Fragmenta in epistulam ad Galatas
- Edition reference
- Fragmenta in epistulam ad Galatas (in catenis), ed. Staab, op. cit., 46–52.
- CTS identifier
urn:cts:greekLit:tlg4124.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
50
γυναικὸς ὁ σώζων. ἐπειδὴ δὲ ὁ <νόμος> οὐκ <ἐδόθη δυνάμενος καὶ
ζωοποιῆσαι,> γέγονε καὶ <ὑπὸ νόμον> ὁ ἐλθὼν ἰάσασθαι. <στοιχεῖα>
δέ φησι τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ' αὐτοῦ· <ἵνα τοὺς
ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβω-
μεν,> τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις, κατεχομένην δὲ ἐν τῷ
μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων.
πληρωθέντος δὲ τοῦ χρόνου, <ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν
αὐτοῦ> ᾧ ἀπέκειτο ταῦτα. εἰ οὖν καλεῖς· ὁ <πατήρ>, δηλονότι γέγονας
υἱός, καὶ μαρτυρεῖ σοι τὸ πνεῦμα. <εἰ δὲ υἱός, καὶ κληρονόμος>
σὺ <διὰ Χριστοῦ,> τοῦτ' ἔστιν ἐκ χαρίσματος, οὐκ ἐκ φύσεως.
<Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν, ὦ Γαλάται, ἐδου-
λεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς,> τοῖς εἰδώλοις. <πῶς
πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα>;
πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην, ἐπιστρέψαι ἐπὶ <τὰ
στοιχεῖα τοῦ νόμου> ἐξ ὧν οὐδὲ ἐξῆλθον; πρῶτον μάθωμεν
τίνα λέγει <πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν
ἐθέλετε.> ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι· <ἀλλὰ τότε μὲν οὐκ
εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς>,
δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· <μᾶλλον δὲ γνωσθέντες ὑπ'
αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ;> πάλιν
νομίζει τις ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται· τὸ γὰρ <πάλιν ἐπι-
στρέψαι> ἀναδραμεῖν ἐστιν ἐπ' ἐκεῖνα ἀφ' ὧν τις ἐξῆλθεν. οὐκοῦν
<ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα> κατὰ ταύτην τὴν ἀκολου-
θίαν Ἑλληνισμοῦ νομίζεται. εἴδωμεν τί λέγει τὰ ἑξῆς· <οἷς πάλιν
ἄνωθεν δουλεύειν ἐθέλετε>. ἑρμήνευσε τί ἐστι τὸ <ἐπι-
στρέφετε, τῷ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε.
Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ
ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα
εἰς ὑμᾶς.> εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ Ἰουδαϊσμόν;
ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας. καὶ πρὸς τὰ δύο ταῦτα
μεταχειρίζεται τὰ φάρμακα. ἔστω, φησίν, ἦτε ἀγνοοῦντες θεόν· <νῦν
δὲ γνόντες αὐτόν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ,
πῶς πάλιν ἐπιστρέφετε> ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ
συνίστατο λοιπὸν ὁ νόμος οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ
αὐτῶν τοῦ ποτέ, καὶ περὶ ἀναδρομῆς τῶν ἰουδαϊζόντων ἐπὶ τὸν νόμον.
{Gal 4,12}
Καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλ' ἐπειδὴ
ἰουδάϊζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθεν, λέγει· <ἀδελφοί,
51
δέομαι ὑμῶν.> ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ. <ἀδελφοὺς>
δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν
κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ' αὐτοῖς
ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός.
{Gal 4,14}
<Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου
οὐκ ἐξουθενήσατε>. καί φησιν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς
ἐπειράζεσθε δοκιμαζόμενοι, εἴ γε προσίεσθέ με καὶ τὸν δι' ἐμοῦ
κηρυττόμενον λόγον ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις. τὰ οὖν
ἐμὰ πάθη καὶ οἱ διωγμοί, ὦ Γαλάται, ὑμέτερος ἦν πειρασμός.
{Gal 4,20}
Ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ τὸ <ἤθελον
ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι τὴν φωνήν μου,> αὐτὰ
ταῦτα νῦν ὑμῖν κηρύττειν ἃ οἱ ταράττοντες λέγουσί με κηρύττειν
ἀλλαχοῦ, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰ νόμιμα τηρεῖν. ἆρα οὐκ ἂν αὐτοὶ
ὑμεῖς οἱ τότε μὲν παρ' ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία
ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ' ἐμέ; θαυμάζω γάρ, εἰ
ἐκεῖνα ἀκούσαντες παρ' ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ,
ἄλλα δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι.
{Gal 5,16}
Οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, πνεύματι δὲ τῷ ἄγοντι τέκνα
θεοῦ.
{Gal 6,12—13}
Τοῦ νόμου ἔχοντος τὴν ἀπόφασιν ὅτι <ἐπικατάρατος ὁ μὴ
ἐμμένων πᾶσιν,> ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν. <ἀλλὰ
52
θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ σαρκὶ
καυχήσωνται>, τοῦτ' ἔστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ
ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσιν συνεθέμεθα. ἐκεῖνοι μὲν τοῦτο
θέλουσιν <εὐπροσωπῆσαι σαρκὶ> καὶ καυχᾶσθαι. ἐγὼ δὲ <τῇ ἐμῇ
χειρὶ> γράφω.
{Gal 6,15—16}
Οὐ περιτέμνεται ὁ Χριστιανός, οὐδ' ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ
Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται,
ἐπειδὴ ἔχει καλλίονα, μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι
ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων <καινὴ
κτίσις.
Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν,> τῷ τῆς
<καινῆς κτίσεως,> ὅσοι οὐδὲ ἰουδαΐζουσιν οὐδὲ ἑλληνίζουσιν ἀλλὰ
χριστιανίζουσιν, <εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος· ἔλεος> εἰς
συγχώρησιν ἁμαρτημάτων, <εἰρήνη> εἰς συνάφειαν τὴν πρὸς θεόν. <καὶ
ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.> ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα·
ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς
<Ἰσραὴλ τοῦ θεοῦ,> ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος μηκέτι ὄντος
τοῦ θεοῦ;
{1 Kor 4,4—5} Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθαι τὸ ἑαυτοὺς ἐκδικεῖν μηδὲ τὸ κρίνειν τοὺςἡμαρτηκέναι δοκοῦντας μηδὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶνὄψεις διαλανθανόντων, ἐπείπερ αὐτὸς ὁ κύριος ἐπιστὰς τῶν μὲν ἀσεβῶν <φωτίσειτὰ κρυπτὰ τοῦ σκότους,> τῶν δὲ κοσμίων καὶ θεοσεβῶν δι' ἐπιείκειαν καὶἰδιοπραγμοσύνην καὶ λανθανόντων τοὺς πολλοὺς <φανερώσει τὰς βουλὰς τῶνκαρδιῶν, οἷς καὶ τὸν ἔπαινον γενήσεσθαί> φησιν <ἀπὸ τοῦ θεοῦ.>