The Greek Library Catalogue

Anonymous

Fragmenta in Matthaeum

Edition reference
Fragmenta in Matthaeum (in catenis), ed. J. Reuss, Matthäus-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61. Berlin: Akademie-Verlag, 1957]: 151– 152.
CTS identifier
urn:cts:greekLit:tlg4115.tlg029.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Mt 21, 23

Τοῖς δολεροῖς μὴ προσιοῦσιν εἰς τὸ μαθεῖν ἄκαιρον ἀναπτύσσειν τὰ

βαθύτερα.

2

Mt 21, 28—32

<Ἄνθρωπός> τις <εἶχεν δύο> υἱοὺς καὶ ὁ μὲν πρῶτός ἐστιν τὰ ἔθνη,

οὓς ὁ θεὸς ὁ κοινὸς πατὴρ πρώτους ἐκάλεσεν· τὸν γὰρ διδακτὸν καὶ

φυσικὸν νόμον ταῖς διανοίαις ἐγκατασπείρας ἔδωκε κήρυκας τὰ ὁρώμενα,

ἀλλ' ἡ τῆς ψυχῆς αὐτῶν εὐταξία συνεχύθη ἐπὶ ξύλα καὶ λίθους· «εἶπαν»,

γὰρ «τῷ ξύλῳ· πατήρ μου εἶ σύ». διὸ οὐκ ἠνέσχοντο κωλυόμενοι· εἶπον

γὰρ οὐκ οἴδαμεν τὸν κύριον. οὗτοι οὖν μεταμεληθέντες <ὕστερον> ἀπῆλ-

θον εἰς τὸν ἀμπελῶνα. τοῦ δὲ πρώτου παραιτησαμένου <προσῆλθεν> ὁ

πατὴρ <τῷ δευτέρῳ>, τοῦτ' ἔστιν τῷ Ἰσραήλ, ὅστις καλούμενος διὰ

Μωυσέως εἶπεν· «πάντα ὅσα ἐλάλησεν» ὁ θεὸς καὶ «ποιήσομεν καὶ

ἀκουσόμεθα». οἵτινες οὔτε ἐποίησαν οὔτε ἤκουσαν οὔτε μετεμελήθησαν

<ὕστερον>. οὓς κατέκριναν <αἱ πόρναι καὶ οἱ τελῶναι>, τοῦτ' ἔστιν τὰ

ἔθνη.

3

Mt 21, 28—32

Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολή, ὅτι <οἱ> μὲν <τελῶναι καὶ αἱ

πόρναι> μετανοήσαντες καὶ τὰ ἀρεστὰ τῷ θεῷ ποιήσαντες δικαιοῦνται

Ἰωάννῃ πεισθέντες, εἰ καὶ κατ' ἀρχὰς ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ

τῷ θεῷ. οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι ἐν μόνοις ῥήμασιν

ψιλοῖς ἀπόβλητοί εἰσιν παρὰ θεῷ· «οὐ γὰρ ἐν λόγοις ἡ βασιλεία τῶν

οὐρανῶν, ἀλλ' ἐν ἔργοις»· «οὐ γὰρ ὁ ἀκροατὴς τοῦ νόμου, ἀλλ' ὁ ποιητὴς»

δίκαιος. καὶ οἱ λοιποὶ παρὰ τῷ θεῷ οὗτοι ὅμοιοί εἰσιν τοῖς ὑποσχο-

μένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα ἐπὶ τῷ ἐργάζεσθαι καὶ μὴ ἀπελ-

θοῦσιν.

Jo 9, 3 Ἐν τούτῳ δὲ ἀνέτρεπεν αὐτὸς ὁ σωτὴρ δόγμα παράνομον. ὑπονοούντωνγάρ τινων ψυχὰς ἁμαρτανούσας ἐξ οὐρανοῦ τιμωρίας ἕνεκεν εἰς σῶμα πέμ-πεσθαι καί ποτε μὲν καθ' ἑαυτὴν προϋπάρχουσαν τὴν ψυχὴν τοῦ σώματος〈μένειν〉, ποτὲ δὲ οἰκείων ἁμαρτημάτων χάριν σώμασι συμπλέκεσθαι καὶ τότεκατὰ γαστρὸς ἔχειν τὴν γυναῖκα δύνασθαι ὅτε τις ψυχὴ ἁμαρτάνῃ, ἀναιρῶντὴν τοιαύτην πλάνην ἐρωτηθεὶς ὁ Χριστὸς ἔλεγεν· <οὔτε οὗτος ἥμαρτεν οὔτεοἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα θεοῦ.>