The Greek Library Catalogue

Anonymous

De Melchisedech

Edition reference
De Melchisedech (fragmenta), ed. B. Altaner, "Die Schrift Περὶ τοῦ Μελχισεδέκ des Eustathios von Antiocheia," Byzantinische Zeitschrift 40 (1940) 34–37.
CTS identifier
urn:cts:greekLit:tlg4117.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

τοὺς προγόνους ἡγουμένη τῆς ἀρετῆς τοῦ δικαίου καὶ σώφρονος ἀνδρός.

Ὅτι δὲ Χαναναῖος τὸ γένος δείκνυται ὁ Μελχισεδέκ, ἔστι δήπου τεκμή-

ρασθαι καὶ ἀπ' αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ

οἷς ἐπλησίαζεν· ἀστυγείτων μὲν γὰρ ἦν Σοδόμων πλησιαίτερος δὲ τῷ

Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρϋὶ τῇ Μαμβρῇ. Οἶμαι δὲ 〈ὅτι〉 καὶ Σαλὴμ

ἐκείνης ἐτύγχανε βασιλεύς, ἥ ἐστιν ἡ πολυθρύλητος αὕτη Ἱερουσαλήμ.

Καὶ μετ' ὀλίγον τόπον.

Οὐκοῦν εἰ σαφῶς ἔοικεν ὁ Μελχισεδὲκ τῷ υἱῷ τοῦ Θεοῦ, οὐκ ἀπά-

τωρ οὐδὲ ἀμήτωρ οὐδὲ ἀγενεαλόγητος ἔσται, ἀλλὰ τὰ μὲν τῆς σαρκὸς

κατὰ τὴν φύσιν τῆς σαρκὸς γενεαλογηθήσεται, θάτερον δέ τι τὸ ἀγενεα-

λόγητον ὀφθήσεται καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ γὰρ

ὁ Χριστὸς κατὰ μὲν δὴ τὸ σῶμα γενεαλογεῖται, κατὰ δὲ τὴν ἀνωτάτω

τάξιν ἀδιήγητον ἔχει τὴν γενεὰν ὡς προαποδεδώκαμεν.

2

{Τοῦ Χρυσοστόμου εἰς αὐτό·}

Πολλοὶ μὴ νοήσαντες τὰ περὶ τοῦ Μελχισεδὲκ εἰρημένα μείζονα τοῦ

Χριστοῦ τοῦτον εἰρήκασι καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, οἳ καὶ λέ-

γονται Μελχισεδεκιανοί. Φιλονεικοῦντες οὖν καὶ βουλόμενοι δεῖξαι ὅτι

μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ προφέρουσιν ἡμῖν μάρτυρα τὴν

γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Πῶς γάρ, φησίν, οὐκ ἂν εἴη μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν

ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ

Πνεῦμα τὸ ἅγιον.

Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν καὶ μήτε

μείζονα Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ βαπτιστοῦ, οὔτε μὴν εἶναι αὐτὸν

τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ, εἰπάτωσαν

ἡμῖν οἱ τοῦτο λέγοντες ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν; ἆρα οὐρα-

νίου; ἆρα ἐπιγείου ἢ καταχθονίου; Εἰ μὲν οὐρανίου ἢ ἄλλου τινὸς

χωρίου, ἀκουσάτωσαν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. Εἰ οὖν

κάμπτει γόνυ, ἐλάττων εἴη ὁ προσκυνῶν τοῦ προσκυνουμένου Χριστοῦ.

Ἀλλ' οὔτε τὸν ἐπιόντα στίχον ἴσασιν οἱ τάλανες· τῷ ἀφομοιουμένῳ τῷ

υἱῷ τοῦ Θεοῦ· ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγενόμεθα.

Ἀλλ' ἴσως τις ἐπερωτᾷ τῶν ἀκροατῶν καὶ λέγει· τί οὖν ἔστι τὸ

ἀπάτορα αὐτὸν λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον; Πρὸς ὃν

ἐροῦμεν ὅτι Ἰουδαῖοι μὲν αὐτὸν εἰρήκασιν ἐκ πόρνης γεννηθῆναι καὶ

διὰ τοῦτο μὴ γενεαλογηθῆναι ὑπὸ τῆς γραφῆς. Πρὸς οὓς ἐροῦμεν ὅτι

κακῶς εἴπατε. Εὑρίσκομεν γὰρ καὶ ἄλλους ἐκ πόρνης γεννηθέντας καὶ

γενεαλογηθέντας· εὐθὺς ὁ Σολομῶν ἐκ τῆς τοῦ Οὐρίου, εἶτα καὶ ὁ Ἀβι-

μέλεχ υἱὸς Γεδεών.

Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται; Ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ

καὶ τούτου εἰκόνα ἔφερε, διὰ τοῦτο παρέλιπεν αὐτοῦ ἡ γραφὴ τὸν

πατέρα καὶ μητέρα, ἵνα ἐν ἐκείνῳ καθάπερ εἰκόνι τὸν ἀληθῶς ἀπάτορα

καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ ἐπὶ

γῆς Χριστὸς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ πνεῦμα κατὰ τὴν

θεότητα· τοιοῦτόν ἐστι καὶ τὸ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων.

Οὐ γὰρ ἐγενεαλόγησεν ἡ γραφὴ τὸν Μελχισεδέκ, ἀλλὰ παρέλιπεν

αὐτοῦ τὴν γέννησιν καὶ τὴν τελευτήν, ἵνα, καθὰ προείπαμεν, ἐν ἐκείνῳ

τοῦτον θεωρήσωμεν. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται Μελχισεδέκ,

ὅς ἐστι Χριστὸς μήτε ἀρχὴν ἡμερῶν ἕχων μήτε ζωῆς τέλος· οὔτε γὰρ

ἐν ἀρχῇ ἡμερῶν ὁ Θεὸς Λόγος ἐγεννήθη, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν,

εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει.

Οὕτως οὖν ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε καὶ ἀληθῶς εἰκόνα

Θεοῦ φέρων ἐν ἑαυτῷ· προφητικῷ τοίνυν πνεύματι κινούμενος τὴν

μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νοήσας,

ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρεν μιμούμενος τὸν μέλλοντα Χριστόν.

Ἐπεὶ οὖν ἐν τῇ Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσ-

έφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνούς, ἐναίμοις

θυσίαις δοξάζουσα τὸν Θεόν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ

τῆς παρθένου Μαρίας Ἰησοῦν ἐβόα λέγων· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα

κατὰ τὴν τάξιν Μελχισεδέκ, οὐ κατὰ τὸν Ἀαρὼν τὸν ἐναίμοις θυσίαις

λατρεύοντα, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν

ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές.

{ΠΕΡΙ ΕΒΡΑΙΣΜΟΥ} Κατά τινα νομοθετικὴν ἐπίνοιαν καὶ μεταχείρησιν, εἰς πειθὼ τῶνπροσταττομένων ὑπ' αὐτῶν καὶ τοῦ πολιτικοῦ συμφέροντος, ἐν ἑκάστῳψεύδει χρῶνται ἐν φαρμάκων εἴδει οἱ νομοθέται δῆλον.{ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ} Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμή-θης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεννόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περι-εποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκει〈ς〉, ὀνόματι καὶ τῷ δοκεῖνἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπά-δοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶτῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκειφρουρεῖν). Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι,μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸνἐκδικῆσαι νόμον, ἐπειράθης ὑπερβολῇ σωφροσύνης ἀσκούμενος. Ῥουβὴν καὶ Ἰούδας ἄριστα συνεβουλευσάτην, ἄλλως μέντοι, πρὸςἄνδρας γὰρ εἶχον ἀνημέρους. Οἱ γὰρ ἀμφὶ τὸν Συμεῶνα καὶ τὸν Λευῒ, οὐμετρίως ἀπογευσάμενοι τῆς ἀνδροφονίας, ἐν συνηθείᾳ μὲν ἤδη ποτὲ τοῦπράγματος ἐγεγόνεισαν, ἕρπειν δὲ περὶ τὰς τοιαύτας ὠρέγοντο κνίσας ἰχνευ-τικῶς, οὕτω δὲ τολμηροὶ καὶ προπετεῖς ἦσαν ἄνδρες ὥστε μόνοι τοὺς Σικι-μίτας ἀπέσφαζον ἐθνηδόν.{ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΝ} Ἡμεῖς οὖν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν τοῦ Κυρίου ἐνοπτριζό-μεθα παναγίαν σάρκα διὰ τῆς ἐν εἰκόνι μορφῆς. Τὸ γοῦν τῆς ψυχῆς ὄμμαἀθόλωτον ἔχοντες, πρὸς τὸ τῆς πρωτοτυ[πωθείσης] εἰκόνος μόρφωμαπροσβλέποντες, δοξάζωμεν τὸ τῆς εἰκόνος ἀρχέτυπον.{IN PROVERBIA} Διὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦΧριστοῦ κηρύττει μελῶν. Τὸν Χριστὸν λέγει Σοφίαν,τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγρά-φων τὴν ὁρατὴν φρόνησιν τήν τεἐμπορίαν αὐτῆς 〈πρὸ〉 πάντωνἀσπαστέαν σημαίνων· καὶ οὐδὲναὐτῇ κακίας εἶδος ἢ πανουργίαςἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμαπαριστῶν, ἐκβοᾷ μετ' εὐφημίας·εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲτίμιον οὐκ ἄξιον αὐτῆς. Ὁ μὲν γὰρ στρατηγὸς πόλινἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν,ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάτ-τει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν τῇ ζωῇ·ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γεπορθήσας ἀπεμερίμνησεν,ὁ δὲ πρὸς ἄπαυστον ἐχθρὸν ἔχωνἀγωνίζεται. Μέγα τοίνυν κατόρθωματὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατή-γημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς. Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας·ὅταν γὰρ ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγειστόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆςἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷκλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονη-ρὰν πρᾶξιν ἀγωνιᾷ.