The Greek Library Catalogue

Anonymous

Commentarius in hexaemeron

Edition reference
Commentarius in hexaemeron [Sp.], MPG 18: 708–793.
CTS identifier
urn:cts:greekLit:tlg4117.tlg022.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

708

εκ..... χρόνους, ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασι-

λείας Ἀσσυρίων βασιλίδος, τουτέστι τῆς Σεμιράμεως

Ἀβραὰμ τοῖς ἔτεσι. Κατὰ γὰρ τὴν Σεμίραμιν

Ἀβραὰμ ὁ μακάριος ἐγνωρίζετο· ὁ δὲ Ἰώσηππος

κατὰ Ἴναχον· Μωϋσῆς δὲ κατὰ Κέκροπα, ὃν πρὸ

τῶν Ἰλιακῶν ἔτεσι τριακοσίοις ......... πρῶτον τῆς

Ἀττικῆς Ἑλλήνων παῖδες, ὡς εἶναι τῶν παρ' Ἕλλη-

σιν ἀρχαίων σοφῶν τὸν Μωϋσέα πρεσβύτατον, Ὁμή-

ρου λέγων καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρα-

κλέους τε, καὶ Μουσαίου, καὶ Λίνου, ἔτι τε Χείρωνος,

Ὀρφέως, Διοσκούρων, Ἀσκληπιοῦ, Διονύσου, Ἑρμοῦ,

Ἀπόλλωνος, καὶ τῶν Ἑλληνικῶν μυστηρίων, καὶ

τελετῶν, καὶ αὐτῶν τῶν Διὸς πράξεων· ἔτι δὲ τοῦ

κατὰ Δευκαλίωνα κατακλυσμοῦ, καὶ τῆς ἐπὶ Φαέθον-

τος ἐκπυρώσεως, Ἐριχθονίου τε γενέσεως ἐξ Ἡφαί-

στου καὶ γῆς, καὶ Κόρης ἁρπαγῆς. Οὗτοι γὰρ πάντες

709

ὑπῆρξαν μετὰ Κέκροπα, ὃν πολλὰ Ὅμηρος καὶ

Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. Εἰ δὲ τούτων

ἐλαττοῦνται τοῖς ἔτεσι, πολὺ δήπου τῆς Μωϋσέως

ὑπάρχουσιν ἡλικίας κατώτεροι. Οὗτος τοίνυν τῶν

σοφῶν πάντων διδάσκαλος ἀνεδείχθη τῆς ἀληθείας

θειότατος. Τὴν γὰρ τῶν Αἰγυπτίων λεγομένην δια-

πτύσας σοφίαν, ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξ-

ῆλθε συστάσεως, ὑπ' αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων

Θεοῦ καὶ δημιουργοῦ τοῦ παντὸς ἐμπνευσθεὶς τὴν

ἀλήθειαν. Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς

τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ'

Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς

βυθὸν ἀγνοίας κατηκοντίσθησαν. Τὰ γὰρ ἐξ ἀνθρω-

πίνης διανοίας προφερόμενα δόγματα σαφῆ ....άνει

καὶ ἀνερμάτιστα. Οὐδεὶς γὰρ παρ' αὐτοῖς ἕστηκε

λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ

καταβάλλοντος· ὥστε μηδὲν ἔργον εἶναι τοῖς πιστοῖς,

τἀκείνων ἐλέγχειν, ἀρκούντων ἐκείνων ἀλλήλοις πρὸς

τὴν οἰκείαν ἀνατροπήν. Ὁποῖος δὲ τὸ σχῆμα καὶ τὴν

οὐσίαν ὁ οὐρανός ἐστι, διδάσκει ἡμᾶς Ἡσαΐας λέγων·

Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν· αὐτοῦ

λεπτὴν, καὶ οὐ στερεὰν, οὐδὲ παχεῖαν αἰνιττόμενος

εἶναι, ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ στερεώσας τὸν

οὐρανὸν ὡσεὶ καπνόν. Τὴν δὲ γῆν φάσκει ὁ ψαλμὸς

ἐπὶ τῶν ὑδάτων ἐνηρεῖσθαι, λέγων· Αὐτὸς ἐπὶ

θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν

ἡτοίμασεν αὐτήν. Καὶ τὸ πῶς οὐ δεῖ πολυπραγμο-

νεῖν, ἀλλὰ πιστεύειν. Τὸ γὰρ ἁπλοῦν τῆς πίστεως

ἰσχυρότερον ὑπάρχει λογικῶν ἀποδείξεων· ἀνέφικτα

γὰρ καὶ ἀκατάληπτά ἐστι τοῦ Θεοῦ τὰ κρίματα.

Τῇ πρώτῃ οὖν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν

οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς· καὶ πάντα

ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτισε· τοῦτο δέ ἐστι τὸ

φθαρτόν. Πρὸ γὰρ τούτου σκιάσματι περιεῖχε σκο-

τεινὸν τοῦ οὐρανοῦ περιταθέντος, καὶ πάντα ὅσα

συνεῖχε, καὶ τὸν ἀπολειφθέντα τόπον ἀφεγγῆ κατα-

στήσαντος. Ἔξωθεν δὲ τοῦ οὐρανοῦ φῶς εἶναι ἀσκία-

στον, καὶ ἄφθαρτον, καὶ αἰώνιον, ἐν ᾧ ἄγγελοι διαι-

τῶνται, περὶ οὗ φησι Σολομῶν· Φῶς δικαίοις διὰ

παντὸς, εἰς ὃ καὶ οἱ καλῶς βιώσαντες ἀναπαύονται.

Νοήσεις δὲ τούτου τὴν οἰκονομίαν ἐξ ἐναργοῦς παρα-

δείγματος, ὅτι φῶς ἄσβεστον τὸν ἔξω χῶρον περι-

λάμπει τοῦ οὐρανοῦ. Τὸν δὲ ἔσω ἀχλὺς περιεῖχε πρὸ

τοῦ γενηθῆναι τὸ φῶς. Ὥσπερ γὰρ εἴ τις ἐν σταθερᾷ

μεσημβρίᾳ πήξας ἐκ πυκνῆς ὕλης σκηνὴν σκότος

αὐτοσχέδιον ποιεῖ, καὶ οὐδαμῶς φωτισθῆναι δύναται

ὁ περιεχόμενος τόπος, εἰ μὴ φωτὸς ἐκλάμψῃ μαρ-

μαρυγή· οὕτω τοιοῦτον ἀνυπόστατον σκότος περιεῖχε

τὸν κόσμον ὑπὸ τοῦ οὐρανοῦ καλυπτόμενον, ὅπερ ὁ

Θεὸς διεχώρησε δημιουργήσας τὸ φῶς, καὶ ἡμέραν

αὐτὸ προσονομάσας, καὶ τὸ σκότος νύκτα. Ἀναχεο-

μένου γὰρ τοῦ φωτὸς, ἡμέρα γίγνεται, συστελλο-

μένου δὲ, νὺξ ἀντέπεισιν. Ὅθεν καὶ ἐν τῇ συμμε-

τρήσει τῶν χρόνων ἡμέρας, καὶ οὐχὶ νύκτας ἀρι-

θμοῦμεν.

712

Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα.

Τοῦτο δὲ ἕτερόν ἐστι παρὰ τὸν ἐξ ἀρχῆς ποιηθέντα

οὐρανόν. Καὶ εἵρηται τοῖς, ὅτι καὶ ταυτόν ἐστιν·

ἐπεξέργασις γάρ ἐστί φησι τοῦ δευτέρου, διὰ τὸ ἐκεῖ

μὲν παραδεδόσθαι ὡς ἐν κεφαλαίῳ γῆς καὶ οὐρανοῦ

ποίησιν· ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸ πῶς

γέγονεν ἡ Γραφὴ παραδίδωσιν. Ἡμεῖς δέ φαμεν

ἄλλο, καὶ ἄλλο· ἐπειδὴ καὶ ὄνομα ἔτερον καὶ χρεία

ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται. Ἕτερος

οὖν ἐστι παρὰ τὸν ἐν ἀρχῇ ποιηθέντα οὗτος, στερεω-

τέρας ὑπάρχων φύσεως. Καὶ διεχώρησεν ὁ Θεὸς

ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώ-

ματος. Ἄπειρον γὰρ οὖσαν τῶν ὑδάτων τὴν φύσιν

διεμέρισεν, ὥστε καὶ ἐπάνω εἶναι τοῦ στερεώματος,

καὶ ὑποκάτω. Ὁ δὲ αἰθὴρ πυρώδης ἐστὶ καὶ διακαὴς,

καὶ πᾶσαν ἂν τὴν ἤπειρον ἐξανάλωσεν, εἰ μὴ τῷ

ὅρῳ τοῦ ποιήσαντος αὐτὸν κατείχετο. Διὰ γὰρ τοῦτο

καὶ ὕδωρ ἐστὶν ἀέριον ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν

διὰ νεφῶν φερόμενον, οὒς ἀτμοὺς οἱ ποταμοὶ, καὶ αἱ

κρῆναι, καὶ αἱ λίμναι, καὶ τὰ πελάγη πάντα προΐεν-

ται, ὡς ἂν μὴ πάντα ὁ αἰθὴρ πυρακτώσας ἐξανα-

λώσειε. Γίνεται δὲ οὕτως ὁ ὑ... συνάγονται περὶ τὸ

ὕψος αἱ ἀναθυμιάσεις, καὶ πυκνοῦται ὁ ἀὴρ ταῖς τῶν

πνευμάτων πιλήσεσι, καὶ αἱ νοτίδες αἱ τῷ νέφει

ἐνεσπαρμέναι, ἀλλήλαις προσχωρήσασαι, σταγόνες

γίνονται, καὶ τῷ βάρει τῶν συγκριθέντων πρὸς τὸ

κάτω ἐφίενται. Ἡ δὲ χιὼν ἐκ τῶν ὑδάτων οὔτω συν-

ίσταται· ἐκ τῆς βίας τῶν ἀνέμων ἀνακοπὲν τὸ ὑγρὸν

ἐξαφρίζεται· καὶ ὅλον δι' ὅλου ἀνακοπὲν, καταψυχθὲν

πήγνυται, καὶ θραυσθέντος τοῦ νέφους, ἡ χιὼν κα-

ταφέρεται. Ἡ δὲ βροντὴ κατὰ τοῦτον τὸν λόγον ....

ἀντιτυπία γίγνεται, ὅπερ ἐλαυνόμενον ἐν ταῖς κοιλότησι τῶν νεφῶν, καὶ βιαίως ἐκρηγνύμενον τὸν τῆς βρον-

τῆς ἦχον ἀποτελεῖ.

Τῇ δὲ ἡμέρᾳ τῇ τρίτῃ προστάγματι τοῦ Θεοῦ

συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ

ὤφθη ἡ ξηρά· Καὶ ἐκάλεσε τὴν ξηρὰν γῆν, καὶ

τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας.

Συνήχθη διὰ τοῦτο εἰς συναγωγὴν μίαν, ἵνα μὴ ἐκ

τῶν χωρίων ἔνθα ἐστὶν ........ καὶ ὑπεκβαῖνον ἐπι-

καλύπτῃ τὴν ἤπειρον. Διὰ τοῦτο μαινομένη πολλάκις

ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον δια-

νισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγια-

λῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπα-

νῆλθε, τῇ πάντων ἀσθενεστάτῃ ψάμμῳ χαλινωθεῖσα.

Ἐπεὶ τί ἐκώλυσε τὴν Ἐρυθρὰν θάλασσαν ἐπικλύσαι

πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν αὐτῆς ὑπάρχουσαν,

καὶ συναφθῆναι τῷ παρακειμένῳ πελάγει, εἰ μὴ

ὑπῆρχε τῷ προστάγματι τοῦ κτίσαντος πεπεδημένη;

Ὅτι δὲ ἀληθὲς τοῦτο ἔργῳ ἡμᾶς ἔπεισαν Σέσωστρις

ὁ Αἰγύπτιος καὶ Δαρεῖος ὁ Μῆδος. Τὸ γὰρ Αἰγύπτιον

καὶ τὸ Ἰνδικὸν ἐπιχειρήσαντες συνάψαι πέλαγος,

οὐκ ἠδυνήθησαν. Οὕτως ὑπάρχει κοιλοτέρα τῆς Ἐρυ-

θρᾶς θαλάσσης ἡ Αἴγυπτος. Προσέταξεν οὖν συν-

αχθῆναι εἰς συναγωγὴν μίαν, καὶ μὴ ἀπὸ ταύτης

ἄλλην γενέσθαι θάλασσαν, ἀλλὰ τῇ πρώτῃ ἀπομεῖναι

συλλογῇ. Πολλὰ γὰρ ἦν ...................

ὕδατα ............. κοιλότητες ............

713

συλλογὴν καὶ αἱ φάραγγες. Τὸ δὲ, καὶ τὰ συστή-

ματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τοὺς κόλ-

πους σημαίνει τοὺς κατὰ τὸ ἴδιον σχῆμα ὑπὸ τῆς

περικειμένης γῆς ἀπολειφθέντας· οἷον θάλασσα βό-

ρειος, θάλασσα νότιος, ἑῴα, ἑσπέρια πελάγη, καὶ

τούτων ὀνόματα ἰδιάζοντα, Πόντος Αἰγαῖος, Ἰώνιος,

Σαρδωνικὸν, Σικελικὸν, Τυῤῥήνιον. Οὐ τὰ τυχόντα

δὲ τῶν ὑδάτων ἀθροίσματα εἰς μίαν κατέληξε θά-

λασσαν, ἤτοι σύστασιν, ἀλλὰ τὰ μέγιστα καὶ ἐξέ-

χοντα· οὐ γὰρ καὶ τὰ τελματιαῖα καὶ λίμνια χρὴ

νοεῖν. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερ-

ματισμένον ἐστὶ καὶ ἀθρόον ὑπὸ τοῦ ἀέρος κέχυται,

οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι

διῃρημέναι συστάσεις, ἀλλὰ μία γε ἐστὶ συναγωγὴ,

ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Πηγὴ

γάρ ἐστι τῆς περὶ γῆν ἁπάσης νοτίδος τὸ τῆς θα-

λάσσης ὕδωρ, καὶ πᾶσα ἡ γῆ ὑπόνομός ἐστι, καὶ διὰ

πόρων ἀφανῶν διαδίδοται, καθὼς δηλοῦσι τόποι τινὲς

τῆς ἠπείρου ὕπαντροι. Ἡ γὰρ ῥοώδης θάλασσα διὰ

τόπων στενῶν διατρέχουσα, ἐπειδὰν σκολιαῖς καὶ

ὀρθίοις ἐξόδοις ἐναπολειφθῇ, ὠθουμένη τῇ βίᾳ τοῦ

πνεύματος τῆς γῆς ἀποῤῥήσσει τὴν ἐπιφάνειαν, καὶ

ἐπὶ τὸ ἔξω προελθοῦσα, γίνεται πότιμος ἐκ τῆς διη-

θήσεως μεταβληθεῖσα εἰς γλυκύτητα. Πάλιν δὲ ἐπει-

δὰν θερμοῖς τόποις ἐναπολειφθῇ πρὸς τὴν ἔξοδον, τῇ

αὐτῇ αἰτίᾳ ἑλκομένη ὑπὸ τοῦ πνεύματος ζέουσα γί-

νεται. Αὕτη καὶ τῶν ἀερίων ὑδάτων πηγὴ καθέστηκε·

διὰ νεφῶν γὰρ ἀνελκόμενα αὐτῆς τὰ ὕδατα, καὶ ὑπὸ

τῆς ἡλιακῆς ἀκτῖνος θαλπόμενα, καὶ τῇ σκιᾷ τοῦ

νέφους καταψυχθέντα, καὶ ἐξ αὐτοῦ τοῦ ὕψους αἰ-

θριασθέντα γλυκαίνεται, καὶ καταψεκάζει τὴν ἤπει-

ρον. Τῇ δ' αὐτῇ ἡμέρᾳ καὶ βλαστῆσαι βοτάνην

χόρτου τὴν γῆν ὁ Θεὸς προσέταξεν· Σπεῖρον σπέρ-

μα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρ-

πὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Καὶ ἔτι καὶ

νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ δια-

κοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτά-

νης, καὶ πάσης πόας· νοτίδας γὰρ συμμέτρως καὶ

θερμὴν ἐχούσης τῆς γῆς, τὸ σπέρμα εἰς αὐτὴν κατα-

βάλλεται, καὶ γίνεται χαῦνον καὶ πολύσπορον, καὶ

τῆς περὶ αὐτὸ γῆς ἀρξάμενον πρὸς αὐτὸ ἐπισπᾶται

τὰ οἰκεῖα καὶ σύμφυλα, καὶ πιαινόμενον ἐπὶ πλεῖον

πλατύνεται· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, προ-

κύπτειν δὲ εἰς τὸ ἄνω, καὶ ἰσαρίθμους ταῖς ῥίζαις

τοὺς καλάμους προβάλλεσθαι. Θαλπομένου δὲ ἀεὶ τοῦ

βλαστήματος, συρομένη διὰ τῶν ῥιζῶν ἡ νοτὶς, ὑπὸ

τῆς θέρμης συνεπάγεται τῆς γῆς τὸ τρόφιμον· καὶ

καταμερίζεται τοῦτο εἰς καλάμην, καὶ φλοιὸν, καὶ τὰς

θήκας τοῦ σίτου, καὶ εἰς αὐτὸν τὸν σῖτον, καὶ τοὺς

ἀνθέρικας. Ἡ δὲ καλάμη τοῦ σίτου κονδύλοις δια-

ζώννυται, ἵν' ὡς σύνδεσμοί τινες τῶν σταχύων τὸ

βάρος φέρωσιν. Ἔστι δὲ καὶ ἡ καλάμη διάκενος,

ὅπως θήκη τοῦ κόκκου γένηται, πρὸς τὸ μὴ τοῖς σπερ-

μολόγοις ὑπάρχειν εὐδιάρπαστον. Τοὺς δὲ ἀνθέρικας

ἀντὶ ἀκίδων προβέβληται, ἵνα τῶν μικρῶν ζώων τὰς

βλάβας εἴργωσιν. Ὁ δὲ βρόμος δι' ὅλου κενὸς καθέ-

στηκεν, ἐπειδὴ τὴν κεφαλὴν οὐ βαρύνεται. Καὶ εἰ

716

συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἐλλέ-

βορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μή-

κωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρεί-

ληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν

κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς

ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν

φθάνουσι· τὸν δὲ ἐλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ

οὐχ ὑφίστανται βλάβην, ἰδιότητα κράσεως ἔχοντες.

Διὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι,

καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ

δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ

τῷ ἐλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ

ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν

μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρό-

τερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ

χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ

φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τού-

των τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον

ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ' ὅτε δὲ καὶ φοῖνιξ.

Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυῤ-

ῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ

ἢν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἕτι φύλεος, κέδρος,

πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον

ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ

κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ

τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημο-

νεύωμεν τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους

ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ

πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν.

Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν

στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς

ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς

χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν

αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέ-

πεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι

τοὺς κλάδους οἰονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ

ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος

τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς

ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος

ὀψὲ μὲν βλαστάνει, οὐκ ὑστερεῖ δὲ τῶν ἅλλων εἰς

καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη,

καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα

ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ

θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς τὸν καρ-

πὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς

ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἅπτωτον δια-

μένειν παρασκευάζουσι. Τὸ γὰρ ἕνδον τοῦ ὀλύνθου

ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου

προσίζον σύκου τὴν ἔξωθεν αὖραν περιπνέουσαν

ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον

ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ

καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας,

ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ

σκέπεται. Διὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου

ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας

ὁ βότρυς, καὶ τὴν ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ

ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ

717

σοφίᾳ ὁ Θεὸς διεκόσμησεν. Ἓν γὰρ ὕδωρ, διὰ τῆς

ῥίζης φερόμενον ἢ ἑλκόμενον, ἄλλως μὲν τρέφει τὸ

στέλεχος, ἄλλως τὴν ἐντεριώνην, ἄλλως τὸν φλοιὸν,

ἄλλως τὸ ξύλον, ἄλλως τὴν ῥίζαν αὐτήν· καὶ ἐκ τῆς

αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν

δὲ τῇ ἐλαίᾳ ἔλαιον, καὶ ἐν ἄλλῳ ἄλλο. Καὶ ἐν αὐτοῖς

τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς

πιότητος· ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο ἐν

μηλέᾳ, καὶ ἐν συκῇ καὶ τῷ φοίνικι ἕτερον. Καὶ αὐτὰ

δὲ τῶν δένδρων διάφορά ἐστι τὰ δάκρυα· ἄλλο γὰρ

τῆς σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ τῆς βαλσάμου ὀπὸς, ὅπερ πάντων τῶν μύρων ὑπάρχει κάλλιστον,

καὶ πλεονάζει ἐπὶ τῆς Ἱεριχὼ γενόμενον. Τεμνόντων δὲ αὐτὸ ἐκ τῶν θάμνων λίθῳ ὀξεῖ τῶν ἐπιχωρίων,

ὀπὸς ἀναποδοίη. Ἱστοροῦσι δέ τινες καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν, εἰς φύσιν λίθου μεταπηγνύμε-

νον.

4. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Θεὸς τοὺς μεγάλους

δύο φωστῆρας ἐδημιούργησεν, ἤλιόν τε καὶ σε-

λήνην ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν

ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέ-

ρας καὶ ἀναμέσον τῆς νυκτός. Τοῦτο τὸ ἡλιακὸν

φῶς, ὄχημα ἐκείνῳ τῷ φωτὶ τῷ πρωτογόνῳ παρ-

εσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ὁ λύχνος ἄλλο·

τὸ μὲν γὰρ τὴν τοῦ φωτίζειν δύναμιν ἔχει, τὸ δὲ τὴν

τοῦ παραφαίνειν τοῖς χρῄζουσιν· καὶ ὡς ἕτερόν τι

ἡ λευκότης, ἕτερον δὲ τὸ λελευκασμένον σῶμα, οὕτω

καὶ ταῦτα διάφορα ὄντα τῇ φύσει ἥνωνται τῇ δυνάμει

τοῦ κτίσαντος. Καὶ μηδεὶς νομίσῃ ταυτὸν ἡμέραν εἶναι

καὶ ἥλιον. Πρῶτον μὲν γὰρ ὁ δημιουργὸς ἁπλοῦν φῶς

κατεσκεύασεν, ὃ δὴ καὶ ἡμέραν ἐκάλεσεν, ἔπειτα τὸν

ἥλιον ἐκ τοῦ πυρὸς καὶ φωτὸς συγκείμενον. Ὡς γὰρ

τὴν γῆν ὁρῶμεν πῦρ ἐν τοῖς στέρνοις αὐτοῖς δεδη-

μιουργημένον ἔχουσαν, οὕτω καὶ τὸν ἥλιον φῶς ἔχοντα·

φῶς γὰρ συνελθὸν μετὰ πυρὸς τὸν φανότατον ἐποίη-

σεν ἥλιον. Ἀλλ' ἴσως ἀντερεῖ τις· Καὶ πόθεν τοῦτο

δῆλον, οὐ βλεπομένης τῆς διαιρέσεως; οὐχ ὁρᾶται

γὰρ ἰδίως μὲν τὸ φῶς, ἰδίως δὲ τὸ πῦρ. Ἀλλὰ γι-

νωσκέτω ὁ τοιοῦτος, πόσα τὸ πῦρ ἐν ἑαυτῷ προβάλ-

λεται, αὐγὴν, θερμότητα, ξανθότητα, ἅτινα πανσό-

φως ὁ τεχνίτης διαμερίζων, ὑπεμφαίνει τούτων τὴν

σύνθεσιν. Ὅτε γὰρ θέλει θερμᾶναι τὸ ζῶον, λαμβάνει

τοῦ πυρὸς τὸ θερμὸν, καὶ τὸ μὲν θερμὸν ἔχει τούτου,

τὸ δὲ φῶς οὐκ ἔχει. Ἀλλ' ἐμερίσθη ἐν τῷ ζώῳ ἡ

θέρμη ἀπὸ τοῦ φέγγους, πάλιν λαμβάνει τὸ ξανθόν.

Καὶ ὁρῶμέν τοι τὸ ξανθὸν, οὐκέτι δὲ τὸ θερμὸν καὶ

φαῖνον. Καὶ πάλιν ἀπομερίζει τὴν θέρμην, καὶ δί-

δωσι μόνην τὴν αὐγὴν, οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς

ἀστραπῆς, ὅτι ἐκλάμπουσα μόνον φωτίζει, οὐ μὴν

δὲ καὶ θερμαίνει. Τὸ δ' αὐτὸ παράδειγμα καὶ ἐπὶ τῆς

σελήνης καθέστηκε. Καὶ γὰρ αὕτη ὑπὸ τοῦ ἡλίου

φωτιζομένη φανερωτέρα γίνεται, ὥσπερ ὑπὸ τῆς

ἡμέρας ὁ ἥλιος. Τὸ γὰρ τῆς σελήνης εἶδος ἀνθρα-

κοειδὲς τυγχάνει, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἐκλείψεως·

ἀπάρας γὰρ ἀπ' αὐτῆς τὸ οἰκεῖον φέγγος ὁ ἥλιος

ἀμαυρὰν αὐτὴν καθίστησι· φωτίζων δὲ αὐτὴν, πλη-

σιφαῆ ἀπεργάζεται. Ἐνδυομένη γάρ πως τὸ ἡ-

λιακὸν φῶς φαιδροτέρα καθίσταται· τὸν αὐτὸν δὴ

τρόπον καὶ ὁ ἥλιος, τῆς ἡμέρας τὸ φῶς ἐνδυόμενος,

λαμπρότερος τυγχάνει, τῆς ἡμέρας ἐκείνης μήτε

720

οὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτι-

ζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον

ἐκ τοῦ πυροῦν, καὶ φλέγειν.

Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ

ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας

τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός.

Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου

τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός

τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως

ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συν-

ίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ

τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμ-

μένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συν-

εχῶς ἀποδύεται, αὔξουσα, καὶ μειουμένη.

Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ

εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ

σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ

φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι.

Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον

ἐπαλλήλοις εἱλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς

δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς.

Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρου-

σίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ,

τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ,

καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνά-

μενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον

διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται.

Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες

περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπο-

νομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης

τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι

ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτω-

μάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα

ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον

τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χει-

μῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνε-

ται.

Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ

καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν

κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέ-

ρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγε-

λίζεται. Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθ-

ίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν·

τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμη-

τῶν.

Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν,

δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλο-

μένοις μετὰ τῆς Ἁμάξης σημεῖον γίνεται· τόπων

γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος

μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς

ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς

δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν

δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν

ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν,

ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος.

Εἴρηται οὖν περὶ τῶν σημείων.

Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν

721

ὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ

χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου

προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα

περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς κατα-

ψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς

ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν,

καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν

πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου

γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς

ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει

τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς

παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν.

Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ' αὐτὴν

τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας

ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν

τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν

πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπερ-

γάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς

σκιὰς ἀφ' ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βρα-

χυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ

πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγε-

νομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ' ὀλίγον

τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλα-

βῶς ἐπιόντος.

Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως

ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ·

ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλ-

μῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον

εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς

ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος

τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν

ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν πα-

ρέχει διασκεδάσας τὸ σκότος.

Ἡ δὲ σελήνη, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτε-

λέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι

μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν

συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ

σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνη-

σιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης

ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπό-

κενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. Διότι

ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως

ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος

περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ

δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς

σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ

τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας

γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέ-

μων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ

συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐ-

ρίπους παλίῤῥοιαι, καὶ περὶ τὸν ὠκεανὸν ἀναδρομὴ τῆς

θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας

οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ

ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας.

Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι

δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διε-

σώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας

ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ

ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ

724

γὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι

νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μι-

κρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον

πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις

ἐπ' ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ

νεμομένας, οὐχὶ ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ·

ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὅψις, καὶ ἐξίτηλος

γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμέ-

νων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης

τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἕστιν. Αἱ γὰρ

κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳ-

κισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυ-

μοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέ-

χονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ

τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν.

Τῇ δ' ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξα-

γαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γέ-

νος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη

διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν

ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποτα-

μιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ

μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ

φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ

ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ

τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ

πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη,

τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ

λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ

ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χω-

ρισθῇ, μὴ ἕχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν

βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη

τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτη-

ται. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας,

ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ

μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε

γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ

ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ' αὐτοῖς εἰ μὴ

ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλ-

ληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις,

ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτε-

ροι δέ εἰσιν ἀλληλοφάγοι.

Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πριὼν

πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριο-

δρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας,

μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ

ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαρά-

κοντα, καὶ κοπιάσας, καθίησιν αὑτοῦ τὰς πτέρυγας,

καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν

ἴδιον.

Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τι-

σιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλά-

κις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν

ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ,

ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ

αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη,

ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ

ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν-

725

τος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ

πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκ-

πέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας

ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ

ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ Ἀτλάντια πε-

λάγη διὰ τὸ μέγεθος.

Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδι-

μος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν

σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα

ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου

τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως,

καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ

κατέδεται.

Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφο-

δον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς

τῶν κυμάτων αὐτὸν περιάγεσθαι.

Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμό-

χροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας

τῇ πέτρᾳ κατέδεται.

Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ

τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν,

ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος.

Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα

κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ

ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ

διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς

πηλὸν ἑαυτὴν ἐγκωλύσασα [f. ἐγκυλίσασα], εἰς τὸ

στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ

κατεσθίουσα ἀναιρεῖ αὐτόν.

Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ

μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλά-

τος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς

τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ

μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ

εἰσὶ τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι·

καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ πα-

χεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή.

Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ

τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν

παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συν-

υφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ

ἐφ' ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ,

ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα

ποιοῦσα.

Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πό-

δας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς

χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ

πᾶν τοῦ σώματος οὕτως ἕχει, κεφαλὴν περιφερῆ

μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κε-

χηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ κα-

μίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν

κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον

τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας

ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον,

λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ.

Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα

ποιοῦσι, καὶ καλάμῃ αὐτὸ στεγάζουσι, καὶ ἐπιχων-

νύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα

ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό-

728

θρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ

οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευ-

ταὶ εὐθὺς ἀποκλείουσι. Δεύτερον. .... βοὸς δὲ ἔχει

τὸ θηρίον τὸ μέγεθος.

Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔν-

δοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ

ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ

γαστρὶ αὐτῶν.

Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται δια-

δράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγχιστρον, ἐξαλ-

λομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον,

καὶ διαφεύγει.

Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον,

ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον

ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ

οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμι-

λίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπι-

στρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴ-

σθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ

αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς

ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν)

ὑφ' ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤ-

ῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατ-

εσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ

ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυ-

ται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμ-

βλύνεσθαι.

Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν,

καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πε-

πλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γέ-

νεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κε-

κλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν

πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω

τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι

δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν

τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων

ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ

ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ

σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τού-

των ἑκατέρων ἡ κατασκευὴ διενήνοχε· καὶ τὰ μέν

ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνα τέ-

τακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγ-

χώρια.

Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος τυγ-

χάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ

Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συν-

αίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις

δασυτάταις, ἕνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ

τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν

τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δέν-

δρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται,

καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων

729

ὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ

εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς

ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας

αὐτῆς παραχρῆμα μεταδιδόασιν.

Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς,

τύπτεται ὑπ' αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον·

ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς

πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα

ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπι-

στάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωο-

γονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ

τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι

αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως

τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέ-

χουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν·

ἑξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν

κατεσθίουσιν.

Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπωάζονται, ἀλλὰ

μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον

τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴ-

σθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν,

ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυ-

τὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχου-

σαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως

σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν.

Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος,

ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας

τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν,

ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς

αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστε-

ρος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς,

καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὸν χρυ-

σόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον,

καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ.

Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ

τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ

χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφά-

νου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ

κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ

θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ' ὕψους ἵσταται·

ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώ-

ματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως·

Διπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν.

Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν,

Σῶμα αὐτοῦ κέκαυται.

Στῆθος μὲν οὖν αὐτοῦ πορφυροῦν φαίνεται,

Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα,

Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται.

Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς,

Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε.

Κύκλῳ δὲ κόρῃσι κόκκος ὡς ἐφαίνετο.

Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην.

Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο,

Ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ

Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο.

Αὐτὸς δὲ πρόσθε, ταῦρος ὣς γαυρούμενος,

Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.

Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά-

732

μενον διαδοχῇ, ἀλλ' ὑπάρχειν αὐτὸ μονώτατον, καὶ

ἔτη ζῇν πεντακόσια. Καὶ ἐν καιρῷ τοῦ μέλλειν αὐτὸ

τελευτᾷν (προαισθάνεται γὰρ τὴν ἀποβίωσιν), ἐφ'

ὑψηλοῦ τινὸς τόπου ἐστοχασμένος, κατὰ τὴν ἀνατολὴν

τοῦ ἡλίου, ἐξ ἀρωματικῶν φρυγάνων συμπηγνύναι

τὴν καλιὰν, κἄπειτα ὑπὸ τῆς ἀκτῖνος ὁλοκαυτίζεσθαι

τοῦ ἡλίου, καὶ εἰς κόνιν παντελῶς ἀναλύεσθαι· εἶτα

ἐκ τῆς κόνεως σκώληκα γίγνεσθαι, καὶ ἐκ τοῦ σκώ-

ληκος εἰς τὸν πρῶτον φοίνικα μεταβάλλεσθαι.

Ὁ δὲ ἀετὸς περὶ τὴν ἀνατροφὴν τῶν νεοττῶν ἐστιν

ἀδικώτατος· δύο γὰρ ποιήσας, τὸν μὲν ἕτερον οἰ-

κειοῦται, τὸν δὲ ἕτερον μαστίζων τοῖς πτεροῖς ἀπο-

πέμπεται, διὰ τῆς τροφῆς, ὡς φασὶ, τὸ ἐπίπονον. Ἡ

δὲ φήνη, τὸν ἀποποιηθέντα δεξαμένη, τοῖς οἰκείοις

ἅμα ἐκτρέφει νεοσσοῖς. Θρέψας δὲ τὸν νεοττὸν ὁ

ἀετὸς, συνίπταται, αὐτὸν πρὸς τὸν αἰθέρα λαμβάνων·

καὶ εἰ θεάσοιτο πρὸς τὴν λαμπρότητα τοῦ ἡλίου αὐτὸν

ὀξυοπήσαντα, καὶ εὐτόλμως τὸν ἀέρα διανηχόμενον,

ὡς οἰκεῖον περιποιεῖται· εἰ δὲ ἄτονον πρὸς ταῦτα, ὡς

νόθον ἀποβάλλει.

Φασὶ γὰρ γηράσαντα τὸν ἀετὸν ἀμαυροῦσθαι τὰς

ὄψεις, καὶ βαρεῖσθαι αὐτοῦ τὰς πτέρυγας, καὶ εἰς

πηγὴν ἀφικνεῖσθαι, καὶ εἰς τὸν αἰθέρα ἀνιπτάμε-

νον, ὑπὸ τοῦ ἡλίου τὰς πτέρυγας καταφλέγεσθαι, καὶ

ἀναβλέπειν, εἶτ' εὐθὺς ἐπὶ τὴν πηγὴν καταβάντα

τρίτον βαπτίζεσθαι, καὶ ἀνανεοῦσθαι· διὸ καὶ τὸν

ψαλμὸν φάσκειν φασίν· Ἀνακαινισθήσεται ὡς ἀετοῦ

ἡ νεότης σου.

Ὁ δὲ γὺψ ὑπηνέμιον τὴν γονὴν κέκτηται, καὶ οὐ

γινώσκει συνουσίαν ἄῤῥενος, καὶ ἐκατὸν τὰ ἕτη βιοῖ.

Αὐλίζεται δὲ ἐπὶ τῶν ὑψηλῶν, καὶ μετεώρων, καὶ

οὐδεὶς οἶδε ποῦ ποιεῖ τὴν κατοίκησιν. Καὶ ἔγγυος

γενόμενος πορεύεται εἰς τὴν Ἰνδικὴν, καὶ λαβὼν τὸν

εὐτόκιον λίθον οὕτω καλούμενον, ἐπάνω αὐτοῦ καθέ-

ζεται συνεχόμενος ὠδῖσι, καὶ ἀποτίκτει. Ἔστι δὲ ὁ

λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον

ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμέ-

νου. Φασὶ δὲ τὸν γῦπα τὰ ῥόδινα μύρα χρισθέντα

ἀποθνήσκειν· σπέρματα δὲ μὴ βλάπτειν αὐτὸν, μηδέ

τι ἔμψυχον διαλυμαίνεσθαι, καὶ μηδὲ νεκρῷ προσέρ-

χεσθαι πετεινῷ διὰ τὴν συγγένειαν. Ἡνίκα δὲ, φασὶν,

ἄνδρες εἰς πόλεμον παρατάσσονται, ἐπακολουθεῖ αὐ-

τοῖς, καὶ οὐκ ἀφίσταται, σαρκοβόρος ὤν.

Οἱ δὲ πελαργοὶ καὶ ἑνὶ ἐπιδημοῦσι συνθήματι, καὶ

ἑνὶ ἀπαίρουσι. Προπέμπουσί τε αὐτοὺς αἱ κορῶναι,

καὶ, ὡς εἰκὸς, συμμαχοῦσιν αὐτοῖς πρός τινας πολε-

μίους ὄρνιθας· τετραυματισμέναι γὰρ ἐπανέρχον-

ται. Ἐὰν δὲ γηράσῃ ὁ πελαργὸς, πτεροῤῥυεῖ, καὶ

τὰ τέκνα αὐτοῦ περιστάντα τοῖς οἰκείοις πτεροῖς

περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρέχουσιν·

ἐν δὲ τῇ πτήσει ὑποκάτωθεν αὐτὸν ὑποβαστάζουσι,

καὶ τοῖς ἰδίοις πτεροῖς ἠρέμα αὐτὸν ὑποκουφίζουσιν

ἑκατέρωθεν.

Αἱ δὲ γέρανοι ὁμοῦ πᾶσαι ἐξ ἴσου ἵπτανται, μία

δὲ προηγεῖται αὐτῶν, καὶ τακτόν τινα χρόνον προη-

γησαμένη εἰς τὸ κατόπιν περιελθοῦσα τῇ μετ' αὑτὴν

733

τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Ἐν δὲ τῷ καθ-

εύδειν ἡ μία ὅλας περιέρχεται ἀσφαλιζομένη· καὶ

ἐπειδὰν τὸ μέτρον τὸ ἀρκοῦν τοῦ διαστήματος πλη-

ρώσασα βοήσῃ, πρὸς ὕπνον τρέπεται, καὶ ἄλλη πάλιν

διαδέχεται τὴν τοιαύτην ὑπηρεσίαν.

Τὸ δὲ τῶν χηνῶν γένος ὑπάρχει ἄγρυπνον, καὶ

ὀξυήκοον ταχέως τῶν προσιόντων ἁπλῶς, ἢ τῶν ἐπι-

βούλων τὴν ἔφοδον αἰσθανομένη. Οὕτως γοῦν πολεμίων

τινῶν δι' ὑπονόμων ὑποδύντων, καὶ μελλόντων χει-

ροῦσθαι Ῥώμην τὴν μεγαλόπολιν, οὗτοι τῇ φυσικῇ

ὀξύτητι τῆς αἰσθήσεως περιεσώσαντο, τῇ ἀθρόᾳ

φωνῇ παραδόντες τοὺς ἐπιβούλους τοῖς φύλαξιν.

Ἀλκυών ἐστι θαλάττιον ὄρνεον, καὶ παρὰ τοὺς τῆς

θαλάττης νοσσεύει αἰγιαλοὺς, τοῦ χειμῶνος μεσάζον-

τος. Ὅταν οὖν ἐπωάζηται, οἱ μὲν ἄνεμοι κοιμίζονται,

ἡ δὲ θάλαττα γαλήνην ἔχει σταθερὰν, ἄχρις ἡμερῶν

ἑπτὰ, τὸ πρὶν ἀνέμων σφοδρῶν ταραττόντων τὴν θά-

λατταν. Ἐπειδὰν οὖν περιγλύψῃ τοὺς νεοττοὺς πά-

λιν ἄλλας ἐπτὰ ἡμέρας, ὁ Θεὸς νηνεμίαν παρέχεται,

ἕως ἐκθρέψῃ τοὺς νεοττούς.

Δολερὸν ὁ πέρδιξ, καὶ ζηλότυπον, καὶ κακοῦργον,

συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Ἀλλό-

τρια δὲ κλέπτων ὠὰ νοσσοποιεῖ, καὶ αὐξηθέντες οἱ

νεοττοὶ, ἕκαστος κατὰ γένος πρὸς τοὺς οἰκείους ἀνί-

πταται, καὶ ἕρημον αὐτὸν καταλιμπάνουσιν.

Λάγνον περιστερά. Ἔστι δὲ δένδρον ἐν τῇ Ἰνδικῇ

καλούμενον περιδέξιον, γλυκεῖς φέρον καρποὺς, καὶ

τούτῳ αἱ περιστεραὶ τέρπονται, καὶ κατασκηνοῦσιν

ἐπ' αὐτοῦ. Ἔστι δὲ ὁ δράκων ἐχθρὸς τῆς περιστερᾶς,

καὶ δεδοικὼς τὸ δένδρον οὐκ ἐπέρχεται· εἰς οἶον γὰρ

μέρος τοῦ δένδρου ἡ σκιὰ γένηται, ὁ δράκων φεύγει

φοβούμενος. Αἱ δὲ περιστεραὶ εἰς τὸ κλίτος ἐκεῖνο

τῆς σκιᾶς μεθίστανται· ἐὰν γὰρ χωρισθῶσι τῆς σκιᾶς

ἀναιροῦνται ὑπὸ τοῦ δράκοντος. Οἵα δέ ἐστιν ἡ φύσις

τῆς περιστερᾶς θαυμάσαι ἄξιον· τὸν γὰρ αὐχένα, ἐν

ἡλιακαῖς καταλαμφθέντα, μυρίαις χρωμάτων ἰδέαις

ποικιλλόμενον δείκνυσι, φοινικῷ, κυανῷ, πυρωπῷ,

ἀνθρακοειδεῖ, ὠχρῷ τε…

The complete text is available when the reading interface loads.