The Greek Library Catalogue

Anonymous

De engastrimytho contra Origenem

Edition reference
De engastrimytho contra Origenem, ed. M. Simonetti, Origene, Eustazio, Gregorio di Nissa: La maga di Endor, Florence: Nardini, Centro Internazionale del Libro, 1989: 94–206.
CTS identifier
urn:cts:greekLit:tlg4117.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

T

1

{ΤΟΥ ΑΓΙΟΥ ΕΥΣΤΑΘΙΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ

ΚΑΤΑ ΩΡΙΓΕΝΟΥΣ

ΔΙΑΓΝΩΣΤΙΚΟΣ ΕΙΣ ΤΟ ΤΗΣ ΕΓΓΑΣΤΡΙΜΥΘΟΥ

ΘΕΩΡΗΜΑ}

1

1

Ἀεὶ μὲν ἄγαμαι τὸν ἀξιοφανῆ τῆς ἐνθέου

πολιτείας σου ζῆλον, ὦ διαπρεπέστατε τῆς ὀρθοδοξίας

ἱεροκήρυξ Εὐτρόπιε· τὸ δὲ τῆς εὐσεβείας σου γνώρισμα

πολλαχῶς ἐκπληττόμενος, οὐχ ἥκιστα καὶ περὶ τόδε

μάλιστα τεθαύμακα τὸ μέρος, ὅτι σαφῶς ἀκριβῶσαι

βούλῃ πῶς ἂν ἔχοιμι γνώμης ἕνεκα τῆς ἐγγαστριμύθου

τῆς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἱστορουμένης·

2

οὐ

γὰρ ἀρέσκεσθαι φὴς οἷς ἐξέδωκεν Ὠριγένης εἰς τήνδε

τὴν ὑπόθεσιν. οὐ μὴν ἀλλ' ἔγωγε καὶ ἄλλους εὗ οἶδ' ὅτι

μεμφομένους οὐκ ὀλίγους ἐφ' οἷς ὡρίσατο προχείρως,

ἀλλὰ συχνοὶ μέν εἰσιν οἱ δακνόμενοι τὰς ψυχάς, ἀσχάλ-

λοντες οὐ μετρίως·

3

ἔσθ' ὅτε δέ τινες οἷς ἔγραψεν

ἐκεῖνος ὑπάγονται, τῇ προλαβούσῃ δοξοκοπίᾳ ῥᾷον

ἀνατιθέμενοι, καὶ τοῖς ὀνόμασι μᾶλλον, ἀλλ' οὐ τοῖς

πράγμασι προσέχοντες ὡς δέον.

4

ἵν' οὖν μὴ δόξαιμι

κατ' ἐμαυτὸν ἀγῶνα δικανικὸν εἰσάγειν, οὐκ ἀνοίκειον

ἡγοῦμαι πᾶσαν μὲν ὁμοῦ συζεῦξαι τὴν ἐξήγησιν αὐτοῦ

τῇδε τοῦ γράμματος ὑπαγορίᾳ, δι' ἑκατέρου δὲ τρανῶσαι

τὸ σαφές, ὡς ἂν μήτε τινὲς οἴοιντο συκοφαντεῖν ἡμᾶς

τοὺς ὁπωσδήποτε δοξάσαι προαχθέντας, μήτ' αὖ πάλιν

ἀμφηρίστους εἶναι τὰς δόξας ἑκατέρων·

5

οἷόν τε γὰρ

ἐκ τῆς παραλλήλου συγκρίσεως ἀντεξετάζειν μὲν ὅπως

ἔχῃ δόξης ἑκάτερα τὰ μέρη, τὴν ἀμείνονα δὲ γνώμην

ἐξ ἀμφοῖν αἱρεῖσθαι τοὺς φιλολόγους.

6

οὔτε γοῦν

ἵππος ἀγωνιστὴς εἷναι κρίνεται δόκιμος, ἑαυτῷ τρέχων

εὐσκελῶς, οὐδ' εἰ σφόδρα κοῦφος ὢν ὥσπερ ὑποπτέρους

ἐπιδείκνυται κινήσεις, οὔτ' αὖ τις ἀθλητῶν ὠκύτατα

τρέχειν ἐν σταδίῳ δυνάμενος οὔτε ἄλλος οὐδείς, οὔτε

παλαίων ὑγρῶς, οὔτε τραχύτατα παγκρατιάζων ἢ

πυγμαχῶν, ἢ τὸν ἀέρα δέρων ἐωροκοπίαις ὑποκένοις·

7

ἀλλὰ συσταδὸν ἁρμόττει τὰ μαχόμενα τοῖς ἐναντίοις

ἀντιστατεῖν, ἵν' ἐξ ἑνὸς ὁποτέρου διαγινώσκηται τὸ

προὖχον. ὥστε τὰ μὲν Ὠριγένεια προτακτέον ἐν πρώτοις,

ἰδίᾳ δὲ τάξει καὶ τὸν ἀντιπίπτοντα νοῦν ἐκείνοις ἐξετάσαι

σπουδαστέον.

2

1

Φέρε γοῦν αὐτὸ τὸ τῆς ἱστορίας γράμμα

θεωρήσωμεν ὡς οἷόν τε κατὰ τὸ ἐφικτόν· ἐνθένδε ποθὲν

ἀρκτέον. ὁπηνίκα μὲν ὁ Σαοὺλ ἄριστα προΐστατο τῆς

τοῦ λαοῦ πολυανδρίας, ἐξῆρε πάντας τοὺς ἐγγαστριμύ-

θους, ἔφη, καὶ τοὺς οὕτω καλουμένους ὀνόματι γνώστας,

ἅτε δὴ λυμεῶνας ἐμφωλεύοντας ἐχθίστους.

2

ἐπειδὴ

δὲ τραπεὶς ἐπὶ τὰ χείριστα πρὸς τοῦ ἀλιτηρίου πικρῶς

ἠλαύνετο δαίμονος, ᾤχετο πάλιν ἐπὶ τὰ φάσματα τῆς

μαντείας αὐτῶν, οἰκοδομῶν μὲν ὅσα κατέλυσεν ὀλίγῳ

<πρόσθεν, ἑαυτὸν δὲ καὶ διὰ τούτου παραβάτην>

ἐλέγχων.

3

ὡς γὰρ οἱ πέριξ ἀλλογενεῖς ὁμοθύμῳ

σπουδῇ πολέμου γένεσιν ἀνεκήρυττον, ἀθροισθέντες μὲν

ὡς ἔνι μάλιστα παμπληθεὶ τὰς φάλαγγας ἀντιπαρέταττον,

ὅπλα δὲ γυμνώσαντες εἰς μάχην ἐξῄεσαν εὐρώστως. ὁ

μέντοιγε σχέτλιος ἔδεισε Σαούλ, αὐτὸ τὸ τῆς παρεμβολῆς

ἐπιτείχισμα πεφραγμένον ἰδὼν αὐτοψεί, καὶ τὸ σύμπαν

εἰπεῖν «ἐξέστη» καταπλαγείς, ὡς ἡ θεία διαγορεύει

γραφή.

4

μετὰ δὲ τοῦτο, φησίν, ἠρώτα διὰ τοῦ κυρίου,

γνῶναι δηλαδὴ τὰ πρακτέα γλιχόμενος· ὁ δὲ κύριος οὐκ

ἀπεκρίνατο τὸ παράπαν αὐτῷ διὰ τὰς τῆς ἀδικίας

ὑπερβολάς, οὔτε «ἐν ἐνυπνίοις» οὔτε «ἐν δήλοις» οὔτε

«ἐν τοῖς προφήταις», ἀλλὰ μὴν ἐκείνῳ γε τὸ θεῖον οὐκ

ἐχρημάτιζεν οὐδαμῶς, ἀθέμιτα δράσαντι.

5

τί δὲ μετὰ

ταῦτα πράττει, τῆς ἀνωτάτω γυμνωθεὶς ἐπικουρίας; ἀντὶ

τοῦ μᾶλλον ἐξιλεώσασθαι συχνοτέρᾳ δεήσει καὶ καρτερᾷ

ψυχολατρείᾳ, τοὐναντίον ἀποπηδήσας αὔξει μὲν τὰ τῆς

ἀποστασίας ἐπιτηδεύματα, τοῖς δὲ παισὶν αὐτοῦ

προσέταττεν γυναῖκα ζητήσειν ἐγγαστρίμυθον, ἵνα

ἀφίκοιτο πρὸς αὐτὴν πευσόμενος ὡς ἐν μαντείῳ.

6

τῶν δὲ δὴ χειρίστων ὑπηρετῶν αὐτίκα δὴ μάλα

καταμηνυσάντων τὴν ἔμπληκτον, ὁ μὲν Σαοὺλ ἀμελλητὶ

μετασχηματίσας ἑαυτὸν καὶ τὰ τὴς ἐσθῆτος ἀμείψας

ἐνδύματα δρομαῖος ᾤχετο, τὴν στρατιὰν ἐκλιπών. ὡς

δὲ ἀφίκετο πρὸς αὐτὴν ἅμα δυοῖν ἀνδράσι νύκτωρ,

ἀξιώσεις αὐτῇ προσεφέρετο τηνικαῦτα, «μάντευσαι δή

μοι» λέγων «ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι» φησὶν

«ὃν ἂν εἴπω σοι».

7

τοιγαροῦν, εἴπερ ὁ Σαοὺλ ἐδεῖτο

διὰ τῆς ἐγγαστριμύθου μαντεύσασθαι, φαίη τις ἂν ἀληθεῖς

εἶναι τὰς ἐκείνου φωνάς. ἀλλ' ἔστι τις ἀγνοῶν ὡς ἐκεῖνος

ὑπὸ τοῦ δαίμονος ἀγρίοις ἠλαύνετο θυμοῖς, εἰς

ἀνηκέστους ἐκτραπεὶς μαντείας καὶ διαβολικὰς μύθων

ἐνεργείας;

8

τί γάρ; οὐκ ἀξιόπιστος μᾶλλόν ἐστιν ὁ

θεὸς ὁ τοὺς μὲν λόγους εἰς τὸ στόμα τοῦ Βαλαὰμ

ἐμβαλών, ἐπιτρέψας δὲ Μωσεῖ γράψαι ῥητῶς ἐν τοῖς

Ἀριθμοῖς· «οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ

μαντεία ἐν Ἰσραήλ»;

9

εἰ τοίνυν ἀπαγορευτέα τὰ

τοιάδε καθέστηκεν, οἷα δὴ βδελύγματα μυσερὰ καὶ τῆς

ἐχθίστης εἰδωλολατρείας αἴτια, πῶς ἂν εἴη φερέγγυος [ὁ]

μάρτυς ὁ τούτοις ἀνοσιώτατα χρήσασθαι πειραθείς; ἀλλὰ

ταῦτα μὲν ὀλίγον ὕστερον ἐπαναλαβόντες ἐντελέστερον

ἐροῦμεν· ἐπανιτέον δὲ πάλιν εἰς τὴν τοῦ γράμματος

ἱστορίαν.

3

1

Ὡς οὖν ἡ γυνὴ τὸν ἔκφρονα Σαοὺλ ἐθεάσατο,

πλαττομένη μὴ εἰδέναι τὸν δυνάστην ἀνθυπέφερεν ὡς

αὐτὸς ἄμεινον ἂν εἴη γινώσκων ὅσα πεποιήκει τοῖς περὶ

ταῦτα δεινοῖς ὁ Σαούλ, «ὡς ἐξωλόθρευσε τοὺς

ἐγγαστριμύθους» ἔφη «καὶ τοὺς ἐκφωνοῦντας ἀπὸ τῆς

γῆς»

2

ἕνεκα δὲ τούτου παγιδεύσασθαι πρὸς αὐτοῦ

τὴν ψυχὴν ἔφασκεν εἰς θάνατον. ἐπειδὴ δὲ πιστωσάμενος

ὅρκῳ διεβεβαιώσατο μηδὲν αὐτὴν ὑποστῆναι σκαιόν, αὖ-

θις ἐπιρρωσθεῖσα τῇ κακίᾳ παρρησιέστερον ἀποκρίνεται

δήπουθεν ἡ γυνή· «τίνα» φησὶν «ἀναγάγω σοι;»

3

ποταπὴ καὶ ὁποία καὶ τίς ἡ κακοδαίμων ἐτύγχανεν αὕτη

γραῦς, ἵνα ὑπόσχηται τὸν Σαμουὴλ ἐκ νεκρῶν ἀνάξαι;

καὶ μήν, εἴ γε δεῖ τὸ τῆς ἀξίας ὑπερθεμένους εἰπεῖν, οὐχ

ὁπωσοῦν ἠδύνατο προφητικὴν ἀνάξαι ψυχήν, ἀλλ' οὐδὲ

τῶν ἐπιτυχόντων οὐδενὸς οὐδ' ὅλως, ἀλλ' οὐδὲ μύρμηκος

ἢ ψύλλης. οὐ γὰρ οἱ δαίμονες ἐξουσίαν ἔχουσιν

πνευμάτων τε καὶ ψυχῶν, ἀλλ' ὁ πάντων ὁμοῦ δεσπόζων

θεός· ὥστε τῇ θείᾳ δοτέον φύσει μόνῃ ἐξ ᾅδου μεταπέ-

μπεσθαι καὶ πάλιν ἀνακαλεῖσθαι ψυχάς.

4

ἀλλ' ὁ

κομψὸς Ὠριγένης, εἰδωλολατρείας ὄργανα καὶ

νεκυομαντείας εὑρήματα τῷ τῆς ἐκκλησίας ἐθέλων

ἐπεισκυκλῆσαι χορῷ, τοῦ θείου καταψεύδεται

γράμματος. αὐτῆς γάρ τοι τῆς γραφῆς ἀναφανδὸν

ἐκβοώσης ὡς εἶπεν ἡ γυνὴ «τίνα ἀναγάγω σοι;»,

τοὐναντίον ἀντιστρέψας οὗτος, τὸ πρόσωπον ἔφη ταῦτα

εἰρηκέναι τοῦ ἁγίου πνεύματος.

5

εἶτα τοσοῦτον

ἐξετράπη παρασυρείς, ὥστε οὐκ ἐρυθριᾷ τῷ ἁγίῳ

περιτιθέναι πνεύματι τὰ τὴς ἐπιλήπτου ῥήματα· τοιαῦτα

δὲ γυμνοτέρᾳ τῇ γλώττῃ βλασφημῶν, εἰς τὸ πνεῦμα τὸ

ἅγιον ἀναφέρει τὸ πᾶν, ἀξιοπίστῳ τοὺς αὐτηκόους

ὀνόματι καταιδέσαι πειρώμενος.

6

ἤρετο μὲν οὖν, ὡς

ἔφην, ἡ γυνή, καὶ καθάπερ ἐξουσίαν ἔχουσα τοῦ

μεταπέμπεσθαι τοὺς νεκροὺς ἐκφωνεῖ· «τίνα» φησὶν

«ἀναγάγω σοι;». τοῦ δὲ μαντευομένου φήσαντος

ἀναχθῆναι τὸν Σαμουήλ, αὖθις ἐπιφέρει· «καὶ εἶδεν ἡ γυνὴ

τὸν Σαμουὴλ» ἔφη «καὶ ἐβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν»

τῷ δυνάστῃ «διὰ τί παρελογίσω με; καὶ σὺ εἷ

Σαούλ».

7

ὧς δὲ ὁ βασιλεὺς ἔφησεν αὐτῇ «μὴ φοβοῦ»

καὶ τὸ «τί ἑόρακας;» ἐπάγει προσθείς, αὖθις

ἀνθυπενέγκασα πάλιν ἡ πυθόμαντις ἔφη· «θεοὺς ἑόρακα

ἀναβαίνοντας ἐκ τῆς γῆς». ἐπειδὴ δὲ καὶ τὸ τελευταῖον

ὁ δυνάστης ἤρετο, «τί ἔγνως;» εἰπών, αὐτίκα πάλιν

ἀθυπήνεγκε πρὸς ἔπος «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ

τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα».

8

τί

οὖν ἐπὶ τούτοις ἡ θεία διαγορεύει γραφή; «καὶ ἔγνω Σαοὺλ

ὅτι Σαμουήλ ἐστιν οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ

ἐπὶ τὴν γὴν καὶ προσεκύνησεν αὐτῷ.» φαίνεται τοίνυν

ὡς οὐδαμοῦ τὸ παράπαν ἡ τοῦ θείου γράμματος ἔφησεν

ἐκδοχὴ τὸν Σαμουὴλ ἀνῆχθαι διὰ τῆς ἐγγαστριμύθου·

9

ἀλλ' αὐτὴ μὲν προηγουμένως διὰ τοῦ ἐκβακχεύοντος

αὐτὴν δαίμονος ἀποφθέγγεται δεῖν ἀνάγειν αὐτόν· εἶτα

καὶ θεοὺς ἀνιόντας ἐπικομποῦσα θεωρεῖν, ἀπάτῃ μὲν

ἐδίδου τὰ σημεῖα τἀνδρὸς εἰς ἐνέδραν, ὁ δὲ παράφρων

«ἔγνω Σαοὺλ» ἐξ ὧν ἀκήκοεν ὡς αὐτὸς οὗτός ἐστι

Σαμουήλ.

4

1

Εἰ δὲ δεῖ πιστεύειν ἢ τῷ δαιμονιζομένῳ Σαοὺλ

ὡς ἀληθῆ γνώσεως ἠκριβωκότι κατάληψιν, ἢ δαίμονι

καυχωμένῳ καὶ ψυχὰς ὑπισχνουμένῳ δικαίων ἐξ ᾅδου

μεταπέμπεσθαι, κρίνωμεν παρ' ἑαυτοῖς ὅσης ἂν εἴη γε

δυσφημίας ἀνάπλεα ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν, ὧ

κράτιστε ἀνδρῶν Εὐτρόπιε·

2

πολὺ γάρ, ὡς ἔοικεν,

Ὠριγένης τῆς ἀληθείας ἐσφάλη, καίτοι τοῦ δεσπότου

ἡμῶν Ἰησοῦ περὶ τοῦ διαβόλου διαρρήδην εἰρηκότος

«ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ

οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. ὅταν λαλῇ

τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ

ὁ πατὴρ αὐτοῦ».

3

τί τοίνυν φής, ὦ Ὠρίγενες (ἀνάγκη

γὰρ ἐρέσθαι σε); πότερον ἀληθῆ ταῦτά ἐστιν ἅπερ

ἔφρασεν ὁ σωτήρ, ἢ τοὐναντίον ἀνθυποφέρων ἐρεῖς; εἰ

μὲν οὖν ἀληθεῖς οἱ τοῦ κυρίου τυγχάνουσι λόγοι, εἰωθότως

ἄρα ὁ δαίμων ἐψεύσατο θρασυνόμενος· εἰ δὲ ἀψευδῆ τὰ

τοῦ δαίμονος ὁρίζῃ ῥήματα, ψεύστην ἀποφῆναι τὸν

κύριον ἐγχειρεῖς.

4

ὁρᾷς εἰς ὅσην ἐκπέπτωκεν ἀτοπίαν

ὁ παρὰ σοὶ δογματιζόμενος ὅρος; ἄκοντες μὲν γὰρ ἔσθ'

ὅτε τἀληθῆ λέγειν οἱ δαίμονες ἀναγκάζονται στρεβλού-

μενοι τοῖς πόνοις, οὐ μὴν ἑκόντες ἀψευδῶς εἴποιεν ἂν

ὁτιοῦν. εἰ δὲ δὴ καὶ δικαίους ἀνάγειν ἐξ ᾅδου τοῦτον

ὁριεῖταί τις ἀμελλητί, πῶς οὐκ ἄν γε εἴη σαφὲς ὡς ἀπάτῃ

τὸ ψεῦδος ἀντεισάγει, βουλόμενος ἐκτραχηλιάσαι

τινά;

5

ναί, φησίν, ἀλλ' οὐχ ὁ δαίμων ταῦτα εἴρηκεν,

ἀλλ' «ἡ διηγηματικὴ τοῦ συγγραφέως φωνή· συγγραφεὺς

δὲ τῶν λόγων εἶναι πεπίστευται τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ'

οὐκ ἄνθρωπος». εἶτ' οὐ νοεῖ πῶς ἐναντία φαίνει τῇ τοῦ

διηγήματος ἐκδοχῇ;

6

κάλλιον γοῦν ἴσασιν οἱ

παντοίοις σχολαιότερον ὁμιλήσαντες λόγοις ὡς ἡ

διηγηματικὴ τοῦ συγγραφέως ὁμιλία ταῦτα ἐξέδωκεν,

ἅπερ ἐδόκει πράττειν ἢ λέγειν τῷ μαντευομένῳ Σαοὺλ

ἡ ἐγγαστρίμυθος· ἀμέλει περὶ ἐκείνης ἐκδιηγούμενος ὁ

συγγραφεὺς καὶ τοὺς λόγους αὐτῆς ἐπὶ λέξεως

ἐκτιθέμενος ἔφη «καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω

σοι;»

7

τίς δὲ οὕτως εὐήθης ἐστὶν ὡς ὑποκρίνεσθαι

μὴ νοεῖν ὅτι αὗται μὲν τοῦ συγγραφέως οὔκ εἰσιν αἱ

φωναί, τῆς δὲ δαιμονώσης εἰσὶ γυναικός, ἧς καὶ τοὔνομα

προὔταξεν; οὐδαμοῦ μέντοι βεβαιοῖ τοὺς λόγους αὐτῆς

ὡς ἀληθεῖς, οὐδέ τις ἂν εἴη γε τοῦτο δεικνύναι δυνάμενος

οὐδαμῶς.

8

ἀλλὰ μήν, εἴ γε δεῖ φιλαλήθως εἰπεῖν, ἡ

διηγηματικὴ 〈φωνὴ〉 τοῦτο ἔφησε μόνον ὡς «εἶδεν ἡ γυνὴ

τὸν Σαμουήλ». οὕτω δὲ ταῦτα ἔγραψεν ὡς πρὸς εἰδότας

περὶ δαιμονώσης ὁμιλῶν. οὐ γὰρ ἔστιν ἀμφισβητεῖν ὅτι

δαίμων οὐκ ἀνάγει ψυχὴν οὐδενός, ὃς ὑπὸ τῶν εὐσεβῶν

<ἐξορκιζόμενος ἀνθρώπων ἐλαύνεται, πυροῦται>,

μαστίζεται καὶ φεύγει, τὸ σκήνωμα προλιπών.

9

ἀλλ'

εἶδεν ἡ παραπλὴξ ὡς ἔπρεπεν αὐτῇ τὸ σχῆμα τῆς

πεφαντασιοκοπημένης ὄψεως. εἴωθε γοῦν ὁ θὴρ εἰς

πολυπροσώπους ἑαυτὸν ἐξαλλάττειν ἰδέας, ἵνα δὲ κατὰ

τὸν ἁγιοφανῆ Παῦλον ἀποφθεγξάμενος εἴποιμ' ἄν· «αὐτὸς

γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ

μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται

ὡς διάκονοι δικαιοσύνης.»

10

Ὁ δὲ δογματιστὴς Ὠριγένης ὡς πρὸς ἐναντίους

δικανικῇ δεινότητι διαλεγόμενος ἔταξεν μὲν καὶ τόδε τὸ

χωρίον, οἰόμενος ἐκ τούτου περιγράφειν τοὺς τὴν

ἀλήθειαν ἀντεισάγοντας, ἀτεχνίᾳ δὲ μᾶλλον ἢ τέχνῃ

δοκῶν ἀνασκευάζειν αὐτὸ προσετίθει·

5

1

«καὶ διὰ

τί» φησὶν «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ

προσεποιεῖτο εἶναι Σαμουήλ;» ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ

τούτοις ἔφησεν «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»· εἶτα

πάλιν ἐπιφέρει προϊών· «εἰ μὴ ἦν Σαμουήλ, ἔδει

γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ.

2

νῦν δὲ γέγραπται· “ἔγνω Σαούλ”. οὐδεὶς δὲ ἔγνω τὸ μὴ

ὄν· “ἔγνω” οὖν “Σαοὺλ ὅτι Σαμουήλ ἐστιν καὶ ἔπεσε

ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ”».

ἵνα δὲ μὴ παρεκβὰς ἐφ' ἕτερα τῶν παραδειγμάτων—

ἐξ αὐτῶν ὧν ἔγραψεν ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν,

εἶθ' οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα.

3

καί μοι λέγε πρὸς θεοῦ· τί φής, ὧ Ὠρίγενες; πότερον

ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι ἤ τί γε σχῆμα

σκιαγραφίας εἴδει περιβεβλημένον; εἰ μὲν οὖν ἀσώματον

ἀνήγαγεν αὐτόν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ

πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος

ἡρμοσμένος οὗτός ἐστι Σαμουήλ, ὁ ἄνθρωπος ὁ κρᾶσιν

ἔχων ἐξ ἀμφοῖν ἀνάλογον.

4

εἰ δὲ ὁλόσωμον αὐτὸν

ἀνήγαγεν τὸν ἄνδρα, πῶς οὐχ ἑόρακεν αὐτὸν ὁ Σαούλ;

εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτόν, οὐκ ἂν ὡς ἀβλεπτῶν

ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τὸ «τί

ἑόρακας;». οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφίλογον

ἀσώματος ἦν· εἰ δὲ ἀσωμάτῳ σχήματι διεφαίνετο, τί δή-

ποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑορακέναι μὲν

«ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα», «διπλοΐδα»

δὲ κατὰ τὸ πρόσθεν ἔθος «ἀναβεβλημένον»;

5

ἄρ'

οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις,

Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑορακὼς ὡς περὶ

φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο τὸ «τί

ἑόρακας;» εἰπών, ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον

ἰδοῦσα κέκραγεν «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς

γῆς», ὑπὲρ δὲ τοῦ πεῖσαι ὠς αὐτὸς ἄνθρωπός ἐστι,

δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη «καὶ οὖτος

ἀναβεβλημένος διπλοΐδα».

6

τί οὖν, ὧ τῆς ἀθεμίτου

μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνήρ, οὐκ εἶδεν

αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μή τι καὶ τὸ αἰσθητὸν ὄμμα

τυφλώττειν αὐτὸν εἴποις, ὥσπερ οὖν ἀμέλει καὶ τὸ τῆς

ἐννοίας αὐτὸ τὸ νοητόν.

6

1

Ἀλλ' ἴσως ἐρεῖς ἁλισκόμενος εὐπετῶς· αὐτὸ τὸ

τῆς ψυχῆς ὄργανον ἀνθρωπόμορφον ἐσχηματίζετο κατὰ

τὴν ὥραν, ἵνα ἐπιφανὲν ἐξείποι προφητικῷ μηνύματι τὸ

μέλλον, οἷα δὴ κατὰ τοὺς ὕπνους ἐνίοτε πνεύματα καὶ

ψυχαὶ τοῖς ἀνθρώποις ἐφίστανται, παμμελεὶ τοὺς

ἀνθρωπείους ἐπιδεικνύμεναι χαρακτῆρας, οὐ μὴν ἀλλά

γε καὶ διάφορα καὶ ποικίλα φοροῦντες ἐσθήματα καὶ

σημασίας οὐλῶν ἢ τύπων ἢ μωλώπων ἐπιφερόμενοι καὶ

πληγῶν ἢ τρώσεων.

2

εἰ τοίνυν ὁρίζῃ ψυχὴν ἀνῆχθαι

μόνον, ἀλλ' οὐκ ἄνθρωπον αὐτῷ σώματι (οὐδὲ γὰρ εἰ

βούλῃ δίδωσί σοι τὸ γράμμα), μαχόμενα μὲν ἑαυτῷ

θεσπίζων οὐκ αἰσθάνῃ, ταὐτὸν δὲ τοῦτό τις ἀνθυποφέρων

ἐρεῖ σοι· τί δήποτε οὐκ εἶπεν ἡ γυνή· προφητικὴν εἶδον

ψυχήν, ἀλλὰ τοὐναντίον «ἄνδρα ὄρθιον»;

3

ᾧ γὰρ

ἔφησθα τρόπῳ· «καὶ διὰ τί» λέγων «οὐκ εἴρηται· εἶδεν

ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;», τούτῳ

τῷ λόγῳ φαίην ἂν ἀνθυπενέγκας ἔγωγε· τίνος ἕνεκα

ψυχῆς ἀναχθείσης οὐκ εἴρηκεν ἑορακέναι ψυχήν, εἴπερ

οὕτως εἶχεν, ἀλλ' ἐκ τῶν ἐναντίων «ἄνδρα» καὶ τοῦτον

«ὄρθιον», ὅπερ ἐστὶ γνώρισμα σωματικῆς εὐεξίας;

4

οὐ γὰρ ἀμφίκυρτον οὐδὲ κεκυφότα γέροντα θεωρεῖν ἔφα-

σκεν ἡ μαινάς, ἀλλ' ὄρθιον, ἐντεταμένον, ἀπηυθυμένον

εἰς πόλεμον, ἀεὶ νεάζοντα περὶ τὰς τῆς κακίας ἀναδόσεις·

ἀπάτῃ δὲ τὸν ἔκφρονα δελεάζουσα, σημείῳ μὲν ἔπειθεν

αὐτὸν ὡς ἄνθρωπός ἐστιν ὁ ἀνιὼν ἐκ τῆς γῆς,

ἀναβεβλῆσθαι δὲ αὐτὸν ἔφαινε «διπλοΐδα».

5

τί οὖν

(εἴποι τις ἄν), εἴπερ αὐτῷ σώματι προκύπτων ἐτύγχανεν

ἀνήρ, οὐκ ἄρα ἑόρακεν αὐτὸν ὁ Σαούλ, ἀλλὰ παρ' ἑτέρου

βούλεται μαθεῖν ὁποῖός ἐστιν, ὡς ἀορασίᾳ πληγείς;

οὐκοῦν αὐτὰ τὰ πράγματα κέκραγεν ὡς ἄνθρωπος μὲν

οὐκ ἦν, ἀλλὰ σκιά τις ὡς ἔοικεν ἀφανής· οὐ γὰρ ἂν

ἀόρατος ἦν.

6

εἰ δὲ νομίζεις, Ὠρίγενες, ὅτι ψυχὴ τοῦ

<Σαμουὴλ ἐτύγχανεν αὐτόθι, διὰ τί διπλοΐδα>

περιβεβλημένον ἑωρᾶτο τὸ φάσμα; προδήλῳ γοῦν

ἐκφαίνεται σημασίᾳ ὡς ἅπαντα τὰ τῆς ἐσθῆτος ἐνδύματα

καὶ σκεπάσματα σώμασι πλέον, ἀλλ' οὐ ψυχαῖς

ἁρμόττει·

7

οὐ γὰρ οἴομαί σε φῆσαι μεθ' ὑποκρίσεως

ἀσταϊζόμενον ὅτι μεμένηκεν ἡ διπλοῒς ἐπὶ τοῦ τάφου

τοσούτοις ἔτεσιν ἄχρι τῆσδε τῆς ἡμέρας, ἵνα ἡ ψυχὴ τοῦ

προφήτου φορῇ, μή πῃ ἄρα γυμνὴ βαδίζουσα διάγοι.

καίτοιγε φαίη τις ἂν ὡς οὐδεὶς ἔοικεν ἀγνοεῖν ὅτι τοῖς

ἁγίοις <ἀδιάφθορα πάρεστιν οὐρανόθε ἐνδύματα>

φεγγοβόλοις ἐκλάμποντα μαρμαρυγαῖς, ἀλλ' οὐκ ἐσθῆτος

ὑφάσματα ποικίλης εὐδιάφθορα.

8

εἰ δὲ τὴν τοῦ

Σαμουὴλ ὁρίζῃ ψυχὴν μὲν εἶναι τὴν ὀφθεῖσαν, ἱμάτιον

μέντοι φὴς ἱερατικὸν ἑορᾶσθαι κατὰ ἔννοιαν, ἵν' ὁ τῆς

ἱερουργίας ἔκδηλος εἴη τρόπος (ἀμφότερα δὲ ταῦτα

νοητῶν ἐστι πραγμάτων ἴδια), συνέστηκεν ὡς οὐδὲν ὑγιὲς

οὐδὲ ἀληθὲς ἀπήγγελλεν ἡ μαινάς·

9

ἕτερα γὰρ ἔλεγεν

παρὰ τὰ ὄντα, τὰ τῶν αἰσθητῶν ὀνόματα παραφέρουσα

καὶ τὰ νοητὰ διαδεικνύουσα πράγματα. «ἄνδρα» γοῦν

«ὄρθιον» ὀνομάζουσα καὶ περιβολῆς ὑφαντὸν ἔσθημα

χειρότευκτον, ἀόρατον ἐκ τῶν ἐναντίων εἰσῆγε πνεῦμα

φαντασιῶδες.

7

1

Εἰπὲ τοίνυν, ὦ βέλτιστε δογματιστά, πῶς ἔγνω

Σαοὺλ ὡς αὐτὸς οὗτος ἐτύγχανε Σαμουήλ, ὁπηνίκα μη-

δὲ σκιᾶς εἶδεν μόριον, οὐχ ὅπως ἀνδρὸς ἰδέαν; ἀλλ'

οὐκ ἐρυθριᾷς εἰρηκώς· «ἔδει γεγράφθαι· καὶ ἐνόμιζε

Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· “ἔγνω

Σαούλ”».

2

εἶτα ὅτι μὲν ὁ δαιμονιζόμενος ἔγνω παρὰ

δαιμονώσης ἀκούσας, ἄνω καὶ κάτω λέγεις· ὅτι δὲ οὐδὲ

ὅλως ἐθεάσατο, σιγῇ τὸ γράμμα κρύπτεις.

3

οὐδαμοῦ

δὲ δὴ παραφέρεις ἐν μέσῳ τὸν ἔλεγχον, ἀφελεῖς μὲν

οἰόμενος ἐξαπατᾶν ἀνθρώπους, εὕρημα δὲ μαντείας

ἐπιτειχίζων ἅπασιν ἀσεβοῦς· ἡ γάρ τοι τοῦ δαιμονιζομένου

γνῶσις ἀξία τοῦ κηρύγματος ἐτύγχανεν ἐκείνης τῆς καὶ

τοὺς λόγους αὐτῷ διακονούσης.

4

ἀλλ' ἐπιστήμῃ καὶ

συνέσει φαίης ἂν ὡς ἔγνω μὴ θεασάμενος, ἀλλ' οὐκ

ἐνόμισεν· ἕκαστος γοῦν ἀνθρώπων ἀκοῇ μᾶλλον ἢ ὄψει

πρᾶγμα παραλαβὼν οἴεται καὶ νομίζει, τὸ σαφὲς οὐκ

εἰδώς, ἄλλως τε κἂν ὑπὸ δαιμονῶντος ἀκούοι προσώπου·

μόνα γὰρ τὰ τοῦ θεοῦ βεβαιοῦνται ῥήματα πρὸς ἀκριβῆ

κατάληψιν καὶ πίστεως ὀχυρότητα.

5

καὶ μὴν εἰ περὶ

τῶν ἀνθρώπων ἔφησεν ὁ μελογράφος· «ἐγὼ εἶπα ἐν τῇ

ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης» πόσῳ δὴ μᾶλλον,

εἰ περὶ γυναικὸς ἐκδιηγοῖτό τις ἔκφρονος; εἶτα λέγεις ὅτι

«οὐδεὶς ἔγνω τὸ μὴ ὄν», οἷα μειρακίοις ἄντικρυς

ὁμιλῶν.

6

εἰπὲ τοίνυν πῶς ἔγνω τὸ ὄν, εἴπερ αὐτὸς

οὐκ ἐθεάσατο πυνθανόμενος οὐ τὸν ἄνδρα τὸν ὄρθιον,

οὐ τὸ ἐφοὺδ ὃ περιεῖχεν, οὐ τὸ ἀρχιερατικὸν ἱμάτιον;

ἀλλ' ὁ οὐδὲν οὐδαμόθεν ὁρῶν ὑποκένοις ἀνερριπίζετο

λόγοις, ὥσπερ οὖν ἀμέλει καὶ σὺ κουφολογίᾳ τοὺς

ἀστάτους ἀναπτεροῖς.

7

ἀλλ' ὁ μὲν ἱστοριογράφος

ὄνομα προθεὶς ἐγγαστριμύθου πρῶτον ἐδήλωσεν τὸ

πρόσωπον ὁποῖόν ἐστιν, ἐμμανές. εἶθ' οὕτως αὐτὸ τὴν

ὀπτασίαν ἑορακέναι διέγραφεν, ὡς πρέπει τοῖς εὖ

φρονοῦσιν περὶ τοῦ παραπεπληγμένου νοεῖν· οὐδεὶς γὰρ

ἂν ὑπολάβοι φρενοβλαβῆ τινα τὰ δέοντα θεωρεῖν.

8

ὁμοίῳ δὲ τρόπῳ καὶ τὸν ἔκφρονα Σαοὺλ ἔφησεν

ἐγνωκέναι μαντευόμενον, ὡς ἄξιον ἂν εἴη περὶ ἐκείνου

γε νοῆσαι τοῦ τοσαύταις ἐτῶν περιόδοις ἐλαυνομένου

πικρῶς ὑπὸ τοῦ δαίμονος.

8

1

Ἀλλὰ μὴν ὅτι γε ταῦτα τοῦτον ἔχει τὸν τρόπον

αὐτὰ τὰ πράγματα βοὰς ἀφίησιν ἐναργεῖς. ἵνα δὲ καὶ

ἀφ' ἑτέρου τὰ ὅμοια συστήσαιμι παραδείγματος, φέρε

<τὴν ἐπὶ Ἡλίου τοῦ προφήτου προσαγάγωμεν>

ἱστορίαν.

2

ὁπηνίκα τοίνυν Ἡλίας ἐνθέῳ διήλεγχε

ζήλῳ τοὺς ψευδοπροφήτας ὀκτακοσίους ὄντας πρὸς τοῖς

πεντήκοντα τὸν ἀριθμόν, ἠξίου μὲν ἐν θυσίᾳ τὴν

ἑκατέρων ἀντεξετάζεσθαι τάξιν, μηδένα δὲ πῦρ ἐπάγειν,

ἀλλ' εὐχαῖς ἐπάγεσθαι πυρὸς ἐπιφοράν, ἵνα ἐκ τοῦ

κατακομπαζομένου μετεώρου οὐρανόθεν ἔκδηλος μὲν ἂν

εἴη πᾶσιν ὁ ἐπακοῦσαι δυνάμενος ἔμφλογι πυρὸς

ἀποστολῇ θεός, ἐκ δὲ τούτου διαγινώσκηται τίς ἡ τοῦ

κρείττονος ἐξουσία, καὶ πᾶσι φανερὸν ἂν εἴη γε τὸ

ἄμεινον.

3

ὡς οὖν ἐπέταττε πρώτοις ἐπιτελεῖν ἐκείνοις,

οἱ μὲν ἐπιλεξάμενοι βοΐδιον ἐμέλιζον εἰωθότως,

ἐπικαλούμενοι δὲ δὴ τὸ τετράμορφον ἐμμελέτημα τοῦ

καλουμένου Βάαλ οὐδὲν ἧττον ἔπραττον, οὐδὲν οὐδαμῶς.

οὐ μὴν ἀλλά γε «καὶ κατετέμνοντο κατὰ τὸ ἔθος αὐτῶν

μαχαίραις» ἔφη «καὶ σειρομάσταις ἕως ἐκχύσεως

αἵματος».

4

εἶτα ἐπὶ τούτοις ἡ διηγηματικὴ τοῦ

συγγραφέως ἐπιφέρει βοή· «καὶ προεφήτευον ἕως παρῆλθε

τὸ δειλινόν». ἐπεὶ τοίνυν οὐ διέστειλε τὸ γράμμα πότερον

ἀληθῆ προὐφήτευον ἢ ψευδῆ, παρὰ τοῦτο φαίη τις ἂν

ἐκείνους εἶναι προφήτας ἀληθεῖς;

5

ἔδει γὰρ εἰρηκέναι

κατὰ τὴν Ὠριγένους ἀπόφασιν· ἐπροεφήτευον ὡς ᾤοντο

τῷ δοκεῖν, μηδὲν ἀληθὲς λέγοντες (ἐπεὶ μηδὲ θέμις

〈λέγειν〉 ἐμπολιτεύεσθαι ἐν αὐτοῖς πρόγνωσιν), ἀλλ' οὐκ

ἀνεπιπλόκῳ καὶ καθαρᾷ προφωνῆσαι λέξει «καὶ προεφή-

τευον ἕως παρῆλθε τὸ δειλινόν».

6

ἆρ' οὖν ἀκολούθως

ἐκ τῆς αὐτῆς τοῦ γράμματος ἱστορίας ἔστιν ἰδεῖν ὅτι

ταῦτα ἐκείνοις ἐπέοικεν· εἰ γὰρ ὁ αὐτός ἐστιν ἑκατέρων

ὁ συγγραφεύς, ὅμοιον ἐξ ἀμφοῖν ἀνάγει τὸν νοῦν.

7

ἀλλ' ὥσπερ ἐνταῦθα τὸ τῶν εἰδωλολατρῶν ὄνομα προ-

τάξας ἐδήλωσεν κατὰ ἔννοιαν ὅτι χρὴ περὶ τῶν τοιούτων

ὑπολαμβάνειν ὡς εἰσὶν ψευδοπροφῆται λειπόμενοι προ-

γνώσεως, οὕτω κἀκεῖ πρόσωπα δαιμονιζόμενα προτάξας

καὶ μαντείας ἀθεμίτου δράματα, κατὰ ἀποσιώπησιν ἐμή-

νυσεν τί δέοι περὶ τῶν ἐκφρόνων δοξάζειν τοὺς ἔμφρονας.

9

1

Ἀλλὰ τὰ τοιαῦτα μὲν εἰ παραφέροιμι μαρτύρια,

τάχα ἴσως ὁ χρόνος ἡμᾶς ἐπιλείψει λέγοντας· ἄλλην δὲ

μίαν παραδείγματος εἰκόνα προσθεὶς ἀρκεσθήσομαι.

<τοιγαροῦν ἐν τῷ τῆς Ἐξόδου κατασεσήμανται>

προγράμματι πῶς ἐπέταττε τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν

αὐτὸς ὁ κύριος εἰς ἔδαφος ἐκρίψειν τὴν ῥάβδον ἀντικρὺ

Φαραώ, ἵνα εἰς ὄφιν ἀμείψασα τὸ σχῆμα σημείῳ κατα-

πλήξοι φοβερῷ τοὺς Αἰγυπτίους.

2

ὡς δὲ τοῦτο ἐγίνετο

παραδόξως, ὁ δυνάστης ἀνοίᾳ φενακιζόμενος ἀβούλῳ

συνεκαλέσατο μὲν ὁμόσε «τοὺς σοφιστὰς καὶ τοὺς

φαρμακοὺς Αἰγύπτου». «ἐποίησαν» δὲ «καὶ οἱ ἐπαοιδοὶ

τῶν Αἰγυπτίων» ἔφη «ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως,

καὶ ἔρριψεν ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, καὶ ἐγένοντο

δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων

ῥάβδους».

3

ἔτι γε μὴν ἀναφερόμενόν ἐστιν ὡς αἷμά

τε καὶ βατράχους «ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων

ὡσαύτως». ἐπεὶ οὖν ἡ διηγηματικὴ μηδὲ δεῦρο διαιρεῖ

φωνὴ τὰς ἑκατέρων τάξεις, ὡσαύτως δὲ καὶ τοὺς

ἐπαοιδοὺς ἐξεῖπεν πεποιηκέναι, παρὰ τοῦτο φαίη τις ἂν

ὅτι τὰ δεδραμένα τοῖς φαρμακοῖς ὅμοια τοῖς διὰ Μωσέως

γενομένοις ἐστίν.

4

οὐ μὲν οὖν, εἴποι τις ἄν, ἀλλ' οὐδὲ

θεμιτὸν ἂν εἴη λέγειν ὡς ἐξομοιοῦται τὰ περίεργα καὶ

γοώδη τοῖς οὐρανίοις ἀπομιμήμασιν. ὅσα μέν γε διὰ

Μωσέως ἐπράττετο τὴν ἀλήθειαν ἐκ τῶν δρωμένων

ἐξέφαινεν, ὅσα δ' αὖ διὰ τῶν ἐπαοιδῶν ἐκαττύετο, τῷ

δοκεῖν ἐφάνταζε τὰς ὄψεις· αὐτοτελῆ γὰρ ἔλεγχον ἐκ τῆς

ἀδρανείας ἐπεφέρετο τὸ ψεῦδος, ἐπεὶ πῶς ἡ μία κατέπιεν

ῥάβδος ἄφνω τὰς πολλὰς ἐκείνας;

5

οὐδέ γε θέμις

ἐστὶν ἐννοεῖν ὡς ἐκ τῶν ἀψύχων ἐκεῖνοι ῥάβδων

ἐμψύχους ἠδύναντο δράκοντας ἀποτελεῖν ἀθρόως·

ἀμείνους γὰρ ἂν ἧσαν ἴσως ἡμῶν οἱ τὰ νεκρὰ δυνάμενοι

ψυχῶσαι ξύλα. τάχα δὲ οὐδὲ Μωσῆς παράδοξον ἔπρατ-

τεν ἂν οὐδέν, εἰ τὰ παραπλήσια τούτοις εἰργάζετο.

6

καίτοι πῶς οὐ δίκαιον ἀδρανῆ φαίνειν αὐτὰ δι' αὐτοῦ

τοῦ γραφικοῦ μηνύματος; εἰ γὰρ ἀμυνόμενος τοὺς

Αἰγυπτίους ὁ θεὸς ἅπαντα μὲν ἐπεκελεύετο τὰ ῥεῖθρα

τῶν ὑδάτων εἰς αἷμα μεταβάλλεσθαι τιμωρίας χάριν,

οἱ δὲ τοιαύταις αἰκιζόμενοι πληγαῖς εἰς αἵματος ἰδέαν

ἀμείβουσι τοὺς ὀχετοὺς ὡσαύτως, αὔξειν ἐπιτεχνώμενοι

τὸ πάθος, ἕνεκα τίνος ἀξιοῦσι καὶ δέονται πιεζόμε-

νοι τῇ δίψῃ καθαρισθῆναι τὰ κατὰ πᾶσαν Αἴγυπτον

ὕδατα τῆς αἱμοφόρου μίξεως;

7

ἢ αὖ πάλιν

ἀπειροπληθεῖς ἄφνω θεασάμενοι βατράχους, τί δήποτε

παραιτούμενοι τοὺς ὄχλους αὐτῶν αὖθις ἔπλαττον

ἄλλους, εἰ μὴ τῶν μὲν ὡς ἐν σκιᾷ καὶ φαντασίας εἴδει

φαινομένων οὐκ ἐπεφρόντιζον, ὑπὸ δὲ τῶν ἄλλων ἔργῳ

δεικνυμένων ἐλυμήναντο δεινῶς;

8

οὐδεὶς γὰρ ἂν

ἕλοιτο τῷ πολεμίῳ πλήθει ἕτερον προστιθέναι πλῆθος

ἀναρίθμητον ἀντὶ τοῦ νεολέκτους στρατολογεῖν εἰς

συμμαχίαν δορυφόρους, οὐδὲ ἐπεγεῖραι πυρετῷ πυρετὸν

ἀπαλλαγῆναι τοῦ πρώτου γλιχόμενος, οὐδὲ πληγῶν

ἀφορήτων βίᾳ μαστιζόμενος ἄλλας ἑαυτῷ προσεπιφέ-

ρειν πληγάς, ἀνεθῆναι τούτων ἀφέσει καθαρᾷ καὶ

πρεσβείᾳ καὶ δεήσει προσλιπαρῶν·

9

ἀλλ' οὐδὲ τῶν

οἴκοι πιπραμένων, ἀντὶ τοῦ σβεστήρια καταψεκάζειν

ὄργανα, τοὐναντίον ἔλαιον ἢ πίτταν ἐπιχέων εἰς ἄμετρον

μὲν ὕψος ἐγείρει τὴν φλόγα, φλεγομένη δὲ μεῖζον τὸ

πάθος αὔξει καὶ πὺρ ἄρδει κατὰ πυρὸς ἀπειρο-

κάλως.

10

οὕτως ἄρα, δι' ὧν ἐφιλοτιμοῦντο πράττειν

οἱ φαρμακοί, διὰ τούτων ἐναργεῖς ἐξέφερον ἐλέγχους ὡς

οἰησικοπίᾳ φαντασιώδει ψυχαγωγεῖν ᾤοντο δεῖν ἑαυτούς.

ἔστιν γοῦν αὐτόθεν οὐ χαλεπῶς ἰδεῖν ὅτι καὶ νυνὶ πολλῷ

πλείονα καὶ μείζονα τούτων ἐν τοῖς θεάτροις οἱ ψηφο-

παῖκται δρῶσιν εἰωθότως.

11

ἀλλ' ὅμως αὐτοσχεδίῳ

δυνάμει τούτων ἄντικρυς ἁλισκομένων ἑώλων, οὐδὲν

ἧττον ἡ διηγηματικὴ προγράφει φωνή «καὶ ἐποίησαν οἱ

ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύ-

τως». ἔδει τοίνυν, ὡς ὁ δογματιστὴς ἐνομοθέτησεν Ὠρι-

γένης, εἰπεῖν· ἐποίησαν δὲ τὰ παραπλήσια τῷ δοκεῖν οἱ

ἐπαοιδοὶ τῶν Αἰγυπτίων, ἀλλὰ μὴ λέγειν «ὡσαύτως»,

ἵνα μή τις ὑπολάβοιεν ἂν ὡς ἐξ ὁμοίας ὁρμᾶται

δυνάμεως.

12

εἰ γὰρ ὅμοια τοῖς ἀμφὶ Μωσέα πράττειν

οἷοί τε ἧσαν, οὐκοῦν ὡσαύτως ἠδύναντο τοὺς ἐναντίους

ἀμύνασθαι τοῖς ἴσοις, ὥστε τοὺς ἀγῶνας ἑκατέρωθεν

ὑπάρχειν ἀντιπάλους. εἰ δ' οὐδένα δι' ὧν ἐσχημάτιζον

ἔβλαπτον, ἀποκέχρηται μὲν ἄρα τῷ ῥήματι, πρόδηλα δὲ

τὰ τῆς ἀψύχου φαντασίας ἐκτυπώματα.

13

οἷα δὴ

<κἀνταῦθα τὸ τῶν ἐπαοιδῶν ὄνομα προτάξας ὁ>

συγγραφεὺς καὶ τὰ τῆς φαρμακείας ἐπιτηδεύματα,

διέδειξεν ὡς οὐ χρεὼν ἂν εἴη τὸ παράπαν ἀμφισβητεῖν

<ὅτι τοῖς μάγοις ἕκαστα περιεργίᾳ διαπράττεται>

γοώδει.

14

τοιαῦτα καὶ τὰ τῆσδε τῆς ἱστορίας

ἀπογράφεται δράματα· αὐτὸς γὰρ ἐγγαστρίμυθον

ὀνομάσας, εἶτα καὶ μαντικῆς εὑρήματα διελέγχων ἀσεβῆ,

δαιμονιζομένου τε τὸ πρόσωπον ἀποδείξας εἶναι τὸ

μαντευόμενον, αὐτοτελῶς ἐξέφηνεν ὅτι φαντασιοκοπίαις

ἕκαστα διεπράττετο κιβδήλοις. Ἀλλὰ ταῦτα μὲν ἡμῖν

οὕτω νοητέον.

10

1

Ἴωμεν δὲ πάλιν ἐξελίττοντες ἐπὶ τὰ τῶν λόγων

ἴχνη. τί οὖν; ὡς ἤρετο τὴν ἐγγαστρίμυθον ὁ Σαοὺλ τὸ

«<τί ἑόρακας>;» εἰπών, ἐν πρώτοις ἡ παραπλὴξ

ἀνθυπενέγκασα βοᾷ· «καὶ θεοὺς ἑόρακα ἀναβαίνοντας

ἐκ τῆς γῆς».

2

ἐπειδὴ γὰρ ἐβούλετο παντοίως

ἐκτραχηλιάσαι τὸν ἄνδρα συναρπάσας ὁ διάβολος,

ἐπειρᾶτο δεικνύναι σαφῶς ὅτι τὸ δαιμόνιον ἐπ' ἐξουσίας

εἶχεν οὐχὶ μίαν μόνον ἀνάξαι δικαίου ψυχήν, ἀλλὰ καὶ

πάσας ὁμοῦ τὰς τῶν ἁγίων ἀνδρῶν. ὁ δὲ ἐκ τῶν ἐναντίων

τὴν τῶν δαιμόνων ἐν ταὐτῷ στρατιὰν ὁπλίσας καὶ

σύνοδον ἐν μιᾷ ῥοπῆς ὥρᾳ συστησάμενος ἐκόμπαζε,

πεῖσαι καὶ διὰ τοῦδε τοὺς ἅπαντας ἐθέλων ὡς αὐτὸς εἴη

θεὸς ὁ συναγωγεὺς τῶν ἄλλων.

3

ὅτι δ' οὖν οἰκείᾳ

χρώμενος ἀπονοίᾳ θεοποιεῖν εἴωθεν ἑαυτόν, ὁ μὲν

Ἡσαΐας ἀντιπροσώπως ἐλέγχων αὐτὸν ἱεροφωνίᾳ

κηρύττει προφητικῇ· «σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· εἰς

οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων θήσω τὸν

θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ

τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι

ὅμοιος τῷ ὑψίστῳ».

4

μαρτυρεῖ δὲ τούτοις ὅμοια καὶ

διὰ τοῦ προφήτου φθεγγόμενος Ἰεζεκιὴλ αὐτὸς ὁ κύριος

ἄντικρυς· «ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός

εἰμι ἐγώ, κατοικιῶ ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἷ

ἄνθρωπος καὶ οὐ θεός». ἀντὶ τούτου μὲν ὅσας αὐτῷ

τιμωρίας ἀπειλεῖ, ῥᾷόν ἐστιν ἐκ τῶν ὑποκειμένων ἰδεῖν·

ὅτι δὲ τοιούτοις ἐπερείδεται φάσμασι κομπολογῶν

ἑκάστοτε, θείᾳ δεδήλωται ψηφοφορίᾳ.

5

τοιγαροῦν,

εἴπερ ὁ δαίμων οἷός τε ἦν ἀνάξαι τοὺς ὀνόματι θεοὺς

ἀνακικλησκομένους, οὐκ ἀνάγκη νοεῖν ὅτι μείζων τῶν

ἀναγομένων ὁ ἀνάγων ἐστίν; εἰ δὲ προὔχει τῶν ὁσίων

οὗτος, ἀκόλουθον ὑπολαμβάνειν ὅτι καὶ τούτου πάλιν

αὐτὸς ὁ ἀρχιδαίμων.

6

εἰ δὲ ταῦτά τις ἀποδώσειεν,

ἀναντιρρήτῳ δυνάμει συνίστησιν ὡς αὐτός ἐστιν θεὸς

θεῶν ὁ τοῖς ὑπηρέταις τοῖς ἑαυτοῦ τοιαύτην ἀπονέμων

ἐξουσίαν, ὥστε πνεύματα καὶ ψυχὰς ἐξ ᾅδου μετα-

πέμπεσθαι δικαίων. ἀλλὰ ταῦτα μὲν οὐδείς πω τῶν

εὗ φρονούντων ὁριεῖται τὸ σύνολον, ἵνα μὴ ταῖς ἁγίαις

ἐναντία ψηφιεῖται μαρτυρίαις.

7

ἐπειδὴ δὲ τὸ δεύτερον

ὁ παραπλὴξ ἤρετο καὶ συνάψας εἶπεν τῇ γυναικί «τί

ἔγνως;», αὐτίκα πάλιν ἀνθυπενέγκασα πρὸς τὴν ἐρώτησιν

ἔφησεν· εἶδον «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς,

καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα.»

8

μηδένα δὲ τὸ

παράπαν ἰδών, ὡς αὐτήκοος ἐγένετο τῶν λόγων, «ἔγνω»

μὲν κατὰ τὴν ἔννοιαν τὴν ἑαυτοῦ τοῦτον εἶναι

«Σαμουήλ», ἅτε δὴ πολιορκούμενος ὑπὸ τοῦ δαίμονος

ἔνδοθεν· ὡς δὲ τῇ τῶν σημείων ὀνομασίᾳ συνηρπάσθη,

<τηνικαῦτα τὸ πρόσωπον ὑποκλίνας ἐπὶ τῇ γῇ>

«προσεκύνησεν αὐτῷ».

9

πρῶτον μὲν οὖν ὀρθότατα

φαίη τις ἄν· εἰ Σαμουὴλ ἐτύγχανεν ἐκεῖνος, ἀλλὰ μὴ

μεταμορφωθεὶς ὁ πολύτροπος ὄφις, ἀνθυπενέγκας

ἔφρασεν ἂν εὐσεβεῖ λογισμῷ· «κυρίῳ τῷ θεῷ σου

προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».

10

δεύτερον δὲ πάλιν εἴποιμ' ἄν· ὁπηνίκα Σαμουὴλ τοῦ

παντὸς ἦρχε λαοῦ καὶ προφήτης ἐτύγχανεν ἔκκριτος, ὁ

Σαοὺλ ἰδιωτεύων ἔτι καὶ τὰς τοῦ πατρὸς ὄνους ἀναζητῶν

ἀπῄει μὲν ὡς αὐτὸν ἐρωτήσων οἷα προφήτην ἕνεκα τῶν

<ἀπολομένων ὑποζυγίων, οὐδαμοῦ δὲ φαίνεται>

προσκυνήσας αὐτῷ, καίτοι χρῄζων αὐτοῦ καὶ προφανῶς

ὑποκείμενος οἷα καθηγεμόνι λαοῦ.

11

πῶς οὖν ὁ τότε

μὴ προσκυνήσας ὡς ἰδιώτης ἄρχοντι, νῦν ἐκ τῶν

ἐναντίων ὁ βασιλεὺς ἰδιωτεύοντι προσκυνεῖ; τρίτον δ' ἐπὶ

τούτοις ἔχω λέγειν· τί δήποτε, θεοὺς ἀναβαίνοντας

ἀκούσας οὐδενὶ τούτων προσεκύνησεν, ὅτε δὲ τὸν ἄνδρα

ὄρθιον ἀκήκοεν ἀναβεβηκότα, τηνικαῦτα προσκυνήσας

ὑπέκυψεν;

12

καὶ μήν, ὡς Ὠριγένης ἀπεφήνατο

τολμηρῶς, εἴπερ ἄγγελοί τινες ἦσαν ἐκ τούτων ἢ χοροὶ

προφητῶν, ἔδει τοῖς κρείττοσι καὶ πλείοσι πρῶτον

ὑποπεσεῖν, οὐχὶ δὲ τὸν μὲν ἕνα θεραπεῦσαι, τοὺς δὲ

πλείους ὑπεροψίας ἀνοίᾳ προλιπεῖν.

13

ἦ γὰρ

ἀγνοητέον ὡς αἱ φλογοείκελοι τῶν ἀγγέλων ἀξίαι τῶν

ἀνθρώπων ἀεὶ μακρῷ καλλίους εἰσίν; οὐκοῦν ἐκ πάντων

ὁμοῦ τῶν ἔργων εὐχερῶς ἔστιν ἰδεῖν ὅτι τὸν ἡγεμόνα μὲν

νοῦν ἐτύφλωττεν ὁ Σαοὺλ ὑπὸ τοῦ δαίμονος ἐλαυνόμενος,

ὁ δὲ διάβολος εἰς διαφόρους ἐξήλλαττεν ἑαυτὸν ἰδέας

ὑπὸ τοῦ δυνάστου προσκυνηθῆναι πραγματευόμενος, ἵνα

ἐκ τούτου πλείστους ὅσους ἐξαπατήσοι λεληθότως

ὑποκύπτειν αὐτῷ.

14

καὶ τί γε δὴ ξένον ἐστὶν εἰπεῖν,

ὅπου γε καὶ τὸ τοῦ Χριστοῦ πρόσωπον εἰσιδὼν ἔργῳ μὲν

ἔνδοθεν ἑώρα καὶ πράξει θεὸν καὶ φύσει θεοῦ γνήσιον

υἱόν, ἄνθρωπον δὲ καθαρόν, ἄχραντον, ἀκηλίδωτον

ἐξωτάτω περικείμενον ἐποπτεύων καὶ ναοῦ χρῆμα

περικαλλές, ἀφιερωμένον, ἀσύλητον, οὐδὲν ἦττον

<ἐκπειράσων αὐτὸν ἀμελλητὶ προσῄει θεομαχῶν>

εἰωθότως;

15

ὡς δὲ τὰ πρῶτα καὶ τὰ δεύτερα καθ'

ἑαυτοῦ προκαλεσάμενος ἡττήθη ῥαγεὶς ἀθλίως, αὖθις εἰς

ἄλλο μεταλλάξας ἦθος ὑποδεικνύναι μὲν αὐτῷ πᾶσαν

τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἐπεχείρει καὶ τὰς

βασιλείας αὐτῆς, ἀπονοίᾳ δὲ καὶ ψευδηγορίᾳ θρασυνόμε-

νος ἐκόμπαζε «ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν

προσκυνήσῃς μοι».

16

τοιαύτας μὲν οὖν ὁ ἀσεβὴς

ἔρρηξε δεῦρο φωνάς, οἰόμενος εἰς ὀργὴν ἐκκαλέσασθαι

τὰ τῆς ἀνεξικακίας ἤθη, καὶ διὰ τοῦ τοιοῦδε δοκῶν

ἐπιλαμβάνεσθαι. μακροθυμίᾳ δὲ κατεσίγασε τὸν

ἀλάστορα θεοπρεπῶς ὁ κύριος· ἴδιον γὰρ ἂν εἴη θεῷ

πάντα ἀνεξικάκως φέρειν.

17

εἰ τοίνυν αὐτῷ τῷ κυρίῳ

τοιαῦτα προσοῖσαι ῥήματα παρ' οὐδὲν ἡγήσατο, πῶς οὐκ

ἔστι σαφὲς ὅτι προσκυνεῖσθαι βουλόμενος ἴσα θεῷ ταῦτα

διεπράττετο;

18

τοῦτο μέν, οἶμαι, τοῖς εὖ φρονοῦσι

κατάφωρον ὑπάρχει πᾶσιν, ὅτι διὰ γυναικὸς ἐμμανοῦς

ἠπάτησεν τὸν ἔκφρονα δυνάστην ὑποκύψειν αὐτῷ παρὰ

τὸ δέον.

11

1

Ἔτι δὲ διαληπτέον αὐτὰ τὰ τούτοις ὑποκείμενα

καθεξῆς. ὡς οὖν ὁ Σαοὺλ ὑπεκλίθη τῷ φάσματι

προσκυνήσας, αὖθις ὑποκρίνεται πεπονθέναι βίαν ὁ

δολομήτης, εἰς τὸ σχῆμα τοῦ Σαμουὴλ ἀμείψας ἑαυτόν·

2

εἶτα μετὰ εἰρωνείας ἀποκρίνεται σκυθρωπότερον, «ἵνα

τί παρηνώχλησάς μοι» φάσκων «ἀναβῆναι;». ταῦτα δὲ

πλαττόμενος ἀπαρεμφάτως ἐβούλετο σημαίνειν ὅτι καὶ

ἄκοντα τὸν προφήτην ὁ δαίμων ἠδύνατο μεταπέμπεσθαι,

καὶ κατ' αὐτοῦ τοιαύτην ἔχειν ἐξουσίαν.

3

εἶτα

τοσοῦτον ἀμβλυωποῦσί τινες, ὡς οὐ δύνασθαι νοεῖν ὅτι

τοὺς δαίμονας ἐν τῷ θείῳ φυγαδεύουσιν ὀνόματι πάντες

οἱ τὰ τοῦ Χριστοῦ φρονοῦντες εἰλικρινῶς, οὐχὶ δὲ

τοὐναντίον ὡς ὑποκείμενοι τούτοις ἄκοντες ἀναβαίνουσιν

ἐξ ᾅδου, μεταπεμπόμενοι πρὸς αὐτῶν;

4

εἰ δέ τις

οἴεται τὸ τῆς ἐγγαστριμύθου δαιμόνιον οὐδεπώποτε

φυγαδεύεσθαι, προὖχον ἁπάντων ὁμοῦ τῶν ἄλλων,

ἀναδραμέτω μὲν εἰς τὰς τῶν ἀποστόλων Πράξεις, ἐπ'

αὐτῶν δὲ τῶν χωρίων ἐμβατεύσας ἰδέτω πῶς ὁ περίοδος

ἱεροκήρυξ ἀφίκετο Παῦλος εἰς Φιλίππους·

5

ὡς δὲ τὴν

καλουμένην ἐφώτισε Λυδίαν εὐσεβείας ἐπιγνώσει,

τηνικαῦτα μὲν ᾤχετο τὰς εὐχὰς ἀνοίσων, «ἐγένετο δὲ

παιδίσκην ἀπαντῆσαί τινα» φησὶν «ἔχουσαν πνεῦμα

πύθωνος, ἥπερ ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις

αὐτῆς μαντευομένη». τοιγαροῦν αὕτη κατακολουθήσασα

τῷ Παύλῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἐβόα γεγωνότως· «οὖτοι

οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες

καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας»· καὶ τοῦτο ἐπὶ

πολλὰς ἔπραττεν ἡμέρας.

6

ἀλλ' ὁ μὲν δαίμων

ἀοράτῳ μάστιγι στρεβλούμενος ἄκων ἠναγκάζετο

τοιαύτας ἀφιέναι φωνάς, ὁ δὲ Παῦλος οὐκ ἀξιόπιστον

εἶναι τὴν ἐκείνου μαρτυρίαν ἐννοήσας ὀρθότατα,

διαπονηθεὶς ἔφη τῷ πνεύματι, «παραγγέλλω σοι» λέγων

«ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς». εἶτα

τὸ πρᾶγμα διηγούμενος ὁ συγγραφεὺς ἐπιφέρει, «καὶ

ἐξῆλθεν» λέγων «αὐτῇ τῇ ὥρᾳ».

7

θεασάμενοι οὖν

οἱ κύριοι τῆς θεραπαινίδος ὡς ἐκποδὼν ᾤχετο τῆς

ἐργασίας αὐτῶν ἡ ἐλπίς, «ἐπιλαβόμενοι τὸν Παῦλον καὶ

τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας»

ὕβρεσι δὲ καὶ πληγαῖς αἴτιοι γεγόνασι, συκοφαντίᾳ

στάσεις ἐπεγείραντες.

8

εἰ τοίνυν ὁ Παῦλος ἐπιτιμήσας

τῷ πνεύματι τὸν πυθόμαντιν ἀθρόως ἐξήλασεν ἐν αὐτῇ

τῇ ῥοπῇ, τὸ δὲ πνεῦμα τῇ τοῦ ῥήματος ἀπέδρασεν

ἐξουσίᾳ μὴ δυνάμενον ὑποστῆναι τὸν τῆς γλώσσης ἦχον,

εἰπάτω παριὼν εἰς τοὐμφανὲς ὁ τῷ τοιῷδε συνιστάμενος

ὅρῳ, ποταπῇ δυνάμεως ἀρετῇ τὸν ὁμόδοξον τῷ Παύλῳ

Σαμουὴλ ἄκοντα μετακαλούμενος ὁ δαίμων ἀνήγαγεν

ἐξ ᾅδου.

9

ἀλλ' οὐκ ἂν ἔχοι δεικνύναι τούτων οὐδὲν

ἀληθές· ὥστε καὶ διὰ τῶνδε μάλα ῥᾳδίως ἔστιν ἰδεῖν ὅτι

μεταμορφωσάμενος ἠγόρευε τῷ Σαοὺλ ὁ δολομήτης, «ἵνα

τί παρηνώχλησάς μοι;» φήσας. ὑπῃνίττετο γὰρ ὅτι παρὰ

βούλησιν ἄκων ἀνέβαινεν, οὐ θέλων, ἀλλὰ ἀνάγκῃ καὶ

βίᾳ, καθάπερ ὑπ' αὐτοῦ μεταπεμφθῆναι τοῦ κρείττονος

ἐπιταχθείς.

10

ὁ δὲ δυνάστης ἀνθυπενέγκας ἔφη·

«θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί,

καὶ ὁ θεὸς ἀφέστηκε» φησὶν «ἀπ' ἐμοῦ καὶ οὐκ ἀκήκοέν

μου ἔτι, οὔτ' ἐν χειρὶ τῶν προφητῶν οὔτε ἐν ἐνυπνίοις·

καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω». πάλιν οὖν

ἀποκριτέον· εἰ Σαμουὴλ ὁ περίβλεπτος ἐτύγχανε

προφήτης, οὐκ ἂν ἐσωφρόνισε τὸν ἄνδρα νουθετῶν;

11

οὐκ ἂν εἶπεν αὐτῷ τὸ πρῶτον· εἰπέ μοι, σχέτλιε πάντων

ἀνθρώπων, εἰ περιέστηκαν οἱ ἀλλογενεῖς εἰς πόλεμον

ἀντιπαραταττόμενοι συσταδόν, εἴπερ ὁ θεὸς ἀφέστηκεν

ἀπὸ σοῦ καὶ τὸ παράπαν οὐκ ἐπακήκοέν σου, οὔτε δὲ

προφήται πρεσβεύοντες ὑπὲρ σοῦ κατῄδεισαν, οὔτε ὄναρ

οὔτε ὕπαρ ἀπεκαλύφθη σοι τὸ δέον, οὐ ταύτῃ μάλλον

ὤφελες ἐξιλεούμενος ὑποκλιθῆναι θεῷ καὶ πενήτων

ἐλεημοσύναις ἀπολούσασθαι τὰ τῶν ἐγκλημάτων αἴτια,

μήτι γε δὴ καταφεύγειν ἐπὶ μάντιν ἐγγαστρίμυθον καὶ

μανιώδει μαντικῇ τὰ τῆς εὐσεβείας ἀντικαταλλάττεσθαι

σύμβολα καὶ καθ' ἑαυτοῦ τὸ πάθος αὐξῆσαι διττῶς;

12

ἦ γὰρ οὐ διανοητέον ὅτι τὰ τοιάδε μιάσματα ῥητῶς

ἀπηγόρευσεν ὁ θεός, ἐν τῷ Λευϊτικῷ διὰ Μωσέως εἰπών·

«οὐκ ἐπακολουθήσετε τοῖς ἐγγαστριμύθοις, καὶ τοῖς

ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε μιανθῆναι ἐν αὐτοῖς· ἐγώ

εἰμι κύριος ὁ θεὸς ὑμῶν»; ἀλλ' οὐκ ἀσεβῆ τάδε τὰ

βδελύγματα νομίζεις, ἐναντία τῷ θεῷ δραματουργεῖν

ἐγχειρῶν;

13

<ἄκουε καὶ μεθ' ἕτερα τοῦ θεοῦ>

χρησμῳδοῦντος ἐπὶ τῷ τοιῷδε τολμήματι· «καὶ ψυχὴ»

φησὶν «ἥτις ἂν ἐπακολουθήσῃ τοῖς ἐγγαστριμύθοις ἢ

ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν»· ὁποῖα καὶ

τίνα πείσεται προσθείς, ἐπέφρασε προϊών· «ἐπιστήσω τὸ

πρόσωπόν μου» φάμενος «ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ

ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς».

14

εἰ οὖν ἀρχῆθεν

νομοθετήσας ὁ θεὸς αὐστηροῖς ἀπέστειλε προγράμμασι

τοὺς ταῖς τοιαύταις ἐγκαλινδουμένους ἐπαοιδαῖς ἢ

μαντείαις, ἀπειλεῖ δὲ σκυθρωπὰ καὶ φρικώδη κολαστήρια

κατὰ τῶν ἁλισκομένων ἐπὶ τῇ δίκῃ φοβερῶς, οὐ τὸν

ἀνακείμενον ἐξ ἁπαλῶν ὀνύχων αὐτῷ τῷ θεῷ καὶ

νομοφύλακα βέβαιον ἔδει περὶ τούτων ἐγκαλέσαι

πρῶτον;

15

ἀλλ' ὁ νομομαθὴς ἐκ μειρακίου καὶ τὰς

νομικὰς ἀκριβῶσαι γραμμὰς ἀκρότατα δυνηθεὶς οὐκ ἂν

ἐπεζήτησε τὸ πταῖσμα, μή πῃ ἄρα διὰ τούτου τινὲς εἰς

μανικὰς ἐξελκυσθῶσι μαντείας, ἀπάτῃ συληθέντες

ἀθλίως;

16

ἀλλὰ τούτων μὲν οὐδὲν οὔτε εἶπεν οὔτε

ἐζήτησεν (οὐ γὰρ ἦν ὁ Σαμουήλ, ἀλλ' ὁ τὰ τοιάδε

δράματα τυρεύων ἀνέκαθεν), ἐπὶ δὲ τούτοις ἀποκρίνεται,

τὸ πρόσωπον τοῦ προφήτου ὑποδύς, «ἵνα τί» λέγων

«ἐπερωτᾷς με, καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ

γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκέν σοι κύριος

καθὰ ἐλάλησεν ἐν χειρί μου».

17

ταῦτα μὲν οὖν ὡς

ἐχθρὸς ἅμα καὶ ἐκδικίαν ὑποτυπούμενος εἰσάγειν

ἀναγινώσκει τὰ τῆς κατηγορίας ὑπομνήματα.

12

1

Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς

ἐγκλήματα πλάττεται μὲν ὑποκρίσει δεικτικώτερα

φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα

δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι

προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα

προανεφώνει προφητεύων.

2

ἀλλὰ μὴν ὅ γε φήσας

αὐτῷ «τί ἐπερωτᾷς με;» διαρρήδην ὁμολογεῖ ταῦτα καὶ

πρότερον εἰρηκέναι· ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν

ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς.

3

Ὠριγένης

δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνη-

θέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ

προφητείας ἀποφθέγματα διορίζεται, διά τοι τοῦτο

βούλεται τὸν Σαμουὴλ ἀνῆχθαι, καίτοι τῆς γραφῆς

ἄντικρυς ἐλεγχούσης αὐτόν, ὥς γε συνομολογεῖ καὶ αὐτὸς

ἐν μέρει τοπικῶς.

4

ἀλλὰ τί μετὰ ταῦτα προσετίθει

πάλιν, ὁπηνίκα τῷ δυνάστῃ διελέγετο, τὸ φάσμα;

«διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει

αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ. διότι οὐκ ἤκουσας τῆς

φωνῆς κυρίου καὶ οὐκ ἔπλησας θυμὸν ὀργῆς αὐτοῦ ἐν

Ἀμαλήκ, διὰ τὸ ῥῆμα τοῦτο ἐποίησεν κύριος τοῦτό σοι

τῇ ἡμέρᾳ ταύτῃ καὶ δώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ

εἰς χεῖρας ἀλλοφύλων».

5

εἰ δέ τις ἀκριβῶσαι

βούλοιτο τὸ σαφές, ἐπανίτω μὲν ἐπὶ τὴν τοῦ γράμματος

ἱστορίαν ὀλίγῳ πρόσθεν ἀναδραμών, αὐτὸ δὲ τὸ χωρίον

ἀναπτύξας, ἔνθα τὸν Ἀμαλὴκ ἡττήσας ἐσφετερίσατο τὰ

κράτιστα τῶν σκύλων καὶ τὰς ἐκ τούτων ᾤετο δεῖν

ἀναφέρειν ὁλοκαυτώσεις ὡς ἀπαρχάς.

6

ἀκριβολογίᾳ

δὲ τρανοτέρᾳ ζητῶν ἐπιστημόνως εὑρήσειεν ἂν ὡς

ἅπαντα τὰ ῥήματα ταῦτα κατ' ἐκεῖνο καιροῦ προεῖπεν

ἐπὶ λέξεως ὁ Σαμουήλ· ἔφη γὰρ ὅτι καὶ διέρρηξεν κύριος

ἐκ χειρὸς αὐτοῦ τὴν βασιλείαν, ὁπότε καὶ τὸ τοῦ

<διπλοϊδίου πτερύγιον ἐπιλαβόμενος ὁ δυνάστης>

ἐδίχασε.

7

προὔλεγε δ' αὐτῷ πρὸς ἐπὶ τούτοις μὲν ὡς

ἤμελλεν ἡ βασιλεία δοθήσεσθαι τῷ πλησίον αὐτοῦ τῷ

μᾶλλον ὑπὲρ αὐτὸν ἀγαθῷ. προὐφήτευε δὲ καὶ τίνα

τρόπον ἔδει τὸν Ἰσραὴλ ἕνεκα τούτου διασχισθήσεσθαι

καὶ μηκέτι ἐπιστρέψαι. ταῦτα δὲ φήσας ὁμοῦ τοῖς ἔργοις

ἐβεβαίου τὰ λεκτέα· μετ' οὐ πολὺ γὰρ ἐκ θείας

ἀποσταλεὶς ἐπικρίσεως…

8

ἆρ…

The complete text is available when the reading interface loads.