The Greek Library Catalogue

Anonymous

De magistris et discipulis

Edition reference
De magistris et discipulis (sub nomine Nili Ancyrani) (fragmenta e codd. Paris. gr. 1188 + 1066), ed. P. van den Ven, "Un opuscule inédit attribué à S. Nil," Mélanges Godefroid Kurth. Mémoires littéraires, philologiques et archéologiques vol. 2 (1908) 76, 78, 80.
CTS identifier
urn:cts:greekLit:tlg4110.tlg043.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

16

Σμῆνος μελισσῶν ἐργάζεται κηρίον καὶ σύστημα ἀδελφῶν βασιλείαν

17

οὐρανῶν.

18

Σάλπιγξ διεγείρει προθυμίαν πολεμιστῶν καὶ μαθητῶν σπουδὴν διδασκαλία

19

πρακτικῆς ἀρετῆς.

20

Ὅπλισον †δακτύλων λόγοις, ἡγούμενε, σοὺς ἀδελφοὺς καὶ θωράκισον

21

ἐπαγγελίαις τῶν μελλόντων ἀγαθῶν· φράξον θυρεῷ πίστεως ἄθλοις καὶ

22

περικνήμισον ἐλπίδι τῇ εἰς τὸν θεόν· †κήνησον τοὺς πόδας ἐν εὐαγγελικοῖς

23

μαθήμασι καὶ ζῶσον τὴν ὀσφὺν σωφροσύνης λόγοις· δὸς μάχαιραν εἰς τὴν

24

χεῖρα κατὰ τῶν παθῶν ὀξύτατον θυμὸν καὶ ἀντίταξον φάλαγγα παθῶν ἡδονῇ.

25

Γύμνασον ἐν λογισμοῖς τοὺς ὁπλίτας, οἳ ἐμπείρως ἔχουσι πρὸς τὴν μάχην·

26

καὶ δεῖξον φοβερὸν τὴν ἧτταν τῇ ἀπειλῇ τῆς αἰωνίου κολάσεως.

27

Τὸν νικητὴν ἀνακήρυττε λαμπροῖς ἐπαίνοις, οἶδε γὰρ καὶ ἡ εὐφημία

28

σπουδαιοτέρους ποιεῖν· καὶ τὸν ἐπηρεασθέντα θεράπευσον συμπαθῶς, οὐχ

29

ἧττον γὰρ ἀπειλῆς ἐντρέπει συγγνώμη τὸν συνετόν.

30

Μὴ κινήσῃ θυμῷ ἐφ' ἁμαρτήσαντι μαθητῇ, οὐ γὰρ ὅσιον ἑαυτὸν τιτρώσκειν

31

πρὸ τῆς θεραπείας ἑτέρου· ἀλλὰ ἀνεξικάκως διόρθωσαι 〈πρὸς〉 τὸ ἀγαθόν·

32

καὶ γὰρ ἰατρὸς θεραπεύει μὲν τὸ πάθος, οὐκ ἀγανακτεῖ δὲ πρὸς τὸν ἀκουσίως

33

νοσήσαντα. Τέμνων ἰατρός, χωρὶς ὀργῆς τοῦτο ποιεῖ· καὶ ἐλέγχων διδάσκαλος

34

μὴ μιγνύτω τῷ ἐλέγχῳ θυμόν.

35

Τοὺς γῆν Αἴγυπτον φεύγοντας δι' ἐρήμου ὁδηγεῖ ὁδόν· οἶδε γὰρ ἡ σπάνις

36

παιδαγωγεῖν πρὸς ἐγκράτειαν καὶ ἀρχομένους τῆς ἀρετῆς. Προσσκήνωσον τῇ

37

Αἰλείμ (πυλῶνες δὲ αὐτοὶ ἑρμηνεύονται, τῆς ἐπὶ τὴν ἀρετὴν εἰσόδου φερούσης

38

σύμβολον) καὶ δεῖξον τοὺς ἑβδομήκοντα φοίνικας. Σκήνωσον δὲ 〈κατὰ〉 τὰς

39

δώδεκα πήγας—δεῖ γὰρ καὶ τὰ τῆς νίκης σε ὑποφωνεῖν (φοίνικες σύμβολον)

40

καὶ τὴν τῶν παθῶν παραμυθεῖσθαι φλόγα παρέχοντα νάματα δαψιλῶς—

41

ἕως 〈ἂν〉 πάντα καθελόντες τὰ ἀλλότρια ἔθνη φθάσωσιν εἰς τὴν γῆν τῆς

42

ἐπαγγελίας, ἐν ᾗ τὸν μακάριον τῆς ἀπαθείας βιώσονται βίον μισθὸν τῶν

43

πόνων τὴν ἀληθινὴν κομιζόμενοι εὐφροσύνην.