Expositio in Proverbia Salomonis
- Edition reference
- Expositio in Proverbia Salomonis, ed. C. Tischendorf, Notitia editionis codicis bibliorum Sinaitici, Leipzig, 1860: 76–122.
- CTS identifier
urn:cts:greekLit:tlg4110.tlg028.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
78
ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ, τοῦτ' ἔστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.
πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει. Ἀνοίξατε γάρ μοί φησιν πύλας δικαιοσύνης· καὶ Οἱ δυνάσται
θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται
τοὺς ἀσθενεῖς.
Πῶς οὖν ἔμπροσθέν φησιν Σολομών· Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; ἢ τάχα οὕτως
χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ
πιστεύσαντος τῶ Χριστῷ· τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν.
Πολιορκία ἐστὶν διδασκαλία ἠθική, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα.
Εἰ ἐφ' ἡμῶν ἐστὶν θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν
αὐτεξούσιοι. ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν
δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων
καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος.
Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ.
Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ, ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν
ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται.
79
Νῦν τὴν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. οὕτω
καὶ ὁ Δαυὶδ λέγει· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ πάλιν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστίν, καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται
πρόξενος. προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου· καὶ προσάξομέν γε
ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν
θεόν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.
Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. καὶ ὁ Δαυὶδ φησίν·
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.
Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος
οὐδὲν πιστὸν ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς
ἐπέσπειρε τὰ ζιζάνια.
Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας
ἐπελάθετο διαθήκης; ὡς γὰρ περὶ ζώου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. ἢ νῦν κακὴν βουλὴν
τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου,
ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς
νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ
παραδείσου.
Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ, καὶ οὕτως τρέχετε ἵνα καταλάβητε.
Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας· Καὶ τὸ ἔλεός σου,
φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν
ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται.
80
Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ
εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά·
οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.
Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν
ἀνθρωπίνην, δι' ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.
Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα
γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις
τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα
τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ
καὶ ἡ λογιστικὴ τὸ Διελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.
Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο̅ τὸ σίτου.
Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμέ-
νου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ
ἀκαθάρτου.
Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ' αὐτῆς
Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης
φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου
τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται.
Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς
αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος
πλᾶτος (sic cod.) ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ,
81
καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ
πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ' ἀναλογίαν. Τράχηλον τὴν
ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου.
Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής.
Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας·
τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν
θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι.
Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν.
Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων.
Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ
τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται.
Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν.
Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί-
82
κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος
οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν.
Εἰ ἐφ' ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐν-
ταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ.
Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα
λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ.
Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς
τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ.
Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις.
Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσε-
βέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ
δαίμονες.
Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν
ἡ ἀσέβεια, καὶ οἶνος παρανομία.
Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέ-
ραν ἡμῖν ἐπιλάμψῃ.
Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπ-
τουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας.
Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ
ὁ Δαυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπι-
δημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ.
Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά.
83
Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν
δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς
ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ
κακὰ ἐπὶ τῆς γῆς.
Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς.
Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν
ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν.
Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν.
Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· Καταβήτωσαν εἰς
ᾅδου ζῶντες.
Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς
ἀπὸ κακίας.
Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν,
καὶ ὀξεῖα ὀργή.
Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν
αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀνα-
στήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ
ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον καὶ οὐ τελείως ἐν
παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ
ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.
Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ,
84
τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ
Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.
Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω
διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς
κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ
ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα
δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ' ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ
διδάξας με δι' αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει
τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ
ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι.
Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ
καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεω-
ρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν.
Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ.
Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων.
Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρο-
νίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν
εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν,
μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν· καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει,
τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν.
Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν
ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ
ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ' ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ
βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό-
85
ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς
ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόν-
των με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ' ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον
ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις·
Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ
νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ
διάνοιαν πρῶτον συνισταμένην κακίαν.
Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώ-
τερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; ἢ μή
ποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος; διὸ καὶ ὁ Παῦλος γράφει· Νυνὶ
δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν), ἔχετε
τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ
ἄλογος ὤν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος. καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρ-
μηξ, κατὰ ταύτην τὴν δεσποτείαν· καὶ εἶναι πάλιν ὑπὸ δεσπότην, ὡς δημιουργὸν ἔχων τὸν θεόν.
Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης
τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ
σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγ-
μάτων λόγον ἐπέχειν, τὸ δ' ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. καὶ ὁ μὲν κηρὸς παρ-
ελεύσεται· ὁ οὐρανὸς γάρ φησιν καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρε-
λεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. περὶ ὧν λέγει ὁ Σολομών· Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ
αὐτῶν ἴασις ψυχῆς· καὶ ὁ Δαυίδ· Ὡς γλυκέα φησὶ τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.
Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνους ὠνόμασεν.
Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνω-
σίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινά.
Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν.
Προσεκτέον ἐνταῦθα, μή ποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικεί-
μενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι.
Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκο-
μένη λέγεται ἀποθνήσκειν ψυχὴ λογική· Ψυχὴ γάρ φησιν ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. εἰ δὲ ἔστιν
αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸν δεδομένον βρῶμα
λαοῖς τοῖς Αἰθίοψιν, καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον
86
ἑαυτῶν αἷμα καταναλίσκουσιν, οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα.
ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος, καὶ τῇ φθορᾷ
τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. ἀλλὰ τοῦτο μὲν νῦν γίνεσθαι πέφυκεν, ἀπ' ἀρχῆς δὲ οὐχ
οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παίδων
μετὰ τῆς ὑγείας ἀπ' ἀρχῆς τικτομένων.
Ἀδελφοί εἰσιν οἱ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χω-
ρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. τὸ δὲ Ἐκκαίει, ὡς οἶμαι,
προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμούς, ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς
αἰσχρὰς ἐργασίας. τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώ-
σκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα.
Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. καίτοι ἐχρῆν
αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. ἀλλ' ἐπειδὴ οὐ δυνατὸν
αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προσ-
τάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει
τὸ φῶς, ὅπερ ἐστὶν ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ.
Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς, καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· ἐκεῖνος
γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς δὲ ἡ νέα διαθήκη· Ἐγὼ γάρ φησιν εἰμὶ τὸ φῶς τοῦ κόσμου.
Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.
Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα
διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας
τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων.
Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ' αὐτῆς τοὺς παρανόμους
υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.
Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι' ἔνδειαν γνώσεως
κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας.
Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ' ἀρχῆς
γεγονότος ἀνθρωποκτόνου.
87
Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως·
τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν' ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον.
Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν.
Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν·
σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς
κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις.
Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί.
Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώ-
ποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν.
ἀλλ' ἐνταῦθα προσεκτέον τί φησὶν (sic cod.) ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν
ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ' ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ,
ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ' ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος
ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας.
Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ' ἣν ἀναπτομένη
τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται.
Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω
τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων
πραγμάτων φαντασίας λαμβάνοντες.
Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι
καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκά-
θαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων
λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν
τὴν ψυχὴν ἐκκαλούμενον.
Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς
κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει
παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν.
88
Εἰ δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ
ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον.
Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος
χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ
τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν
παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθο-
μένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι' ἀκολασίαν οἷον διακινηθέντος.
Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις.
Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν.
Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ' ἔστιν παρὰ τοῖς ἐξερχο-
μένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχό-
μενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς
κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας.
Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ.
Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας
ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ,
ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας.
τὸ δ' αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.
Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει,
ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.
Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες
89
ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον
ἀγγέλων ἔφαγεν ἄνθρωπος.
Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα
λόγους.
Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος
δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν,
δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες.
Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ.
Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή.
Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει
αὐτοὺς ἀποστῆναι κακίας.
90
Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς·
πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι
πέφυκεν.
Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ
τὴν πίστιν.
Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ
εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν.
Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια.
Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην.
καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· Δεῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου
διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν; ἢ τάχα φόβον
λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν·
εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης
λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς
οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ' ἔστιν, ὄψομαι τοὺς λόγους
τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων.
Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται
τὸ στόμα αὐτῶν ψηφῖδος.
Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ
ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει.
Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ δια-
βόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι
κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον.
Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν,
ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν.
Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος,
91
ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασι-
λείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν,
ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος.
Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ
θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ
ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι' ἧς φίλοι γινόμεθα τοῦ θεοῦ
καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι.
Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυίδ.
Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου,
αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ
λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ
οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν.
Δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου· καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν,
κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς
αὐτοῦ διάστημα ὀνομάζων.
Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν.
Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ
τὴν πίστιν.
92
Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν.
Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ
Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός·
λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος
τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν.
Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ α<θ>: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων
καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους.
Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται
οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν
θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.
Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις
λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν
τῇ οἰκίᾳ.
Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία
ἀγαθῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική.
Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς: Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστὶν τὸ φυτευθὲν ἐν μέσῳ
τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών,
ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.
Ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται: Μή ποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιω-
θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
93
Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἁμαρτανόντων: Πλοῦτος ἀσεβῶν κακία. οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν
αὐτόν, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας, ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι, γενόμενοι ἐπάνω
πεντεκαίδεκα πόλεων. καὶ ὁ Παῦλος φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις
σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.
Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν
ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες.
Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι
τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται.
Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ
ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν.
Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ
ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν.
Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων
καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς
ἐλέγχουσιν ἁμαρτάνοντας.
Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας.
Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν.
Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν
94
τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται,
ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.
Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ
θεοῦ καλεῖται.
Νοσσιαὶ σοφίας αἱρετώτεραι (cod. –τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως
ὑπὲρ ἀργύριον.
Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς
ἐλέγχουσιν ἁμαρτάνοντας.
Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ
παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν.
Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώ-
σκειν τὰ πράγματα.
Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν
τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς
ἐπουρανίοις δυνάμεσι. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν
μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ
φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις.
Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον.
Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν
95
ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει· εἰ δ' ἔστιν καὶ κόλπος ψεκτός,
τὴν ἀγνωσίαν δηλονότι δηλώσει.
Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας,
πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος
γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ' ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν
πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους
καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως
σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρ-
χοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας (sic)
ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν
τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει
ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας
τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι
διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς.
Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων,
ὁ τοὺς ἀδίκους δεχόμενος παρ' αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ' αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ
προσέχειν, τοῦτ' ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.
Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου,
οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν
λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος
διδάσκει δι' ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι
μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν
μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ (sic) ἕξει
ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου.
Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ
πρὸς σκότος;
Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφρο-
σύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν
96
δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν
πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται (hoc acc.) τινὲς τῶν
ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων
καὶ προφητῶν.
Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ [ὁ] κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον
ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ,
πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε;
Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία.
Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ
καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς.
Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ' ἕκαστον αὐτοῦ πράγματα
ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ.
Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται,
ἐμπεσεῖται εἰς κακά.
Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι
δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί,
τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι.
Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγή-
σωσιν ἀπὸ κακίας ἐπ' ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνω-
δίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα.
Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ
κακίαν…
Λαμβάνω…
The complete text is available when the reading interface loads.