The Greek Library Catalogue

Anonymous

De anima contra philosophos

Edition reference
De anima contra philosophos (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta), ed. M. Spanneut, Recherches sur les écrits d'Eustathe d'Antioche avec une édition nouvelle des fragments dogmatiques et exégétiques, Lille: Facultés Catholiques, 1948: 95–96.
CTS identifier
urn:cts:greekLit:tlg4117.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Ἀμέλει καὶ τὸ τοῦ πρωτοπλάστου σῶμα σχηματισθὲν ἔκειτο νεκρὸν,ἄπνουν, ἀκίνητον μέλεσιν μὲν καὶ ἁρμονίᾳ ῥερυθμισμένον ἄκρως, μορφῇ τεκαὶ κάλλει κεκοσμημένον ἐμπρεπῶς ἅτε δὴ καὶ παρ' αὐτοῦ πλάστου γεννηθὲντοῦ Θεοῦ πρωτότυπον ἄγαλμα καὶ τῆς θεσπεσιωτάτης εἰκόνος ἐκτυπωθὲνἀφομοίωμα κράτιστον, ἀναίσθητον δὲ καὶ ἄφωνον καὶ ἄπνουν· ὡς δὲ εἰς τὸπρόσωπον αὐτοῦ δημιουργικῶς ἐνεφύσησεν ὁ Θεὸς, αὐτίκα τὴν κίνησιν εἴλη-φεν· ἐξ ἐκείνου δὲ βαδίζει καὶ ἀναπνεῖ καὶ φθέγγεται, ἄρχει λογίζεταιπράττει διοικεῖ. Κοινὸν σώματος καὶ ψυχῆς πάθος ὕπνος.{ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΗΣ ΣΤΗΛΟΓΡΑΦΙΑΣ} Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν ἰδέας· οὐ γὰρ ἂν τὴντοῦ Ἰακὼβ ἀποδεχόμενος εὐφήμως, ἐπετίμα τὰς τῶν ἐναντίων ὡς ἀσεβῶςἱδρυμένας· ἀλλ' ἐκεῖναι μὲν εἰδωλολατρείας ἐκτυποῦσι φάσματα δαιμονιώδηκακοδόξως· ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ, οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνειπραγματείαν· ὁ γάρ τοι δίκαιος ἀνὴρ, ἐνηχηθεὶς ἁγίῳ Πνεύματι, πρῶτον μὲναὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς,ὅπερ ἐστὶν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικη-φόρον τοῦ σταυροῦ τρόπαιον, κλίμακι προσεμφερῶς ἀπεικαζόμενον, ἱστορεῖ.Τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. Ἔστι γοῦν ἐννοοῦντας ἰδεῖν ὅπως ὀνόματι μὲν αὐτὰ τὰ τῶν πειρασμῶνπάθη κλιμακτῆρας ἔσθ' ὅτε κικλήσκουσί τινες ἀμφικρήμνους ἀναβάσεις ὑπεμ-φαίνοντα καὶ καταβάσεις, σχήματι δὲ τῷ σταυρῷ προσέοικεν ὀλίγως πωςἡ κλῖμαξ, ὀρθίοις τε καὶ πλαγίοις ἁρμοσθεῖσα ξύλοις. Ὡς οὖν ἱστόρησε τὴντοιαύτην ὀπτασίαν, τὸν λίθον ἄρας, ἐφ' ᾧ τὴν κεφαλὴν ἀνακλίνας ἡσύχασεν,ἔστησε μὲν αὐτὸν εἰς στήλην ὑπόμνημα τῆς ἱστορίας, εἰκόνα δὲ τοῦ φανέντοςαὐτῷ προσώπου χαρακτηρίζων, ἐν ᾧ μνήμης ἀνανέωσιν ἵδρυσεν, οἶκον δὲΘεοῦ προσειπὼν αὐτὸν, ᾐνίττετο τὸν τοῦ Θεοῦ Λόγου ναὸν ὡς καὶ αὐτὸςἐξέφηνεν ὁ τοῦ Παντοκράτορος Υἱός· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶνἡμέραις ἐγερῶ αὐτόν. Ἤδη δὲ καὶ πύλην ὠνόμασεν οὐρανοῦ τὸν αὐτὸν, ἐπειδὴδιὰ τῆς τοῦ Χριστοῦ ναουργίας τὸ σῶμά τε καὶ ψυχὴν καθαριζόμενοι, τῇ θείᾳδυνάμεθα προσιέναι φύσει. Τοιγαροῦν οὐδὲ τὸ ἔλαιον ἀργῶς ἐπὶ τὸ ἄκρονἐπέχεε τῆς στήλης· ἀλλὰ τοῦτο μὲν ἐκείνου δηλωτικὸν ἦν οὗ διεπράττετοσπουδαίως ἡ Μαρία, μύρον ἐξ ἄκρων ἐπιχέουσα τοῖς τοῦ Χριστοῦ ποσίν·αὐτὸ δὲ πάλιν ἐτύγχανεν ἐκεῖνο μήνυμα τῆς ταφῆς, ὡς αὐτὸς ἐσαφήνισενἀναφανδὸν ὁ Κύριος· ὁ δὲ λίθος οὗτος εἰκονίζει τὸν ἀκρογωνιαῖον ἐκεῖνονλίθον, ὃν ἀπεδοκίμασαν μὲν οἰ οἰκοδομοῦντες, εἰς γωνίας δὲ κεφαλὴν ἐγένετο. Δύο ἔθνη καὶ δύο λαοὺς αἱ θεῖαι δηλοῦσι γραφαί. Καὶ τούτου μάρτυςΜωϋσῆς· ἐν τῇ κοσμοποιΐᾳ γοῦν τὸν τῆς Ῥεβέκκας διηγούμενος βίον, λέγειμὲν ὅπως ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου περὶ ὧν εἶχε συλλαβοῦσα. Τηνι-καῦτα δέ φησι· ὁ Κύριος εἶπεν αὐτῇ· δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶδύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Πολλὰ μὲν γὰρ ἔθνη καὶ πολλοὶ τυγχά-νουσι λαοὶ, δύο δὲ τούτους ἐξαιρέτως ὀνομάζουσι λαοὺς, οἳ τὸ δόγμα τῆςεὐσεβείας ἐγχειρισθῆναι κατηξιώθησαν, —οὔτε δὲ σχισμάτων, οὔτε αἱρέσεων,οὔτε ἐναριθμίων μέμνηται—ἀλλὰ δύο μέν εἰσι λαοὶ πολλαχοῦ γῆς ἐκτετα-μένοι, Χριστιανῶν τε καὶ Ἰουδαίων. Ὁ δὲ μείζων τοῖς χρόνοις αὐχῶν εἶναι,λειπόμενος ἀρετῇ δουλεύσει τῷ νεωτέρῳ· δουλεύσεται γὰρ ἄφρων, ἔφη,φρονίμῳ. Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν τοῦ ἁγίου καθέζεσθαι,δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ Πνεύματι διὰ τὸν οἰκοῦνταΘεὸν ἐν αὐτῷ διηνεκῶς.{ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ} Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφὰς, ἢ τὴντῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν ἐπίτασιν τῶν χρόνων, ἢ τὴν τοῦ σώματος αὔ-ξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυματουργίας,ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶνμαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὰς τετρωμένας πλευρὰς, τοὺςτῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔγχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸσύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν. Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρή-σειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοιςἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἂν τῇ Ναζαρὲτἀνδρωθεὶς ηὐξήθη. Οὐ γὰρ ταὐτόν ἐστιν ἡ σκηνὴ τοῦ Λόγου καὶ Θεοῦ, δι' ἧς τὴν θείανἐθεώρει δόξαν ὁ μακάριος Στέφανος. Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνα-τον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦτρόπαιον ἀπαγγέλλων. Μετὰ δὲ τὸ πάθος, τριταῖος ἐκ τῶν νεκρῶν ἀναστὰς,ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι,σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰςτετρωμένας ὑποβάλλων πλευρὰς, καὶ τοὺς τύπους αὐτοῦ ὑποδεικνύει τῶνἥλων. Δι' ὀλίγων δὲ ἔστιν ἐλέγξαι τὴν ἀσεβῆ συκοφαντίαν αὐτῶν· μάλισταμὲν γὰρ εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτουσφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα. Πρῶτον μὲν πολλὴν αὐτῷ περι-άπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τ' ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴνἐπισχεῖν. Διὰ τί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνει-ληφέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵνα εἰ δυνηθεῖεν ὑποφθεῖραίτινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσειςτῷ θείῳ περιάψαντες Πνεύματι, ῥᾳδίως ἀναπείσωσιν αὐτοὺς, ὡς οὐκ ἔστιτὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν. Σύμφωνα δὲ τούτοις διεξιὼν ὁ αὐτὸς Ἱερεμίας εἰσηγεῖται τὰς τοῦΘεοῦ διακονούμενος φωνὰς, δι' ὧν δείκνυσιν, ὅτι μήτε τὰς τῶν δικαίωνπροσίεται πρεσβείας, εἰ βουληθεῖεν τῶν μιαιφόνων χάριν ἀξιῶσαι. Καὶ εἶπεΚύριος πρός με λέγων· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου,οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Εἰ δὲ διὰ τῆς τοῦ Χριστοῦ ἐπιφανείας εἰς τὸν παράδεισον τὸ τῶνἀνθρώπων εἰσάγει γένος, ὁπηνίκα δὲ ἐσταυρώθη τὸν λῃστὴν αὐθήμερον εἰσά-ξειν αὐτόθι προηγόρευσεν τοῦ σώματος ἔτι βεβλημένου τῷ μνήματι, συνέσ-τηκεν ὅτι συνδιαιτωμένη κυρίως ἡ ψυχὴ τοῦ Χριστοῦ τῷ Λόγῳ καὶ Θεῷ, τῷπᾶσαν ὁμοῦ τὴν τῶν γενητῶν περιέχοντι κτίσιν, τὴν ὁμογενῆ τοῦ ἀνθρώπουψυχὴν εἰς τὸν παράδεισον εἰσήγαγεν. Οὐδὲ γάρ ἐστι γεγραμμένον ὅτι πρὸ τῆςἀναστάσεως τοῦ ἁγίου σώματος τὸ τοῦ λῃστοῦ προηγέρθη σῶμα τὴν ἐπαγ-γελίαν ἀπολαβόν. Ἀκόλουθον ἄρα ἐστὶν ὑπολαμβάνειν ἐμφρόνως ὅτι ἡ ψυχὴτὴν συγγενῆ ψυχὴν ὁδηγοῦσα φιλοφρόνως, ἅτε δὴ καὶ μείζονος ἐξουσίας ἐχο-μένη, τὴν μὲν ὑπόσχεσιν αὐθήμερον ἐπὶ πέρας ἦγεν, εἰς δὲ τὴν ἐξαίρετονεἰσῆγε κληρονομίαν ἀνοίγουσα τὸν παράδεισον.{Ο ΛΟΓΟΣ Ο ΕΙΣ ΤΟ· ΚΥΡΙΟΣΕΚΤΙΣΕ ΜΕ ΑΡΧΗΝ ΟΔΩΝ ΑΥΤΟΥ} Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ Λόγος, ἀφ' οὗ διὰ τῆςμητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, συνέστηκενὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ Λόγος καὶ Θεὸς ἦν ἀνέκαθεν παρὰ τῷ Πατρὶ