν ὁ Βαβυλώνιος βασιλεύς, Κλεόπα δὲ φέρει καρ-
δίαν καιομένην ὑπὸ τούτων μυστηρίων. Ὁ δὲ δαιμο-
νιώδης λογισμὸς, ταῦτα μὲν οὔτε οἶδεν, οὔτε ἐπίστα-
ται· μόνην δὲ τὴν κτῆσιν τοῦ αἰσθητοῦ χρυσίου
ὑποβάλλει, καὶ τὴν ἐκ τούτου τρυφήν τε καὶ δόξαν
ἐσομένην προλέγει· ὁ δὲ ἀνθρώπινος λογισμὸς, οὐδὲ
τὴν κτῆσιν ἐπιζητεῖ, οὔτε τίνος περιεργάζεται σύμβολον
ὁ χρυσὸς, ἀλλὰ μόνον εἰς τὴν διάνοιαν τοῦ χρυσοῦ τὴν
μορφὴν εἰσφέρει ψιλὴν, πάθους πλεονεξίας κεχωρι-
σμένην· ὁ δὲ αὐτὸς λόγος, καὶ ἐπὶ τῶν ἄλλων
πραγμάτων ῥηθήσεται, κατὰ τὸν κακόνα τοῦτον
μυστικῶς γυμναζόμενος.
{ΚΕΦΑΛ. Ηʹ.}
Ἔστι δαίμων, πλάνος λεγόμενος, καὶ ὑπὸ τὴν ἕω
μάλιστα τοῖς ἀδελφοῖς παρίσταται, ὅστις περιάγει
τοῦ ἀναχωρητοῦ τὸν νοῦν ἀπὸ πόλεως εἰς πόλιν, καὶ
ἀπὸ οἰκίας εἰς οἰκίαν, καὶ ἀπὸ κώμης εἰς κώμην,
ψιλὰς δῆθεν πρῶτον τὰς συντυχίας ποιούμενον, καὶ
γνωρίμοις τισὶ τυγχάνοντα, καὶ λαλοῦντα μακρότερα,
καὶ τὴν οἰκείαν πρὸς τοὺς ἀπαντῶντας κατάστασιν
διαφθείροντα, καὶ μακρὰν γινόμενον, κατ' ὀλίγον τῆς
γνώσεως τοῦ Θεοῦ, καὶ τῆς ἀρετῆς, καὶ τοῦ ἐπαγ-
γέλματος λήθην λαμβάνοντα. Δεῖ οὖν τὸν ἀναχωροῦν-
τα, τοῦτον τηρεῖν, πόθεν τε ἄρχεται, καὶ ποῦ κατα-
λήγει· οὐ γὰρ εἰκῆ, οὐδὲ ὡς ἔτυχε μακρὸν ἐκεῖνον
κύκλον ἐργάζεται, ἀλλὰ τὴν κατάστασιν τοῦ ἀνα-
χωρητοῦ διαφθείρειν βουλόμενος, ταῦτα ποιεῖ, ἵνα
ἐκκαυθεὶς ἐκ τούτων ὁ νοῦς, καὶ ἐκ τῶν πολλῶν συν-
τυχιῶν μεθυσθεὶς εὐθέως τῷ τῆς πορνείας, ἢ τῆς
ὀργῆς, ἢ τῷ τῆς λύπης δαίμονι περιπέσῃ, οἵτινες
μάλιστα λυμαίνονται τῆς καταστάσεως αὐτοῦ τὴν
λαμπρότητα. Ἀλλ' ἡμεῖς, εἴπερ ἔχομεν σκοπὸν τοῦ
γνῶναι σαφῶς τὴν τούτου πανουργίαν, μὴ ταχέως
φθεγξώμεθα πρὸς αὐτὸν, μηδὲ δεικνύωμεν τὰ γινό-
μενα, πῶς κατὰ τὴν διάνοιαν τὰς συντυχίας ἐργά-
ζεται, καὶ τίνα τρόπον κατ' ὀλίγον συνελαύνει τὸν
νοῦν πρὸς τὸν θάνατον, ἐπεὶ φεύξεται ἀφ' ἡμῶν·
1212
ὁρᾶσθαι γὰρ ταῦτα πράττων οὐ καταδέχεται· καὶ
οὐδὲν λοιπὸν εἰσόμεθα ὧν μαθεῖν ἐσπουδάκαμεν.
Ἀλλὰ καὶ ἄλλην μίαν ἡμέραν, ἢ καὶ δευτέραν συγ-
χωρήσωμεν αὐτῷ τελειῶσαι τὸ δρᾶγμα, ἵνα ἀκριβῶς
μαθόντες αὐτοῦ τὸ σκαιώρημα, λόγῳ μετὰ ταῦτα
ἐλέγξαντες αὐτὸν φυγαδεύσωμεν.
{ΚΕΦΑΛ. Θʹ.}
Ἀλλ' ἐπειδὴ κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ συμ-
βαίνει, τεθολωμένον ὄντα τὸν νοῦν μὴ ἀκριβῶς ἰδεῖν
τὰ γινόμενα, μετὰ τὴν ἀναχώρησιν τοῦ δαίμονος τοῦτο
γινέσθω· καθεσθεὶς καθ' ἑαυτὸν, μνημόνευσον τῶν συμ-
βεβηκότων σοι πραγμάτων, πόθεν τε ἤρξω καὶ ποῦ ἐπο-
ρεύθης, καὶ ἐν ποίῳ τόπῳ συνελήφθης ὑπὸ τοῦ πνεύμα-
τος τῆς πορνείας, ἢ τῆς ὀργῆς, ἢ τῆς λύπης, καὶ
πῶς πάντα γέγονε τὰ γινόμενα, καὶ σαφῶς ταῦτα
κατάμαθε, καὶ παράδος τῇ μνήμῃ ἵνα ἔχῃς ἐλέγχειν
αὐτὸν προσιόντα, καὶ τὸν κρυπτόμενον ὑπ' αὐτοῦ
τόπον καταμήνυε, καὶ οὐκ ἀκολουθήσεις αὐτῷ λοι-
πόν. Εἰ δὲ βούλει ποτὲ καὶ εἰς μανίαν προκαλέ-
σασθαι, ἔλεγξον αὐτὸν εὐθὺς ἐπιστάντα, καὶ τὸν
πρῶτον τόπον εἰς ὃν εἰσῆλθε φανέρωσον, καὶ τὸν
δεύτερον, καὶ τὸν τρίτον, πάνυ γὰρ χαλεπαίνει μὴ
φέρων τὴν αἰσχύνην· ἀπόδειξις δὲ ἔσται τοῦ και-
ρίως σε φθέγξασθαι πρὸς αὐτὸν, τὸ πεφευγέναι τὸν
λογισμὸν ἀπὸ σοῦ· ἀδύνατον γὰρ λοιπὸν στῆναι αὐ-
τὸν φανερῶς ἐλεγχόμενον. Τοῦτον δὲ ἡττηθέντα τὸν
τῆς πλάνης δαίμονα διαδέχεται ὕπνος βαρύτατος, καὶ
νέκρωσις μετὰ ψυχρότητος πολλῆς τῶν βλεφάρων,
καὶ χασμοὶ ἄπειροι, καὶ ὦμοι βαρούμενοι, καὶ ναρ-
κῶντες, ἅπερ τῇ συντόνῳ προσευχῇ διαλύσει τὸ
Πνεῦμα τὸ ἅγιον.
{ΚΕΦΑΛ. Ιʹ.}
Πάνυ τὸ μῖσος τὸ κατὰ τῶν δαιμόνων ἡμῖν πρὸς
σωτηρίαν συμβάλλεται, καὶ πρὸς τὴν ἐργασίαν τῆς
ἀρετῆς ἐστιν ἐπιτήδειον· ἀλλὰ τοῦτο ἐκτρέφειν ἐν
ἑαυτοῖς, ὥσπερ τι γέννημα ἀγαθὸν οὐκ ἰσχύομεν,
τῶν φιληδόνων πνευμάτων διαφθειρόντων αὐτὸ, καὶ
πρὸς φιλίαν, καὶ συνήθειαν πάλιν τὴν ψυχὴν ἐκκα-
λουμένων· ἀλλὰ ταύτην τὴν φιλίαν, μᾶλλον δὲ τὴν
δυσίατον γάγραιναν ὁ ἰατρὸς τῶν ψυχῶν δι' ἐγκατα-
λείψεως θεραπεύει· συγχωρεῖ γάρ τι φοβερὸν παθεῖν
ἡμᾶς ὑπ' αὐτῶν νύκτωρ ἢ μεθ' ἡμέραν, καὶ πάλιν
ἡ ψυχὴ πρὸς τὸ ἀρχέτυπον μῖσος ἐπανατρέχει διδα-
σκομένη πρὸς τὸν Κύριον λέγειν, κατὰ τὸν Δαβὶδ,
τὸ, «Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγέ-
νοντό μοι.» Οὗτος γὰρ τέλειον μῖσος μισεῖ τοὺς
ἐχθροὺς, ὁ μήτε κατ' ἐνέργειαν, μήτε κατὰ διάνοιαν
ἁμαρτάνων· ὅπερ τῆς πρώτης, καὶ τῆς μεγίστης
ἐστὶν ἀπαθείας τεκμήριον.
{ΚΕΦΑΛ. ΙΑʹ.}
Περὶ δὲ τοῦ δαίμονος, τοῦ τὴν ψυχὴν ἀναισθητεῖν
ποιοῦντος, τί δεῖ λέγειν; Ἐγὼ γὰρ δέδοικα καὶ γρά-
φειν περὶ αὐτοῦ, πῶς ἡ ψυχὴ τῆς οἰκείας ἐξίσταται
καταστάσεως· παρὰ γὰρ τὸν καιρὸν τῆς ἐπιδημίας
αὐτοῦ, καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν εὐλάβειαν
1213
ἀποδύεται, καὶ τὴν ἁμαρτίαν, οὐχ ἁμαρτίαν εἶναι
λογίζεται, καὶ τὴν παρανομίαν οὐ νομίζει παρα-
νομίαν, κολάσεως δὲ καὶ κρίσεως αἰωνίου, ὡς ψιλοῦ
ῥήματος μέμνηται, καταγελᾷ δὲ ὄντως σεισμοῦ πυρ-
φόρου, καὶ Θεὸν μὲν δῆθεν ὁμολογεῖ, τί δὲ προσ-
έταξεν οὐκ ἐπίσταται· τύπτεις εἰς τὰ στήθη, κινου-
μένης αὐτῆς πρὸς τὴν ἁμαρτίαν, καὶ αὕτη οὐκ
αἰσθάνεται. Ἀπὸ Γραφῶν διαλέγῃ, καὶ ὅλη πεπώρω-
ται, καὶ οὐκ ἀκούει· ὄνειδος αὐτῇ τὸ παρὰ τῶν ἀν-
θρώπων προσφέρεις, καὶ οὐ λογίζεται τὴν παρὰ τοῖς
ἀνθρώποις αἰσχύνην, καὶ αὕτη ὅλως οὐ συνίησι, δί-
κην χοίρου καμμύσαντος ὀφθαλμοὺς, καὶ τὸν φραγ-
μὸν διακόπτοντος· τοῦτον δὲ τὸν δαίμονα κενοδοξίας
χρονίσαντες ἐπάγουσι λογισμοὶ, οὗ εἰ μὴ ἐκολοβώ-
θησαν αἱ ἡμέραι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Καὶ γὰρ
τῶν σπανίως παραβαλλόντων τοῖς ἀδελφοῖς, ἐστὶ καὶ
ἡ αἰτία πρόδηλος· ἐπὶ συμφοραῖς γὰρ ἑτέρων ἢ ἐν
νόσοις πιεζομένων, ἢ ἐν φυλακαῖς δυστυχούντων, ἢ
αἰφνιδίοις περιπιπτόντων θανάτοις, φυγαδεύεται
οὗτος, τῆς ψυχῆς κατὰ μικρὸν κατανυσσομένης, καὶ
εἰς συμπάθειαν ἐρχομένης, καὶ διαλυομένου τοῦ δαι-
μονίου πωρώματος, ὧν ἡμεῖς ἀποροῦμεν διὰ τὴν
ἔρημον, καὶ τὴν σπάνιν τῶν παρ' ἡμῖν ἀσθε-
νούντων.
{ΚΕΦΑΛ. ΙΒʹ.}
Τοῦτον τὸν δαίμονα μάλιστα φυγαδεύων ὁ Κύριος
ἐν τοῖς Εὐαγγελίοις προσέταξεν ἀσθενοῦντας ὁρᾷν,
καὶ τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι· «Ἀσθενὴς γὰρ
ἤμην, φησὶ, καὶ ἐπεσκέψασθέ με, καὶ ἐν φυλακῇ καὶ
ἤλθετε πρός με.» Πλὴν τοῦτο ἰστέον, εἴ τις τῶν ἀνα-
χωρητῶν, περιπεσὼν τούτῳ τῷ δαίμονι, λογισμοὺς
οὐκ ἔλαβε πορνικοὺς, ἢ τὸν οἶκον ἀκηδίας οὐ κατ-
έλιπεν, οὗτος σωφροσύνην, καὶ ὑπομονὴν ἀπ' οὐρανῶν
ἐδέξατο κατελθούσας, καὶ μακάριός ἐστι τῆς τοιαύ-
της καταξιωθεὶς ἀπαθείας. Ὅσοι δὲ τῶν ἐπαγγελλο-
μένων θεοσέβειαν, καὶ κοσμικοῖς συναυλίζεσθαι προ-
αιροῦνται, φυλαττέσθωσαν τούτου τοῦ δαίμονος. Ἐγὼ
γὰρ περὶ αὐτοῦ πλέον τι λέγειν, ἢ γράφειν, καὶ τοὺς
ἀνθρώπους αἰσχύνομαι.
{ΚΕΦΑΛ. ΙΓʹ.}
Πάντες οἱ δαίμονες φιλήδονον διδάσκουσι τὴν ψυ-
χήν· μόνος δὲ ὁ τῆς λύπης δαίμων, τοῦτο πράττειν
οὐ καταδέχεται, ἀλλὰ καὶ τῶν εἰσελθόντων τοὺς λο-
γισμοὺς διαφθείρει, πᾶσαν ἡδονὴν περικόπτων καὶ
ξηραίνων αὐτὴν διὰ τῆς λύπης. Εἴπερ ἀνδρὸς λυπη-
ροῦ ξηραίνεται ὀστᾶ, καὶ μετρίως μὲν πολεμῶν δό-
κιμον τὸν ἀναχωρητὴν ἀπεργάζεται· πείθει γὰρ
αὐτὸν μηδὲν τῶν κόσμου τούτου προσίεσθαι,
καὶ πᾶσαν ἡδονὴν περιίστασθαι, πλεῖον δὲ προσ-
καρτερῶν, γεννᾷ λογισμοὺς ὑπεξάγειν ἑαυτὸν
τῇ ψυχῇ συμβουλεύοντας, ἢ φεύγειν τῶν τόπων μα-
1216
κρὰν ἀναγκάζοντας· ὅπερ λελόγισταί ποτε, καὶ πέ-
πονθε καὶ ὁ ἅγιος Ἰὼβ ὑπὸ τούτου παρενοχλούμενος
τοῦ δαίμονος· «Εἴθε γὰρ δυναίμην, φησὶν, ἐμαυτὸν
χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι
τοῦτο.» Τούτου τοῦ δαίμονος σύμβολόν ἐστιν ἡ ἔχι-
δνα, τὸ θηρίον, ἧς ἡ φύσις φιλανθρώπως διδομένη,
τοὺς τῶν ἄλλων θηρίων ἰοὺς διαφθείρει, ἀκρατῶς δὲ
λαμβανομένη καὶ αὐτὸ διαφθείρει τὸ ζῶον. Τούτῳ τῷ
δαίμονι παρέδωκεν ὁ Παῦλος τὸν ἐν Κορίνθῳ παρα-
νομήσαντα, διὸ καὶ γράφει πάλιν σπουδαίως· «Κυ-
ρώσατε, λέγων τοῖς Κορινθίοις, εἰς αὐτὸν ἀγάπην,
ἵνα μή ποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦ-
τος.» Ἀλλ' οἶδε τοῦτο θλίβον τοὺς ἀνθρώπου τὸ
πνεῦμα καὶ μετανοίας αὐτοῖς ἀγαθῆς πρόξενον
γίνεσθαι· ὅθεν καὶ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστὴς,
τοὺς ὑπὸ τούτου κεντουμένους τοῦ δαίμονος, καὶ
προσφεύγοντας τῷ Θεῷ· «Γεννήματα ἐχιδνῶν, φησὶ,
τίς ὑμῖν ὑπέδειξε φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ
δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ·
λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων
τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Πλὴν πᾶς ὁ
τὸν Ἀβραὰμ μιμησάμενος, καὶ ἐξελθὼν ἐκ τῆς γῆς
αὐτοῦ, καὶ ἐκ τῆς συγγενείας, αὐτὸς καὶ τούτου τοῦ
δαίμονος γέγονεν ἰσχυρότερος.
{ΚΕΦΑΛ. ΙΔʹ.}
Εἴ τις θυμοῦ κεκράτηκεν, οὗτος δαιμόνων κεκρά-
τηκεν, εἰ δέ τις τούτῳ τῷ πάθει δεδούλωται, οὗτος
μοναδικοῦ βίου ἐστὶ παντελῶς ἀλλότριος, καὶ ξένος
τῶν ὁδῶν τοῦ Σωτῆρος ἡμῶν· εἴπερ αὐτὸς ὁ Κύριος
ἡμῶν λέγεται διδάσκειν τοὺς πραεῖς τὰς ὁδοὺς αὐ-
τοῦ· διὸ καὶ δυσθήρατος γίνεται τῶν ἀναχωρούντων
ὁ νοῦς, εἰς τὸ τῆς πραότητος φεύγων πεδίον· οὐδε-
μίαν γὰρ τῶν ἀρετῶν σχεδὸν οὕτω δεδοίκασιν οἱ
δαίμονες, ὡς πραΰτητα· ταύτην γὰρ καὶ Μωϋσῆς
ἐκεῖνος ἐκέκτητο, πραῢς παρὰ πάντας τοὺς ἀνθρώ-
πους κληθείς. Καὶ ὁ ἅγιος δὲ Δαβὶδ ἀξίαν ταύτην
τῆς τοῦ Θεοῦ μνήμης ἀπεφθέγξατο εἶναι· «Μνήσθητι
Κύριε, λέγων, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραότητος
αὐτοῦ.» Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ μιμητὰς ἡμᾶς
ἐκέλευσε γενέσθαι τῆς ἐκείνου πραότητος· «Μάθετε
ἀπ' ἐμοῦ, λέγων, ὅτι, πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρ-
δίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.»
Εἰ δέ τις βρωμάτων μὲν, καὶ πομάτων, ἀπέχοιτο,
θυμὸν δὲ λογισμοῖς πονηροῖς ἐρεθίζει, οὗτος ἔοικε
ποντοπορούσῃ νηῒ, καὶ ἐχούσῃ δαίμονα κυβερνήτην,
διὸ προσεκτέον, ὅση δύναμις, τῷ ἡμετέρῳ κυνὶ, καὶ
διδακτέον αὐτὸν, τοὺς λύκους μόνους διαφθείρειν, καὶ
μὴ τὰ πρόβατα κατεσθίειν, πᾶσαν ἐνδεικνύμενον
πραότητα πρὸς πάντας ἀνθρώπους.
{ΚΕΦΑΛ. ΙΕʹ.}
Μόνος τῶν λογισμῶν ὁ τῆς κενοδοξίας ἐστὶ πολύ-
υλος, καὶ ὅλην σχεδὸν περιλαμβάνων τὴν οἰκουμένην,
καὶ πᾶσι τοῖς δαίμοσιν ὑπανοίγων τὰς θύρας, ὥσπερ
1217
τις προδότης πονηρὸς ἀγαθῆς γενόμενος πόλεως. Διὸ
καὶ πάνυ ταπεινοῖ τοῦ ἀναχωροῦντος τὸν νοῦν, πολ-
λῶν λόγων αὐτὸν καὶ πραγμάτων πληρῶν, καὶ τὰς
προσευχὰς αὐτοῦ λυμαινόμενος δι' ὧν πάντα τὰ τῆς
ψυχῆς αὐτοῦ τραύματα θεραπεύειν σπουδάζει. Τοῦ-
τον τὸν λογισμὸν συναύξουσι πάντες ἡττηθέντες οἱ
δαίμονες, καὶ πάλιν δι' αὐτοῦ πάντες εἰς τὰς ψυχὰς
λαμβάνουσιν εἴσοδον, ποιοῦντες ὄντως τὰ ἔσχατα,
χείρονα τῶν πρώτων. Ἐκ τούτου δὲ γεννᾶται τοῦ
λογισμοῦ, καὶ ὁ τῆς ὑπερηφανίας ἐκεῖνος, ὁ τὸ ἀπο-
σφράγισμα τῆς ὁμοιώσεως, καὶ τὸν στέφανον τοῦ
κάλλους ἀπ' οὐρανῶν εἰς γῆν κατασείσας. Ἀλλ' ἀπο-
πήδησον τούτου, καὶ μὴ χρονίσῃς, ἵνα μὴ προδῶμεν
ἄλλοις τὴν ζωὴν ἡμῶν, καὶ τὸν ἡμέτερον βίον ἀνελεή-
μοσι. Τοῦτον δὲ τὸν δαίμονα φυγαδεύει ἐκτενὴς προσ-
ευχὴ, καὶ τὸ μηδὲν ἑκόντα ποιεῖν, τῶν συντελούν-
των πρὸς τὴν ἐπάρατον δόξαν. Ὅταν ὀλίγης ἀπαθείας
τῶν ἀναχωρούντων ὁ νοῦς ἐπιλάβηται, τότε κενο-
δοξίας ἵππον κτησάμενος, εὐθέως ἐλαύνει κατὰ τὰς
πόλεις, ἄκρατον ἐκ τῆς δόξης ἐμφορούμενος ἔπαινον,
ᾧ, κατ' οἰκονομίαν, τὸ πνεῦμα τῆς πορνείας ἀπαν-
τῆσαν, καὶ εἰς ἕνα τῶν συφεῶν ἀποκλεῖσαν τοῦτον,
παιδεύει αὐτὸν μηκέτι πρὸ τῆς τελείας ὑγείας κατα-
λιμπάνειν τὴν κλίνην, μηδὲ τοὺς ἀτάκτους τῶν ἀῤ-
ῥώστων μιμεῖσθαι, οἵτινες, ἔτι λείψανα τῆς ἀσθενείας
ἐν ἑαυτοῖς περιφέροντες, ὁδοῖς ἑαυτοὺς, καὶ λουτροῖς
ἀκαίροις ἐπιδιδόασι, καὶ τοῖς ἐξ ὑποστροφῆς νοσή-
μασι περιπίπτουσι. Διόπερ καθεζόμενοι μᾶλλον προσ-
έχωμεν ἑαυτοῖς, ὡς, προκόπτοντες μὲν ἐν ἀρετῇ,
δυσκίνητοι πρὸς κακίαν γινόμεθα, ἀνακαινούμενοι δὲ
ἐν τῇ γνώσει, ποικίλων προσλαμβάνομεν πλῆθος
θεωρημάτων, ὑψούμενοι δὲ πάλιν κατὰ τὴν προσ-
ευχὴν φανερώτερον τὸ τοῦ Σωτῆρος ἡμῶν ἐποπτεύ-
σομεν φῶς.
{ΚΕΦΑΛ. ΙϚʹ.}
Πάσας μὲν τὰς κακουργίας τῶν δαιμόνων γράφειν
οὐ δύναμαι, καὶ τὰς κακοτεχνίας αὐτῶν καταλέγειν
αἰσχύνομαι, δεδοικὼς τῶν ἐντευξομένων τοὺς ἁπλου-
στέρους. Πλὴν δὲ τοῦ πνεύματος τῆς πορνείας,
ἄκουε πανουργίαν. Ὅταν τις τοῦ ἐπιθυμητικοῦ μέ-
ρους κτήσηται ἀπάθειαν, καὶ οἱ αἰσχροὶ λογισμοὶ
λοιπὸν ὑπόψυχροι γένωνται, τὸ τηνικαῦτα εἰσάγει
ἄνδρας τε, καὶ γυναῖκας παίζοντας μετ' ἀλλήλων,
καὶ αἰσχρῶν πραγμάτων, καὶ σχημάτων τὸν ἀνα-
χωρητὴν καθίστησι θεατήν. Ἀλλ' οὗτος ὁ πειρασμὸς
οὐκ ἔστι τῶν χρονιζόντων· προσευχὴ γὰρ σύντονος,
καὶ δίαιτα στενωτάτη μετὰ ἀγρυπνίας, καὶ γυμνα-
σίας θεωρημάτων πνευματικῶν ὥσπερ νέφος αὐτὸν
ἄνυδρον ἐπελαύνει. Ἔστι δὲ ὅτε καὶ τῶν σαρκῶν
ἐφάπτεται, πρὸς τὴν ἄλογον πύρωσιν αὐτὰς ἐκ-
μοχλεύων, καὶ ἄλλα δέ τινα μυρία προσμηχανᾶται ὁ
παμπόνηρος οὗτος, ἅπερ οὐκ ἀναγκαῖον δημοσιεῦσαι,
καὶ γραφῇ παραδοῦναι. Συμβάλλεται δὲ σφόδρα πρὸς
τοὺς λογισμοὺς καὶ ζέσις θυμοῦ κατὰ τοῦ δαίμονος
κινηθεῖσα, ὅνπερ θυμὸν μάλιστα δέδοικεν ἐπὶ τοῖς
λογισμοῖς ταρασσόμενον, καὶ διαφθείροντα, αὐτοῦ τὰ
1220
νοήματα· καὶ τοῦτό ἐστι τὸ, «Ὀργίζεσθε, καὶ μὴ
ἁμαρτάνετε.» Χρήσιμον τοῦτο φάρμακον ἐν τοῖς
τοιούτοις πειρασμοῖς τῇ ψυχῇ προσαγόμενον. Μιμεῖ-
ται δὲ καὶ ὁ τῆς ὀργῆς τοῦτον τὸν δαίμονα, καὶ
πλάττει, καὶ αὐτός τινας τῶν γεγεννηκότων, ἢ φίλων,
ἢ συγγενῶν, ἢ οἰκείων ὑβριζομένους, καὶ τυπτο-
μένους ὑπὸ ἀναξίων, καὶ τῶν ἀναχωρούντων ἀνα-
κινεῖ τὸν θυμὸν, ὥστε φθέγξασθαί τι πονηρὸν, ἢ ποιῆ-
σαι πρὸς τοὺς φαινομένους κατὰ διάνοιαν, οἷς οὐ
προσέχειν ἀναγκαῖον, καὶ ταχέως ἐξαρπάζειν ἀπὸ
τῶν τοιούτων εἰδώλων τὸν νοῦν, ἵνα μὴ χρονίσας ἐν
αὐτοῖς, γένηται κατὰ τὸν καιρὸν τῆς προσευχῆς,
ὥσπερ δαλὸς καπνιζόμενος. Τούτοις δὲ τοῖς πει-
ρασμοῖς οἱ θυμώδεις περιπίπτουσι, καὶ μάλιστα οἱ
ῥᾳδίως πρὸς τὰς ὀργὰς ἐξαπτόμενοι, οἵτινες μακράν
εἰσι καθαρᾶς προσευχῆς, καὶ τῆς γνώσεως τοῦ Σω-
τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
{ΚΕΦΑΛ. ΙΖʹ.}
Τὰ νοήματα τοῦ αἰῶνος τούτου ὁ Κύριος καθάπερ
πρόβατά τινα τῷ ἀγαθῷ ποιμένι τῷ ἀνθρώπῳ παρ-
έδωκε· καὶ γὰρ, φησὶν, τὸν αἰῶνα δέδωκεν ἐν καρδίᾳ
αὐτοῦ· συζεύξας αὐτῷ θυμὸν, καὶ ἐπιθυμίαν πρὸς
βοήθειαν, ἵνα, διὰ μὲν τοῦ θυμοῦ, φυγαδεύῃ τὰ τῶν
λύκων νοήματα, διὰ δὲ τῆς ἐπιθυμίας στέργῃ τὰ
πρόβατα, καὶ ὑπὸ τῶν ὑετῶν, καὶ ἀνέμων πολλάκις
βαλλόμενος. Δέδωκε δὲ αὐτῷ πρὸς τούτοις καὶ νομὸν,
ὅπως ποιμαίνῃ τὰ πρόβατα, καὶ τόπον χλόης, καὶ
ὕδωρ ἀναπαύσεως, καὶ ψαλτήριον, καὶ κιθάραν,
καὶ ῥάβδον, καὶ βακτηρίαν, ἵνα ἐκ ταύτης τῆς ποί-
μνης, καὶ τραφῇ, καὶ ἐνδύσηται, καὶ χόρτον ὀρεινὸν
συναγάγῃ. «Τίς γὰρ, φησὶ, ποιμαίνει ποίμνην, καὶ
ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;» Δεῖ οὖν
τὸν ἀναχωροῦντα φυλάττειν νύκτωρ, καὶ μεθ' ἡμέραν
τοῦτο τὸ ποίμνιον, μήτι τῶν νοημάτων γένηται θη-
ριάλωτον, ἢ λῃσταῖς περιπέσῃ, εἰ δὲ ἄρα τι τοιοῦτο
συμβαίη κατὰ τὴν νάπην, εὐθέως ἐξαρπάζειν ἐκ τοῦ
στόματος τοῦ λέοντος ἢ τῆς ἄρκτου. Γίνεται δὲ τὸ
νόημα τὸ περὶ τοῦ ἀδελφοῦ θηριάλωτον, εἰ μετὰ
μίσους νέμοι τὸ ἐν ἡμῖν, καὶ τὸ περὶ τῆς γυναικὸς,
εἰ μετ' αἰσχρᾶς ἐπιθυμίας στρέφοιτο παρ' ἡμῖν, καὶ
τὸ τοῦ ἀργυρίου, καὶ τοῦ χρυσίου, εἰ μετὰ πλεονεξίας
αὐλίζοιτο. Καὶ τὰ νοήματα τῶν ἁγίων χαρισμάτων,
εἰ μετὰ κενοδοξίας κατὰ διάνοιαν βόσκοιτο· καὶ
ἐπὶ τῶν ἄλλων δὲ νοημάτων ὡσαύτως συμβήσεται,
κλεπτομένων τοῖς πάθεσιν.
{ΚΕΦΑΛ. ΙΗʹ.}
Οὐ μόνον δὲ ἐν τῇ ἡμέρᾳ δεῖ ταῦτα τηρεῖν, ἀλλὰ
καὶ νύκτωρ ἀγρυπνοῦντας φυλάττειν. Συμβαίνει γὰρ
καὶ φανταζόμενον αἰσχρῶς, καὶ πονηρῶς, ἀπολέσαι
τὸ ἴδιον· καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ ἁγίου λεγόμενον
Ἰακώβ· «Οὐκ ἐνήνοχά σοι πρόβατον θηριάλωτον, ἀπ'
ἐμαυτοῦ ἀπετίννυον κλέμματα ἡμέρας, καὶ κλέμ-
1221
ματα νυκτὸς, καὶ ἐγενόμην συγκαιόμενος τῷ καύ-
σωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ
ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου;» Εἰ δέ
τις ἐκ τοῦ καμάτου καὶ ἀκηδία ἡμῖν προσγένηται,
μικρὸν ἀναδραμόντες ἐπὶ τὴν τῆς γνώσεως πέτραν
τῷ ψαλτηρίῳ προσομιλήσωμεν, πλήσσοντες διὰ τῶν
ἀρετῶν τῆς γνώσεως τὰς χορδὰς, βοσκήσωμεν δὲ
πάλιν ὑπὸ τὸ Σιναῖον ὄρος τὰ πρόβατα, ἵνα ὁ Θεὸς
τῶν πατέρων ἡμῶν, καὶ ἡμᾶς ἐκ τῆς βάτου καλέσῃ,
καὶ τοὺς λόγους τῶν σημείων, καὶ τῶν τεράτων καὶ
ἡμῖν χαρίσηται. Φύσιν μὲν λογικὴν ὑπὸ κακίας
θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάν-
των τῶν αἰώνων· ὁ δὲ τούτου πατὴρ τὴν ἀποθανοῦ-
σαν ταύτης ψυχὴν, τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει
διὰ γνώσεως τῆς ἑαυτοῦ. Καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ
Παύλου λεγόμενον, τὸ, «Εἰ συναπεθάνομεν τῷ Χρι-
στῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ.» Ὅταν ὁ
νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος τὸν ἐκ
χάριτος ἐνδύσηται, τότε καὶ τὴν αὐτοῦ κατάστασιν
ὄψεται κατὰ καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρα-
νίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ
Γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ὑπὸ
τοῦ ὄρους Σινᾶ.
{ΚΕΦΑΛ. ΙΘʹ.}
Ὅταν τῶν ἐχθρῶν τρώσῃ σέ τις παραβαλὼν, καὶ
βούλει τὴν ῥομφαίαν αὐτοῦ στρέψαι, κατὰ τὸ γεγραμ-
μένον, ἐπὶ τὴν καρδίαν αὐτοῦ ποίησον οὕτως, ὡς λέ-
γομεν. Δίελε κατὰ σαυτὸν τὸν ὑπ' αὐτοῦ βληθέντα
λογισμὸν, ὅστις ποτέ ἐστι, καὶ ἐκ πόσων πραγμάτων
συνέστηκε, καὶ ποῖον τοῦτό ἐστι μάλιστα τὸ θλίβον
τὸν νοῦν. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἔστω πεμ-
φθεὶς ὁ τῆς φιλαργυρίας ὑπ' αὐτοῦ λογισμὸς, τοῦτον
δίελε εἴς τε τὸν ὑποδεξάμενον αὐτὸν νοῦν, καὶ εἰς τὸ
νόημα τοῦ χρυσίου, καὶ εἰς αὐτὸν τὸν χρυσὸν, καὶ εἰς
τὸ φιλάργυρον πάθος· καὶ λοιπὸν ἐρώτα τί τούτων
ἐστὶν ἁμαρτία, πότερον ὁ νοῦς; καὶ πῶς; ἔστιν
εἰκὼν Θεοῦ. Ἀλλὰ τὸ νόημα τοῦ χρυσοῦ; καὶ τοῦτο
τίς ἂν εἴποι νοῦν ἔχων ποτέ; ἀλλ' αὐτὸς ὁ χρυσός
ἐστιν ἁμαρτία; καὶ τίνος χάριν γεγένηται; ἕπεται
τοίνυν, ὅπερ οὐκ ἔστι μὲν πρᾶγμα ὑφεστὼς κατ'
οὐσίαν, οὐδὲ νόημα πράγματος, οὐδὲ νοῦς πάλιν
ἀσώματος, ἀλλ' ἡδονή τις μισάνθρωπος, ἐκ τοῦ
αὐτεξουσίου τικτομένη, καὶ κακῶς κεχρῆσθαι, τοῖς
τοῦ Θεοῦ κτίσμασι τὸν νοῦν ἀναγκάζουσα, ἣν καὶ
περιτέμνειν ὁ τοῦ Θεοῦ νόμος πεπίστευται. Καὶ
ταῦτά σου διερευνωμένου, φθαρήσεται μὲν ὁ λογι-
σμὸς εἰς τὴν ἰδίαν ἀναλυόμενος θεωρίαν, φεύξεται δὲ
ἀπὸ σοῦ τὸ δαιμόνιον, τῆς διανοίας σου ὑπὸ ταύτης
τῆς γνώσεως εἰς ὕψος ἀρθείσης.
{ΚΕΦΑΛ. Κʹ.}
Εἰ δὲ βούλει χρήσασθαι μὲν τῇ ἐκείνου ῥομφαίᾳ,
ἐπιποθεῖς δὲ πρῶτον διὰ τῆς σῆς σφενδόνης τοῦτον
χειρώσασθαι. Ἔκβαλλε καὶ σὺ λίθον ἐκ τοῦ ποιμενι-
κοῦ σου κωδίου, καὶ τούτου ζήτει τὴν θεωρίαν. Πῶς
ἄγγελοι μὲν, καὶ δαίμονες τῷ ἡμετέρῳ παραβάλ-
1224
λουσι κόσμῳ, ἡμεῖς δὲ τοῖς αὐτῶν κόσμοις οὐ παρα-
βάλλομεν· οὔτε γὰρ ἀγγέλους Θεῷ συνάπτειν πλέον
δυνάμεθα, οὔτε δαίμονας ἀκαθάρτους μᾶλλον ποιεῖν
προαιρούμεθα. Καὶ πῶς ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλ-
λων εἰς τὴν γῆν κατεῤῥίφη, καὶ ἥγηται μὲν τὴν
θάλασσαν ὡς ἐξάλειπτρον, τὸν δὲ Τάρταρον τῆς ἀβύσ-
σου ὥσπερ αἰχμάλωτον, ἀναζεῖ δὲ τὴν ἄβυσσον
ὥσπερ χαλκίον, πάντας ἐκταράσσων διὰ τῆς κακίας
αὐτοῦ, καὶ πάντων ἄρχειν βουλόμενος; Τούτων γὰρ
τῶν πραγμάτων ἡ θεωρία πάνυ τιτρώσκει τὸν δαί-
μονα, καὶ πᾶσαν αὐτοῦ τὴν παρεμβολὴν φυγαδεύει.
Ἀλλὰ ταῦτα μὲν τῶν ἠρέμα κεκαθαρμένων μόνων
συμβαίνει, καὶ βλεπόντων ποσῶς τοὺς λόγους
τῶν γεγονότων. Οἱ δὲ ἀκάθαρτοι τὴν θεωρίαν τού-
των οὐκ ἴσασιν, οὐδὲ εἰ μαθόντες παρ' ἑτέρων κατ-
επᾴδοιεν ἀκουσθήσονται, πολλοῦ κονιορτοῦ, καὶ θορύ-
βου διὰ τὰ πάθη συνισταμένου κατὰ τὸν πόλεμον.
Δεῖ γὰρ πάντως τὴν παρεμβολὴν τῶν ἀλλοφύλων
μικρὸν ἠρεμῆσαι, ἵνα μόνον ὁ Γολιὰθ ἀπαντήσῃ τῷ
ἡμετέρῳ Δαβίδ. Ὡσαύτως δὲ καὶ τῇ διαιρέσει, καὶ
τῷ εἴδει τούτῳ τοῦ πολέμου χρησώμεθα καὶ ἐπὶ
πάντων ἀκαθάρτων λογισμῶν.
{ΚΕΦΑΛ. ΚΑʹ.}
Τῶν ἀκαθάρτων δαιμόνων, οἱ μὲν τὸν ἄνθρωπον, ὡς
ἄνθρωπον ἐκπειράζουσιν, οἱ δὲ τὸν ἄνθρωπον, ὡς ζῶον
ἄλογον ἐκταράσσουσι, καὶ οἱ μὲν πρῶτοι παραβάλλοντες,
κενοδοξίας, ἢ ὑπερηφανίας ἢ φθόνου, ἢ κατηγορίας ἡμῖν
ἐμβάλλουσι νοήματα, ἅπερ οὐδενὸς ἅπτεται τῶν ἀλό-
γων· οἱ δὲ δεύτεροι, προσεγγίζοντες, θυμὸν, ἢ ἐπι-
θυμίαν παρὰ φύσιν κινοῦσι. Ταῦτα γὰρ τὰ πάθη
κοινὰ ἡμῶν, καὶ τῶν ἀλόγων ζώων τυγχάνουσιν, ὑπὸ
τῆς λογικῆς καλυπτόμενα φύσεως. Διὸ λέγει καὶ
τὸ Πνεῦμα τὸ ἅγιον, πρὸς μὲν τοῖς ἀνθρωπίνοις περι-
πίπτοντας λογισμοῖς, «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ
Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε,
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Πρὸς δὲ τοὺς
κινουμένους ἀλόγως, τί φησι; «Μὴ γίνεσθε ὡς ἵππος,
καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χα-
λινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων
πρὸς σέ.» Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀπο-
θανεῖται. Πρόδηλον, ὅτι οἱ μὲν ἄνθρωποι ὡς ἄνθρω-
ποι ἀποθνήσκοντες, ὑπὸ ἀνθρώπων ταφήσονται, οἱ
δὲ ὡς ἄλογοι θανατούμενοι, ἤτοι πίπτοντες, ὑπὸ
γυπῶν, ἢ κοράκων βρωθήσονται, ὧν οἱ νεοσσοὶ, οἱ
μὲν ἐπικαλοῦνται τὸν Κύριον, οἱ δὲ φύρονται ἐν
αἵμασιν. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
{ΚΕΦΑΛ. ΚΒʹ.}
Ὅταν τινὲς τῶν ἀκαθάρτων λογισμῶν ταχέως
φυγαδευθῶσιν, ζητήσωμεν τὴν αἰτίαν πόθεν τοῦτο
συμβέβηκε· πότερον διὰ τὴν σπάνιν τοῦ πράγματος,
τοῦ δυσπόριστον εἶναι τὴν ὕλην, ἢ διὰ τὴν προσοῦσαν
ἡμῖν ἀπάθειαν οὐκ ἴσχυσαν καθ' ἡμῶν οἱ ἐχθροί;
Οἷον, εἴ τις τῶν ἀναχωρούντων ἐνθυμηθείη ὑπὸ δαί-
μονος, τῆς πρώτης πόλεως πνευματικὴν κυβέρνησιν
1225
πιστευθῆναι, οὗτος δῆλον, ὅτι οὐ χρονίσει τὸν λογι-
σμὸν τοῦτον φανταζόμενος, καὶ ἡ αἰτία ἐκ τῶν λεγο-
μένων γίνεται γνώριμος· εἰ δέ τις πόλεως, καὶ τῆς
τυχούσης γίνεται, καὶ ὁμοίως λογίζεται, οὗτος μα-
κάριος τῆς ἀπαθείας ἐστίν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν
ἄλλων λογισμῶν εὑρεθήσεται ὁ τοιοῦτος τρόπος ἐξ-
εταζόμενος. Ταῦτα δὲ ἀναγκαῖον εἰδέναι πρὸς τὴν
ἡμετέραν προθυμίαν, καὶ δύναμιν, ἵνα εἴδωμεν,
πότερον ἢ τὸν Ἰορδάνην παρήλθομεν, καὶ ἐγγύς ἐσμεν
τῆς πόλεως τῶν Φοινίκων, ἢ ἔτι ἐν τῇ ἐρήμῳ δι-
άγομεν, καὶ ὑπὸ τῶν ἀλλοφύλων τυπτόμεθα. Πάνυ
γὰρ ποικίλος μοι φαίνεται τῆς φιλαργυρίας ὁ δαίμων,
καὶ πρὸς ἀπάτην εὐμήχανος, ὃς πολλάκις στενωθεὶς
ὑπὸ τῆς ἄκρας ἀποταγῆς, τὸν οἰκονόμον εὐθὺς, καὶ
φιλόπτωχον ὑποκρίνεται, καὶ τοὺς μηδέπω παρόντας
ὑποδέχεται ξένους γνησιώτερον, καὶ ἄλλοις λειπομέ-
νοις ἀποστέλλει διακονίαν, καὶ δεσμωτήρια πόλεως
ἐπισκέπτεται, καὶ τοὺς πιπρασκομένους δῆθεν ἐξ-
αγοράζει, γυναιξί τε κολλᾶται πλουσίαις, καὶ τοὺς εὖ
παθεῖν ὀφείλοντας ὑποδείκνυσι, καὶ ἄλλους πάλιν
ἀποτάξασθαι νουθετεῖ βαλάντιον ἀδρὸν κεκτημένους,
καὶ οὕτως ἐξαπατήσας κατὰ μικρὸν τὴν ψυχὴν, τῆς
φιλαργυρίας αὐτὴν λογισμοῖς ὑποβάλλει, καὶ τῷ τῆς
κενοδοξίας παραδίδωσι δαίμονι
{ΚΕΦΑΛ. ΚΓʹ.}
Ὡς πλῆθος εἰσάγει τῶν δοξαζόντων ἐπὶ ταῖς οἰ-
κονομίαις ταύταις τὸν Κύριον, καί τινας κατ' ὀλίγον
περὶ ἱερωσύνης συλλαλοῦντας προβάλλων λοιπὸν
προμαντεύεται ταχὺν θάνατον τοῦ ὄντος ἱερέως,
καὶ ὡς οὐκ ἂν ἐκφύγῃ μυρία ποιήσας προστίθησι,
καὶ οὕτως ὁ ταλαίπωρος νοῦς ἐνδεθεὶς τούτοις τοῖς
λογισμοῖς, τοῖς μὲν μὴ καταδεξαμένοις τῶν ἀνθρώ-
πων διαμάχεται, τοῖς δὲ τοῦτο καταδεξαμένοις,
ἑτοίμως δῶρα χαρίζεται, καὶ τῆς εὐγνωμοσύνης αὐ-
τοὺς ἀποδέχεται· τινὰς δὲ διστασιάζοντας, τοῖς δικα-
σταῖς παραδίδωσι, καὶ τῆς πόλεως ἐξορίζεσθαι
παραγγέλλει· τούτων δὲ λοιπὸν ἔνδον ὄντων, καὶ
στρεφομένων τῶν λογισμῶν, εὐθὺς καὶ ὁ τῆς ὑπερη-
φανίας ἐφίσταται δαίμων, ἀστραπὰς συνεχεῖς κατὰ
τὸν ἀέρα τῆς κέλλης τυπῶν, καὶ δράκοντας πτερωτοὺς
ἐπιπέμπων, καὶ, τὸ τελευταῖον κακὸν, στέρησιν
φρενῶν ἐργαζόμενον, ἀλλ' ἡμεῖς τούτοις τοῖς λο-
γισμοῖς ἀπώλειαν ἐπευξάμενοι, μετ' εὐχαριστίας τῇ
πενίᾳ συζήσωμεν, «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν
κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δῆλον ὅτι δυνάμεθα· ἔχον-
τες δὲ τροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθη-
σόμεθα.» μεμνημένοι καὶ Παύλου, ῥίζαν πάντων τῶν
κακῶν τὴν φιλαργυρίαν εἰπόντος. Πάντες οἱ ἀκά-
θαρτοι λογισμοὶ διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν,
κατάγουσι τὸν νοῦν εἰς ὄλεθρον, καὶ ἀπώλειαν·
ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πει-
νῶντι διὰ τὴν πεῖναν, καὶ τὸ νόημα τοῦ ὕδατος ἐν
τῷ διψῶντι διὰ τὴν δίψαν, οὕτω καὶ τὰ νοήματα
τῶν κτημάτων, καὶ τῶν χρημάτων, χρονίζει διὰ τὴν
πλεονεξίαν, καὶ τὰ νοήματα τῶν βρωμάτων, καὶ τῶν
1228
τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων,
χρονίζει διὰ τὰ πάθη. Ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενο-
δοξίας λογισμῶν, καὶ ἐπὶ τῶν ἄλλων λογισμῶν ὁμοίως
φανερωθήσεται. Οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ
τοιούτων παραστῆναι Θεῷ, καὶ τὸν τῆς δικαιοσύνης
ἀναδήσασθαι στέφανον. Ἐκ τούτων γὰρ τῶν λογι-
σμῶν κατασπώμενος καὶ ἐκεῖνος ὁ ἐν τοῖς Εὐαγγελίοις
τρισάθλιος νοῦς, τὸ τῆς Χριστοῦ γνώσεως ἄριστον
παρῃτήσατο· καὶ πάλιν ὁ δεσμούμενος χεῖρας, καὶ
πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος ἐκ
τούτων τῶν λογισμῶν καθυφασμένον εἶχε τὸ ἔνδυμα,
ὅνπερ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας
ἀπεφήνατο εἶναι· διὸ ἔνδυμά ἐστι γαμικὸν, ἀπάθεια
ψυχῆς λογικῆς κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας.
Τίς δὲ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγ-
μάτων, χρονίζοντα διαφθείρειν τὴν γνῶσιν εἴρηται
ἐν τοῖς περὶ προσευχῆς κεφαλαίοις.
{ΚΕΦΑΛ. ΚΔʹ.}
Τῶν ἀντικειμένων δαιμόνων τῇ πρακτικῇ, τρεῖς
εἰσιν ἄρχοντες πρωτοστάται, οἷς ἕπεται πᾶσα ἡ
παρεμβολὴ τῶν ἀλλοφύλων, οἵτινες πρῶτοι κατὰ
τὸν πόλεμον ἵστανται, καὶ τὰς ψυχὰς διὰ τῶν ἀκα-
θάρτων λογισμῶν ἐκκαλοῦνται πρὸς τὴν κακίαν· οἱ
τὰς τῆς γαστριμαργίας ὀρέξεις πεπιστευμένοι, οἱ
τὴν φιλαργυρίαν ἡμῖν ὑποβάλλοντες, καὶ οἱ πρὸς
τὴν τῶν ἀνθρώπων δόξαν ἡμᾶς ἐκκαλούμενοι. Ἐπι-
θυμῶν οὖν καθαρᾶς προσευχῆς, διατήρησον θυμὸν,
καὶ ἀγαπῶν σωφροσύνην, κράτει γαστρὸς, μὴ δῷς
ἄρτον σῇ κοιλίᾳ, καὶ ἐν ὕδατι ἔκθλιβε αὐτὴν,
ἀγρύπνει ἐν προσευχῇ, καὶ μνησικακίαν μακρὰν
ποίησον ἀπὸ σοῦ, λόγοι Πνεύματος ἁγίου μὴ ἐκλει-
πέτωσάν σε, καὶ θύρας κροῦε χερσὶν ἀρετῶν. Τότε
ἀνατελεῖ σοι καρδίας ἀπάθεια, καὶ νοῦν ἀστεροειδῆ
ὅψει ἐν προσευχῇ. Τῶν νοημάτων, τὰ μὲν τυποῖ τὸ
ἡγεμονικὸν ἡμῶν, καὶ σχηματίζει, τὰ δὲ γνῶσιν
μόνον παρέχει μὴ τυποῦντα τὸν νοῦν, μηδὲ σχημα-
τίζοντα. Τὸ γὰρ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λό-
γος ἦν πρὸς τὸν Θεὸν,» ἐναποτίθεται μέν τι νόημα
τῇ καρδίᾳ, οὐ μὴν σχηματίζει αὐτὴν, οὐδὲ τυποῖ.
Τὸ μὲν, «Λαβὼν ἄρτον,» σχηματίζει τὸν νοῦν, τὸ
δὲ, «κλάσαι,» πάλιν τυποῖ τὸν νοῦν. Τὸ δὲ, «Εἶδον
τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπ-
ηρμένου,» τυποῖ τὸν νοῦν χωρὶς τοῦ, «Εἶδον τὸν
Κύριον,» καὶ τὸ μὲν ῥητὸν δοκεῖ τυποῦν τὸν νοῦν,
τὸ δὲ σημαῖνον, οὐ τυποῖ. Ἑώρακε γὰρ προφητικῷ
ὀφθαλμῷ τὴν φύσιν τὴν λογικὴν ὑψωθεῖσαν διὰ
πρακτικῆς δεξαμένην ἐν ἑαυτῇ τὴν γνῶσιν τὴν τοῦ
Θεοῦ. Ἐκεῖ γὰρ λέγεται καθέζεσθαι Θεὸς, ἔνθα γι-
νώσκεται, διότι καὶ θρόνος λέγεται Θεοῦ νοῦς καθα-
ρός. Λέγεται δὲ καὶ θρόνος ἀτιμίας γυνὴ, ἀντὶ τοῦ,
ψυχὴ μισοῦσα δίκαια, ἀτιμία δὲ ψυχῆς κακία, καὶ
ἀγνωσία. Τὸ τοίνυν νόημα τοῦ Θεοῦ, οὐκ ἐν τοῖς
τυποῦσι τὸν νοῦν, ἀλλὰ τοῖς νοήμασι τοῖς μὴ τυ-
ποῦσι τὸν νοῦν. Διότι τὸν προσευχόμενον δεῖ παντά-
1229
πασι χωρίζεσθαι τῶν τυπούντων τὸν νοῦν. Καὶ ζη-
τήσεις, εἴπερ, ὡς ἔχει ἐπὶ τῶν σωμάτων, καὶ τῶν
λογισμῶν αὐτῶν, οὕτως ἔχει, καὶ ἐπὶ τῶν ἀσωμά-
των, καὶ τῶν λόγων αὐτῶν, καὶ ἄλλως μὲν ὁ νοῦς
τυπωθήσεται ὁρῶν νοῦν, καὶ ἄλλως…
ὁρ…
The complete text is available when the reading interface loads.