The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ad Romanos

Edition reference
Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 83–112.
CTS identifier
urn:cts:greekLit:tlg4134.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

83

{Röm 5,13—14}

Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ καὶ ἐπὶ τῇ ἀποφάσει τοῦ

θανάτου καὶ οἱ λοιποὶ <πάντες ἥμαρτον>, πιστοῦται ὅτι ἥμαρτον

ἐκ τοῦ ἐπάγειν· <ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ.> μὴ

γὰρ νομίσητε, φησίν, ὅτι οὐκ ἦν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωϋσαϊκοῦ,

οὐδὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις· ἦν γὰρ καὶ ἐνελογεῖτο, ἐπεὶ καὶ

νόμος ἦν. ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσικὸν καθ' ὃν κινούμεθα

διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα, περὶ οὗ νόμου ἤδη ἔφησεν·

<ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ

νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι

νόμος.> οὕτως ἦν ἄρα καὶ πρὸ τοῦ Μωϋσαϊκοῦ νόμου ὁ τῆς φύσεως

νόμος. ἀλλ' ὡς ὄντων, φησίν, ἁμαρτημάτων καὶ ἐμπολιτευομένων,

<ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως

τοῦ νόμου καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας,> μηδὲ παρα-

βεβηκότας ἐντολὴν θεοῦ <κατὰ τὸν Ἀδάμ,> ἀλλὰ νόμον φύσεως

παραχαράξαντας. τὸ δὲ <ὅς ἐστι τύπος τοῦ μέλλοντος>, τοῦτ'

ἔστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδάμ, οὐ κατὰ τὴν ἁμαρτίαν ἢ τὴν

δικαιοσύνην—κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον—, ἀλλὰ κατὰ τὸ

προῆρχθαι· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ διεδόθη εἰς πάντας ὁ θάνατος,

οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ <τύπος>

καὶ καθ' ἕτερον λόγον· ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας καθ'

ὃ ἀνήρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας καθ' ὃ νυμφίος

αὐτῆς ἀνηγόρευται, ὡς καὶ ὁ ἀπόστολός φησιν· <ἀντὶ τούτου κατα-

λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα

καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. τὸ

μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν

καὶ τὴν ἐκκλησίαν.>

{Röm 5,15}

Τοῦτο δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τῷ <εἰς πάντας

ἀνθρώπους ὁ θάνατος διῆλθεν·> εἰπὼν γὰρ ἀνωτέρω περὶ

<πάντων,> νῦν περὶ <πολλῶν> λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν

84

εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν, ἀλλὰ διῆλθε

πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρ-

τάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις, ὅπερ καὶ

διὰ τῶν ἑξῆς δηλοῖ λέγων ὅτι <ἁμαρτωλοὶ κατεστάθησαν οἱ

πολλοί,> δι' ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε

διῆλθε μὲν εἰς πάντας ὁ θάνατος διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας,

ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν

διὰ τούτων δηλοῦσθαι, καὶ διὰ μὲν τοῦ <πάντες> σωματικὸν ἐμφαίνε-

σθαι τὸν θάνατον, διὰ δὲ τοῦ <πολλοὶ> τυχικόν. ἀλλ' οὐδὲν τούτων νῦν

ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν· οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν,

ἀλλ' ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισιν. φιλοτιμεῖται μέντοι

δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρός,

ἀρχὴν ἑαυτῷ τῆς κατ' ἀνθρώπων βασιλείας πραγματευόμενος, ἀλλὰ

μεῖζον χάρισμα ἐπιδημήσας ὁ κύριος ἐχαρίσατο.

{Röm 5,16—17}

Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδὰμ ἡ δωρεά· μεγάλη γὰρ ἦν

καὶ πολλὴ καὶ τὰ πάντων ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὑπερβαίνουσα,

ὅπερ διδάσκων ἐπάγει· <τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατά-

κριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς

δικαίωμα.> βούλεται γὰρ εἰπεῖν ὅτι τὸ μὲν Ἀδὰμ ἁμάρτημα ἓν

ἦν, ἀλλ' ὅμως ἓν ὂν ἐξ ἑνὸς ἁμαρτήματος κατέκρινε τοὺς πολλοὺς διὰ

τὸ μιμήσασθαι τὸν Ἀδάμ, τὸ δὲ χάρισμα τοῦ κυρίου οὐ πρὸς τὸ ἓν

ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα. ὥστε ἐκ πολλῶν

παραπτωμάτων ἀπαλλάξαν ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστὶ τῆς

χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαξεν,

ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν.

{Röm 5,18—19}

Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ προστριβεῖσαν

ἀνθρώποις ζημίαν καὶ τὴν παρὰ τοῦ κυρίου δωρηθεῖσαν εὐεργεσίαν,

ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὡς τοῦ μὲν Ἀδὰμ κατέκρινε

καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα, τοῦ δὲ κυρίου ἐζωοποίησε

τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; <ἡ παρακοή.> τί δὲ

τοῦ κυρίου τὸ δικαίωμα; <ἡ ὑπακοή> ἣν ὑπήκουσε τῷ πατρὶ κατὰ τὸ

ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθὼς ἐν ἑτέροις ὁ ἀπό-

στολός φησι· <σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα-

πείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου,

θανάτου δὲ σταυροῦ.> ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν

καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο.

85

{Röm 5,20—21}

Εἰπὼν <ἵνα πλεονάσῃ>, ἔδειξεν ὅτι καὶ πρὸ νόμου ἦν παραπτώ-

ματα καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον, ἐπε-

γίνωσκον ὡς πταίσματα, ἀλλ' ὁ νόμος δοθεὶς ἀπεγύμνωσε καὶ ἔδειξε

πλείονα ὄντα ἢ ἃ ἐνόμιζον. ἀκριβῶς δὲ εἶπε τὸ <παρεισῆλθεν·>

μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς καὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας

πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. <οὗ δὲ ἐπλεόνασεν ἡ

ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.> ποῦ οὖν ἐπλεόνασεν

ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ

<ὑπερεπερίσσευσεν ἡ χάρις·> ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ

ἀπόστολοι καὶ τὸ τῆς σωτηρίας κεφάλαιον, ὁ Χριστός.

{Röm 6,1—4}

<Τί οὖν ἐροῦμεν>; φησίν, <ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ,

ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.> ἀσφαλῶς ἐπήγαγε τὸ

<μὴ γένοιτο·> οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι,

ἀλλ' οἱ διὰ ῥᾳθυμίαν καὶ ἀπροσεξίαν τὰς <παρὰ τοῦ διαβόλου

μεθοδείας> δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαιοι παρὰ τοῦ θεοῦ.

<οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν

ἐν αὐτῇ;> ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ

καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.

{Röm 6,5}

Ἀκριβῶς τὸ <σύμφυτοι> τέθεικεν· τῶν γὰρ συμπεφυτευμένων

πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως. οὕτως

οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἑνοῦνται

αὐτῷ διὰ τῆς πίστεως.

{Röm 6,9—11}

Εἰ μὲν ἦν δυνατόν, φησί, τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν

ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν παλαιὰν τῶν

ἁμαρτημάτων πάλιν δρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσαν ἀεὶ

καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ <ἅπαξ ἀποθανὼν> οὐκέτι

ἀποθνήσκει, οὕτως καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες

οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν· οὐ γὰρ ἔστι δεύτερον βάπτισμα,

οὐδὲ δεύτερος Χριστοῦ θάνατος. δι' ὃ ἀσφαλέστερον δεῖ βιοῦν. <ὃ γὰρ

ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ,> τοῦτ' ἔστιν

86

ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· <ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ,>

τοῦτ' ἔστιν εἰς ἀεὶ ζῇ, ἅτε δὴ θεὸς ὤν. οὕτως οὖν καὶ ὑμεῖς ταῖς

ἁμαρτίαις νεκρώθητε, τῷ δὲ θεῷ ζήσατε, δι' ὃν ζῆτε.

{Röm 6,12—14}

<Μὴ παριστάνετε,> φησί, <τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας

τῇ ἁμαρτίᾳ,> ἀντὶ τοῦ μὴ ὑμεῖς καθ' ἑαυτῶν δίδοτε ὅπλα τῷ

πονηρῷ καὶ ἰσχὺν ἁμαρτάνοντες. <ἁμαρτία γὰρ ὑμῶν οὐ κυ-

ριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν.> ποία

ἁμαρτία οὐ κυριεύσει; ἡ πρὸ τοῦ βαπτίσματος, ἥνπερ ἀφίησιν ἡ χάρις

τοῦ Χριστοῦ. τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο. οὐκ ἐστὲ ὑπὸ νόμον

τὸν μὴ δυνάμενον ῥύσασθαι, ἀλλὰ μᾶλλον τιμωρούμενον.

{Röm 6,19}

Ἠδυνάμην, φησί, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν καὶ εὐεργεσίας

ὑπερβαλλούσης ἄξιον, λέγω δὲ ὑμῖν τοσοῦτον ὅσον χωρεῖτε ἀσθενεῖς

ὄντες τῇ σαρκί.

{Röm 6,23}

Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου τοῦτον τὸν τρόπον·

πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολασίαν, πωλοῦντες χρηστό-

τητα καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ

τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσιν· <τὰ γὰρ ὀψώνια

τῆς ἁμαρτίας θάνατος.> ἢ τάχα τοῦτο λέγει ὅτι τὰ παρὰ τοῦ

ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.

{Röm 7,1—3}

Ἐκ τούτου κατασκευάζει, ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ

Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τοῦτ' ἔστι τῇ χάριτι, παυσα-

μένου δὲ τοῦ νόμου καὶ τρόπον τινὰ ἀποθανόντος ἔξεστι λοιπὸν

συνάπτεσθαι τὴν ἐκκλησίαν τῷ οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον

καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησιν· τὸν μὲν τῆς ἐκκλησίας,

ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνήρ, οὕτως ὁ Χριστὸς τῆς ἐκκλησίας,

καὶ ὁ νόμος ποτὲ τῆς συναγωγῆς. <ὁ νόμος,> φησί, <κυριεύει τοῦ

ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ.> τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ

περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ.

{Röm 7,5}

<Ὅτε γάρ,> φησίν, <ἦμεν ἐν τῇ σαρκί,> ἀντὶ τοῦ ἐν τῷ νόμῳ·

οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί. ἀκριβῶς δὲ εἶπε <τὰ διὰ τοῦ

87

νόμου,> οὐ τὰ ἀπὸ τοῦ νόμου· οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ

νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν <διὰ τοῦ νόμου,>

ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν, ὥστε οὐχ ὃ

ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ' ὃ μὴ ἤθελεν.

{Röm 7,7}

<Ἀλλὰ τὴν ἁμαρτίαν,> φησίν, <οὐκ ἔγνων εἰ μὴ διὰ

νόμου.> οὐκ εἶπεν ‹ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου›,

ἀλλ' <οὐκ ἔγνων,> ὥστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγινώσκειν τὴν

ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος, μὴ συγχωρῶν διὰ

τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν. ἐκεῖνο μέντοι

ζητητέον, πῶς ἐνταῦθα εἰπὼν <τὴν ἁμαρτίαν οὐκ ᾔδειν εἰ μὴ

διὰ τοῦ νόμου,> ἐν ἑτέροις δείκνυσιν ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ

διακριτικόν, ἐν οἷς φησιν· <ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον

ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ

ἔχοντες ἑαυτοῖς εἰσι νόμος>. διὰ τούτων παρίστησιν, ὅτι καὶ

ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δέ, ὅτι εἰ καὶ ἐνῆν, ἀλλ'

οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ' ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ

ἔννομα πολιτεύεται, παρ' ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκ-

βάλλεται. διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις, διορίζουσα ἡμῖν τά τε

πρακτέα καὶ τὰ μή, καὶ διαρθροῦσα ἡμῖν καὶ φωτίζουσα τοῦ δικαίου

τὴν πολιτείαν.

{Röm 7,8}

<Ἁμαρτίαν> ἔοικε λέγειν τὸν διάβολον. ὥσπερ τὸν σωτῆρα <ζωὴν>

ἡ γραφὴ καλεῖ καὶ <δικαιοσύνην> τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον αὐτὸν

εἶναι, οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτὲ μὲν

ἁμαρτίαν, ποτὲ δὲ <ψεῦδος,> ποτὲ δὲ <θάνατον> καλεῖ, οὕτω δὲ καὶ ἐν

τοῖς ἑξῆς εἰπών· <ἡ ἁμαρτία ἀνέζησεν,> τὸν διάβολον ἁμαρτίαν ὀνο-

μάζει. <ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.> πῶς

88

οὖν ἀφορμὴν διὰ τῆς ἐντολῆς ἔλαβεν ὁ διάβολος; ὅτι τὰ παραγγέλματα

τοῦ νόμου ὥσπερ ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος, εἰς τὸ

ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. δῆλον δὲ ὅτι δι'

ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ.

{Röm 7,9—11}

<Ἐλθούσης δέ,> φησί, <τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζη-

σεν, ἐγὼ δὲ ἀπέθανον.> εἰ ἀνέζησεν, δῆλον ὅτι ἔζη ποτὲ καὶ

ἀποθανοῦσα ἀνέζησεν. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ ἐντολὴν

καὶ εἰδότα τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατηγωνίσατο ὁ

διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν—καὶ γὰρ αὐτὸς ἐν

γνώσει ἥμαρτεν, παραγγελθεὶς μὴ φονεύειν τὸν ἀδελφόν—διὰ τοῦ

<ἥμαρτες; ἡσύχασον.> μὴ οὔσης οὖν μεταξὺ μήτε ἐντολῆς μήτε

νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ

πλεῖστα ἠγνόουν πταίοντες, ὥστε οὐδὲ ὑπὸ τοῦ συνειδότος κατεκρίνοντο.

τί οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ' ἐζημιοῦντο οἱ

μέλλοντες κατορθοῦν. ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους

ἀνελεῖν τῶν σπουδαίων καὶ ἐναρέτων τὴν τῆς σωτηρίας ὑπόθεσιν.

{Röm 7,13}

Ἔλεγχος, φησί, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος· <ἀγαθὸν> δὲ

τὸν νόμον εἶπεν. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὢν πονηρός, ὅταν διὰ

τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον

προὐξένησεν. <ἁμαρτωλός>, φησίν, <ἡ ἁμαρτία>. φανερώτατα νῦν

ἔδειξεν ὅτι <ἁμαρτίαν> τὸν διάβολον ἔλεγεν, καὶ <ἁμαρτωλὸν> αὐτὸν

νῦν ὠνόμασεν· <ἁμαρτωλὸς> γάρ ἐστιν ὁ ἁμαρτιῶν ποιητικός.

{Röm 7,14}

Εἰκότως λέγεται <πνευματικὸς ὁ νόμος·> φυλαχθέντα γὰρ τὰ

ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον, ἢ καὶ ὅτι,

φησί, κατ' ἐνέργειαν πνεύματος ἁγίου νενομοθέτηται, ὥστε τοὺς ὑπακού-

οντας αὐτῷ δύνασθαι εἶναι πνεύματος ἁγίου ἐπιδεκτικούς, κεκαθαρ-

μένους τῇ τοῦ νόμου παιδαγωγίᾳ. <πεπραμένος ὑπὸ τὴν ἁμαρ-

τίαν·> οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ' αὐτὸς ὑφ' αὑτοῦ κατο-

λιγορῶν τῶν παρηγγελμένων.

89

{Röm 7,15}

Οὐχ ὅτι τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἐστὶν ἀγνοῶν, φησίν, ἀλλ' ἀντὶ

τοῦ πῶς αὐτὴν ποιῶ καὶ πῶς ὑποκλέπτομαι οὐκ αἰσθάνομαι, οἷον

πολλάκις κρίνας κρατῆσαι θυμοῦ ἡττήθην ἐμαυτοῦ. χρὴ μέντοι εἰδέναι

ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων ἐν ἑαυτῷ

ὑπογράφει, τὸ φορτικὸν ἐφ' ἑτέρου τάξαι παραιτούμενος· δείκνυσι γὰρ

ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ τῆς ἡδονῆς ὅσοι <ὑπὸ

νόμον> ἐσμέν, οὐ μὴ ὅσοι <ὑπὸ χάριν,> οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν

χάριν γεγόναμεν.

{Röm 7,21}

<Τῷ εὑρίσκω τὸν νόμον> λείπει τὸ δυσκατόρθωτον· φησὶ γὰρ

ὅτι ἐξ ὧν καὶ βουλόμενός τι ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ' ἐπὶ τὸ

χεῖρον παρατρέπομαι. εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι θέλοντι

ποιεῖν τὸ καλόν· παράκειται γάρ μοι τὰ ἑτοιμότερα τὰ κακὰ πρὸς τὸ

ποιεῖν αὐτά. διὰ δὲ τοῦ <παράκειται> δείκνυσιν ὡς οὐκ ἐργῶδές ἐστι

μετιέναι τὴν κακίαν.

{Röm 7,22—23}

Τὸν κοινὸν καὶ ἐν τούτοις ἄνθρωπον διαγράφει· τοῦ γὰρ κοινοῦ

ἀνθρώπου τὸ συνορᾶν μὲν τῷ νῷ τὰ δέοντα, μὴ πάντως δὲ κατορθοῦν,

τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ

πνεύματος ἐπικουρίας· διὸ καὶ <πνευματικὸς> ὁ τοιοῦτος καλεῖται.

δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ τοῦ θεοῦ νομοθεσίᾳ ὁ διάβολος·

οἷς γὰρ προσέταξεν ὁ θεὸς τἀναντία ποιεῖν, πείθει τοὺς ἀνθρώπους.

πεφυλαγμένως δὲ πάνυ <ἐν τοῖς μέλεσιν> εἶναί φησι τὸν τῆς ἁμαρτίας

νόμον, δεικνὺς ὡς οὐκ ἀρέσκεται τοῖς τοῦ σώματος πάθεσιν ἡ ψυχή,

εἰ καὶ συγκαθέλκεται πολλάκις αὐτῷ.

90

{Röm 7,24}

Ἐπισημαντέον ὡς οὐχ ἁπλῶς ἐκ τοῦ σώματος τούτου, ἀλλ' <ἐκ

τοῦ θανάτου τοῦ σώματος·> οὐ γὰρ τοῦ σώματος εὔχεται

ῥυσθῆναι, ἀλλὰ τοῦ κατέχοντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας.

{Röm 7,25—8,1}

Παραμένει ἐλέγχων τοῦ <παλαιοῦ ἀνθρώπου> τὴν πρὸς ἑαυτὸν

ἐκπολέμωσιν, οὐκ εἰρηνεύοντος πρὸς τὴν ψυχὴν τοῦ σώματος. ταῦτα

δὲ διελέγχει, ἵνα τῆς τοῦ σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα

καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς

<τοῦ λουτροῦ παλιγγενεσίας.> συνήγαγεν οὖν ὃ ἐβούλετο, καὶ

ἦλθεν ἐφ' ὃ κατεσκεύαζεν, εἰπών· <οὐδὲν ἄρα κατάκριμα νῦν

τοῖς ἐν Χριστῷ Ἰησοῦ.> ἀποδείξας γὰρ ὅτι οἱ ὑπὸ νόμον ὄντες,

ἅτε δὴ <κατὰ σάρκα> ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα,

ἐπήγαγεν ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ

<μὴ κατὰ σάρκα περιπατοῦσιν.>

{Röm 8,2}

<Νόμον τοῦ πνεύματος> εἶπεν ἀντιδιαστέλλων πρὸς τὸν

νόμον τοῦ γράμματος, ἀντὶ τοῦ ἡ παρὰ τοῦ Χριστοῦ χάρις ἡ ζωοποιός.

{Röm 8,3—4}

<Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς

σαρκός.> οὐχ ὁ νόμος, φησίν, ἀδύνατα προσέτασσεν, ἀλλ' ἡ σὰρξ οὐκ

91

ἠδύνατο πληροῦν τὴν τοῦ νόμου πολιτείαν διὰ τὸν ἐμποδίζοντα πονηρόν,

ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινε Χριστός. ὁ <θεός,> φησί, <τὸν

ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.>

ὅταν μὲν ἀποβλέψῃ πρὸς τὴν τοῦ κυρίου σάρκα ὁ ἀπόστολος, ἀληθῶς

οὖσαν σάρκα, ἐξ ὧν καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπολιτεύσατο τῷ

βίῳ, φανερῶς τὴν σάρκα προσαγορεύει, ὡς καὶ ἐνταῦθα ἐπάγει·

<κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,> καὶ πρὸς Τιμόθεον

γράφων· <θεὸς ἐφανερώθη ἐν σαρκί.> ὅταν δὲ ἀποβλέψῃ πρὸς

τὸ τῆς σαρκὸς ἀναμάρτητον καὶ καθαρὸν καὶ ὅσιον, <ὁμοίωμα> αὐτὸ

<σαρκὸς> ὀνομάζει, οὐχ ὅτι κατὰ τὴν φύσιν διήλλαττεν, ἀλλ' ὅτι ὅμοιον

ἦν τῆς σαρκικῆς ἁμαρτίας. ἔπεμψεν οὖν, φησίν, ὁ θεὸς τὸν υἱὸν αὐτοῦ

οὐκ ἐν ὁμοιώματι ἀγγέλου ἤ τινος τοιαύτης δυνάμεως, ἀλλ' <ἐν ὁμοιώ-

ματι σαρκός,> ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδάμ, σὰρξ καταγω-

νίσηται τὸν πονηρὸν ἐπὶ τοῦ κυρίου. ἀπεστάλη δέ, φησίν, ὁ κύριος διὰ

τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν· τοῦτο γὰρ τὸ <περὶ

ἁμαρτίας> ἀντὶ τοῦ διὰ τὴν ἁμαρτίαν, παρέλκει δὲ τὸ <καί. ἵνα τὸ

δικαίωμα τοῦ νόμου πληρωθῇ,> φησίν, <ἐν ἡμῖν,> οἷον

ἐβούλετο μὲν πληρῶσαι δικαίωμα ὁ νόμος, ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι

αὐτὸν αὐτοῖς τρυφᾶν. τί οὖν συνεχώρει; ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ

συνκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τί οὖν ὠφέλησε συγκαταβάς, εἰ μὴ

ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο.

<τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,> φησίν, ἀντὶ τοῦ κατὰ

τὸν νόμον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς, σαρκικὸν δὲ ἦν

καὶ τὸ συγχωρῆσαι τρυφᾶν.

{Röm 8,9}

<Ὑμεῖς δέ>, φησίν, <οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι>,

ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ' ἐν πνεύματι ζῆτε.

<εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.> διεγείρων αὐτοὺς εἰς τὸ

ἐγρηγορέναι τὸν νοῦν καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρθωκότας κατὰ

δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπών· <εἴπερ πνεῦμα θεοῦ οἰκεῖ

ἐν ὑμῖν·> τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι ὡς ἤδη ἔχοντας

πνεῦμα θεοῦ ἐπιβλαβὲς ἦν καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν.

92

{Röm 8,11}

Προειπὼν <πνεῦμα Χριστοῦ,> νῦν πάλιν φησὶ <τὸ πνεῦμα

τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν.> ἐπαναγαγὼν ἀπὸ

τοῦ Χριστοῦ ἐπὶ τὸν πατέρα τὸ πνεῦμα, οὐδὲν ἕτερον ἀλλ' ἢ σαφῶς

διδάσκων, ὅτι ἐκ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς

θεότητός ἐστιν, καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ

πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος πνεύματος ἁγίου καὶ

τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλά

φησιν, ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνάστασις.

{Röm 8,15}

Τὸν νόμον <πνεῦμα δουλείας> εἶπε καὶ <δούλους> τοὺς ὑπὸ

τὸν νόμον· τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου καὶ τῆς ἐπιταγῆς

ἀμελήσαντας τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι δουλείας σημεῖόν ἐστιν,

τὸ δὲ ἐπιτραπῆναι <πατέρα> τὸν θεὸν ἀποκαλεῖν διὰ τὴν τοῦ βίου

καθαρότητα υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. εἴτε δὲ <δουλείας> ἐδόθη

πνεῦμα εἴτε <υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα> ἐπ' ἀμφοτέρων ἐστὶ

κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν κατὰ

τὴν ἀμφοτέρων ἀξίαν.

{Röm 8,16}

Ἔδειξε διὰ τούτου ὅτι καὶ τὴν ψυχὴν <πνεῦμα> λέγει, ὅταν ᾖ

πνευματική, καὶ τὸ χάρισμα τοῦ πνεύματος <πνεῦμα.> τοῦτο οὖν ἐστιν

ὅ φησιν ἀλλαχοῦ· <τὸ γὰρ τί προσευξώμεθα οὐκ οἴδαμεν,

αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς

ἀλαλήτοις.> καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας· ἔστι δὲ τοιοῦτον

χάρισμα προσευχῆς, ἣ ἐπὶ τῶν ἀποστόλων. ἐπειδὴ πολλάκις καὶ τὰ μὴ

συμφέροντα αἰτοῦμεν, διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν ἀποστόλων,

ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν

θεὸν ᾔτει, <στεναγμοῖς ἀλαλήτοις> χρώμενος, ἵνα πρὸς εὐλάβειαν

καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· <ἕκαστος

ὑμῶν ψαλμὸν ἔχει,> προσευχὴν ἔχει. οὐκοῦν καὶ τοῦ ψάλλειν

χάρισμα ἦν καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. <συμμαρτυρεῖ δὲ

τῷ πνεύματι ἡμῶν,> ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι

προσηύχετο ὁ ἔχων τὸ χάρισμα, προσευχόμενος δὲ τὸ <Πάτερ ἡμῶν

ἐν τοῖς οὐρανοῖς> ἔλεγεν. διὰ τοῦτο, φησί, <συμμαρτυρεῖ> τὸ

93

πνεῦμα τῆς προσευχῆς <τῷ πνεύματι ἡμῶν> ὃ ἔχομεν διὰ τοῦ

βαπτίσματος, <ὅτι ἐσμὲν τέκνα θεοῦ· κράζει> γὰρ τὸ πνεῦμα

τοῦτ' ἔστι τὸ χάρισμα τὸ τῆς προσευχῆς <Ἀββᾶ ὁ πατήρ.>

{Röm 8,17—18}

<Εἴπερ συμπάσχομεν,> φησίν, <ἵνα καὶ συνδοξασθῶ-

μεν.> τὸ <συμπάσχειν> οὐ τὸ συναλγεῖν καὶ συνάχθεσθαι τῷ πε-

πονθότι δηλοῖ κατὰ τὸν τῆς συνηθείας λόγον· οὐδὲ γὰρ ἔπασχέ τι παρὰ

γνώμην ὁ Χριστός, οὐδὲ ἠσθένει βουληθεὶς ἀμύνασθαι τοὺς λυπήσαντας.

τί οὖν ἐστι τὸ <συμπάσχειν Χριστῷ;> τὸ τὰ αὐτὰ πάθη αἱρεῖσθαι

ὑπομένειν ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων πάσχειν ὑπὸ

Ἰουδαίων ἠνέσχετο. ἐὰν κατὰ τὸν αὐτὸν τρόπον διωκόμενοι καρτερῶμεν,

ἀτιμαζόμενοι μὴ δυσφορῶμεν, ἐὰν πρὸς θάνατον ἑτοίμως ἔχωμεν ὑπὲρ

εὐσεβείας ὡς αὐτῷ συμπαθόντες, καὶ συνδοξασθησόμεθα ἐν τῷ

γενέσθαι <τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ.> καὶ

ἐπειδὴ εἶπεν τὸ <συμπάσχειν Χριστῷ> αἴτιον ἡμῖν γίνεσθαι τοῦ

<συνδοξασθῆναι> αὐτῷ, καὶ ἐδόκει τὸ τοιοῦτον καμάτων εἶναι

μισθὸς καὶ οὐ κατὰ χάριν δωρεά, εἰ καὶ τὰ μάλιστα ἡ δωρεὰ τῶν

φθασάντων ἁμαρτημάτων ἀμνηστείαν χαρίζεται. τοῦτο διορθούμενος

ἐπήγαγεν ὅτι οὐ πρὸς ἀναλογίαν τῶν καμάτων μετρεῖται ἡμῖν παρὰ

θεοῦ τῆς πολιτείας ὁ καρπός, ἀλλὰ πολυπλασίων καὶ ὑπερβαίνων πολλῷ

τὴν ἀξίαν τῶν πεπονημένων· ὁ γὰρ θεὸς ἀγαθός τε ὢν καὶ δίκαιος, τὸ

μὲν δίκαιον ἐπὶ τῶν ἁμαρτανόντων φυλάσσει τοσοῦτον ἀποδιδοὺς τῷ

ἡμαρτηκότι ὅσον ἡ τῶν ἁμαρτημάτων ὑπόθεσις ἀπαιτεῖ, τὸ δὲ ἀγαθὸν

ἐπὶ τῶν κατορθούντων ἐνδείκνυται, οὐ μόνον τὰ κατ' ἀξίαν αὐτοῖς διδούς,

ἀλλὰ καὶ ὑπερβαίνων ταῖς δωρεαῖς τῶν πεπολιτευμένων αὐτοῖς τὴν

ἀναλογίαν.

{Röm 8,19}

Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ θεοῦ,

ὥστε ἡ ἐλπὶς καὶ ἡ <προσδοκία τῆς κτίσεως ἐκδέχεται τῶν

υἱῶν τοῦ θεοῦ τὴν ἀποκάλυψιν> οἷον τὴν κεκρυμμένην αὐτῶν

μακαριότητα μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς

πολλοῖς δίδωσι τὰ γεγραμμένα, ὡς ἔμψυχός ἐστιν ἡ ὁρωμένη κτίσις καὶ

λογικήν τινα ἔχει αἴσθησιν ὁ κόσμος. εἰ γὰρ <συστενάζει καὶ συν-

ωδίνει> καὶ <τὴν ἀποκάλυψιν ἀπεκδέχεται>, δῆλον ὅτι, φησί,

καὶ αἰσθάνεται καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ <κτίσιν>

νῦν λέγει οὐ τὰς ἀψύχους ὕλας ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις

τὰς ταγείσας παρὰ θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ

94

βούλησιν, κατὰ τὸ γεγραμμένον· <ὅτε διεμέριζεν ὁ ὕψιστος

ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν

κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.> οὕτω δὲ καὶ ἐπὶ τοῦ <εὐ-

λογεῖτε ψῦχος καὶ καῦμα> καὶ πάλιν <χάλαζα καὶ χιὼν>

καὶ τὰ ὅμοια ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον·

οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακελεύεται αἰνεῖν τὸν θεόν. ὥσπερ γὰρ

<πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν

σοι> καὶ ὥσπερ ὁ <κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ

γῆ>, τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει, καὶ <πενθήσει οἶνος καὶ

πενθήσει ἄμπελος> τοὺς ἐφεστηκότας λέγει γεωργούς, οὕτω καὶ

νῦν τὴν <κτίσιν> λέγει τὰς δυνάμεις τὰς ἐφεστηκυίας ταῖς ἀψύχοις

ὕλαις καὶ αὐτὰς κτιστὰς οὔσας, ὥσπερ <στολισμὸς ἀνδρὸς καὶ

γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ

αὐτοῦ.>

{Röm 8,20—21}

Τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ καὶ ἐπιβουλευο-

μένης ὑπ' αὐτοῦ πολλάκις κατὰ συγχώρησιν θεοῦ, ὥστε καὶ λιμοὺς καὶ

λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ' αὐτοῦ

κατασκευάζεσθαι· καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων ἀσεβῶς διαγόντων

ἔχειν χώραν τὸν πονηρόν, ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν

κακώσει τὰ περὶ αὐτοὺς στοιχεῖα κακοῦν. ὧν γενομένων αἱ ταγεῖσαι ἐπὶ

τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι καὶ τὴν

ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν, ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα

τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι

συμβαῖνον τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμεν· ἡ οἰκία

θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται, ἐκ τῶν διοικουμένων

καὶ περιπολουμένων τόπων τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις

σημαίνοντες. καὶ καθ' ἕτερον δὲ λόγον ἡ <κτίσις ἐκδέχεται

ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς,> ἐπεὶ τῇ

τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων

αὐτῆς· <ἐσεβάσθησαν> γὰρ <καὶ ἐλάτρευσαν τῇ κτίσει

παρὰ τὸν κτίσαντα.> ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα

τιμῆς βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν

ἀνθρώπων ματαίαν προσκύνησιν καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς.

φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον

ὑπετάγη αὐτῷ, ἀλλ' ὑπετάγη συγχωρήσαντος τοῦ θεοῦ, καὶ ὑπετάγη

95

<ἐπ' ἐλπίδι> μελλούσῃ. ποίᾳ; ταύτῃ ὅτι <καὶ αὐτὴ ἡ κτίσις ἐλευ-

θερωθήσεται.> πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευ-

θερίας τῶν δικαίων· διὸ εἰκότως ἡ <καραδοκία τῆς κτίσεως

τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ ἀπεκδέχεται.

{Röm 8,23}

Οὐ μόνον,> φησίν, ἡ <κτίσις στενάζει καὶ ὠδίνει> τὴν

ἐλευθερίαν διὰ τοῦ πνεύματος ἀπεκδεχομένη, <ἀλλὰ καὶ ἡμεῖς,>

καίτοι ἤδη <τὰς ἀπαρχὰς τοῦ πνεύματος> εἰληφότες καὶ πειρα-

σθέντες αὐτοῦ τῆς εὐεργεσίας, εἰ καὶ μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως

εἰλήφαμεν, ὅ ἐστιν ἡ υἱοθεσία διὰ <τῆς τοῦ σώματος ἀπο-

λυτρώσεως>.

{Röm 8,29—30}

Οὐδὲ ἐν τούτοις τὸ αὐτεξούσιον ὁ λόγος ἀναιρεῖ· πρῶτον γὰρ ἔφη

<προγινώσκειν> τὸν θεὸν εἶτα <προορίζειν.> ἡ δὲ πρόγνωσις

δῆλον ὡς οὐκ ἔστιν ἀναγκαστικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ

προθέσεως. σαφέστερον δὲ ἂν εἴη τὸ ῥηθὲν εἰ τῶν εἰρημένων ἐνταῦθα

ἀπὸ τῶν τελευταίων ἀρξάμενοι ἐπὶ τὰ πρῶτα ἀνίοιμεν. τίνας τοίνυν

ἐνταῦθα <ἐδόξασεν ὁ θεός; οὓς ἐδικαίωσεν.> τίνας δὲ

<προώρισεν; οὓς προέγνω,> τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας,

τοῦτ' ἔστι τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν ἀξίους ὄντας <κληθῆναι> καὶ

<συμμορφωθῆναι> Χριστῷ.

96

{Röm 8,31—32}

Δείξας διὰ τῶν πράξεων ὅτι <συνεργεῖ πάντα ἡμῖν εἰς

ἀγαθὸν> διὰ τὴν τοῦ θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε <κατὰ πρό-

θεσιν κλητούς,> τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει,

ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· τί γάρ, εἰ καὶ <μὴ

θάνατος κατεκυρίευσε τοῦ σωτῆρος,> ἐπεὶ καὶ ἐπ' αὐτῷ

κυρίῳ <τὸ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν

αὐτήν;> ἀλλ' ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις

ὑπέβαλε πάθεσιν, τήν τε ἰδίαν καὶ τὴν τοῦ πατρὸς ἐκπληρῶν βούλησιν.

πάντα οὖν ὑπὲρ ἡμῶν θεοῦ οἰκονομοῦντος, τίς ἐμποδήσει; τίς οὕτως

ἰσχυρός, ὥστε τὰς εἰς ἡμᾶς τοῦ θεοῦ δωρεὰς διακωλύσαι; εἰκότως γὰρ

ὁ <τοῦ υἱοῦ> δι' ἡμᾶς <μὴ φεισάμενος> καὶ τὰ ἄλλα πάντα ὑπὲρ

ἡμῶν οἰκονομήσει καὶ τῶν ἀγαθῶν προσθήσει τὴν χάριν.

{Röm 9,1—5}

Ἀναγκαίως τῷ παρέποντι ὅρκῳ πιστοῦται τὸν λόγον· προειπὼν γὰρ

ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν <χωρίσαι τῆς ἀγάπης τοῦ

Χριστοῦ,> ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν

ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἂν καὶ σῶμα καὶ ψυχὴν προήκατο, ἵνα

ὧν ἐκπεπτώκασιν, τὰ αὐτὰ πάλιν ἀνακαλέσωνται, πιστεύσαντες εἰς

Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν ἐφ' οἷς νῦν τὰ ἔθνη

σεμνύνεται; ἡ <υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγε-

λίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες,> καὶ τὸ μέγιστον·

<ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.> ἐξ αὐτῶν, φησίν, ὁ Χριστός·

θεὸς δὲ οὐ μόνον αὐτῶν, ἀλλὰ κοινῇ <ἐπὶ πάντων ἐστὶ θεός.>

τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι, ἀλλ' ἵνα ταῦτα ἀνακτή-

σωνται, φησίν, ἡδέως ἂν <ἀνάθεμα> ὑπὲρ αὐτῶν ἐγενόμην <ἀπὸ τοῦ

Χριστοῦ.> τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ, ἐπεὶ τὸ ἀνατεθὲν τοῦ

ἀνατιθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν

δείκνυσιν, ἵνα μή τις τοὺς κατ' αὐτῶν ἐλέγχους πρὸς ἀπέχθειαν λέγεσθαι

ὑπολάβοι.

{Röm 9,6—9}

Ἐπειδὴ τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν ὡς εἰς τὰ ἔθνη

μετετέθη, ὅπερ ἦν κατηγορία θεοῦ ὡς διαψευδομένου τὰς ἐπαγγελίας,

συνιστῶν τὸ ἀψευδὲς τοῦ θεοῦ δείκνυσιν, ὡς οὐ τοὺς κατὰ σάρκα

97

Ἰσραηλίτας ἐδήλου ἡ γραφή, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας

ὅτι ἄξιοί εἰσιν Ἰσραηλῖται προσαγορεύεσθαι καὶ τοῦ Ἀβραὰμ τέκνα·

<ἐν Ἰσαὰκ> γάρ, φησί, <κληθήσεταί σοι σπέρμα> καὶ τὰ ἐξῆς.

<ἐν Ἰσαὰκ> ἀντὶ τοῦ διὰ Ἰσαάκ, ὅπερ ἑρμηνεύων λέγει· <τοῦτ' ἔστιν

οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ

τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.> βούλεται δὲ

εἰπεῖν ὅτι οὐχ οἱ ἐκ σαρκὸς τοῦ Ἀβραάμ, οὗτοι τέκνα τοῦ θεοῦ, ἀλλὰ

τέκνα οἱ ἐξ ἐπαγγελίας, οἷον εὐσεβεῖς καὶ δίκαιοι, οὓς κατὰ πρόγνωσιν

ἐπηγγείλατο ὁ θεὸς υἱοὺς τῷ Ἀβραάμ, ἐπεὶ ὁ Ἰσαὰκ ἐξ ἐπαγγελίας

γεγονὼς δίκαιος ὤφθη· δίκαιον γὰρ αὐτὸν προειδὼς καὶ ἐπηγγείλατο·

οὐ γὰρ ἂν ἀσεβῆ υἱὸν ὁ θεὸς χαρίζεσθαι καθυπέσχετο. οὕτως οὖν καὶ

<πατέρα ἐθνῶν> ἔσεσθαι τὸν Ἀβραὰμ ἐπηγγείλατο, προειδὼς τῶν

ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν. διὸ ἔφη· <ἐν Ἰσαὰκ κληθήσεταί

σοι σπέρμα,> τοῦτ' ἔστι δι' ἐπαγγελίας κατὰ τὸν τοῦ Ἰσαὰκ τύπον,

ὃς ἦν δίκαιος καὶ τύπος δικαίων. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, ὅτι

κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ θεοῦ, ἡ δὲ ἐπαγγελία κατὰ δικαιο-

κρισίαν, καὶ ὡς ἐπὶ τοῦ Ἰσαάκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.

{Röm 9,11}

98

Ἰδίωμά ἐστι γραφικὸν ἐκ τῆς Ἑβραΐδος ἤτοι τῆς κατ' αὐτὴν ἑρμηνείας συμβάν,

τὸ τινὰ μὲν ὑπερβατὰ λέγειν, τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι.

πολλὴ δὲ καὶ τούτων ἡ χρῆσις οὐ μόνον ἐπὶ τῆς παλαιᾶς ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς

διαθήκης· ὁ γὰρ ἀπόστολος εἰς ἀπόδειξιν τοῦ αὐτῷ προκειμένου μνησθεὶς τοῦ τε

Ἠσαῦ καὶ τοῦ Ἰακὼβ οὕτω φησίν· <μήπω γὰρ γεννηθέντων μηδὲ

πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις

τοῦ θεοῦ μένῃ,> ἀντὶ τοῦ ‹ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή›· οὐ γὰρ κατὰ τὴν

οἰκείαν πρόθεσιν ὁ θεὸς τὸν μὲν ἐξελέξατο, τὸν δὲ ἀπώσατο—ἀμφοτέρους γὰρ τό γε

ἐπ' αὐτῷ ἐβούλετο εἶναι καλούς—ἀλλὰ κατὰ τὴν ἑκατέρου τούτων πρόθεσιν τὴν

ἐκλογὴν ἐποιήσατο, <τὸν μὲν ἀγαπήσας> διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως,

τὸν δὲ μισήσας διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ' ὧ δῆλον ὅτι τὴν κατὰ πρόθεσιν

ἐκλογὴν καὶ οὐ τὴν κατ' ἐκλογὴν πρόθεσιν βούλεται ὁ ἀπόστολος λέγειν.

{Röm 9,14—21}

<Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ

γένοιτο. τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ,

καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ

θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος

θεοῦ.> ἐπειδὴ προγενέσεως τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακὼβ φαίνεται ὁ θεὸς

τὸν μὲν προσιέμενος τὸν δὲ μισήσας, ἀδικία δὲ ἐδόκει εἶναι τοῦτο παρὰ

τοῖς μὴ λογιζομένοις τὴν <κατὰ πρόγνωσιν τοῦ θεοῦ> δικαιοκρι-

σίαν, διδάσκει μὴ ψιλῶς ἕπεσθαι τῷ παραδείγματι, ἐπεὶ πολλὰ καὶ ἄλλα

τοιαῦτα περὶ τοῦ θεοῦ ἐν ταῖς γραφαῖς εἴρηται βαθυτέραν ἔχοντα τὴν

διάνοιαν. ἰδοὺ γὰρ Μωϋσεῖ λέγει θεός· <ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ

οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν> κατὰ σὲ <οὐ τοῦ

θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος

θεοῦ.> καὶ περισσός ἐστιν ὁ σπουδάζων. ἀλλ' οὐχ οὕτως ἔχει· οὐ γὰρ

ἄδικος ὁ θεὸς ὥστε μὴ ἑκάστῳ τὸ κατ' ἀξίαν δοῦναι. λέγει οὖν, φησίν,

οὐ πάντας ἀλλὰ τὸν ἄξιον. καὶ πάλιν λέγει ἡ γραφὴ τῷ Φαραὼ ὅτι <εἰς

αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν

δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν

πάσῃ τῇ γῇ.> οὐκοῦν οὐχ ὁ Φαραὼ αἴτιος, ἀλλ' ὁ ἐγείρας αὐτὸν πρὸς

ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως. ἀλλ' οὐδὲ τοῦτο οὕτως ἔχει· οὐ γὰρ ἂν

αὐτὸν ἐξήγειρε καίτοι δι' αὐτοῦ σωφρονίζων τοὺς ἄλλους, εἰ μὴ ἀνίατα

αὐτὸν νοσοῦντα προεώρα. εἰ δὲ οὐδὲν ἐφ' ἡμῖν ὡς οἴει, φησίν, ὦ

99

ἄνθρωπε, ἐν δὲ τῷ θεῷ τὰ πάντα, καὶ τὸ σκληρύνεσθαι τὸν Φαραὼ

καὶ ἐλεεῖσθαι ἕτερον, ἀκολούθως ἂν εἴποις· <τί ἔτι μέμφεται; τῷ

γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;> εἰ γὰρ πάντα

αὐτὸς ἐνεργεῖ δι' ἡμῶν, ἡμεῖς οὐδενός ἐσμεν ἐν ἐξουσίᾳ ὧν πράττομεν.

<μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος

τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με

ἐποίησας οὕτως;> καὶ τὰ ἑξῆς. πάντα τὰ προλαβόντα διορθούμενος

ἐπιτιμᾷ μὲν ὡς τολμηρῶς περιεργαζομένοις τὴν βούλησιν τοῦ θεοῦ,

δείκνυσι δὲ καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν εὐτέλειαν παραλαμβάνων

ἁρμόζουσαν εἰκόνα τὸν τοῦ κεραμέως πηλόν. τί γὰρ περιεργάζῃ, φησί,

τὸν δημιουργόν; οἶδεν ὁ κεραμεύς, ὅπως χρήσηται τῷ πηλῷ καὶ ποῖα

<εἰς ἀτιμίαν> σκεύη καὶ ποῖα <εἰς τιμὴν> αὐτῷ ποιητέον. δεῖ δὲ τὸν

πηλὸν ὄντα πηλόν, μὴ κρίνειν τοῦ δημιουργοῦ τὴν τέχνην· εἰ γὰρ καὶ

δοκεῖς αἴσθησιν λογικὴν ἔχειν, ὦ ἄνθρωπε, ἀλλ' ἴσθι τοσοῦτον ἀπο-

λιμπανόμενος τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τέχνης ὅσον ἀναίσθητος

πηλὸς τῆς τοῦ κεραμέως βουλήσεως. μὴ τοίνυν τόλμα κατηγορεῖν τοῦ

θεοῦ μηδὲ ὡς ἔτυχε τὸν μὲν ἐλεεῖν τὸν δὲ σκληρύνειν νόμιζε, ἀλλὰ κατὰ

τὴν τῆς προγνώσεως δύναμιν τὸ κατ' ἀξίαν ἑκάστῳ ἀποδιδόναι. ὥστε

οὐχ ὁ προγινώσκων αἴτιος, ἀλλ' οἱ προγινωσκόμενοι ἐφ' οἷς ἔστι τὸ εἶναι

κακοῖς καὶ μή. ὅτι γὰρ ἐν ἡμῖν τοῦτο, ἐν ἑτέροις διδάσκει· περὶ γὰρ

χρυσῶν καὶ ἀργυρῶν καὶ ὀστρακίνων σκευῶν διαλαμβάνων φησίν· <ἐὰν

οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν,

ἡγιασμένον·> ὥστε ἡμεῖς μὲν τὴν αἰτίαν παρέχομεν, ὁ δὲ θεὸς τὸ

κατ' ἀξίαν ἀποδίδωσιν. μὴ τοίνυν, εἴ τι κατὰ πρόγνωσιν οἰκονομῶν ὁ

θεός, ἢ <τὸν Φαραὼ ἐξήγειρεν ἢ τὸν Ἠσαῦ ἐμίσησε> καὶ

<τὸν Ἰακὼβ ἠγάπησε,> νομιζέτω τις διὰ ταῦτα μηδὲν ἐφ' ἡμῖν

εἶναι, ἀλλὰ περικεκόφθαι ἡμᾶς τῆς αὐτεξουσιότητος. ἔνιοι δὲ ἐνόμισαν,

οὐ κατὰ μέμψιν εἰρῆσθαι τὸ <μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς

εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;> ἄτοπον γάρ φασι τηλικαῦτα

ζητήσαντα ζητήματα καὶ συνταράξαντα τοῦ ἀκροατοῦ τὴν διάνοιαν καὶ

μηδὲν αὐτῶν διαλύσαντα, μόνον δὲ ἐπιτιμήσαντα τοῖς ζητοῦσιν ἁπλῶς

ἀποπηδῆσαι τῶν ζητουμένων, μετὰ τοῦ καὶ τὴν εἰκόνα τοῦ κεραμέως

δοκεῖν ἡμῶν περιαιρεῖν τὴν αὐτεξουσιότητα, εἴ γε ὁ μὲν πλάττων πλάττει

τὰ σκεύη ὡς βούλεται, τὰ δὲ μένει οὕτω μένοντα ὡς παρὰ τὴν ἀρχὴν

γέγονεν. ταῦτα δέ φασι τῆς ἀποστολικῆς χάριτος καὶ διδασκαλίας

ἀναξίως. οὐ κατὰ μέμψιν εἴρηται ὁ λόγος, ἀλλ' ἔχει οὕτως ἡ διάνοια·

εἰ ἐξ ὧν, φησί, <τὸν Φαραὼ ἐξήγειρε> καὶ <τὸν Ἠσαῦ

ἐμίσησε> καὶ <τὸν Ἰακὼβ ἠγάπησε> καὶ πρὸ γενέσεως αὐτῶν,

πάντα ἐν τῇ βουλήσει τοῦ θεοῦ δίδως, οὐδὲν δὲ ἐφ' ἡμῖν εἶναι, λοιπὸν

εἰπέ· <σὺ τίς εἶ, ὦ ἄνθρωπε, καὶ πῶς ἀνταποκρίνῃ τῷ

100

θεῷ;> καὶ πῶς ἐξουσίαν ἔχεις φθέγγεσθαι καὶ αἰτιᾶσθαι αὐτὸν ὡς οὐ

δικαίως ἡμῖν μεμφόμενον, λέγων· <τί ἔτι μέμφεται; τῷ γὰρ

βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;> πῶς οὖν αὐτὸς αἰτιᾷ

τὸν θεόν, εἰ μηδὲν ἐν τῇ ἡμετέρᾳ κεῖται ἐξουσίᾳ ὡς φῄς; εἰ γὰρ μηδὲν

ἐφ' ἡμῖν, οὐδὲ αὐτὸ τὸ μέμφεσθαι καὶ ἀνταποκρίνεσθαι τῷ θεῷ

ἐξουσία σοί ἐστιν. μὴ τὰ τοῦ κεραμέως, φησί, πλάσματα, ἐπεὶ μὴ ἔχει

αἴσθησιν, μέμφεται τῷ ποιήσαντι κἂν ἄτιμα γένηται, κἂν ἔντιμα κατὰ

τὴν τοῦ δημιουργοῦ ἐξουσίαν; σὺ δὲ μέμφῃ, ἔχεις ἄρα αἴσθησιν καὶ

ἐξουσίαν ὡς ἐλευθέραν ἔχων τὴν βούλησιν. ὁ δὲ τοῦ μέμφεσθαι ἐξουσίαν

ἔχων, δῆλον ὅτι καὶ εἰς τὰ ἄλλα κύριός ἐστιν ἑαυτοῦ καὶ λέγειν καὶ

πράττειν ἃ βούλεται. οὐ γὰρ ἐπὶ μὲν τῷ μέμφεσθαι τὸν θεὸν κύριος

ἑαυτοῦ τίς ἐστιν, ἐπὶ δὲ τοῖς ἄλλοις ἀφῄρηται τῆς κυριότητος.

{Röm 9,27—28}

Τοῦτο τὸ λόγιον διὰ τῶν μακαρίων ἀποστόλων εἰς ἔργον προῆλθεν,

οἳ τὴν πολλὴν τῆς παλαιᾶς νομοθεσίας περίοδον γράψαντες εἰς σύντομον

πολιτείας ὁδὸν ἐνεβίβαζον τὰ ἔθνη, γράφοντες ὡς <ἔδοξε τῷ ἁγίῳ

πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν

βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδω-

λοθύτων καὶ αἵματος καὶ πορνείας καὶ πνικτοῦ.> εἰς

ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς

δικαιοσύνης τὴν πολιτείαν κατεσκεύασαν, ὅπερ καὶ ὁ θεῖος ἀπόστολος

διδάσκει λέγων· <τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι

καταργήσας,> καὶ πάλιν <ἐξαλείψας τὸ καθ' ἡμῶν χειρό-

γραφον τοῖς δόγμασιν.> ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ

βρωμάτων, οἱ ἀπόστολοι μόνον ἐκέλευσαν φυλάττεσθαι ἀπὸ <εἰδωλο-

θύτων καὶ αἵματος καὶ πνικτοῦ> καὶ ἀντὶ τοῦ τηρεῖν τὴν

περιτομὴν ἀντεισῆγον φυλάττεσθαι ἀπὸ <πορνείας·> ἡ γὰρ περιτομὴ

εἰ καὶ σημεῖον καὶ ὑπόμνημα ἦν τῆς τοῦ Ἀβραὰμ πίστεως, ἀλλ' ἐδόθη

καὶ ὡς σωφροσύνης σύμβολον ἐμφαῖνον ὡς χρὴ περικόπτειν τὴν

ἀκολασίαν.

{Röm 9,29—31}

Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ῥηθεῖσιν ἀπόβλητον μὲν τὸ Ἰουδαίων

ἔθνος τῷ πλεονάζοντι μέρει δείκνυσιν, ἀντεισαγόμενα δὲ τὰ ἔθνη εἰς τὸ

τῆς υἱοθεσίας ἀξίωμα, ἀκολούθως ζητεῖ τὴν αἰτίαν δι' ἣν οἱ μὲν

ἀσκούμενοι ἐν τῷ νόμῳ ἐκπεπτώκασιν, οἱ δὲ ἐπειληφότες τὸν νόμον

101

ἐδικαιώθησαν. ἐπιλύων οὖν ἐπάγει ὅτι ἐξέπεσον οἱ Ἰουδαῖοι ἐκ τοῦ μὴ

προσδραμεῖν τῇ πίστει ὥσπερ τὰ ἔθνη· ἠθέλησαν γὰρ ἐξ ἔργων νόμου

δικαιωθῆναι, οὐ δὲ αὐτῷ πιστεύσαντες τῷ νόμῳ τῷ προσαγορεύσαντι

τὴν μέλλουσαν ἀντεισάγεσθαι πίστιν ἀντὶ τῆς νομοθεσίας.

{Röm 10,1—3}

Οὐκ ἐπέγνωσαν, φησίν, ὅτι διὰ τοῦ νόμου ὁ θεὸς τὴν πίστιν

ἐπηγγείλατο, καὶ οὐκ ἔστιν ἡ πίστις ἐναντία τῷ νόμῳ ὑπ' αὐτοῦ μαρτυρου-

μένη. <δικαιοσύνη> μὲν οὖν <θεοῦ ὁ> Χριστὸς καὶ ἡ εἰς αὐτὸν πίστις,

Ἰουδαίων δὲ δικαιοσύνη ἡ τῆς νομοθεσίας πολιτεία. ἀγνοοῦντες οὖν οἱ

Ἰουδαῖοι Χριστὸν τήν τε τοῦ νόμου πολιτείαν συνιστῶντες, τῆς σωτηρίας

εἰκότως ἐκπεπτώκασιν· αὐτοὶ γὰρ σώζονται οἱ τῇ τοῦ Χριστοῦ πίστει

προκόπτοντες· ἡ γὰρ πίστις διάθεσις οὖσα ψυχῆς εἰκότως τῶν τῆς

σαρκὸς πράξεων προτετίμηται, ἐφ' ἣν ἔδει ἐλθεῖν Ἰουδαίους τέλος ἐπι-

θέντας τῷ νόμῳ.

{Röm 10,4—5}

Ὁ τὸν νόμον πληρώσας, φησίν, ἐκείνων μόνων ἀπολαύσει τῶν διὰ

τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν, τοῦτ' ἔστι <γῆν ῥέουσαν γάλα

καὶ μέλι.>

{Röm 10,6—10}

Διδάσκει ὁ λόγος τοὺς πιστεύοντας μηδεμίαν λαμβάνειν ἀμφιβολίαν,

μήτε περὶ τῆς ἐξ οὐρανῶν πρὸς ἡμᾶς τοῦ κυρίου καθόδου, μήτε περὶ

τῆς νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανὸν ἀνόδου.

{Röm 10,11—13}

Ἀναγκαίως προέθηκε <τοὺς ἐπικαλουμένους αὐτόν·> οὐ

γὰρ ἀκρίτως δίδωσιν ὁ θεὸς τὴν χάριν καὶ εἰς τοὺς μηδὲ τοσοῦτον

παρασχεῖν βουλομένους τῷ εὐεργέτῃ ὅσον γοῦν αἰτῆσαι καὶ δεηθῆναι.

ἵνα δὲ μήτις λέγῃ, ὡς οὐ δι' ἀπιστίαν καὶ ἀγνωμοσύνην ἀλλὰ δι' ἄγνοιαν

πολλοὶ τὸν κύριον Ἰησοῦν οὐ παρακαλοῦσιν, δείκνυσι διὰ τῶν ἑξῆς, ὅτι

ὁ θεὸς καὶ τὴν τῆς ἀγνοίας αὐτῶν περιεῖλεν πρόφασιν, ἀποστείλας

εὐαγγελιστὰς καὶ κήρυκας προτρέποντας καὶ καλοῦντας εἰς τὴν τῆς

δωρεᾶς αἴτησιν. διὸ ἐπήγαγεν τὸ ἑξῆς.

102

{Röm 10,21}

Δοκεῖ διὰ τῆς <ἐκπετάσεως τῶν χειρῶν> τὸν λαὸν πρὸς

ἑαυτὸν καλεῖν μετὰ τοῦ ἐκτείνειν τὰς χεῖρας πρὸς αὐτούς, διὰ δὲ τοῦ

αὐτοῦ καὶ τὸ σχῆμα τοῦ σταυροῦ ὑποδεικνύς.

{Röm 11,1—2}

Παλὶν φοβηθεὶς ὁ ἀπόστολος μὴ τὸ πλεονάζον τῆς ἀποβολῆς τῶν

Ἰουδαίων δόξῃ αἵρεσιν τῆς ἀπειθείας ἐργάζεσθαι, χωρεῖ ἐπὶ τὸ ὀλίγον

λεῖμμα τῆς ἐκλογῆς τῶν ἀποστόλων καὶ τῶν συμπιστευσάντων αὐτοῖς.

καὶ γὰρ ἀνωτέρω εἰπών· <οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ,

οὗτοι Ἰσραήλ,> ἐνέφηνεν ὅτι ἦσαν τινὲς οἱ σωζόμενοι εἰ καὶ μὴ

πάντες, καὶ πάλιν· <οὓς καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου-

δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν.>

{Röm 11,3—5}

Πρὸς μαρτυρίαν τοῦ καταλείμματος παραλαμβάνει τὰ κατὰ τὸν

Ἠλείαν, ἀφ' ὧν δείκνυσιν αὐτὸν ὁμολογοῦντα τὸν θεὸν οὐκ ἐν πολλῷ

πλήθει ἀλλ' ἐν <ἑπτακισχιλίοις ἀνδράσι> σώζεσθαι αὐτοῦ τὸν

λαόν, οὗ δὴ καθ' ὁμοιότητα ἀποβῆναι καὶ ἐπὶ τοῦ…

The complete text is available when the reading interface loads.