Fragmenta in Joannem
- Edition reference
- Fragmenta in Joannem (in catenis), ed. J. Reuss, Johannes-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89. Berlin: Akademie-Verlag, 1966]: 67–176.
- CTS identifier
urn:cts:greekLit:tlg4126.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
32
Τὸ μὲν σῶμα αἰσθητὸν ὑπάρχον καὶ αἰσθητῷ τρεφόμενον ἄρτῳ οὐδαμῶς
ἀρκεῖται τῇ πρὸς ἅπαξ μεταλήψει· ἐμφορηθὲν γὰρ εὐθὺς πάλιν διὰ τὴν φύσιν
ὀλίγου παρελθόντος διαστήματος αὖθις ἄρχεται πεινῆν. ἡ δέ γε νοερὰ καὶ
ἀσώματος ψυχὴ ζώντων λόγων τῶν τοῦ κυρίου μεταλαβοῦσα καὶ τῷ ἐπουρανίῳ
ἄρτῳ πνευματικῶς τραφεῖσα πρὸς πάντα τὸν ἐφεξῆς χρόνον ἀνενδεὴς διαμένειν
πέφυκεν. ὅθεν σὺν ἀληθείᾳ ἔλεγεν· <ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς> καὶ τὰ
ἑξῆς.
33
Jo 6, 35
Ὅπερ ὁ ἐκ τῆς γῆς ἄρτος εἴωθε ποιεῖν τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς
ζωογονῶν, τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ πνεύματος ἐνεργείας ποιεῖ τὸ πνεῦμα
ζωοποιῶν καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν ἄφθαρτον μετὰ τὴν
ἀνάστασιν διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν. ἤτοι ἄρτον ζωῆς ἐνταῦθα τὴν
ἑαυτοῦ σάρκα ἐρεῖ ὡς ἐσθιομένην ἐν τοῖς μυστηρίοις.
35
Jo 6, 46
ἔοικε δὲ καὶ αὐτὸν πάλιν αἰνίττεσθαι Μωυσέα· ᾤοντο γὰρ ἀνοήτως διὰ
τὸ «εἰσελθεῖν εἰς τὸν γνόφον» αὐτὸν τεθεᾶσθαι τὴν ἄρρητον τοῦ θεοῦ φύσιν
τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὅπερ ἐστὶ κατὰ φύσιν. ἀλλ' ἵνα μὴ σαφῶς τοῦτο
εἰπὼν δοκῇ πως αὐτοὺς ἐπὶ τὸ σύνηθες παροτρύνειν θράσος, ἀορίστως αὐτὸ
τέθεικε κατὰ πάντων. εἰ δὲ μόνος ὁ υἱὸς ὁρᾷ <τὸν πατέρα,> ἔξω τῶν πάντων
ἐστὶ καὶ ὑπὲρ πάντα καὶ «ἐπάνω πάντων».
37
Jo 6, 53
Ἔστιν, οἶμαι, καὶ καθ' ἕτερον τρόπον καὶ βαθυτέραν θεωρίαν τὰ λεγόμενα
ἐκλαμβάνειν· οἱ γὰρ εἰλικρινῶς τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν παραδεξάμενοι
καὶ τῷ τῆς ψυχῆς λογισμῷ διὰ τῆς συγκαταθέσεως ὥσπερ ἀπογευσάμενοι τοῦ
δόγματος λογικῶς ἐσθίουσι τὴν σάρκα καὶ μεταλαμβάνουσι διὰ τῆς πίστεως
τοῦ αἵματος ἐκ τῶν προειρημένων τὴν αἰώνιον κληρονομοῦντες ζωήν.
38
Jo 6, 54—55
Διό φησιν· <ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει
ζωὴν αἰώνιον.> ἐγχωρεῖ δὲ τούτων καὶ ἄλλως τὴν μετάληψιν πνευματικὴν
ἐπιδεῖξαι· τοῦ γὰρ εὐαγγελικοῦ κηρύγματος ἡ διδασκαλία καὶ ἡ τῆς λέξεως
ἀνάγνωσις εὐσύνοπτος πᾶσι τοῖς ἐντυγχάνουσιν ὥσπερ <σὰρξ> ὁρωμένη ὑπὸ
πάντων καταλαμβάνεται, ἡ δὲ τῶν δηλουμένων διάνοια ἀκατάληπτος οὖσα τοῖς
πολλοῖς ὥσπερ <αἷμα> ἐν σαρκὶ ἐν τῷ μαθητῶν λόγῳ ἀποκέκρυπται. ὅπερ πνευ-
ματικῶς μεταλαμβάνειν ἡμᾶς βουλόμενος τοιούτοις ἐχρήσατο ῥήμασιν· ὥσπερ
γὰρ ἐπὶ τοῦ σώματος ἡ μὲν <σὰρξ> πρόδηλός ἐστιν ὁρωμένη ὑπὸ πάντων, <τὸ>
δὲ <αἷμα> ἐν τῷ πάθει διεσπαρμένον τέως ἀόρατον ὑπάρχει, εἰ μὴ τρωθέντος
τοῦ σώματος προχυθείη, τὸν αὐτὸν τρόπον καὶ ὁ υἱὸς τοῦ θεοῦ τὴν
μὲν λέξιν τῆς διδασκαλίας αὐτοῦ ὑπὸ πάντων ὁμοίως ἀκουομένην <σάρκα>
ὀνομάζει, τὰς δὲ θεωρίας καὶ τὸν ἐγκείμενον νοῦν δυσθεώρητον ὄντα καὶ τοῖς
πολλοῖς ἀκατάληπτον αἰνιγματωδῶς <αἷμα> προσηγόρευσεν. ὅθεν ἐπήγαγε
λέγων· <ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις.> ἡ δὲ τοῦ ἀληθοῦς προσθήκη
τὸ παρηλλαγμένον καὶ ἐξαίρετον τῆς βρώσεως καὶ τοῦ τρόπου αὐτῆς παρίστησιν,
δι' οὗπερ οἱ λογικῶς ἐσθίοντες καὶ πίνοντες ἀνακίρνανται τῷ κυρίῳ εἰς μίαν
αὐτῷ σύγκρασιν καὶ συνάφειαν διὰ τῆς ἀγάπης ἀποτελούμενοι.
39
Jo 6, 60
<Σκληρὸς> ἦν ἀληθῶς ὁ <λόγος> ὁ νομιζόμενος σαρκοφάγους τινὰς καὶ
αἱμοβόρους τοὺς ἀκούοντας ἀποτελεῖν, τοῖς δὲ πνευματικῶς τὰ πνευματικὰ
ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρόν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν
αἰώνιον αὐτοῖς πρυτανεύει ζωήν.
40
Jo 6, 62
Κἂν τὰ μάλιστα ἡ κάθοδός μου ἡ ἐξ οὐρανοῦ λανθάνειν δοκεῖ πάντας ἀνθρώ-
πους καὶ διὰ τοῦτο ἀμφίβολος ἢ καὶ ἄπιστος τοῖς ἀκούουσι νομίζεται, ἀλλ' οὖν
γε ἡ μετὰ τὴν ἀνάστασίν μου εἰς οὐρανοὺς ἄνοδος ὑπ' ὄψιν τῶν μαθητῶν γινο-
μένη ἐναργῶς τὴν ἐπὶ τῆς καθόδου ἀμφιβολίαν λύσει· οὐ γὰρ ἂν δυνηθείην
βλεπόντων αὐτῶν ἀναληφθῆναι εἰς τὸν οὐρανόν, εἰ μὴ πρῶτον ἐκεῖθεν τὴν πρὸς
ὑμᾶς κάθοδον ἐποιησάμην. εἰς ἔλεγχον δὲ τῆς τῶν Μαρκελλιανῶν ἀσεβείας καὶ
τοῦτο ἐφθέγξατο, ἵνα δείξῃ τὸν ἐν οὐρανῷ <πρότερον> ὄντα <υἱὸν ἀνθρώπου>
ὀνομαζόμενον, ὅπως μὴ τὸ σῶμα, ἀλλ' ὁ ἀνειληφὼς τὸ σῶμα υἱὸς <ἀνθρώπου>
γεγονὼς πιστεύηται.
41
Jo 6, 63
Καὶ τοῦτο τῆς αὐτοῦ θεότητος ὑπῆρχε τὸ τὰ ἀπόρρητα φέρειν εἰς μέσον.
44
Jo 7, 15
Εἰ ᾔδεισαν, ὅτι αὐτός ἐστιν ἡ «σοφία», ὁ «ἐν ἀρχῇ» θεὸς λόγος, «ἐν ᾧ
πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» ὑπάρχουσιν, οὐκ ἂν ἐθαύμα-
σαν <πῶς γράμματα> ᾔδει <μεμαθηκὼς> μηδαμῶς, ἀλλ' ἔγνωσαν σαφῶς,
ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν πραγμάτων
ἐχαρίσατο.
46
Jo 7, 19
Ὁ Μωυσῆς μὲν γὰρ νομοθετῶν μιαιφονίας ἀπέχεσθαι κελεύει, ὑμεῖς δὲ
ἤδη διὰ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέσεως βουλεύεσθε.
47
Jo 7, 23
Περιτέμνειν μὲν ἐν <σαββάτῳ> ἐπέτρεπε Μωυσῆς, φονεύειν δὲ οὐδαμῶς
συνεχώρει. πῶς οὖν ἐκείνου τὸ μεῖζον καὶ τὸ ἔλαττον δεικνύντος ὑμεῖς περὶ μὲν
τὸ ἔλαττον ἀκριβολογεῖσθε, τὸ δὲ μεῖζον παραβλέποντες οὐκ αἰσθάνεσθε σαββά-
του ἕνεκεν φόνον ἐργαζόμενοι καίπερ οὐ φυλάττοντες αὐτὸ δι' ὅλου.
48
Jo 7, 23
Τίς γὰρ οὐκ οἶδεν ὡς ἐκεῖνοι μὲν ἐν χειρὶ ἐνεργοῦντες καὶ σιδήρῳ περι-
τέμνοντες καὶ σάρκα ἀκρωτηριάζοντες τὸ σάββατον ἀληθῶς διὰ τῆς πράξεως
ἐβεβήλουν, αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας ἔδειξε διὰ τῆς παρα-
δοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου κύριος ὑπῆρχε.
49
Jo 7, 28—29
Τὸ μὲν εἰδέναι αὐτὸν καὶ <πόθεν> ἐλήλυθεν, ὡς ἀκρίτως λέγουσιν, συνεχώρει,
ἀγνοοῦντας μέντοι τὸν ἀποστείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει. οὐ
μὴν δέ, ἀλλὰ καὶ ἑαυτὸν γινώσκειν τὸν πατέρα καὶ ὑπ' ἐκείνου ἀπεστάλθαι
διὰ τῶν ἔργων ἐδείκνυεν.
52
Jo 7, 33—34
Ἔμελλεν ὅσον οὐδέπω μετὰ τὴν τοῦ πάθους οἰκονομίαν ἀπαίρειν ἐκ γῆς
εἰς οὐρανὸν καὶ μηκέτι ἐνθάδε τοῖς ἀσεβέσιν ὁρᾶσθαι, καίπερ ζητοῦσιν αὐτόν.
διόπερ ἔλεγεν· <ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ
ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.> ἀδύνατος γὰρ ἦν αὐτοῖς διὰ τὴν τῶν ἔργων
δυσσέβειαν ἡ εἰς οὐρανὸν ἄνοδος καὶ ἡ πρὸς αὐτὸν ἄφιξις· μόνοις γὰρ τοῖς
ἁγίοις τοῖς τὰ τοῦ κυρίου προστάγματα καὶ δικαιώματα πεποιηκόσιν ἐπήγγελται
ἡ τῶν οὐρανῶν βασιλεία.
53
Jo 7, 38
Εἰς τὰς γραφὰς παραπέμπει, ἵνα ἐκ τῆς ἐκείνων περὶ αὐτοῦ προρρήσεως
ἐναχθῶσιν εἰς πίστιν, <ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος
ζῶντος.>
54
Jo 7, 40
Διάφορος ἦν ἡ γνώμη ἅτε ἐν πλήθει τεταραγμένῳ· οὐδὲ γὰρ ἀκριβῶς
προσεῖχον τοῖς λεγομένοις οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. διὰ δὴ τοῦτο οὐδὲν αὐτοῖς
ἀποκρίνεται.
56
Jo 8, 17—18
Ἐκ τῶν εἰρημένων οὐ μόνον τὴν Ἰουδαίων ἀγνωμοσύνην, ἀλλὰ πολλῷ
μᾶλλον καὶ τῶν Σαβελλιανῶν τὴν δυσσέβειαν διελέγχει φανερῶς <δύο> πρόσωπα
ἑαυτοῦ τε καὶ τοῦ πατρὸς εἰσηγούμενος.
57
Jo 8, 21—22
Τοῦ πατρὸς ἀποστείλαντος αὐτὸν «ἱλασμὸν» γενέσθαι «τῶν ἁμαρτιῶν ἡμῶν»
οἱ μὲν πιστεύσαντες καὶ καταδεξάμενοι τὴν χάριν λύσιν τῶν προγεγονότων
κακῶν ἐλάμβανον, οἱ δὲ ἀπιστοῦντες δι' ἀναισθησίαν ἀθετήσαντες τὴν χάριν
ἔμενον ὁμοίως ὑποκείμενοι ταῖς αὐτῶν ἁμαρτίαις. τὸ οὖν μετὰ τὴν ἀνάληψιν
αὐτοῦ γενησόμενον προέλεγεν ὅπερ μὴ νοήσαντες ἀφρόνως ἔλεγον· <μήτι ἀπο-
κτενεῖ ἑαυτὸν> καὶ τὰ ἑξῆς.
58
Jo 8, 24
Κοσμικοὶ ὄντες καὶ ἀνάξιοι τῆς ἄνω βασιλείας διὰ τὴν προσοῦσαν παρα-
νομίαν οὐδαμῶς ἐδύναντο ὅπου αὐτὸς ὑπῆγεν ἐλθεῖν. τοῖς γοῦν ἐν ἁμαρτίαις
ἀποθνῄσκουσι γέεννα καὶ «πυρὸς κάμινος» καὶ «τὸ ἐξώτερον σκότος» ἡτοίμασται.
ὅθεν προδιαμαρτυρόμενος ἔλεγεν· <εἶπον ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς
ἁμαρτίαις ὑμῶν.>
59
Jo 8, 26
Κἂν εἰς νοῦν μὴ λαμβάνητε τὸν τῆς κρίσεως καιρόν, <ἀλλ' ὁ πέμψας
με, φησίν, ἀληθής ἐστιν,> ὃς ὥρισε τὸν τῆς ἀποδόσεως καιρόν, ὃς καὶ
ἀπέστειλέν με κηρῦξαι τοῦτο καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι.
60
Jo 8, 28
Οἶδα, φησίν, ὅτι νῦν οὐ συνίετε τὰ λεγόμενα οὐδὲ τίνα λέγω πατέρα· ὑπερ-
βαίνει γὰρ ὑμᾶς ἐκεῖνα συνιέναι. ἀλλ' ἐπὶ σταυροῦ <γνώσεσθε> τὴν δύναμιν τὴν
ἐμὴν καὶ ὅτι οὐδὲν ὑπεναντίον τῷ πατρὶ διαπράττομαι, ὅταν ἴδητε τὴν ἐμὴν
κτίσιν κινουμένην ἅπασαν, τὸν δὲ πατέρα ἐντεῦθεν τὴν ἐπὶ τῷ γινομένῳ δει-
κνύντα σαφῶς ἀγανάκτησιν, ὃς σύνεστί μοι, καὶ νῦν συνηδόμενον τοῖς ὑπ' ἐμοῦ
λεγομένοις καὶ πραττομένοις.
61
Jo 8, 37
ὥσπερ καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὠνειδίζοντο λέγοντος· «ἡ μήτηρ σου Χετταία
καὶ ὁ πατήρ σου Ἀμορραῖος» καὶ διὰ Ἠσαίου· «ἀκούσατε λόγον κυρίου, ἄρ-
χοντες Σοδόμων, προσέχετε νόμῳ θεοῦ ἡμῶν, ἄρχοντες Γομόρρας». ὧν γὰρ
τὰ ἔργα ἐμιμοῦντο, τούτων καὶ υἱοὶ εἶναι ἐλέγοντο.
63
Jo 8, 44
Ἐκεῖνος τὸν πρῶτον ἀπατήσας ἄνθρωπον θνητὸν τὸ γένος διὰ τῆς ἐκείνου
παραβάσεως ἀπειργάσατο, ἐκεῖνος τὸν Κάϊν πρὸς ἀδελφοκτονίαν καθώπλισεν,
ἐκεῖνος κατὰ γενεὰν τὸ αἷμα τῶν δικαίων διὰ τῶν ἀδίκων ἐκχυθῆναι παρ-
εσκεύασεν, οὗπερ καὶ αὐτοὶ τὴν κακίαν μιμούμενοι ἐπεβούλευον τῷ Χριστῷ.
64
Jo 8, 44
Ἀποστάτης γὰρ τῆς ἀληθείας ἐξ ἀρχῆς γενόμενος διὰ ψεύδους τὰ πάντα
συνέχεεν, τοῦτο μὲν θεὸν πρὸς ἀνθρώπους διαβαλών, τοῦτο δὲ ἀνθρώπους θεῷ,
οἷον θεὸν μὲν πρὸς τὴν Εὔαν, ἀνθρώπους δὲ θεῷ, τὸν Ἰὼβ λέγων «μὴ δωρεὰν
Ἰὼβ σέβεται τὸν θεόν»; καὶ πάλιν· ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ
τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο εἴπατε τὸ ἔγκλημα.
65
Jo 8, 45
Ὅτι οἰκείως ἔχοντες πρὸς τὸ ψεῦδος τὴν παρ' ἐμοῦ λεγομένην ἀλήθειαν
οὐ προσίεσθε· οὐ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος κεῖται ἡ ἀδυναμία τῆς
πίστεως, ἀλλ' ἐν τῇ οἰκείᾳ προαιρέσει.
66
Jo 8, 47
<Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει. ἐκ τοῦ θεοῦ>
τοὺς πιστεύοντας δηλονότι καὶ πειθομένους τοῖς προστάγμασιν αὐτοῦ λέγει,
ὅτι ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβόντες καὶ ἐν ἕξει ἀρετῆς γενόμενοι
υἱοὶ θεοῦ πρὸς τὸ ἑξῆς ὠνομάσθησαν· οὐ γὰρ ὡς κατ' οὐσίαν <ἐκ θεοῦ> γεγο-
νότας λέγει· οὐδὲν γὰρ τῶν πάντων ἐκ τῆς ἀμερίστου καὶ ἀδιαιρέτου οὐσίας
ὡς μέρος ὑπέστη, εὐδοκίᾳ δὲ μόνον καὶ θελήματι ἰδίῳ εἰς τὸ εἶναι παραγαγών.
ἐκ δὲ τοῦ ἐπαγομένου τὸ προκείμενον ἑρμηνεύει· τί γάρ φησιν πρὸς τοὺς
ἀπειθεῖς; <διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ θεοῦ οὐκ ἐστέ.> ὥσπερ
τούτους ἀλλοτρίους θεοῦ οὐ διὰ τὴν οὐσίαν—παρ' αὐτοῦ γὰρ ἦσαν—, ἀλλὰ
διὰ τὴν προαίρεσιν εἶπεν, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπακούοντας διὰ τὸ
ἑκούσιον τῆς πίστεως καὶ τῆς προαιρέσεως τὴν ἀρετὴν <ἐκ θεοῦ> εἶναι λέγει.
ἀκούοντας δέ φησιν ἀντὶ τοῦ οὐ τοῖς αἰσθητοῖς ὠσίν, ἀλλὰ τοὺς πειθομένους
τοῖς λεγομένοις.
67
Jo 8, 55—56
Ὁ «ἐν ἀρχῇ» προσαγορευόμενος «λόγος» ἐνθάδε <λόγον> τηρεῖ, τοῦτ' ἔστι
τὸ πρόσταγμα τοῦ πατρός, ἵνα ὁ τηρῶν λόγος υἱὸς νοεῖται καὶ οὐχ ὁ τηρούμενος.
θελήσας τοίνυν ἠρέμα αὐτοὺς ἐπιστῆσαι καὶ ἀγνοοῦντας διδάξαι περί τε τῆς
ἀξίας καὶ ἀρχαιότητος αὐτοῦ φησιν· <Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο
ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. ἠγαλλιάσατο>
μὲν ἀξιούμενος τῶν θείων αὐτοῦ ὀπτασιῶν δι' ὧν αὐτῷ ἐχρημάτιζεν· ηὔχετο
γὰρ ἰδεῖν ἐναργῶς <τὴν ἡμέραν> κυρίου ἥνπερ <εἶδεν καὶ ἐχάρη·> ὀφθαλμοῖς
γὰρ «πρὸς τῇ δρυὶ τῇ Μαμβρῆ» <εἶδεν> αὐτὸν ὀφθέντα αὐτῷ ὁπηνίκα καὶ τὴν
τοῦ Ἰσαὰκ ἔλαβεν ἐπαγγελίαν, ὅτε καὶ κριτὴν αὐτὸν τῆς ὅλης οἰκουμένης
ὡμολόγησεν.
68
Jo 8, 59
πῶς <ἐκρύβη;> οὐκ εἰς γωνίαν <τοῦ ἱεροῦ> ἑαυτὸν περιστείλας οὐδ' εἰς
οἰκίσκον, ὡς ἄν τις οἰηθείη, καταφυγὼν οὐδὲ μὴν ὀπίσω τοίχου ἢ στύλου
περικάμψας, ἀλλ' ἐξουσίᾳ θεϊκῇ ἀόρατον ἑαυτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας
<διὰ μέσου αὐτῶν> μὴ ὁρώμενος <καὶ ἐξῆλθε καὶ παρῆγεν οὕτως.>
69 col1
Jo 9, 1—3
Νομίζοντες δι' οἰκείας ἢ προγο-
νικῆς ἁμαρτίας περιπίπτειν τοῖς νοσή-
μασι τὴν τοιαύτην ποιοῦνται ἐρώτησιν.
ὁ δὲ Ἰησοῦς θείᾳ ἐπιστήμῃ τὰς τῶν
πραγμάτων ποιούμενος διαιρέσεις ἀμ-
φότερα ἀπηγόρευσε νῦν· καίτοι εἰσὶ
μέν τινες δι' οἰκεῖα πταίσματα τιμω-
ρούμενοι ὡς ὁ παράλυτος, εἰσὶ δὲ καὶ
διὰ τοὺς γονεῖς ὡς ἔνθα φησίν·
«ἐπάταξα τὰ τέκνα ὑμῶν καὶ παιδείαν
οὐκ ἐδέξασθε». ἄλλοι δι' οὐδὲν τού-
των, ἄλλοι διὰ δοκιμασίαν ὡς ὁ Ἰώβ.
οὗτος δὲ ὁ τυφλὸς διὰ τοῦτο ἐπλάσθη
τυφλός, ἵνα ἐν τῷ καιρῷ τῆς ἐπιδη-
μίας ἰασόμενος αὐτὸν ὁ Χριστὸς πᾶσι
γνωστὸν ποιήσῃ, ὅτι αὐτός ἐστιν ὁ τοῦ
παντὸς ζῴου πλάστης.
69 col2
Τινὲς καὶ διὰ προγονικῆς ἁμαρ-
τίας ἐπλήγησαν καθάπερ καὶ διὰ τοῦ
προφήτου λέγεται· «μάτην ἐπάταξα
τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε».
70
Jo 9, 4
«Φῶς» ἐλθὸν «εἰς τὸν κόσμον» ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρόν,
ἐν ᾧπερ ἔδει αὐτὸν τὰ ἔργα τοῦ πατρὸς ἐργαζόμενον τὴν πρὸς ἐκεῖνον ἑαυτοῦ
δεικνύειν συγγενῆ ὁμοουσιότητα. νύκτα δὲ λέγει τὴν ἑαυτοῦ ἀναχώρησιν.
71
Jo 9, 5
<Φῶς> ἑαυτὸν καλεῖ διά τε τὸ φωτίζειν τὰς τῶν εἰς αὐτὸν πιστευόντων
ψυχὰς καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τὸν ὀφθαλμὸν τοῦ «ἐκ γενετῆς» τυφλοῦ.
72
Jo 9, 6—7
Διὰ τούτου δείκνυται, ὅτι αὐτὸς ἐδημιούργησε τὰ πάντα καὶ ὅτι ἐκ πηλοῦ
τὸν ἄνθρωπον ἐποίησεν· δι' ὧν γὰρ τὸ λιπὸν διὰ πηλοῦ ἀναπληροῖ, δηλοῖ ὅτι
καὶ τὸν πάντα ἄνθρωπον ἐκ γῆς ἐποίησε καὶ τοὺς μετὰ ταῦτα ἐκ σπερμάτων
καὶ αἱμάτων συνισταμένους αὐτὸς πάλιν διαπλάττει· ἰδοὺ γὰρ ἐπὶ τοῦ τυφλοῦ
ἀμφότερα δείκνυσιν, ὅτι τὸ μὲν ἄλλο αὐτοῦ σῶμα ἐξ αἱμάτων καὶ σπερμάτων
συνέστησεν, ἐάσας δὲ ἀπλάστους τοὺς ὀφθαλμοὺς νῦν αὐτοὺς ὅπερ ἐστὶ κάλλιστον
τοῦ σώματος μέρος διὰ τοῦ πηλοῦ ἀναπληροῖ, ἐν τῷ ἑνὶ ζῴῳ τὰ δύο ἐπιδείξας
ἔργα τῆς δημιουργίας. ἀπελθόντος δὲ αὐτοῦ καὶ νιψαμένου ἀνεῴχθησαν αὐτοῦ οἱ
ὀφθαλμοὶ οὐκ ἀποπαύοντος τοῦ πηλοῦ ἀπὸ τῆς τοῦ ὕδατος νίψεως, ἀλλὰ παρα-
δόξως προσβολῇ αὐτοῦ ὑπάγοντος καὶ ἀπορρήτως τὰ ὄμματα ἀνεπλήρωσεν ὁ
πηλός.
73
Jo 9, 8—9
Τῶν μὲν τὸν αὐτὸν εἶναι λεγόντων ἐκ τοῦ χαρακτῆρος τῆς ὄψεως οὐ
πιστευόντων δὲ διὰ τοὺς ὀφθαλμούς, ἄλλων δὲ ἐνδοιαζόντων ἐπὶ τούτῳ τὸ
ἀμφίβολον αὐτοῖς λύων ὁ ἀναβλέψας <ἔλεγεν, ὅτι ἐγώ εἰμι.>
75
Jo 9, 10
Δέον ἀπὸ τοῦ ἔργου γνῶναι τίς ἦν ὁ ποιήσας τὸ θαῦμα, ἀπὸ τῆς ὄψεως
ἐπιζητοῦσιν ἐπιγνῶναι ὅστις ἦν.
76
Jo 9, 10—11
Ἀποθέμενοι τὴν ἀμφιβολίαν ἐπυνθάνοντο λοιπὸν τὸ <πῶς ἀνεῴχθησαν>
αὐτοῦ <οἱ ὀφθαλμοί.> ἀπεκρίθη καὶ εἶπεν τὸ ἀληθές, ἄνθρωπον δὲ τέως ὀνο-
μάζει τὸν Ἰησοῦν διὰ τὸ ἀνθρώπινον σῶμα.
77
Jo 9, 15
Τῶν Φαρισαίων ἐρωτησάντων τῇ αὐτῇ καὶ πρὸς αὐτοὺς ἐχρήσατο διηγήσει.
78
Jo 9, 16
Εἰς τοσαύτην δὲ ἀσεβείας ἀκρότητα ἔφθασαν ὡς τὸ σάββατον ἀλόγως τῆς
θείας αὐτοῦ προκρίνειν δυνάμεως, δέον ἐκ τοῦ παραδόξως γεγονότος λογί-
σασθαι, ὅτι σαββάτου ὁμοῦ καὶ πάσης νομοθεσίας δεσπότης ὑπῆρχεν ὁ τοσαύτης
ἐπειλημμένος δυνάμεως.
79
Jo 9, 16
Ὑπὸ ἄκρας ἀσεβείας τὸ σάββατον τῆς αὐτοῦ θείας δυνάμεως προετίμων
καίτοιγε καὶ ἐπὶ Μωυσέως οὐκ ἄλλως πιστευθείσης τῆς τοῦ σαββάτου ἐντολῆς
εἰ μὴ διὰ τοῦ γεγονότος ἐπὶ τοῦ μάννα σημείου. ἐχρῆν οὖν ἑωρακότας αὐτοὺς
τὸ θαῦμα τὸ ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων γεγονὸς εἰς τὴν τοῦ σαββάτου ἀργίαν
ὑπεῖξαι ὥσπερ τότε ἐν ἀρχῇ καὶ νῦν εἰς τὸ μαθεῖν, ὅτι εἰς εὐεργεσίαν ἀνθρώπων
ἡ τῆς ἐντολῆς ὑπόθεσις μεταποιεῖται. ἀλλ' ἐκεῖνοι ὑπὸ ἀπιστίας τυφλώττοντες
οὐχ ὁρῶσιν, ὅτι καὶ ὁ θεὸς μέχρι νῦν ἐν σαββάτῳ τὰ ἑαυτοῦ ἔργα ποιεῖ οὐδὲ
ὅτι «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον» ἐβεβήλουν. διὸ καὶ ὡς βλασφημοῦντες
κατ' αὐτοῦ ἔλεγον τὸ <οὐκ ἔστιν οὗτος παρὰ θεοῦ.> ἄλλοι δὲ κἂν ἐκ μέρους
εἰς αἴσθησιν ἐλθόντες διεμάχοντο πρὸς ἐκείνους ὑπὸ θείας δυνάμεως λέγοντες
γίνεσθαι ταῦτα οὐ μὴν διὰ ἐνεργείας ἁμαρτωλῶν καὶ διαμερισθεῖσαν εἶχον τὴν
ἰδίαν γνώμην.
80
Jo 9, 17
Σχιζόμενοι ἀπ' ἀλλήλων διαπυνθάνονται πάλιν τοῦ τυφλοῦ. ὁ δὲ οὐκέτι
ἄνθρωπον ἁπλῶς, ἀλλὰ προφήτην ὀνομάζει παρρησιαζόμενος.
81
Jo 9, 18—19
Εἰς τοσαύτην ἀναίδειαν ἦλθον οἱ Φαρισαῖοι ὡς μηδὲ αὐτῷ τῷ ἀναβλέ-
ψαντι πιστεύειν, <ὅτι τυφλὸς ἦν> πρότερον καίπερ τῶν γειτόνων καὶ τῶν ἐπι-
σταμένων αὐτὸν τοῦτο εἰπόντων. <ἕως ὅπου τοὺς γονεῖς αὐτοῦ> μεταπεμ-
ψάμενοι <ἠρώτησαν αὐτούς,> εἰ αὐτός <ἐστιν ὁ υἱὸς> αὐτῶν, ὃν λέγουσιν
τυφλὸν γεγεννῆσθαι.
82
Jo 9, 22
Οὕτω γὰρ ἦν ἡ κακία κατακρατήσασα τῶν ἀρχόντων ὡς μὴ μόνον ἑαυτοὺς
βλάπτειν διὰ ἀπιστίαν, ἀλλ' ἤδη καὶ τοῖς λοιποῖς ἀποκλείειν τὴν ὁδὸν τῆς
σωτηρίας διὰ ἀπειλῆς.
83
Jo 9, 24—25
Διὰ ὑπερβολὴν πονηρίας ἁμαρτωλὸν τὸν δίκαιον ἔλεγον οἱ Ἰουδαῖοι. ὁ δὲ
ἀναβλέψας οὐ μόνον, ὅτι τῆς εὐεργεσίας τὴν χάριν σαφῶς ὁμολογεῖ τοῦ κυρίου,
ἀλλὰ καὶ πρὸς ἔλεγχον τῆς ἐκείνων δυσσεβείας ἔλεγε τὸ <ἓν οἶδα,> ὅτι τυφλόν
με ὄντα ἐποίησεν ἀναβλέψαι.
85
Jo 9, 26
Ἠρώτων συνεχῶς οὐχ ἵνα θαυμάσαντες ἀποστῶσι τῆς ἀσεβείας, ἀλλ' ἵνα
ἐπὶ πλεῖον μάχωνται πρὸς τὰ λεγόμενα.
86
Jo 9, 27
Εἰδὼς ὅτι μάχεσθαι ἤθελον, οὕτως αὐτοῖς ἀπεκρίνατο.
87
Jo 9, 28
Ὡς λοιδοροῦντες αὐτὸν σφόδρα τοῦ κυρίου μαθητὴν ὠνόμαζον, ἑαυτοὺς
<δὲ Μωυσέως> οὐχ ὡς ἐκεῖνον τιμῶντες, ἀλλ' ὡς ἐναντιούμενοι τῇ τοῦ κυρίου
διδασκαλίᾳ.
88
Jo 9, 29
Ἀκρίτως φθεγγόμενοι καὶ οὐκ εἰδότες, ὅτι αὐτὸς ἦν ὁ <Μωυσεῖ> λαλήσας,
ἐναντία ἑαυτοῖς φθέγγονται νῦν μὲν λέγοντες <οὐκ οἴδαμεν πόθεν ἐστὶν>
οὗτος, ἄλλοτε δὲ εἰπόντες «τοῦτον οἴδαμεν πόθεν ἐστίν. ὁ δὲ Χριστὸς ὅταν
ἔλθῃ, φησίν, οὐδεὶς οἶδε πόθεν ἐστίν.»
89
Jo 9, 30
Ὡς ἀγνώμονας αὐτοὺς διελέγχων φησίν, ὅτι οὐκ ὀφείλει τις διὰ τὴν ὑμε-
τέραν ἄγνοιαν ἀθετεῖν τὴν ἐκείνου δύναμιν, ἀλλὰ χρὴ τὴν ἐκείνου φιλίαν προ-
φέρειν εἰς ἔλεγχον τῆς ὑμῶν ἀπιστίας.
90
Jo 9, 31
Ἵνα μὴ δόξῃ δι' ὧν σιωπᾷ τοῖς λέγουσιν αὐτὸν ἁμαρτωλὸν συντίθεσθαι
ἐπιδείκνυσιν, ὅτι δι' ὧν αὐτὸν εὐηργέτησεν, <θεοσεβής> ἐστιν· ἡ γὰρ τοῦ θεοῦ
εὐδοκία ἡ γενομένη περὶ τὴν ἐμὴν θεραπείαν γνώρισμά ἐστι τῆς τοῦ εἰσακουσ-
θέντος εὐσεβείας.
91
Jo 9, 32
Τοσούτων γὰρ ἁγίων καὶ προφητῶν διαπρεψάντων καὶ αὐτοῦ Μωυσέως
οὐδεὶς <ἤνοιξεν ὀφθαλμοὺς τυφλοῦ.> ἐκ γενετῆς δέ φησιν, ἵνα μή τις ἢ τὴν
τέχνην ἢ τὴν φύσιν προφασίσηται, ὅπερ ἦν εἰκὸς λεχθῆναι ἐπί τινος τῶν ἀπὸ
χρόνου βλεπόντων καὶ τυφλωθέντων ὕστερον καὶ πάλιν ἀναβλεψάντων.
92
Jo 9, 33
Διὰ τούτου τὴν τόλμαν ἐλέγχει τῶν εἰρηκότων «ὁ ἄνθρωπος οὗτος οὐκ
ἔστιν ἀπὸ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ».
93
Jo 9, 34
Οὐ δυνάμενοι ἀντιβλέψαι πρὸς τὰ λεγόμενα εἰς ὕβρεις ἐτράπησαν λέγοντες
ἃ μὴ ἐγχωρεῖ, μηδὲ ὑπὸ τοῦ τυφλοῦ διδασκόμενοι, ὅτι τὸν μὴ ἐλθόντα εἰς
ὕπαρξιν ἀδύνατον ἁμαρτῆσαι, ἀλλὰ μετὰ τὴν εἰς τὸν βίον πάροδον ἑκάστου
τοῦ αὐτεξουσίᾳ τῆς ψυχῆς χρωμένου ὡς βούλεται, ἀλλ' οὐδὲ παῖς ὑπὲρ πατρὸς
πάσχει. ἐκεῖνοι οὖν ἀκρίτως πάντα λαλοῦντες καὶ ποιοῦντες <ἐξέβαλον αὐτὸν>
καὶ ἀφώρισαν τοῦ ἰδίου συνεδρίου.
94
Jo 9, 35—36
Πρὸς τῷ θεραπεῦσαι αὐτὸν καὶ τῆς ἀληθοῦς γνώσεως παρασχεῖν τὸν
φωτισμὸν ἐβούλετο. διὸ αὐτὸν ἠρώτησεν, εἰ πιστεύει, ἵνα συνθεμένου αὐτοῦ
καὶ τὴν τοῦ δόγματος ἀκρίβειαν παραδῷ· ἦν γὰρ εὐχάριστος περὶ τὸν εὐεργέτην.
διὸ ἀκούσας <πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ> εὐθὺς συνθέμενος ἔσπευσεν
ἀκριβῶς μαθεῖν <τίς ἐστι> πρὸ τοῦ εἰς αὐτὸν πιστεῦσαι λέγων <καὶ τίς ἐστιν,
κύριε, ἵνα πιστεύσω εἰς αὐτόν.>
95
Jo 9, 38
Οὐ ῥήμασι μόνον συνέθετο, ἀλλὰ καὶ διὰ τῆς προσκυνήσεως ἐδείκνυε τῆς
ψυχῆς τὴν καθοσίωσιν οὐκέτι αὐτὸν ἄνθρωπον ἢ προφήτην ὀνομάζων, ἀλλὰ
κύριον καὶ θεὸν διὰ τῆς προσκυνήσεως ὁμολογῶν.
96
Jo 9, 39
Οὐ μόνον οἱ τοῖς ὄμμασιν <τυφλοὶ> ἐθεραπεύοντο, ἀλλὰ καὶ οἱ πρῴην τῇ
ἀπιστίᾳ τυφλώττοντες ἐφωτίζοντο διὰ τῆς τοῦ κυρίου διδασκαλίας, οἱ δὲ δο-
κοῦντες βλέπειν <τυφλοὶ> διὰ τὴν ἀπιστίαν γεγόνασιν. τοῦτο εἶπε πρὸς τὴν
ἔκβασιν ἀφορῶν τῆς ἑκάστου πολιτείας τῶν τε ἀπιστησάντων Ἰουδαίων καὶ
τῶν πιστευσάντων ἐθνῶν· ὁ μὲν γὰρ σκοπὸς τῆς αὐτοῦ παρουσίας ὑπὲρ τῆς
ἁπάντων ἐγίνετο σωτηρίας, ἡ δὲ τῶν ἀνθρώπων προαίρεσις τοὺς μὲν βλέποντας,
τοὺς δὲ τυφλοὺς ἀπειργάσατο.
97
Jo 9, 40—41
Διαφόρου οὔσης τῆς τυφλώσεως τῆς μὲν κατὰ σῶμα, τῆς δὲ κατὰ προ-
αίρεσιν οὐδεμίαν μέμψιν ἐπάγει ὁ κύριος τῷ ἄκοντι τὴν τύφλωσιν ὑπομείναντι,
τὸν δὲ ἐκ προαιρέσεως ψυχικῆς κατὰ πονηρίαν τοῦτο ὑποστάντα ἐναγῆ καὶ
παράνομόν φησιν ὡς ἑκόντα σκοτισθέντα. διὸ ὡς τοιούτοις οὖσι τοῖς Φαρισαίοις
ἀνεξάλειπτον λέγει ἔσεσθαι τὴν ἁμαρτίαν.
98
Jo 9, 41
<Εἰ τυφλοὶ ἦ τε> ἀνάγκῃ ἀποβαλόντες τὰς ὄψεις, <οὐκ ἂν εἴχετε ἁμαρ-
τίαν·> οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾶν
τυφλοὺς διὰ τῆς ἀπιστίας ἑαυτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ <ἁμαρτία ὑμῶν>
ἀνεξάλειπτος <μένει.>
99 col1
Jo 10, 1—5
Τῶν προφητῶν ἁπάντων καταγ-
γειλάντων αὐτοῦ τὴν εἰς ἀνθρώπους
παρουσίαν ὡς <διὰ θύρας> εἰσῆλθε διὰ
αὐτῶν «πρὸς τὰ ἀπολωλότα πρόβατα»,
μόνος αὐτὸς πάντα ποιήσας τὰ προ-
αγγελθέντα μηδενὸς ἄλλου δυνηθέντος
εἰσελθεῖν <διὰ τῆς θύρας> μηδὲ ἐκ
παρθένου τεχθῆναι ἢ ἀνοῖξαι ὀφθαλ-
μοὺς τυφλῶν καὶ ὅσα ἄλλα εἴρηται
περὶ αὐτοῦ. διελέγχων δὲ ὥσπερ τῶν
ἀπατεώνων τὴν πλάνην κλέπτας αὐ-
τοὺς καλεῖ ὡς διὰ ψεύδους ὑφαρπάζειν
θελόντων τοῦ Χριστοῦ τὴν προσηγο-
ρίαν. οὐκοῦν ὁ μόνος <διὰ τῆς> προ-
ειρημένης εἰσελθὼν <θύρας ποιμὴν>
ὀνομάζεται ὑπὸ πάντων τῶν ἁγίων.
θυρωρὸν δὲ λέγει <τούτῳ> ἀνοίγοντα
τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προ-
φητῶν τὴν εἴσοδον αὐτοῦ κηρύξαν,
τοῖς ἄλλοις πᾶσι διὰ τὰ προδηλωθέντα
σημεῖα ἀποκλεῖσαν τὴν θύραν, 〈ἣν〉
μόνῳ τῷ κυρίῳ ἀνοίγει τῷ διὰ τῶν
θαυματουργιῶν τὰ καθ' ἑαυτὸν πιστω-
σαμένῳ. οὗ <ἀκούει τὰ> λογικὰ <πρό-
βατα τῆς φωνῆς,> τοὺς πιστούς
φησιν, <καὶ ἀκολουθεῖ αὐτῷ,> ἃ καὶ
ἴδια καλεῖ ἀλλοτρίων ὄντων τῶν
ἀπίστων. ταῦτα καὶ ἀποδιαμερίζει
ἀπὸ τῶν ἀσεβῶν ἐξάγων <αὐτὰ ἴδια>
καὶ ἡγούμενος καὶ ποδηγῶν αὐτὰ
ἐπὶ τὸν κατ' ἀρετὴν βίον. οὗ καὶ γνω-
ρίζουσι τὴν φωνὴν τῶν θείων παρ-
αγγελμάτων, <ἀλλοτρίῳ δὲ οὐ μὴ>
ὑπακούσουσι τῷ τὰ παράνομα κηρύσ-
σοντι, οὓς δεῖ καὶ φεύγειν.
99 col2
Θυρωρὸν λέγει τὸν παράκλητον, τὸ
πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν
τὴν εἴσοδον αὐτοῦ κηρύξαν, τοῖς δὲ
λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα
σημεῖα ἀποκλεῖσαν τὴν θύραν καὶ μό-
νην τῷ κυρίῳ ταύτην ἀνοῖξαν τῷ καὶ
διὰ τεραστίων τὰ καθ' ἑαυτὸν πιστω-
σαμένῳ.
100
Jo 10, 1—5
Τῶν προφητῶν προκαταγγειλάντων αὐτοῦ τὴν εἰς ἀνθρώπους παρουσίαν
καὶ διὰ τῆς προφητικῆς θεωρίας προευτρεπισάντων αὐτῷ τὴν εἰς τὸν βίον
εἴσοδον μόνος αὐτὸς διὰ πάντων ὥδευσε τῶν περὶ αὐτοῦ γεγραμμένων καὶ
ὥσπερ <διὰ θύρας> εἰσελθὼν εἰς τὸν ἀνθρώπινον βίον παρεγένετο «πρὸς τὰ
πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». <τούτῳ,> φησίν, ὁ <θυρωρὸς ἀνοίγει
καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει πρόβατα> ὀνομάζων
λογικὰ τοὺς ἐπιγνόντας <αὐτοῦ τὴν φωνὴν> καὶ ἀκολουθήσαντας τοῖς τῆς εὐσε-
βείας λόγοις· ἐπειδὴ γὰρ τῶν προβάτων τὰ μὲν ὑπήκοα καὶ πειθήνια γέγονεν τῷ
ποιμένι, τὰ δὲ μακράν που διὰ τῆς ἀπειθείας ἀποσκιρτήσαντα εἰς αὐθαίρετον
ἐχώρησεν ἀπώλειαν, ἀναγκαίως διέκρινεν <τὰ ἴδια> ἀπὸ τῶν ἀλλοτρίων, τὰ σῳζό-
μενα ἀπὸ τῶν ἀπολλυμένων, τὰ ὑπακούοντα ἀπὸ τῶν ἀπειθούντων.
103
Jo 10, 5
Ἀναγκαῖόν ἐστι τοὺς ἀνακειμένους τῷ κυρίῳ πᾶσαν μὲν τὴν τοῦ ἀλλοτρίου
φεύγειν παρανομίαν, ἐκκλίνειν δὲ αὐτοῦ παντελῶς τὴν ἀσέβειαν καὶ μήτε φωνῆς
ἀκούειν μήτε λόγῳ πείθεσθαι διὰ τὸ ἐπιβλαβὲς τῆς ἀπάτης.
104
Jo 10, 6
Ὡς ἐν παροιμίας λόγῳ μνησθέντος αὐτοῦ προβάτων καὶ διαφορᾶς ποι-
μένων οὐ συνῆκαν τῶν εἰρημένων τὴν δύναμιν.
105
Jo 10, 7
Πρὸς τὰς τῶν πραγμάτων ὑποθέσεις ἀμείβει καὶ τὰς τῶν ὀνομάτων
χρήσεις. ὧδε οὖν θύραν ἑαυτὸν καλεῖ ὡς ἀποκλείων τὰ πρόβατα, τοὺς δὲ κλέπτας
ἀπείργων τε καὶ ἐλέγχων.
106
Jo 10, 8
Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν <ὅσοι ἦλθον>,
ἀλλ' οὐχ <ὅσοι> ἀπεστάλησαν· οἱ μὲν γὰρ τοῦ θεοῦ προφῆται ἀποσταλέντες
παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ δια-
στροφῇ τῶν ἀπατωμένων.
107
Jo 10, 8
Κλέπτας λέγει καὶ λῃστὰς οὐ τοὺς ἁγίους ἄνδρας καὶ προφήτας, ἀλλὰ
καὶ τοὺς πρὸ τῆς αὐτοῦ παρουσίας ἐπὶ λύμῃ τῶν ἀνθρωπίνων ψυχῶν ἐλθόντας
οἷος ἦν Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος, οἵτινες <ἦλθον,>, οὐκ ἀπεστάλησαν·
τὸ γὰρ τοῦ ἀπεστάλθαι ὄνομα ἐπιτηδειότερόν ἐστι κατὰ προφητῶν.
108
Jo 10, 9
Οἱ γὰρ εἰς αὐτὸν πιστεύοντες καὶ ὑπὸ τὴν λογικὴν αὐτοῦ γινόμενοι ποίμνην
μετὰ ἀδείας εἰσέρχονται καὶ ἐξέρχονται νεμόμενοι τὴν τοῦ ποιμένος κηδεμονίαν
νῦν, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ αὐτοῦ ὡς «διὰ θύρας» εἰς τὴν αἰώνιον ζωὴν
παραπεμπόμενοι.
109
Jo 10, 10
Κλέπτην λέγει τὸν ἐναντίον οὗ ἀποπλανῶντος τὰ πρόβατα καὶ εἰς ἀπώ-
λειαν ἐμβάλλοντος ἐδέησεν ἐλθεῖν τὸν κοινὸν σωτῆρα, ὃς οὐ μόνον ἠσφαλίσατο
τὴν ποίμνην ἐκ τῆς τῶν λῃστῶν ἐπιβουλῆς, ἀλλὰ καὶ δοὺς ζωὴν ἀΐδιον ἐν
δόξῃ καὶ τιμῇ παρασκευάζει εἶναι.
110
Jo 10, 12—13
Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων ὀνομάζει τοῦ
λαοῦ ἔχοντας μὲν ὄνομα ποιμένος, μηδὲν δὲ ποιοῦντας εἰς ἀσφάλειαν τῶν λαῶν·
〈ἀλλ'〉 ὡς ἀλλοτρίοις αὐτοῖς ἐκέχρηντο· οὐ γὰρ ἦσαν αὐτῶν <ἴδια.> διὸ ὁρῶντες
<τὸν λύκον> ἔφευγον ἔκδοτον τοῖς θηρίοις τὴν ποίμνην καταλιμπάνοντες οὐδὲν
ἀχθόμενοι ἐφ' οὓς ἑώρων τοὺς λαοὺς ὑπὸ τοῦ διαβόλου τοῦ νοητοῦ λύκου δια-
φθειρομένους.
111
Jo 10, 14—15
«Ἴδια» ἑαυτοῦ «πρόβατα» λέγει τοὺς τέως ἐξ Ἰουδαίων πιστεύσαντας καὶ
ἐπεγνωκότας διὰ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν τὸν ἑαυτῶν ποιμένα. ὥσπερ,
φησίν, ἐναργές ἐστι τὸ γινώσκειν καὶ γινώσκεσθαι ὑπὸ <τῶν προβάτων>,
οὕτω καὶ ἡ γνῶσις τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα
διὰ αὐτοψίας συνίσταται. τὰ δὲ δύο συνίστησι πρόσωπα, ἵνα δείξῃ, ὅτι οὐκ
ἦν αὐτὸς ὁ <πατήρ.> ὅπερ δὲ εἶπεν, μετ' οὐ πολὺ ἐποίησε προσενέγκας ἑαυτὸν
ὑπὲρ πάντων λύτρον.
112
Jo 10, 16
Ὡς θεὸς προγνώστης λέγει τοῦτο περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ ὡς μέλλοντος
συνάπτεσθαι τῷ Ἰσραὴλ καὶ τότε μὲν λόγῳ εἶπεν, ὕστερον δὲ ἔργῳ γέγονε
καὶ μίαν ἐξ ἀμφοτέρων τὴν ἁγίαν αὐτοῦ πεποίηκεν ἐκκλησίαν.
113
Jo 10, 16—18
Αὐτὸς μὲν ἦν ὁ πρῴην ἀοράτως ποιμαίνων τὸν Ἰσραήλ, ἀλλ' ἐπειδὴ ὁ
Ἰσραὴλ χρόνῳ ὑπὸ ἀσεβείας εἰς ἀπώλειαν ἔπεσεν, ἐδέησε καὶ αὐτοψεὶ αὐτὸν
ἐλθεῖν ἐπὶ «τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ», ὅπως πρὸς ταῖς ἄλλαις
εὐεργεσίαις καὶ ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας δοὺς τὴν ἑαυτοῦ <ψυχὴν>
τὴν ἀγαθοῦ ποιμένος ἐπιδείξηται διάθεσιν. περὶ τοῦ πάθους δὲ ὧδε διαλέγεται
διδάσκων, ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται καὶ οὐκ ἄκων
ἐπὶ τοῦτο ἔρχεται. λοιπὸν λέγει τὰ δείγματα τοῦ ποιμένος καὶ τοῦ μισθωτοῦ
καὶ δείκνυσιν οὕτω κρατοῦντα αὐτὸν ὡς τὸν πατέρα, ὅπου γε ποιμήν ἐστι καὶ
ἴδια αὐτοῦ τὰ <πρόβατα.> ὑψηλῶς οὖν φθεγγόμενος ἐν ταῖς παραβολαῖς συσκι-
άζει τὸν λόγον, ἵνα μὴ δῷ φανερὰν λαβὴν τοῖς ἀκροαταῖς.
115
Jo 10, 17
Οὐ νῦν, φησίν, <ἀγαπᾷ με ὁ πατήρ,> ἀλλὰ πρὸ χρόνων αἰωνίων ἀεί,
πλὴν ἐπείπερ εὐδοκίᾳ πατρὸς ἐπιδίδωμι ἐμαυτὸν εἰς θάνατον, ἀρέσκει τοῦτο
τῷ πατρί.
116
Jo 10, 18
Οὐ γὰρ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἦλθεν ἐπὶ τὸ πάθος καὶ <ἐξουσίαν> εἶχε τοῦ
ἀναστῆσαι ἑαυτὸν ἐκ νεκρῶν.
117
Jo 10, 18
Ἀνόητος οὗτος ὁ λέγων ἄψυχον τὸ τοῦ Χριστοῦ σῶμα καὶ θεότητα ἀντὶ
ψυχῆς εἶναι· ἀνόητον γὰρ ἐννοῆσαι παθητὴν θεότητα, παθητὴ δὲ ἡ ψυχή. διὰ
τοῦτο δὲ λέγουσι παθητὴν τοῦ υἱοῦ τὴν θεότητα, ἵνα ἐλάττονα αὐτὸν δείξωσι
τοῦ πατρός. πλὴν καὶ ἐπὶ τοῦ πατρὸς εὑρίσκομεν, φησίν, τὸ «ἡ ψυχή μου»,
δι' οὗ νοοῦμεν, φησίν, τοῦ πατρὸς τὴν θεότητα.
118
Jo 10, 19—21
Οἱ εἰς βάθος κακῶν ὀλισθήσαντες <ἔλεγον δαιμόνιον> ἔχειν τὸν ἐλευ-
θερώσαντα ἡμᾶς τῆς τῶν δαιμόνων τυραννίδος. οἱ δὲ ὀλίγον νήφοντες διήλεγχον
ἐκείνους λέγοντες μὴ εἶναι <ταῦτα τὰ ῥήματα δαιμονιζομένου.> εἰς ἀπόδειξιν
δὲ τῆς ἀληθείας καὶ τὴν ἀνάβλεψιν προέφερον τοῦ τυφλοῦ.
119
Jo 10, 22—23
Ἐγκαινίων ἑορτὴν ἐποίουν οὐχ ὡς νῦν γεγονότος τοῦ ναοῦ, ἀλλ' ὅτι κατ'
ἐκείνην τὴν ἡμέραν ὁ Ζοροβαβὲλ ἐτελείωσε τὸν ναόν. ὡς ἅτε χειμῶνος ὄντος
<ἐν τῇ στοᾷ> οἱ ὄχλοι συνήγοντο, μεθ' ὧν ἦν καὶ ὁ Χριστός.
120
Jo 10, 24
Οἱ ἄπιστοι ἐκ τῶν πραγμάτων ἐλεγχόμενοι καὶ ἀμφίβολον ἔχοντες τὴν
γνώμην ὡς ἐν ἀμφιβολίᾳ ἠρώτων.
121
Jo 10, 25
Εἰδώς, ὅτι ἐκ τοῦ πολλάκις εἰπεῖν οὐκ ἐπιστεύθη, <τὰ ἔργα> ἄγει εἰς μέσον
ὡς ἰσχύοντα πρὸς ἀπόδειξιν ὑπὲρ τοὺς λόγους· ἔδει μὲν γὰρ τοῖς λόγοις αὐτοῦ
πιστεύειν διὰ τὸ θεοπρεπὲς αὐτῶν καὶ τὴν ἐξησκημένην τοῦ βίου ἀρετήν.
ἐπειδὴ δὲ τούτους παρεκρούοντο δι' ὑπερβολὴν ἀγνωμοσύνης, ἐχρῆν κἂν τὴν
ἀπὸ τῶν ἔργων δέξασθαι μαρτυρίαν.
122
Jo 10, 26
Ἠλλοτριώθησαν δὲ οὗτοι τῆς ποίμνης παρὰ τὴν ἑαυτῶν πονηρίαν μὴ
βουληθέντες τὴν ἔνθεον αὐτοῦ δέξασθαι διδαχήν.
123
Jo 10, 27
Τὴν οἰκείωσιν τῶν ἰδίων προβάτων διὰ τὴν ὑπακοὴν γεγενῆσθαί φησιν
ὥσπερ ἐκ τοῦ ἐναντίου τὴν ἀλλοτρίωσιν.
124
Jo 10, 28
Τοῖς δι' εὐπείθειαν ἀκολουθοῦσι <ζωὴν αἰώνιον> δίδωσι καὶ τὴν πρὸς
τὸ μέλλον ἀσφάλειαν ἐπαγγέλλεται.
125
Jo 10, 29
<Τοῦ πατρὸς> πάντα δεδωκότος εἰς χεῖρας τῷ μονογενεῖ καὶ ὁ <πατὴρ>
προσεπιδίδωσι τὴν ἰδίαν σκέπην ὑπὲρ τῆς τῶν προβάτων ἀσφαλείας· τῆς γὰρ
ἀμφοτέρων κηδεμονίας τὸ τέλος ἕν.
126
Jo 10, 30
Ἓν λέγει ἑαυτὸν τῷ πατρὶ κατ' οὐσίαν, οὐ καθ' ὑπόστασιν καὶ τὸ ἐν
πᾶσιν ἰσάζειν αὐτὸν τῷ πατρί· δύο γὰρ καθ' ὑπόστασιν ἠρίθμησεν, ἑαυτὸν καὶ
τὸν πατέρα δι' ὧν μάλιστα εἶπεν τὸ <ἐσμέν.>
127
Jo 10, 31—32
Ὁρῶν αὐτοὺς σφόδρα ὀργιζομένους, ὑπομιμνῄσκων αὐτοὺς ὧν ἐποίησεν
ἐζήτει διὰ χρηστότητος εἰς αἴσθησιν αὐτοὺς ἀγαγεῖν τῆς εὐεργεσίας καὶ παῦσαι
τῆς καθ' ἑαυτοῦ ὀργῆς.
128
Jo 10, 33
Δι' ὧν λέγουσι τὰ μὲν ἔργα ὡς καλῶς γεγονότα ἀποδέχονται, διὰ δὲ τοὺς
λόγους ἠγανάκτουν βλασφημεῖν ἡγούμενοι, ὅτι ἔλεγεν ἑαυτὸν υἱὸν θεοῦ ὁ νεκροὺς
ἐγείρων καὶ τυφλοὺς ἰώμενος.
129
Jo 10, 34—36
Εἰ οἱ Ἰσραηλῖται <θεοὶ> ἐλέχθησαν, καίπερ οὐκ ὄντες ἄνθρωποι εὐαγεῖς,
διὰ τὸ μόνον εἶναι Ἰσραηλῖται, ὑμεῖς τὸν ἔργα δεικνύντα, ὅτι θεός εἰμι, καὶ
οὐ ψιλῷ ῥήματι ἐν μόνοις κομπάζοντα λόγοις ὑβρίζετε· ἐχρῆν μὲν γάρ, εἰ καὶ
μὴ ἔργοις τοῦτο ἔδειξα, ἀλλὰ μόνον εἶπον, μὴ ἀγανακτεῖν ὑμᾶς, ἐπείπερ καὶ ὁ
νόμος <θεοὺς> καλεῖ τοὺς ἀνθρώπους· πλὴν ἔχω καὶ τὴν ἀπὸ τῶν ἔργων μαρ-
τυρίαν. διὸ ἄντικρυς ἀσεβεῖς οἱ λέγοντες, ὅτι βλασφημῶ εἰπὼν ἐμαυτὸν υἱὸν
<θεοῦ.>
130
Jo 10, 37—38
Πρᾴως ὁ κύριος ἀνταποκρίνεται λέγων, εἰ μὲν τὸν θεὸν πατέρα ὀνομάζων
μὴ ἐποίουν <ἔργα> ὅμοια <τοῦ πατρός>, δι' ὧν ἐδείκνυον, ὅτι θεοῦ υἱός εἰμι,
εἴχετε, φησίν, τὰ παρ' ἡμῶν, νῦν δέ, εἰ καὶ μὴ λέγοντί μοι πείθεσθε, ἀλλ' οὖν
διὰ τῶν ἔργων κἂν δυσωπηθῆτε, <ὅτι ὁ πατὴρ ἐν ἐμοί> ἐστι <κἀγὼ ἐν τῷ
πατρί.>
131
Jo 10, 39
Δείκνυσιν, ὅτι ἐν τῇ αὐτοῦ ἐξουσίᾳ ἦν τὸ κατασχεθῆναι· ἰδοὺ γὰρ μεταξὺ
ὢν αὐτῶν οὐκ ἐπέτρεπεν αὐτοῖς κατασχεῖν αὐτὸν καίπερ τοῦτο θελόντων ἐκεί-
νων ποιῆσαι.
132
Jo 10, 40
Διὰ τοῦτο ἦλθεν <εἰς τὸν τόπον τοῦτον,> ἵνα διὰ τοῦ τόπου ὑπομνήσῃ
τοὺς ἀνθρώπους τῶν λόγων Ἰωάννου, ὧν εἶπεν περὶ αὐτοῦ, ὃ καὶ ποιήσας
πολλοὺς ὠφέλησεν.
133
Jo 10, 41—42
Ἀναμιμνῃσκόμενοι δὲ τῶν Ἰωάννου φωνῶν, ὧν εἶπεν περὶ αὐτοῦ, ὅτι
«νυμφίος» ἦν καὶ «ἀμνὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ ὅσα ἄλλα,
ἀναγκαίως <ἐπίστευσαν εἰς αὐτόν.>
134
Jo 11, 3
Δι' ἄσκησιν θεοσημείας γνήσιαι οὖσαι ἀδελφαὶ εἰς νόσον πεσόντος τοῦ
ἀδελφοῦ αὐτῶν Λαζάρου <ἀπέστειλαν πρὸς> τὸν κύριον <λέγουσαι· κύριε,
ἴδε ὃν φιλεῖς ἀσθενεῖ·> ἐφίλει γὰρ καὶ αὐτὸν ὁ κύριος ὡς θεοσεβῆ.
135
Jo 11, 4
Προεώρα γάρ, ὅτι ἤμελλεν ἡ τοῦ Λαζάρου ἀνάστασις εἰς πᾶσαν λαληθῆναι
τὴν οἰκουμένην, δι' ἧς ἐδοξάζετο ὁ <υἱὸς> σὺν τῷ πατρί.
136
Jo 11, 5—6
Ἠγάπα δὲ αὐτὰς διὰ τὴν σώφρονα καὶ θεοσεβῆ πολιτείαν αὐτῶν. ἐπί-
τηδες δὲ <ἔμεινε> τὰς <δύο ἡμέρας,> ἵνα ἀποθανόντος τοῦ Λαζάρου μείζονα
τὴν ἐπ' αὐτῷ ἐνδείξηται δύναμιν καὶ τὸ θεοπρεπὲς κράτος.
137
Jo 11, 8
Πεῖραν λαβόντες οἱ μαθηταὶ τῆς τῶν Ἰουδαίων ὠμότητος ἐδειλίων ἀπελ-
θεῖν εἰς τὴν Ἰουδαίαν μὴ πάλιν τὰ αὐτὰ πάθωσιν.
138
Jo 11, 9—10
Διδάσκει, ὅτι χρὴ ἀεὶ ἑκάστης ἡμέρας καὶ ὥρας εὐεργετεῖν τοὺς ἀνθρώ-
πους. ἔπειτα δὲ καὶ παραθαρσύνει αὐτοὺς ὡς οὐδὲν ὑποστήσονται δεινὸν ἔχοντες
μεθ' ἑαυτῶν <τὸ φῶς τοῦ κόσμου,> ἐν ᾧ οἱ περιπατοῦντες οὐ προσκόπτουσιν·
οἱ γὰρ ἐν σκότει τῆς ἀγνοίας πορευόμενοι προσκόπτουσιν μὴ ἔχοντες <τὸ φῶς>
τῆς ἀληθείας.
139
Jo 11, 11
Αὐτὸς ὡς θεὸς ἔλεγε περὶ τῆς κοιμήσεως τοῦ θανάτου, οἱ δὲ μαθηταὶ
ὡς ἄνθρωποι ἐνόμιζον, ὅτι περὶ τοῦ σωματικοῦ διελέγετο αὐτοῖς ὕπνου. διὸ
καὶ ὡς ἐπωφελὲς ἔλεγον τοῦτο.
140
Jo 11, 12
Τοῦτο εἶπον οἰόμενοι αὐτὸν περὶ σωματικοῦ λέγειν ὕπνου.
141
Jo 11, 14—15
Σαφῶς τὸν θάνατον εἰπὼν ἔχαιρεν εἰδώς, ὅτι ἡ κατάστασις τοῦ τεθνη-
κότος μεγάλως ἔμελλεν ὠφελῆσαι τοὺς μαθητὰς εἰς τὴν πίστιν· εἰ γὰρ ἦν
ἐκεῖσε ἔτι ἀρρωστοῦντος αὐτοῦ, δυσωπηθεὶς ἰάσατο ἂν αὐτὸν καὶ οὐκ ἐποίει
τὸ μέγα τῆς ἀναστάσεως θαῦμα.
142
Jo 11, 16
Ταῦτα εἶπεν ὁ <Θωμᾶς> προσδοκῶν, ὅτι εὐθὺς ἀπελθόντας αὐτοὺς λιθο-
βολήσουσι καὶ ἀποκτενοῦσιν.
143
Jo 11, 17—19
Ὅσῳ παρέτρεχεν ὁ μετὰ τὴν ταφὴν χρόνος, τοσούτῳ θαυμασιωτέρα ἡ
πρᾶξις τοῦ ἀνιστάντος. τῆς ἐγγύτητος δὲ τοῦ τόπου ἐμνήσθη, ἵνα δείξῃ, ὅτι
πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐξῄεσαν πρὸς τὸ παραμυθήσασθαι τὰς ἀδελφὰς Λα-
ζάρου.
144
Jo 11, 20
Ἔξεισι μὲν οὖν ἡ <Μάρθα> ἀκούσασα τὴν τοῦ κυρίου παρουσίαν οὐκ ἀνα-
κοινωσαμένη πρὸς τὴν ἀδελφὴν διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν
ἀπὸ τῶν παρόντων Ἰουδαίων ὡς ἂν ἐχθρῶν Χριστοῦ καὶ διωκόντων αὐτόν·
ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται.
145
Jo 11, 20
Ἐπιλησθεῖσα τοῦ πένθους ἔτρεχεν ἡ <Μάρθα> πρὸς τὸν κύριον, ἡ δὲ Μαρία
τοῦτο ἀγνοοῦσα ἔμεινεν <ἐν τῷ οἴκῳ.>
146
Jo 11, 21
Πεπεισμένη, ὅτι εἰ παρῆν ὁ κύριος, <οὐκ ἂν ἀπέθανεν> ὁ Λάζαρος, οὐδὲ
πρὸς τὴν μέλλουσαν ἀμφέβαλλεν εὐεργεσίαν.
147
Jo 11, 24
Ἐπειδὴ ἀορίστως ἐπηγγείλατο μὴ προσθείς, ὅτι νῦν ἀναστήσεται Λάζαρος,
εἰκότως οὕτως ἀνταπεκρίνατο ἡ <Μάρθα> ἐσχάτην ἡμέραν λέγουσα ἐν ᾗ ἡ
καθόλου τῶν ἀνθρώπων ἀνάστασις γίνεται.
148
Jo 11, 25
Πᾶσι μὲν τοῖς πιστεύουσιν ἐπηγγείλατο ζωήν, μάλιστα δὲ περὶ τοῦ προ-
κειμένου ἐποιεῖτο τὸν λόγον.
149
Jo 11, 25—26
Τοῦτό φησιν, ὅτι οἱ ὑποστάντες τὸν κοινὸν τοῦ σώματος θάνατον αὖθις
ἐγερθήσονται. <πᾶς> δὲ ὁ <πιστεύων> οὐχ ὑποστήσεται τὸν ὀλέθριον θάνατον
τὸν τῆς ἀϊδίου βασάνου.
150 col1
Jo 11, 25—27
Διὰ τῆς ἀποκρίσεως τὸ δόκιμον
τῆς προαιρέσεως ἀποδεῖξαι βούλεται
ὁ Χριστὸς τῆς γυναικός. ἡ δὲ οὐ
μόνον Χριστὸν καὶ υἱὸν θεοῦ ὡμο-
λόγει, ἀλλὰ καὶ <εἰς τὸν κόσμον>
ἐρχόμενον, ἵνα δείξῃ, ὅτι οὐ μόνῳ τῷ
Ἰσραήλ, ἀλλὰ παντὶ τῷ κόσμῳ ἀγα-
θὸν ἦλθεν ὁ Χριστός.
150 col2
οὐ
μόνον δὲ Χριστὸν καὶ υἱὸν θεοῦ αὐτὸν
ὡμολόγησεν, ἀλλ' ἤδη καὶ <εἰς τὸν
κόσμον> ἐρχόμενον λέγει, ὅπως ἐκ
τούτου δείξῃ, ὅτι οὐ τῷ Ἰσραὴλ μόνῳ
διαφέρει, ὥσπερ τὸ πρίν, ἀλλὰ γὰρ
παντὶ τῷ κόσμῳ κοινὸν ἀγαθὸν ὑπὸ
τοῦ πατρὸς νῦν ἐξαπέσταλται.
151
Jo 11, 29
Ἰσόρροπον τῆς τοῦ ἀδελφοῦ λύπης λαβοῦσα χαρὰν ἡ Μαρία διὰ τοῦ ἀκοῦ-
σαι, ὅτι ἦλθεν ὁ Ἰησοῦς, πάντα ὑπερθεμένη ἔδραμε <πρὸς αὐτόν,> ὅπερ γνώ-
ρισμα ἦν τῆς <πρὸς αὐτὸν> πίστεως.
152
Jo 11, 31—32
Δραμοῦσα ἡ Μαρία ὑπόνοιαν δέδωκε τοῖς Ἰουδαίοις, ὅτι ἐπὶ <τὸ μνη-
μεῖον> τρέχει, <ἵνα κλαύσῃ ἐκεῖ.> διὸ καὶ <ἠκολούθησαν αὐτῇ.> ἐκεῖ δὲ τὸν
κύριον κατέλαβεν, ὅπου καὶ ἡ Μάρθα συνέτυχεν αὐτῷ.
153
Jo 11, 32
Ὡς ἀδελφικὸν ἔχουσα καὶ τὸ φρόνημα τοῖς αὐτοῖς ἐχρήσατο ῥήμασι σύν-
δρομον ἔχουσα τῇ ἀδελφῇ τὴν πίστιν τὴν περὶ τὸν διδάσκαλον καίπερ ἐν δια-
φόροις ὥραις συντυχοῦσαι τῷ κυρίῳ.
154
Jo 11, 33
Ταράξας ἑαυτὸν καὶ τῇ προθυμίᾳ τοῦ πνεύματος παρεσκευασμένῃ τὴν
δύναμιν εἰς τὸ προκείμενον μετ' ἐμβριμίας εἶπεν.
155
Jo 11, 33
Τὸ δὲ <ἐνεβριμήσατο τῷ πνεύματι> σημειοῦται ὁ εὐαγγελιστὴς δηλῶν
τὸ ἑκούσιον τῆς γνώμης. δάκρυον ἐξέχει γὰρ καὶ κάματον ὑπέμεινε σωματικὸν
τὰ πάθη οὐκ ἀκουσίως ὑπομένων, ἀλλ' ἐπ' ἐξουσίας τῷ σώματι ἐπιτάττων·
ἐπὶ γὰρ ἡμῶν τῶν ἀνθρώπων δάκρυα μὲν ἐκχεῖται οὐχ ὅταν θέλωμεν, σώματος
δὲ ὄντα φυσικὰ πάθη ἀκουσίως ταῦτα ὑπομένομεν, ὁ δὲ θεὸς οὐχ οὕτως,
ἀλλ' ἐπ' ἐξουσίας πάντα ποιῶν καὶ κατὰ τῶν ἐχθρῶν τῇ αὐτῇ δυνάμει χρήσεται.
156
Jo 11, 34
Οὐκ ἀγνοῶν τοῦτο εἶπεν, ἀλλ' ἵνα ἐκ τῆς πεύσεως τὰ παρόντα πλήθη
παρορμήσῃ ἐπὶ τὸ θεάσασθαι τὸ θαῦμα προφάσει τοῦ ὑποδεῖξαι τὸν τόπον καὶ
πολλοὶ πιστεύσωσιν.
157
Jo 11, 35
<Ἐδάκρυσε> συμπαθήσας τοῖς δακρύουσιν, οὐ μὴν τὸν τεθνηκότα ὃν
ἤμελλεν ἀναστήσειν.
158
Jo 11, 36—37
Οἱ Ἰουδαῖοι σύμβολον τῆς πρὸς τὸν ἀπελθόντα ἀγάπης τὰ δάκρυα ὑπελάμ-
βανον. διὸ ἔλεγον ταῦτα, μεμνημένοι δὲ τοῦ ἐπὶ <τοῦ τυφλοῦ> 〈θαύματος〉
συνεζήτουν πρὸς ἑαυτούς, πῶς συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. ἐκεῖνοι
μὲν οὖν ἥττονα ἐζήτουν, ὁ δὲ Ἰησοῦς μείζονα ἐποίησεν· οὐ γὰρ ὅμοιον ἦν τὸ
ποιῆσαι τὸν Λάζαρον μὴ ἀποθανεῖν τῷ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν, ὅπου εἰ
νοσοῦντα αὐτὸν ἤγειρεν, ἠδύναντο οἱ ἀγνώμονες 〈ἐπὶ〉 τοῦ νοσήματος τὴν φύσιν
ἀνενεγκεῖν τὴν ὑγείαν, ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ ἐκ νεκρῶν ἀναστάντος.
159
Jo 11, 38—39
Συντείνας ἑαυτὸν ἐπὶ τὸ προκείμενον θαῦμα μετ' ἐμβριμήσεως ἐπὶ τὸν
τόπον ἦλθεν. δυνάμενος δὲ δίχα ἀνθρωπίνης ἐνεργείας καὶ τὸ <σπήλαιον> ἀνοῖξαι
τοῖς παροῦσιν ἐπιτρέπει ποιῆσαι τοῦτο, ὅπως τῆς δυσωδίας αἰσθόμενοι πληρο-
φορηθῶσιν, ὅτι οὐ μόνον ἐτεθνήκει, ἀλλ' ὅτι καὶ ὀσμῆς ἤδη ἐπεπλήρωτο.
160
Jo 11, 39
Τεκμαιρομένη τῶν ἡμερῶν τὸ διάστημα, ὅτι ἱκανὸν ἦν λῦσαι τοῦ νεκροῦ
τὸ σῶμα, εἶπεν τοῦτο.
161 col1
Jo 11, 40
Δόξα δὲ <θεοῦ> δείκνυται οὐκ ἐκ
τῆς ἀκολουθίας τῶν κατὰ φύσιν γενο-
μένων, ἀλλ' ἐκ τῆς θαυματουργίας τῶν
ὑπὲρ τὴν φύσιν παρ' ἐλπίδα ἀποτελου-
μένων.
161 col2
Δόξα <θεοῦ> δείκνυται
ἐκ τῆς θαυματουργίας τῶν
ὑπὲρ φύσιν παρ' ἐλπίδα
τελουμένων.
162
Jo 11, 41
Ἀποκινηθέντος τοίνυν τοῦ λίθου καὶ τοῦ σπηλαίου ἀνοιγέντος ὁ <Ἰησοῦς
ἦρεν τοὺς ὀφθαλμοὺς καὶ εἶπεν· εὐχαριστῶ σοι, πάτερ, ὅτι ἤκου-
σάς μου.>
163
Jo 11, 43
ἐγὼ δὲ νομίζω μεγάλην αὐτὴν εἰρηκέναι διὰ τὸ θεῖαν αὐτὴν εἶναι καὶ
μετ' ἐξουσίας εἰρῆσθαι τῆς θεοπρεποῦς καὶ οὐ διὰ τὸ ἀνάστημα καὶ γεγωνὸς
τῆς φωνῆς.
164
Jo 11, 43—44
Διὰ τὸ ἄπιστον τῶν Ἰουδαίων οὐ μόνον τὸν νεκρὸν ἐζωοποίησεν, ἀλλὰ καὶ
δεδεμένον <τοὺς πόδας καὶ τὰς χεῖρας> ἐξελθεῖν παρεσκεύασεν, ὅπερ καὶ αὐτὸ
μέγιστον ὑπῆρχε θαῦμα. καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὡς φίλος θάνατον προσεποι-
ήσατο καὶ ὅτε ἐφώνησεν αὐτόν, <ἐξῆλθεν·> καὶ γὰρ ὅμοιον ἦν σημεῖον σχεδὸν
τῆς ἀναστάσεως τὸ περιπατεῖν δεδεμένον.
165
Jo 11, 44
Διὰ τὸ μὴ ἔχειν τοὺς ἀγνώμονάς τι λέγειν ἐκέλευσεν αὐτοὺς ἰδίαις χερσὶν
λῦσαι τὰ τοῦ Λαζάρου δεσμά, ἵνα καὶ ἄκοντες μαρτυρήσωσιν τούτῳ.
166
Jo 11, 45—46
Νικηθέντες τῷ θαύματι <ἐπίστευσαν> καὶ ἀπελθόντες εἶπον τοῖς ἀρχι-
ερεῦσιν οἱ Ἰουδαῖοι, ἃ ἑωράκασιν.
167
Jo 11, 47—48
Τοσαύτην εἶχον πώρωσιν ὡς ὁμολογεῖν μὲν αὐτοῦ τὰ <σημεῖα,> οὐδὲν δὲ
ἧττον σκέπτεσθαι περὶ τῆς ἀναιρέσεως αὐτοῦ διὰ τοῦτο μόνον ἐξ ἀμέτρου
κακίας φονῶντες κατ' αὐτοῦ.
168
Jo 11, 48
Τοῦτο ἔλεγον, ἐπείπερ συνέβαινε τοὺς πιστεύοντας καὶ βασιλέα αὐτὸν εὐθὺς
ὁμολογεῖν, καὶ ἐπετίθεντο αὐτοῖς <οἱ Ῥωμαῖοι> ὡς ἀνταίρουσιν. καὶ <διὰ>
τοῦτο ἀνάστασιν ὑπέμειναν ὑπὸ Ῥωμαίων παθόντες ἀνήκεστα.
169
J…
The complete text is available when the reading interface loads.