In Ecclesiasten
- Edition reference
- In Ecclesiasten (fragmenta e catenis), ed. Spanneut, op. cit., 124.
- CTS identifier
urn:cts:greekLit:tlg4117.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
{IN ECCLESIASTAM}
79
Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις·
καὶ ὁ Δαυῒδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· Κύριε Ἰησοῦ,
δέξαι τὸ πνεῦμά μου· καὶ ἐν ταῖς Βασιλείαις· οὐκ ἐλύπησε, φησὶ, Δαυῒδ
τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ.
80
Ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν· ἧς περισ-
σεύειν εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται· παυσαμένης γὰρ τῆς ἐνεργείας,
ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς ταμιεύεται. Οὐδὲ
ὑπολείπεταί τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον παρελθούσης
τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας.
{Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας ἐκ τοῦ Πανεκ-κλησιαστοῦ·} Φανερὰν μὲν αἰσχύνης μοῖραν ὑπέστησαν ὁπηνίκα, τὰςμιαιφόνους ὁπλίσαντες χεῖρας, τὸ ἄχραντον αἷμα προύχεον.Αὐτίκα δὲ τὸ καταπέτασμα τοῦ ναοῦ διῃρέθη καὶ ἐτέμνετοδιχόθεν διὰ τὰς τῶν πολυπροσώπων δραμάτων ὑποθέσεις.Ἐπτοήθησαν δὲ οἰκείως τοῖς δείμασιν ἐκπληττόμενοι καὶ παν-τοδαπῶν σκηπτῶν θεώμενοι συνδρομάς. Ἑάλωσαν δὲ σαφῶςὁπότε τὸν θεῖον ἀποκτείναντες λόγον σταυρῷ προσήλωσαν.{ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ} Ἐνέργεια φυσική ἐστιν ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Ἐνέργειάἐστι φυσικὴ ἡ δηλωτικὴ πάσης οὐσίας δύναμις.{ΛΟΓΟΣ ΚΑΤΑ ΙΩΑΝΝΗΝ} Ὑποτάττει καὶ μᾶλλον κυροῖ ὑπὲρ τὸ ἑαυτοῦ ὁ Χριστὸς τὸ τοῦΠατρὸς θέλημα, ἐν διαφόροις τόποις· οὐχ ὅτι θέλημα ἦν ἐν αὐτῷ δεόμενονκαταλύσεως οὔτε θεϊκὸν οὔτε μὴν τὸ τῆς αὐτοῦ ἀνθρωπήσεως (καθάπερἂν γὰρ τὴν φύσιν καὶ τὰ τῆς φύσεως ἀπειργάσατο)· ἀλλὰ πρὸς Ἰουδαίουςλαλῶν τοὺς νομίζοντας αὐτὸν ἀντίθεον τοῦ Πατρὸς εἶναι, οἰκονομικῶςταῦτα ἔφασκε λέγων ὅτι· οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέληματοῦ πέμψαντός με Πατρός.{IN GENESIMde Creatione} Καὶ γὰρ ἐκ πολλῶν τρόπων ἔστι διαγνῶναι, φησὶν ὁ Πατὴρ, τούτωντῶν ζῴων καὶ πετεινῶν τὸ διάφορόν τε καὶ ἀνόμοιον· πρῶτον διὰ τοῦεἰπεῖν καὶ ἔπλασε κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι· οὐ γὰρ εὑρίσκομεν πλάσμαΘεοῦ εἶναι εἰ μὴ τὸν ἄνθρωπον· πάλιν καὶ διὰ τοῦ λέγειν τὸ ἔτι, δείκνυ-σιν ἡ γραφὴ ἔτερά τινα ἐνταῦθα ζῷα προφητεύεσθαι καὶ πετεινὰ παρὰ τὰπρότερα οὔτε γὰρ γέγραπται τὰ πρῶτα πετεινὰ ἐκ γῆς γενόμενα, ἀλλ' ἐξὑδάτων· ταῦτα δὲ ἐκ γῆς ἐγένοντο, μᾶλλον δὲ ἐπλάσθησαν ἰδιοχείρωςπαρὰ Θεοῦ καὶ οὐ κατὰ πρόσταξιν. Ὡσαύτως καὶ διὰ τοῦ λέγειν πάντα τὰπετεινὰ καὶ πάντα τὰ θηρία νῦν ὑπὸ Θεοῦ πλασθῆναι οὐ δίδωσι ἡμῖν χώραντοῦ ὅλως εἰπεῖν ὅτι μὲν ἐγένοντο πρότερον, μέρος δὲ νῦν ὅθεν οὔτε περὶσπερμοφάγου βρώσεως ἐν τούτοις τι διακελεύεται ὁ Θεός· τὰ γὰρ εἰςπαράδεισον εἰσερχόμενα οὐ χόρτον ἐσθίει, ἀλλὰ πᾶν ξύλον ὡραῖον εἰςὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ πρό γε πάντων ἐκ τοῦ ξύλου τῆς ζωῆςΧριστοῦ τοῦ ζωοποιοῦντος καὶ ταῦτα τὰ ζῷα ἔστιν εἰπεῖν ὅτι ἔθνη εἰσὶταῦτα τὰ θηρία τὰ ἐν τῇ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ συναχθέντα ἢ ὅτι ἱππὼνκαὶ συβόσιον καὶ καμηλοστάσιον καὶ οἰοτρόφυον (?) σήμερον ὁ παράδεισοςὑπάρχει. Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ' ἢ τὸ εἰπεῖν τὸν Θεόν· ἀρχέτωσανπάσης τῆς γῆς, καὶ τὸ· κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ,τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπο κατ' εἰκόνα Θεοῦ καὶἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆςκαὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχονταπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόναΘεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι. Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέρανκαὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷγὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέρανκαὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον,ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦἐποίησεν αὐτὸν, ἄρρεν καὶ θῆλυ ἐποίησε αὐτούς. Ἡ οὖν τοῦ ποιήσωμενσημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορονεἰσάγει. Ὡς γὰρ Θεὸς ὁ Πατήρ ἐστιν ὁ εἰπών· ποιήσωμεν ἄνθρωπον, οὕτωΘεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρωνπροσώπων θεότητος, τοῦ τε εἰπόντος· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόναἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεό-τητος παρίστησιν ἡ φωνή· ἡ γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετόςἐστι, πῦρ οὖσα τῇ φύσει.{FRAGMENTA VARIA} Τὸ μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεόν, καθὼς καὶ Ἱερεμίας ὁ προ-φήτης λέγει· οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦκαὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθηκαὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη ἀνθρώποις,εἰ μὴ ὅτε συνεγεννήθη μετ' αὐτῶν ἐκ παρθένου καὶ συνενηπίασε καὶ συνηυ-ξήθη καὶ συνέφαγε καὶ συνέπιε καὶ τὰ ἄλλα; Εἰ γὰρ τὰς εὐχὰς ποιεῖσθαι δεῖ, φησίν, ὑπὲρ τῆς καθολικῆςἘκκλησίας τῆς ἀπὸ περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴνπρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπιδείκνυσθαι δεῖ καὶ ὁμοίως ἁπασῶν κήδεσ-θαι καὶ μεριμνᾶν πάσας.{Ἐκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ·} Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷχωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶὑφέστηκε. Λογικὴ ἄρα, καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερκαὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει, ἐκ τῆς Μαρίαςπροελθοῦσα.{Εὐσταθίου Ἀντιοχείας ἐξ ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ·} Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· οὐ γενο-μένους, ἀλλὰ γενόμενον· μοναδικὸν γὰρ τὸ πρόσωπον· οὐκ εἶπον μοναδικὴντὴν φύσιν· ἄπαγε, μὴ γένοιτο· οὐδὲ τὴν αὐτὴν οὐσίαν σαρκὸς καὶ θεότητος,ἀλλ' εἶπον ἕνα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα, ἐν τῷ διαφόρῳ τῶνφύσεων, γνωριζόμενον κατὰ πάντα.{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝΕΥΣΤΑΘΙΟΥΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝΥΠΟΜΝΗΜΑ} Κλήμης μὲν οὖν, καὶ Ἀφρικανὸς καὶ πρὸς τούτοιςΤατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος, καὶ Ἰοῦστοςκατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσέα ἱστό-ρησαν, ἰδίως ἔκαστος ἐκ παλαιᾶς ἱστορίας ὑποσχὼντὴν ἀπόδειξιν. Ἴναχος δὲ ἑπτακοσίοις ἔτεσι τὸ Ἰλια-κὸν προτερεῖ πόλεμον. Τῶν δὲ ἁγίων τις ἀκριβεστά-την τῶν χρόνων ποιησάμενος τοῖς χρόνοις Ἰνάχου,τὸν μὲν ἁγιώτατον εὗρεν Ἰακὼβ συνακμάσαντα·Μωϋσέα δὲ Ἰώσηπος. Χρονικοῦ γὰρ κανόνος σύντα-ξιν ἐπινοήσας ἐκ παραλλήλου, ἀντιπαρέθηκε τὸνπαρ' ἑκάστῳ ἔθνει δυναστεύοντα. Συνήγαγε δὲ χρό-νους τῆς βασιλείας Χαλδαίων, Ἀσσυρίων, Μήδων,Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων,Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων,Θετταλῶν, Μακεδόνων, Λατίνων, τῶν ὕστερον κλη-θέντων Ῥωμαίων. Καὶ τούτων τοὺς χρόνους ἐπὶταυτ.....σας ἑκάστου ἔθνους τῶν βασιλέων συν-