Fragmenta in epistulam ad Romanos
- Edition reference
- Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 46.
- CTS identifier
urn:cts:greekLit:tlg4124.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
46
{Röm 1,1}
Διαποροῦσι δέ τινες μάτην, πότερον τῷ ἡγουμένῳ προσθετέον τὸ
<κλητὸς> πρόσρημα ἵνα εἴη <δοῦλος, κλητός>, ἢ τῷ ἑπομένῳ ὡς
<ἀπόστολος κλητός>, κατ' οὐδέτερον ἀπᾳδούσης τῆς ἐννοίας, ἅτε
δὴ κλητῶν ὄντων ἁπάντων καὶ κοινῶς τῶν εἰς τὴν πίστιν καὶ τὴν χάριν
ταύτην κεκλημένων καὶ τῶν κατ' ἐκλογὴν εἰς τὴν ἀποστολικὴν τάξιν
ἀνηγμένων. καθ' ἕτερον τοίνυν <κλητὸς> καὶ ὡς <δοῦλος> καὶ ὡς
<ἀπόστολος.>
{Röm 1,21}
Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἕλληνας ἐνίστασθαι λόγον,
ὡς καθ' ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν
ἔλεγχον· οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται
ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ' αὐτῶν ἐπιτίμησιν ὡς οὐδὲν
ἐλλειπόντων ἀσεβείας εἶδος.
{Röm 3,2}
Τὸ μὲν <πρῶτον> οὐχ ἵνα, φησί, δεύτερόν τι εἴπῃ καὶ τρίτον, ἀλλ' ὅτι τοῦτο
πρῶτον πάντων ἐστὶ καλῶν περιεκτικόν· τοῦ γὰρ πιστεῦσαι τοῖς τοῦ θεοῦ λόγοις τί
κρεῖττον ἂν εἴη;
{Röm 3,4}
Τάχα δ' ἄν τις ἁπλούστερον καὶ τοῖς προκειμένοις οἰκειότερον
ἑρμηνεύσειε τὸν λόγον, μὴ κατ' ἀπόφασιν ἀλλὰ καθ' ὑπόθεσιν ἐκδεξάμενος
τὸ ῥηθὲν προσθήκῃ μιᾶς συλλαβῆς, ὅτι κἂν πάντες ἄνθρωποι πρὸ τῆς
ἀληθείας ἀγαπῶσι τὸ ψεῦδος, οὐδὲν ἧττον ὁ θεὸς <ἀληθὴς> διαμένει καὶ
δίκαιος, ὑπισχνούμενός τε οἷα θεῷ προσῆκεν, καὶ πᾶν τὸ λεχθὲν ἐπιτε-
λῶν, ἡνίκα προσῆκεν.
{Gal 1,1} <Πατέρα> νῦν καλεῖ τὸν θεόν, ἐπειδὴ βούλεται τὴν ἐκκλησίαν εἰςυἱοθεσίαν ἐληλυθυῖαν ἐλευθέραν εἶναι τῆς τοῦ νόμου δουλείας.{Gal 1,1—2} Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρείατοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. Οὐκ εἶπεν 〈καὶ οἱ σὺν ἐμοὶ ἀδελφοί〉, ἀλλὰ <πάντες>, τῷ <πάντες>παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος.{Gal 1,4} Τὸν <ἐνεστῶτα αἰῶνα πονηρὸν> εἰπὼν ἔδειξεν ὅτι τὸ κακὸνοὐκ ἀγέννητον ἀλλὰ πρόσκαιρον, καὶ ἐν ἀνθρώποις πρὸς οὓς ἔγραφεν, εἰπερὶ ἀνθρώπων τῶν πεισάντων αὐτοὺς ἀκαίρως κεχρῆσθαι τῷ νόμῳ. Τὸ δὲ <ἐξέληται> εἴρηκεν, ἵνα παραστήσῃ ὅτι οὐκ ἦν ἄλλως τινὶεὐχερὲς οὔτε νόμῳ οὔτε προφήταις. τὸ γὰρ <ἐξέληται> μικροῦ βίανσημαίνει, ἀλλ' οὐ βίαν, δύναμιν δὲ τοῦ ῥυσαμένου· οὐ γὰρ εἶπεν τοῦἁρπάσαντος ἀλλὰ <τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ-τιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς>. αὕτη ἡ λέξις τὸ δυσκατόρ-θωτον παντὶ ἄλλῳ παρέστησεν. κέκληται δὲ <πατὴρ ἡμῶν> ὁ θεός, ἵνατῆς υἱοθεσίας φανερουμένης ἐκβληθῇ διὰ νόμου ἀνάγκη.{Gal 1,10} Πρὸς ἐκείνην ἀπομάχεται τὴν ὑπόνοιαν τὴν φάσκουσαν ὅτι παρ'ὑμῖν ἄλλα εἶπεν, ἐν δὲ Ἰουδαίᾳ ἄλλως ἔζη, καί φησιν· πῶς δύναμαιἄλλος εἶναι ἔξωθεν, ἄλλος δὲ ἔσωθεν θεοῦ ὄντος ἐφόρου; τί δὲ προβαλλό-μενος ἀξιώματα ἀνθρώπινα οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ;{Gal 1,11—14} Ἐν ἀρχῇ μὴ καλέσας εὐαγγέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει <τὸεὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ,> ἐπειδὴ ἀμφίβολονἐγίνετο ποῖόν ἐστι τὸ τοῦ καλέσαντος εὐαγγέλιον, οὐχὶ τοῖς πράγμασινἀλλὰ ταῖς συκοφαντίαις ὅτι οὐκ ἔστι <κατ' ἄνθρωπον>, ὥς φασιν, ὅτιπαρὰ Πέτρου παρέλαβον. πῶς οὐκ ἔστιν <κατ' ἄνθρωπον; οὐδὲγὰρ ἐγὼ παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην.> χρήσιμον τὸ<παρέλαβον> καὶ καλὸν τὸ <ἐδιδάχθην·> ταῦτα γὰρ τοῖς ἀνθρώποιςσυνῆπτον. ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμαπαραδιδόασι καὶ διδάσκουσιν. ἀναγκαία δὲ καὶ ἡ τῶν ἀδελφῶνπροσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο ἄλλα μὲν εἰπών, ἄλλαδὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν ἐξωθεῖται τὴν ὑπόνοιαν. <Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷἸουδαϊσμῷ.> καὶ οὐκ εἶπεν ἐν τῷ νόμῳ. τίς οὖν ἡ ἀναστροφή;<ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ.>ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι θεοῦ,περὶ Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπεν καθ' ὑπερβολὴν ἐδίωκον τὴνἐκκλησίαν τοῦ Χριστοῦ ἀλλὰ <τὴν ἐκκλησίαν τοῦ θεοῦ. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺςσυνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλω-τὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.> πάλιν<Ἰουδαϊσμῷ>· οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴσκληρὸν ᾖ τὸ λεγόμενον. <ὑπὲρ πολλοὺς συνηλικιώτας·πολλοὺς> καὶ οὐ πάντας διὰ τὸ σύμμετρον, <συνηλικιώτας> δὲ διὰτὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι. <ἐν τῷ γένει μου>δέ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός.<περισσοτέρως ζηλωτὴς ὑπάρχων>, ἵνα διὰ τῆς ὑπερβολῆςὅσον ἀντέκειτο τῇ ἐκκλησίᾳ παραστήσῃ. <πατρικῶν δὲ παραδόσεων>εἶπεν καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προστεθέντα λέγει,καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν.{Gal 2,2} Καλῶς τὸ <ἔδραμον,> προείληπτο γὰρ τὸ κήρυγμα· τρέχω δέ,ἐπειδὴ ἐνειστήκει.{Gal 2,9} Καὶ <αἱ δεξιαὶ> τὴν ὁμόνοιαν δηλοῦσιν. προτέτακται δέ, φησίν,Ἰάκωβος διὰ τὸ τοῦ τόπου κύριον εἶναι. διὰ τί δὲ ποτὲ μὲν <Κηφᾶς>,ποτὲ δὲ <Πέτρος>; οἱ ἐλθόντες εἰς τὴν Γαλατίαν καὶ ταράξαντεςἸουδαῖοι ἦσαν· Πέτρος οὖν ὁ κατ' ἐκείνους Κηφᾶς ὀνομαζόμενος, ἵνα[οὖν] δι' οὗ ἤκουσαν, διὰ τούτου καὶ καλέσῃ, εἴρηται.{Gal 2,18} Ἡ ἐκκλησία νόμον οὐ τηροῦσα, νόμον οὐ παραβαίνει, ἀλλὰ νόμονὑπερβαίνει. ὁ λέγων ὅτι πεπλήρωται ὁ νόμος καὶ πέπαυται, κἂν μὴτηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ ποτὲ μὲν ἐσθίων τὰ ἀπηγορευμέναὑπὸ τοῦ νόμου, πάλιν δὲ μὴ ἐσθίων, τῷ μὴ ἐσθίειν μηνύει ὅτι ἰσχύειὁ νόμος καὶ μένει εἰς ὃν ἀνατρέχει. οὐκοῦν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸςδὲ παρὰ τὰ νόμιμα ἔφαγες, καλῶς ἀκούεις ταῦτα.{Gal 2,20} <Ζῇ ἐν ἐμοὶ ὁ Χριστός>, ὁ μὴ ὑποκείμενος νόμῳ, ὑπὲρ νόμονὢν ὡς υἱός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοί, ὥσπερ οἱ δεχόμενοι τὰςαὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός.{Gal 2,21} Οὐ λέγω ὅτι καὶ μετὰ τὸ πάθος τοῦ Χριστοῦ χρεία νομίμων·τοῦτο γάρ ἐστιν εἰπεῖν ὅτι ἡ χάρις οὐδὲν ἰσχύει, ὅτι οὐδὲν συμβάλλεταιτὸ πάθος.{Gal 3,17} <Μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη> γέγονεν ὁ νόμος,οὐχὶ τῆς ἐξόδου τῆς ἀπ' Αἰγύπτου ἀλλὰ τῆς κατ' ἀρχῆς ταύτης τῆςἐπαγγελίας· ὥστε οἱ δοκοῦντες φιλονεικεῖν τῇ ἐκκλησίᾳ περὶ πρωτείωνἑκατοντάσι καὶ δεκάσιν ἐτῶν εὑρίσκονται ὕστεροι μετὰ τὴν πίστιν.{Gal 3,19} Τοῦτο λέγει, ὅτι ἡ διαταγὴ <δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου,>τοῦτ' ἔστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵναἀκούσωμεν· τὴν μὲν ἐπαγγελίαν αὐτὸς δι' ἑαυτοῦ, τὸν δὲ νόμον οὐ δι'ἑαυτοῦ, ἀλλὰ διέταξε δι' ἀγγέλων μεσιτευόντων.{Gal 3,23} Τὸ προηγεῖσθαι νῦν λέγω, οὐχὶ ἐπιλαθόμενος τῆς ἐπαγγελίαςπρωτευούσης, ἀλλ' ὅτι καὶ <γάλα> χρήσιμον ἐν καιρῷ καὶ οὐ χρήσιμονεἰς τὰ ἑξῆς. τὸ οὖν <πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμονἐφρουρούμεθα,> τοῦ νόμου παρεντεθέντος μεταξὺ τῆς ἐπαγγελίαςκαὶ αὐτῆς τῆς παρουσίας τῆς πίστεως.{Gal 4,4—11} <Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ>. τὸ γνήσιοντηρῶν μετ' ἄρθρου εἶπεν <τὸν υἱὸν αὐτοῦ,> τὸν ὄντα υἱόν. <γενό-μενον ἐκ γυναικός.> ἐπειδὴ γὰρ γυνὴ προεξένησεν ἁμαρτίαν, ἐκ