Fragmenta in epistulam ad Romanos
- Edition reference
- Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 113–172. THEODORUS Alaniensis
- CTS identifier
urn:cts:greekLit:tlg4135.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
116
ὡς ἐν τῇ τῷν Ἀριθμῶν βίβλῳ φησὶν ὁ θεὸς ὅτι <πάντες οἱ παρ-
οξύναντές με οὐκ ὄψονται τὴν γῆν, ὁ δὲ παῖς μου
Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ
ἐπηκολούθησέ μοι> καὶ τὰ ἑξῆς, φανερῶς <πνεῦμα> τὴν πρόθεσιν
εἰπών, καὶ ὁ προφήτης· <πνεύματι πορνείας ἐπλανήθησαν,>
ἵνα εἴπῃ· πρόθεσιν ἔσχον πορνικήν.
117
{Röm 3,9}
Ἵνα εἴπῃ· ἄγε τοίνυν, μετὰ τὸν ἐκείνων ἔλεγχον τῶν ἡμετέρων τὸ
μέγεθος δείξομεν.
{Röm 3,12}
Τῇ μαρτυρίᾳ οὐχ ὡς προφητικῶς εἰρημένῃ ἐχρήσατο, ἀλλ' ὡς
ἁρμοζούσῃ τοῖς ἀποδεδειγμένοις τῷ περιληπτικῶς περὶ ἐπταικότων
λέγειν αὐτὰ τὸν Δαυίδ. ὥσπερ οὖν καὶ ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς
ἐκκλησιαστικαῖς διαλέξεσι μαρτυρίαις συγκεχρήμεθα, ὡς ἂν ἁρμόζειν
δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ' ἡμῶν λεγομένοις· ὁ γὰρ ψαλμὸς
ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων εἴρηται τῷ Δαυίδ. καὶ δῆλον ἐξ ὧν
φησιν· <οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν
ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει
ἄρτου;> τίνα δὲ ἔμελλεν ὀνομάζειν οἰκεῖον θεῷ ὁ περὶ πάντων
ἀνθρώπων ὡς εἰς τὸ χεῖρον ἐκκλινάντων ἀποφηνάμενος;
{Röm 3,27}
Πάντως ἐρεῖτέ μοι· τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν;
ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς φησιν· οὐ
<νόμος ἔργων> ἐπεισελθὼν τὸν πρότερον ἔλυσεν—κάλλιστα γὰρ
εἶχεν ἐκεῖνος κατά γε τοῦτο, —<νόμος δὲ πίστεως> ἐπεισεληλυθὼς
περιττὸν εἰκότως τοῦτον ἀπέφηνε νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν
ἔργων 〈καύχησιν〉, ἐπειδὴ ταῦτα ἡμῖν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος,
ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθη.
ἔδειξε δὲ <διὰ νόμου πίστεως> εἰπὼν καὶ μὴ ἁπλῶς διὰ πίστεως
〈τὸ καυχᾶ〉σθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον 〈εἶναι, εἰ καὶ〉 ἐπὶ τῶν
οἰκείων τὴν προσηγορίαν ἀσπάζεται.
{Röm 3,28}
<Τὸ δὲ λογιζόμεθα> οὐκ ἐπ' ἀμφιβολίας λέγει, ἀλλ' ἀντὶ τοῦ
λογισμῷ τῷ προσήκοντι ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως <ἄνευ
ἔργων νόμου> πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον
δὲ ὡς οὐχ ἁπλῶς εἶπε «χωρὶς νόμου», ὡς ἂν εἰ καὶ ἐργαζοίμεθα ἀρετῆς
ἐπιμελούμενοι, οὐκ ἀνάγκῃ νόμου τοῦτο ποιούντων, ἀλλ' ὑφ' ἑτέρου
πρὸς τοῦτο ἀγομένων.
118
{Röm 3,30}
Ἐπὶ τῶν Ἰουδαίων τὸ <ἐκ πίστεως> τέθεικεν, ὡς ἂν ἐχόντων μὲν
καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν
πλὴν <ἐκ τῆς πίστεως·> ἐπὶ δὲ τῶν Ἑλλήνων <διὰ τῆς πίστεως,>
ὡς ἂν ἅπασαν τῆς δικαιώσεως τὴν αἰτίαν ἐντεῦθεν ἐχόντων.
{Röm 4,8}
Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν, ἐπὶ μὲν τῆς
πίστεως· <καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην,> ἐπὶ δὲ τῶν
ἔργων· <καὶ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.> ἐκεῖ γὰρ
ἤρκεσεν ἡ πίστις ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην, ἐνταῦθα δὲ τὰ
ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ θεοῦ
φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνηται.
{Röm 4,11}
<Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευ-
όντων.> κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ <εἰς τὸ εἶναι
αὐτοὺς ἀναπολογήτους·> λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν
ἑπόμενον. ἐντεῦθέν φησι· κοινός ἐστιν ἁπάντων πατήρ, ἐπειδὰν τὴν
πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
{Röm 5,13—14}
Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησί, τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλ'
ἄχρις ἦν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις,
ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην οὐδὲν πρὸς τοῦτο τῆς τοῦ
νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς. καὶ πρὸς ἀπόδειξιν
τοῦ προκειμένου ἐπάγει· <ἁμαρτία δὲ οὐκ ἐλλογεῖτο μὴ
ὄντος νόμου.> τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησί, τοῦ τὴν ἁμαρ-
τίαν ἀνελεῖν, ὥστε οὐδ' ἂν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. <νόμον>
δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν εἴτε ἀπὸ φύσεως εἴτε ἀπὸ
θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο
ἁμαρτάνειν ἁμαρτίαν, εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον
ἀπὸ τοῦ καλοῦ μετιών. ἀλλὰ τοῦτο μὲν εἰς αὔξησιν τοῦ <ἐφ' ᾧ πάντες
ἥμαρτον> τέθεικεν.
Ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας ἐπήγαγεν· <ἀλλ' ἐβασίλευ-
σεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ
τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παρα-
βάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος.> τὸ μὲν
119
οὖν <καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι
τῆς παραβάσεως Ἀδὰμ> τοῦτο λέγει ὅτι ὁ θάνατος ἐκράτησεν
ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων· οὐ γάρ, ἐπειδὴ οὐχ ὅμοιον
ἦν τὸ τῆς ἁμαρτίας εἶδος, τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων,
θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί, ἀλλ' ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδή-
ποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες· οὐ γὰρ τῆς τοιᾶσδε
ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται ἀλλὰ πάσης ἁμαρτίας. ἔστι δὲ ἐν
τῷ ** πᾶν ἀπὸ τοῦ <οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν
τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·> λέγει γὰρ
ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν
ἡμᾶς ὁ θεὸς ἑαυτῷ, ἀλλ' ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα
ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο
γεγονότος, ἥ τε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς καὶ ὁ θάνατος
πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός. πάντων γὰρ ἡμαρτηκότων,
εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν ἀλλ' οὖν γε ὁπωσδήποτε,
τῶν μὲν οὕτω τῶν δὲ οὕτω, ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ'
ἁπάντων ὁμοίως. ἀλλ' οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἀπὸ τῶν
ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ
ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι
νόμων ἐκτός. ὄντων δὲ τῶν καθ' ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς
ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ
Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ <ὅς ἐστι
τύπος τοῦ μέλλοντος,> ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν
Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν, ἐπειδὴ ὥσπερ δι' ἐκείνου τῶν χειρόνων
ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως
τὴν ἀφορμὴν ἐδεξάμεθα.
{Röm 5,15}
Καὶ οὐδὲ τὸ τοῦ παραπτώματος εἶδος, φησί, τοσοῦτον ὅσον τὸ τοῦ
χαρίσματος· εἰ γὰρ καὶ ἡ τοῦ ἑνὸς ἁμαρτία τοῖς ἀνθρώποις τὸν θάνατον
ἐπήγαγεν, ἀλλ' οὖν γε ἡ διὰ τοῦ Χριστοῦ δωρεὰ μείζων τις περὶ τοὺς
ἀνθρώπους ἐγένετο. τὸ γὰρ <οἱ πολλοὶ ἀπέθανον> ἀντὶ τοῦ πάντες
λέγει· πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· <εἰς πάντας
ἀνθρώπους διῆλθεν ὁ θάνατος.> δῆλον δὲ ὅτι τὸ <καὶ εἰς
τοὺς πολλοὺς ἐπερίσσευσεν> ὁμοίως ἀντὶ τοῦ εἰς πάντας
λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις ἁπάντων ἀνισταμένων
ὁμοίως.
{Röm 5,16}
Μίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς· ἐκεὶ μὲν γάρ, φησίν, εἷς
ἡμαρτηκὼς καὶ κατακριθεὶς διὰ τοῦτο εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν
ἐνεχθῆναι παρεσκεύασεν, πάντας κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς
120
τοῦ θανάτου. ἡ δέ γε χάρις οὐχ ὁμοίως· οὐ γὰρ ἀφ' ἑνὸς ὥσπερ ἐπὶ
τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν, ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατα-
κεκριμένων σύντομον εἴς τε τοὺς πρότερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώ-
πους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξάπλωσιν. ἔστιν οὖν μείζων πολλῷ·
εἴπερ ἐκεῖνο μὲν ἔβλαψε τοὺς ἑξῆς, τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον
ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προειληφότας ἔλυσε τῶν ἐγκλημάτων.
{Röm 5,17}
Ἔτι μὴν κἀκεῖνο, φησί, πολλὴν δείκνυσι τὴν διαφοράν, ὅτι ἐκεῖ μὲν
ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ καὶ κρατήσας ἐπὶ τῶν
ἀνθρώπων ἐδέξατο λύσιν, ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ
Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι' ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα καὶ
ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται·
διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες.
{Röm 5,18—19}
Ἀρκούντως ἐκ τοῖς προκειμένοις τὴν διαφορὰν δείξας τῶν πραγμά-
των συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ <διὰ τοῦτο ὥσπερ
δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν,>
ταῦτα ἀποδιδοὺς καὶ λέγων ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ
Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος ὁ Χριστὸς καὶ
τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ
θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι καθ' ἣν ἔξω πάσης ἁμαρτίας
πολιτευσόμεθα· τοῦτο γὰρ λέγει <δικαίωσιν ζωῆς.> καὶ ὥσπερ ἡ ἐκείνου,
φησίν, ἁμαρτία τοὺς λοιποὺς ἀνθρώπους θνητούς τε ἐποίησε καὶ
ἐπιρρεπεῖς διὰ τούτου περὶ τὴν ἁμαρτίαν εἶναι—τοῦτο γὰρ λέγει τὸ
<ἁμαρτωλοί>—, οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο,
ὥστε ἐν ἀθανάτῳ τῇ φύσει καταστάντας πάσης ἁμαρτίας διάγειν
ἐλευθέρους ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κἀν-
ταῦθα ὅτι τὸ <οἱ πολλοὶ> ἀντὶ τοῦ «πάντες» λέγει· εἰπὼν γὰρ τὸ <εἰς
πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς,> ἐπήγαγεν·
<ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί,> ὥστε δῆλον ὅτι <οἱ
πολλοὶ> ἀντὶ τοῦ «οἱ πάντες» λέγει καὶ ἐν τοῖς ἀνωτέροις κἀνταῦθα.
{Röm 5,21}
<Τὸ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν
οὕτως> λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες
ἐσχήκαμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς τῆς περί τε βρῶσιν καὶ πόσιν
καὶ τὸν ἔξωθεν κόσμον καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας
121
ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ' ἑκάστου τούτων οὐκ ἐπὶ τοῦ πρέποντος
τῶν πολλῶν ἱσταμένων ἀλλ' εἰς ἀμετρίαν ἐκφερομένων. ταῦτα δὲ
ἀθανάτω μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει. ποία γὰρ ἡδονή, τίς δὲ
φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ
γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον μέν τινα ἀπὸ τῶν
προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομένομεν, πολλὴν δὲ τὴν περὶ
τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχόμεθα. καλῶς οὖν ἔφη <βασι-
λεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν,> μονονουχὶ κρατοῦσαν
ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ
οὖν τότε ἡμῶν ἡ ἁμαρτία, φησίν, ἐκράτει συνωθουμένων ἐπ' αὐτὴν καὶ
παρὰ γνώμην πολλάκις, οὕτω δὲ ἡ τοῦ θεοῦ καθέξει φιλοτιμία,
ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς
καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιο-
σύνῃ διάγειν μέλλομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι.
{Röm 6,3}
Ἢ οὐκ ἴστε, φησίν, ἐκεῖνο, ὅτι τὸ βάπτισμα κοινωνοὺς ποιεῖ τοῦ
θανάτου τοῦ Χριστοῦ; καὶ γὰρ ὥσπερ συνθάπτεσθαι δοκοῦμεν αὐτῷ
βαπτιζόμενοι κατά γε τὸν τύπον ὥστε προσήκειν ἡμᾶς, καθάπερ ὁ
κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωήν, οὕτως
καὶ αὐτοὺς ἐν καινῇ τινι ζωῇ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζο-
μένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης εἰς ἣν διὰ
τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν.
{Röm 6,5}
Δῆλον δὲ ἄρα κἀκεῖνο, φησίν, ὡς οὐκ ἔνεστι τυπικῶς κοινωνή-
σαντας τῷ θανάτῳ μὴ καὶ τῆς ἀναστάσεως ἐπ' αὐτῶν τυχεῖν τῶν
πραγμάτων. καλῶς δὲ εἶπε τὸ <σύμφυτοι> περί τε νεκρώσεως καὶ
ζωοποιήσεως διαλεγόμενος, ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ
νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ τὸ κρεῖττον καὶ
ἐνδοξότερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων τὰ μέλλοντα
ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἦν, ὡς πνεύματος μετεῖχον ἐν τῷ
βαπτίσματι, τοῦτο δὲ ὑπ' αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων,
καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο.
{Röm 6,6}
Λέγει καὶ τὸ πάθος τοῦ κυρίου ἐπὶ τίσιν ἐγένετο, εἰς μείζονα
πίστιν τῶν εἰρημένων. ἐπειδὴ γὰρ ὑπὸ τὴν ἀπόφασιν γενόμενοι τοῦ
θανάτου πλεῖστον ὅσον ἐπιρρεπέστεροι πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς
θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ, φησίν, ἐσταυρωμένῳ ὥσπερ ἅπασα
ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ
122
πᾶσα αὐτῷ συνανέστη, πάντων ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπι-
ζόντων τῆς ἀναστάσεως. ὡς ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ
ἁμαρτάνειν ἡμῶν εὐκολίαν διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος
μεταστάσεως, γεννηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρ-
τάνειν ἀνάγκης.
{Röm 6,12—14}
Λέγει μὲν ὅτι τούτων οὕτως ἐχόντων δίκαιον ἡμᾶς μὴ ἁμαρτάνειν
κατὰ τὸν παρόντα βίον, κἂν ἔτι θνητοὶ τὴν φύσιν ὄντες πλείονα ἔχητε
τὴν ἐπὶ τοῦτο ῥοπήν. ἐπειδὴ δὲ τὸ <βασιλεύειν> ἐπὶ τῆς ἁμαρτίας
τέθεικεν, καλῶς εἶπε τὸ <μὴ παριστάνετε τὰ μέλη ὑμῶν·>
παρεστάναι γὰρ τοῖς βασιλεῦσιν ἔθος τοὺς δορυφόρους. μὴ τοίνυν,
φησίν, ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι διαπράττεσθε
ἃ μὴ δεῖ, σπουδάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ θεῷ κατὰ τοὺς
ἐκ νεκρῶν ἀναβιώσαντας, ὅλοι δι' ὅλων τὰ δικαιοσύνης ἔργα ποιεῖν
ἐσπουδακότες. θαυμασιώτατον δὲ αὐτοῦ τὸ <ὡσεὶ ἐκ νεκρῶν
ζῶντας,> δεικνύντος ὅτι οὐ τὸ πρᾶγμα παρ' αὐτῶν ἀπαιτεῖ ἀλλὰ τὴν
κατὰ τὸ δυνατὸν μίμησιν· <ζῶντες> μὲν γὰρ <ἐκ νεκρῶν> τότε
ἔσονται ὅτε καὶ τῆς ἐπὶ τὸ ἁμαρτάνειν ῥοπῆς ἔξω καταστήσονται, νυνὶ
δὲ <ὡς ἐκ νεκρῶν ζῶντές> φησιν ἀντὶ τοῦ κατὰ τὸ δυνατὸν ἐκεῖνο
μιμούμενοι. καὶ καλῶς πείθων αὐτοὺς μὴ δεδοικέναι τὴν περὶ τὸ
ἁμαρτάνειν ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια
σώζοιτο, ἐπάγει· <ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.> ἐπειδὴ γὰρ
ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως
ἐπήγαγεν ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνάτων·
ἔσται γὰρ καιρὸς ὁ μέλλων ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλλαγμένοι
πολιτεύσεσθε, ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὑγιαίνοι, ἅπαν εἶδος
ἁμαρτίας ἀποστρεφομένων καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ
δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν· λήψεται γὰρ ἴασιν τοῦτο πάντως
ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν ὑμετέρων πρὸς τοῦτο πόνων,
καὶ τὸ μεῖζον· <οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν.>
τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον δεδοικέναι, ὥστε οὐδὲ νόμων
ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν προσήκει, χάριτί τε καὶ
φιλοτιμίᾳ τοῦ δεδωκότος τῆς τοῦ πνεύματος ἀπολαύσετε δωρεᾶς.
{Röm 6,15}
Τοῦτο Ἰουδαίοις μάλιστα λέγειν ἐνῆν, ὅτι νόμου φύσις διορίζει,
τί μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν,
οὐδὲν ἂν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν, εἰ δὲ ἔστι τις
πρακτέων καὶ μὴ τοιούτων διάκρισις, <ὑπὸ νόμον> πάλιν ἐσμέν, καὶ
σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ' ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς
123
ἑαυτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς ἁμαρτίας ἐκτὸς εἶναι προσῆκεν
ἡμᾶς οὐχ <ὑπὸ νόμον> ὄντας, ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ
ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται. καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ
σύνηθες αὐτῷ· <μὴ γένοιτο,> τοῦ ἁμαρτάνειν καὶ τὴν προσηγορίαν
φευκτὴν εἶναι ἡγούμενος. τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται·
πᾶς ἄνθρωπος ὅτῳπερ ἂν ὑπακούειν ἕληται, φησί, δοῦλον ἑαυτὸν ἐκεί-
νου κατέστησεν εἰς τὸ πείθεσθαί τε αὐτῷ καὶ τὰ ἐκείνῳ δοκοῦντα
πράττειν ἅπαντα. ἢ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι τὰ ἐκείνῃ
δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν θάνατον
ἐκδεχόμενοι, ἢ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς δεήσει πάντως τὸ
ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περιμένοντας.
{Röm 6,17}
Ἀναγκαιότατον μὲν οὖν καὶ τὸ <χάρις δὲ τῷ θεῷ·> ἔδει γὰρ
ἀπ' εὐχαριστίας ἄρξασθαι τόν γε τοσούτων ἀγαθῶν δόσιν παρὰ θεοῦ
ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ <εἰς ὃν
παρεδόθητε τύπον διδαχῆς·> οἱ γὰρ ἀπόστολοι διετέλουν
ἁπανταχοῦ λέγοντες ὅτι λέλυται τὰ παλαιά, πέπαυται θάνατος, ἔσβεσται
ἁμαρτία, ἔργῳ μὲν ὕστερον, ἐπαγγελίᾳ δὲ ἤδη. τύπον δέ τινα καὶ
σύμβολα πληροῦμεν ἐκείνων ἐπὶ τοῦ βαπτίσματος διὰ τῆς δεδομένης
ἡμῖν ἐν αὐτῷ τοῦ πνεύματος δωρεᾶς, ὥσπερ ἀναγεννώμενοι κατὰ
μίμησιν τῶν ἐσομένων τότε. τοῦτο οὖν λέγει ὅτι γνώμῃ τὴν ἡμετέραν
διδασκαλίαν εἵλεσθε δι' ἧς προσηγάγομεν ὑμᾶς, καὶ μονονουχὶ παρεδώ-
καμεν τῷ τύπῳ τῶν μελλόντων διὰ τοῦ βαπτίσματος. τούτοις δὴ
πεισθέντας ἀνάγκη σύμφωνα διαπράττεσθαι, μιμουμένους ἐκεῖνα τῷ
βίῳ εἰς ἃ τῷ τύπῳ κατέστητε.
{Röm 6,19}
Δῆλον μὲν οὖν, φησίν, ὅτι τοσούτῳ μείζονα περὶ ταῦτα ἔχειν
προσῆκεν τὴν σπουδὴν ὅσῳ κακίας κρείττων ἀρετή. ἵνα δὲ τῇ ὑμετέρᾳ
ἀσθενείᾳ τὸν λόγον μετρήσας, πλείονα περὶ τὸ χεῖρον ἐχούσῃ τὴν ῥοπήν,
μὴ μέγα τι φθέγξομαι μηδὲ ὑπὲρ <ἀνθρώπινον,> τοσοῦτον γοῦν
ὑμᾶς περιττὴν ἀρετὴν ἔχειν βούλομαι ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε.
{Röm 6,21}
Κατ' ἐρώτησιν ἀναγνωστέον τὸ <τίνα οὖν καρπὸν εἴχετε
τότε;> εἶτα κατ' ἀπόκρισιν <ἐφ' οἷς νῦν ἐπαισχύνεσθε·> εἴδομεν
γὰρ τὸ κέρδος, φησί, τῆς περὶ ἐκεῖνα σπουδῆς ἃ καὶ λεγόντων ἑτέρων
αἰσχύνεσθε.
124
{Röm 7,4}
Δεικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον ἐπάγει· <ἵνα καρ-
ποφορήσωμεν τῷ θεῷ.> οὐκ ἐπ' αἰτίας δὲ λέγει τὸ <ἵνα,> ἀλλὰ
τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν
ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ διηνεκεῖς οἴσομεν τῆς δικαιοσύνης τῷ
θεῷ τοὺς καρπούς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώ-
τατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν ἐθανατώθητε διὰ τοῦ βαπτίσματος ἀλλὰ
<διὰ τοῦ σώματος τοῦ Χριστοῦ·> ἀρχὴ μὲν γὰρ τῆς παρούσης
ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώποις ἐγένετο, τῆς δὲ μελλούσης ὁ Χριστός.
ὥσπερ οὖν ἐπὶ τοῦ παρόντος βίου τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς
φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος τὴν πρὸς τὸν Χριστὸν
ὁμοιότητα λαμβάνομεν, ἐκεῖθεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες.
μέρος οὖν τοῦ σώματος λεγόμεθα τοῦ κυρίου ἅτε δὴ τὴν πρὸς αὐτὸν
κοινωνίαν δεχόμενοι. ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις διὰ τοῦ βαπτίσμα-
τος γεγενῆσθαι πιστεύομεν, τοῦτο λέγει ὅτι μέρος γενόμενοι τοῦ
σώματος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας ἧς ἐν τῷ
βαπτίσματι πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἶ τῷ παρόντι
βίῳ λοιπόν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέστηκας, οὐδεμίαν
φέρων ἑαυτῷ διαβολήν, εἰ μὴ κατ' αὐτὸν πολιτεύοιο, ἐπειδὴ φύσις
αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν.
{Röm 7,5}
Ἡ θεῖα γραφὴ ποτὲ μὲν <σάρκα> λέγει τὴν φύσιν αὐτήν, ποτὲ δὲ
οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ' ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει,
ὡς ἂν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπωθοῖτο τὸν θάνατον,
ὡς ὅταν λέγῃ τὸ <σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρο-
νομῆσαι οὐ δύνανται,> ὡς ἂν οὐκέτι σαρκὸς οὔτε οὔσης οὔτε
ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας
ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν
λέγῃ· <ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ,> ἵνα εἴπῃ·
ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ.
καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς
ἐν τῇ πρὸς Κορινθίους εἰπών· <ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου
ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς,
καὶ τὰ ἀσθενῆ ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ
ἐξουθενημένα καὶ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργή-
σῃ,> ἐπήγαγεν· <ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον
αὐτοῦ,> καίτοιγε οὐ διαφόρων ζώων μνησθείς, ἀλλ' ἵνα εἴπῃ, ὥς τε
πάντα τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν,
οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν οὐδέποτε ταύτῃ καλουμένου
125
τῇ φωνῇ. <σαρκὸς> δὲ ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς
προσηγορίας οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης ἀλλ' ἐπὶ σημασίᾳ τῆς
θνητότητος ὑφ' ἣν εἶναι συμβέβηκεν ἡμᾶς, ποτὲ δὲ τοῦ προσκαίρου
παντός, τὴν ὑπὸ τὸν ὅρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ <σὰρξ
καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναν-
ται.> οὕτως λέγει τὸ <ὅτε ἦμεν ἐν τῇ σαρκὶ> ἀντὶ τοῦ ὅτε ἦμεν
θνητοί, <ἐν σαρκὶ> λέγων εἶναι τὸ εἶναι θνητούς· τοὺς γὰρ πεπιστευ-
κότας Χριστῷ καὶ τὴν περὶ τῶν μελλόντων ἐπαγγελίαν ἤδη κομισαμέ-
νους, καὶ μὴν καὶ τοῦ τύπου τῆς ἐν τῷ βαπτίσματι χάριτος κατ-
αξιωθέντας οὐκέτι λογίζεται εἶναι θνητούς, ὅθεν καὶ <κοιμωμένους>
ἐν τῇ πρὸς Θεσσαλονικεῖς καλεῖ τοὺς ἀποθνήσκοντας. τό τε τοίνυν τί·
<τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐν-
ηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν;> ὥσπερ διάφορα πάθη τῷ
σώματι τῷ ἡμετέρῳ συμβαίνειν πέφυκεν, κἂν μὴ πάντα πᾶσιν μηδὲ
πάντοτε ἐγγίνεται, οὕτω καὶ ἁμαρτιῶν διάφορα πάθη πέφυκεν ἡμῖν
ἐνοχλεῖν, κἂν μὴ πάντα παρὰ πάντων ἐπιτελεῖται μηδὲ πάντοτε· ὡς γὰρ
κατὰ τὸ σῶμα ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον τοῖς πάθεσι περιπίπτει, οὕτω
καὶ ἐπὶ τῶν ἁμαρτημάτων ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα ἁμαρτάνει.
ἐπειδὴ τοίνυν νόμῳ τινὶ τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν
διάκρισιν εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις, τοῦτο λέγει ὅτι
πάντα τῶν ἁμαρτιῶν τὰ πάθη, ὅσαπερ νόμῳ τινὶ διακρινόμενα
ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν ἢ
διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο
παρ' ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες καὶ περὶ τὸ
ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες, ἅπαν εἶδος ἐπετε-
λοῦμεν ἁμαρτίας, καίτοιγε διαφόροις τοῖς νόμοις παιδευόμενοι ὧν
ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς. καὶ τί τὸ ἐντεῦθεν γινόμενον; <εἰς τὸ
καρποφορῆσαι τῷ θανάτῳ.> λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν
ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία· ὡς γὰρ ὑπὸ τῆς θνητότητος
μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν, οὕτως ἡ τιμωρία
ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν
ἠδύνατο, τοὐναντίον δὲ καὶ ἁμαρτημάτων ἐγίνετο πρόξενος, ἐπειδὴ ταῖς
διαγορεύσεσι τἀναντία διεπραττόμεθα.
{Röm 7,6}
Ἀλλὰ πάντα νῦν, φησί, μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ
γεγόναμεν, ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς
τὸ τῷ νόμῳ πολιτεύεσθαι. ὅθεν οὐδέ ἐστί τις ἡμῖν κοινωνία βίου πρὸς
αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέντες γὰρ τῇ δυνάμει τοῦ πνεύματος καὶ
ἕτεροι μὲν ἀνθ' ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν
ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν.
οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς
126
τοῦ κακοῦ τὴν ἀποχήν· ταῦτα γὰρ τοῖς ἐν τῇ τοῦ βίου τούτου παλαιότητι
καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνα-
καινισθεῖσι καὶ γεγονόσιν ἀφθάρτοις, οἷς νόμων οὐκέτι χρεία διὰ τὸ
μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ
καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν ἔχοντα τῶν ὑπὸ τῷ
νόμῳ παιδαγωγουμένων.
{Röm 7,7}
Αἰσθόμενος ἀπό τε τοῦ <τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ
διὰ τοῦ νόμου,> καὶ ἀπὸ τοῦ <νόμος δὲ παρεισῆλθεν ἵνα
πλεονάσῃ τὸ παράπτωμα,> καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς
ἀνωτέροις εἰρήκει, διαβολήν τινα ἐπιφυομένην τῷ νόμῳ ὡς ἂν αἰτίῳ
καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ τὸν περὶ τούτων
λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτως λέγων· <τί οὖν ἐροῦμεν;
ὁ νόμος ἁμαρτία;> ἀλλ' ἆρα, φησί, μὴ τοῦτο ἀπὸ τῶν ἡμετέρων
δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νόμος;
<μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ
νόμου.> τοὐναντίον οὐδ' ἂν ἔγνων τὴν ἁμαρτίαν ἧς ἐκκλίνειν προσήκει
τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος
παιδεύων ἡμᾶς ἅ τε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ· ὥστε ὁ νόμος ἡμῖν
τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος, ὃς ὑπέδειξέν τε αὐτὴν καὶ
ἀποφεύγειν προσέταξεν. καὶ σαφέστερον ποιῶν τὸ εἰρημένον ἐπήγαγεν·
<τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλε-
γεν· οὐκ ἐπιθυμήσεις.> πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρ-
όντα βίον συμβέβηκεν, οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς
κοινωνίας μόνον ἀλλὰ καὶ δόξης καὶ χρημάτων· ὧν δὲ τὴν ἐπιθυμίαν
ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ
νόμου διδάσκοντος ἡμᾶς ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ
οὖν καὶ τῶν 〈ἀ〉λόγων ἕκαστον ἀπαραιτήτως τὴν οἰκείαν ἐκπληροῦν ἐπι-
θυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλκοντος
ὑφ' οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι
κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ εἰς μείζονα τοῦ λεγομένου σαφήνειαν·
νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη καὶ
συνεβάλλετο τὰ κατ' ἐκεῖνον εἰς σύστασιν τῶν περὶ τοῦ νόμου λόγων.
{Röm 7,8}
Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδάμ, ἐπεὶ κἀκεῖνος προκει-
μένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν
127
ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς, καὶ οὐκ ἦν
ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουληθέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ
ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις
ἐνῆν αὐτῷ τῆς μεταλήψεως, ὡς εἰκός, τοῦ καρποῦ, ἐκωλύετο δὲ ὅμως
ὑπὸ τῆς ἐντολῆς ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων ἡγού-
μενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχεν, τῆς μὲν ἐντολῆς ἐπεχούσης
τὴν βρῶσιν, τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέν-
τος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς
ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἁμαρτίας
ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς
ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς, δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν
ἑτέρων ἀπέχεσθαι, οἷς οὐκ ἐμμένοντες δῆλοι πάντως ἐσμὲν ἁμαρτάνον-
τες. ὥστε οὐ κατ' ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχεν διὰ τῆς
ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν, ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις
ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθάνοντες ἡμαρτάνομεν, τὰ
τῆς ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι· τοῦτο γὰρ λέγει τὸ
<κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν> ἀντὶ τοῦ παντὸς
ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου. ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν
ἡμῖν, ἅ τε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν. οὕτω καὶ
ἐν τοῖς ἀνωτέροις τὸ <τὴν ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ
νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις,> ἀντὶ τοῦ οὐκ ἂν ᾔδειν ὡς
οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων, εἰ μὴ νόμος ἦν ὁ τοῦτο
διορίζων ἡμῖν· καὶ γὰρ τὸ <ἐν ἐμοὶ> ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν
ἀνθρώπων καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν. ὅθεν
ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου, διὰ πάντων δεῖξαι βουλόμενος,
ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολιτευόμεθα, ὑφ' ὧν
ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις, παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ
ποιεῖν προσήκει, ὥστε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς
μελλούσης ἡμῖν καταστάσεως ἐν ᾗ γεγονότες τὰ φαινόμενα ἡμῖν καλά,
ταῦτα καὶ ποιῆσαι δυνησόμεθα ῥᾳδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος
ἀκολουθίας καὶ τοῦ δεικνύναι, ὡς οὐδ' ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦ
τε καλοῦ καὶ τοῦ χείρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα
διώριστο παρ' ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλο-
μεν, ἐπάγει· <χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.> οὐδ' ἂν
ἐνεργηθείη, φησίν, ἁμάρτημα μὴ νόμῳ διωρισμένον. διὰ τί; ὅτι οὐχ ἡ
πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν
τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.
128
{Röm 7,9—11}
Πάλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προκειμένου πίστωσιν,
καί φησιν· <ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ,> περὶ τοῦ Ἀδὰμ
λέγων, ὡς ἂν ὅτε εὐθὺς ἐγένετο ἔξω νόμου τυγχάνοντος, πρὶν ἢ δέξασθαι
παρὰ τοῦ θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα· δῆλον γὰρ ὡς
ἐγένετο πρότερον, εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον. ὅθεν ἐπάγει·
<ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ
δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν,
αὕτη εἰς θάνατον.> ἐπειδὴ δέ, φησίν, ὁ θεὸς τὸν περὶ τοῦ φυτοῦ
δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρτία
παρείσδυσιν ἔσχεν, ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ θεῷ δεδογμένοις,
θανάτῳ κατεκρίθην, γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ
τοῦ θεοῦ τεθεὶς νόμος ἐπὶ τῷ ζῆσαι πεισθέντας αὐτῷ. ὁ γάρ τοι μακάριος
Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους, δεῖξαι
βουλόμενος ὡς οὐ φαῦλον αὐτὸν ἡγεῖται· κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ
νόμου φύσεως διαλέγεται, τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων,
ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς
ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει·
<ὥστε μὲν ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία> καὶ τὰ ἑξῆς.
{Röm 7,12}
Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς
ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα λέγει· <ὥστε
ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ
ἀγαθή,> ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ
ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως
οὐκ ἐπ' ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δεδόσθαι καὶ θανάτου
παρεκτικῆς ἅπασι γενομένης. ἐκάλεσε δὲ αὐτὴν <ἁγίαν> μὲν ὡς τὰς
ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως καὶ
τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφορίζουσαν, <δικαίαν> δὲ ὡς ἀναγκαίως
μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπάγουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν, ἀλλὰ
καὶ <ἀγαθὴν> ὡς καλῶν παρεκτικήν, τό τε παρέχειν τὴν διάγνωσιν καὶ
τὸ μείζονα πειθομένοις ὑπισχνεῖσθαι καλά.
129
{Röm 7,13}
Ἀντιτίθησιν ἑαυτῷ τὸ παρ' ἑτέρων καιρίως λέγεσθαι δυνάμενον καί
φησιν· <τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος;> καὶ τοῦτο
ἀγαθόν, φησίν, ὃ θανάτου κατέστη μόνον αἴτιον, ἀγαθοῦ δὲ οὐδενός;
<μὴ γένοιτο,> ἀντὶ τοῦ οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο,
ἀγαθὸν δὲ παρέσχεν οὐδέν. καὶ τίνος ἐξ αὐτῆς ἀπελαύσαμεν ἀγαθοῦ;
<ἀλλ' ἡ ἁμαρτία,> φησίν, <ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ
ἀγαθοῦ μοι κατεργαζομένη θάνατον.> εἰ γεγονὼς ὁ Ἀδὰμ
κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου,
διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τε καὶ χείρονος, πᾶν δὲ τὸ
προστυχὸν ἁπλῶς καὶ ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα
εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις ὑπεναντίον νόμοις ἠπίστατο, οὔτε μὴν
ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα· πόθεν γὰρ καὶ εἰδέναι τοῦτο
προσῆκεν νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς καὶ διάκρισιν
αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν· ὑπακοῆς τε γὰρ ἐξουσία
καὶ παρακοῆς αὐτῷ προύκειτο πρὸς ἑκάτερον αὐτῶν δυναμένῳ ῥέπειν,
ὡς ἂν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ, τί μὲν ἁμάρτημα, τί δὲ δικαιο-
σύνη, καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα, ἁμάρτημα
δὲ τὸ ποιεῖν τι τῶν θείων νόμων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ
θεῖον ἐπίταγμα, εἶτα τὴν ὑπὲρ τοῦ πλημμελήματος τιμωρίαν ἐδέξατο,
μεῖζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο, πάλαι μὲν λόγῳ
παιδευθεὶς ὡς ἡ ἁμαρτία κακόν τι καὶ θανάτου παρεκτικόν, ὕστερον
δὲ ἐπὶ τῶν ἔργων τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ
διὰ τὴν παράβασιν ὑπὸ τὴν τιμωρίαν αὐτὸν καταστῆναι συνέβη, τοσούτῳ
μισεῖν τὴν ἁμαρτίαν ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ
οὖν ἡ <ἁμαρτία ἵνα φανῇ ἁμαρτία,> ἀντὶ τοῦ ὥστε φανῆναι
τὴν ἁμαρτίαν ὅ πέρ ἐστιν. τί δὲ τοῦτο, αὐτὸ τοῦτο ἁμαρτία; ἵνα εἴπῃ
κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; <διὰ τοῦ ἀγαθοῦ,> ἵνα εἴπῃ <διὰ
τῆς ἐντολῆς,> καὶ ὅπως ἐφάνη, <κατεργαζομένη θάνατον>
ἀφ' ὧν θανάτου γίνεται πρόξενος. συνεβάλλετο οὖν μοι τὸ ἀγαθόν, ἵνα
εἴπῃ ἡ ἐντολή, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν ὅτι δὴ κακῶν καὶ χειρόνων
αἴτιον, ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ τῆς
διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν
παρασχομένη· τὸ γὰρ <ἵνα> οὐκ ἐπ' αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως
λέγει. ἀποδοτέον δὲ κατὰ τὴν ἔννοιαν τὸ <διὰ τοῦ ἀγαθοῦ μοι>
τῷ ἡ <ἁμαρτία ἵνα φανῇ ἁμαρτία,> οὐ τῷ ἑξῆς τῷ <κατεργα-
ζομένη θάνατον·> λέγει γὰρ ὅτι <διὰ τοῦ ἀγαθοῦ> τουτ' ἔστι
<τῆς ἐντολῆς, ἐφάνη> μοι ἡ <ἁμαρτία> καὶ κατάδηλος ἐγένετο
ἡλίκον ἐστὶ κακόν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδευόντων
αὐτήν. εἶτα καὶ ἕτερον· <ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρ-
τωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.> τὸ <ἵνα> κἀνταῦθα οὐκ
ἐπ' αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἴστι δὲ κατὰ τὴν ἔννοιαν
ἐλλειπές, ἐπισυνημμένον τῷ πρὸ αὐτοῦ· οὐ γὰρ κατὰ ποίησιν τὸ <ἵνα
γένηται> λέγει, ἀλλὰ κατὰ φανέρωσιν, ἀντὶ τοῦ ἵνα γένηται ἡμῖν
κατάδηλος ἡ <ἁμαρτία διὰ τῆς ἐντολῆς> ἄγαν οὖσα <ἁμαρ-
τωλός.> ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἁμαρτωλὸν καλοῦμεν τὸν πρὸς
τἀναντία ῥέποντα καὶ ταῦτα ἐπιτηδεύοντα· οὕτω δὲ καὶ ἡ θεία λέγει
γραφή, ὅθεν καὶ <ἁμαρτωλὸν> ὁ ἀπόστολος ἐπὶ τοῦ παρόντος <τὴν
ἁμαρτίαν> καλεῖ, ὡς ἂν πρόξενον ἡμῖν τῆς περὶ τὸ ἁμαρτάνειν
καταστᾶσαν ῥοπῆς. βούλεται δὲ διὰ πάντων εἰπεῖν, τίνος αἴτιος ἀγαθοῦ
τῆς ἐντολῆς ἡ δόσις ἐγένετο· λέγει γὰρ ὅτι ὑπὸ μὲν τῆς ἁμαρτίας
ἐγενόμεθα θνητοὶ τὴν φύσιν, θνητοὶ δὲ γεγονότες πολλὴν περὶ τὸ πταίειν
τὴν ῥοπὴν ἐκτησάμεθα. ἔγνωμεν οὖν λοιπὸν πανταχόθεν τῆς ἁμαρτίας
τὴν φαυλότητα· τοῦτο μὲν ἀφ' ὧν θανάτου πρόξενος ἡμῖν ἐγένετο,
τοῦτο δὲ ἀφ' ὧν πολλήν τινα διὰ τοῦ θανάτου περὶ τὸ ἁμαρτάνειν τὴν
ῥοπὴν ἡμῖν ἐνεποίησεν, ὡς πανταχόθεν τὸ κατ' αὐτῆς μῖσος ἀναγκαίως
αὐξάνεσθαι ἐν ἡμῖν. ἀλλὰ τούτων ἁπάντων αἰτία τῆς ἐντολῆς ἡ δόσις,
ἧς ἐκτὸς οὔτε ἁμαρτήματος φύσιν εἰδέναι ἦν ἡμῖν δυνατόν, οὔτε ἡλίκων
γίνεται πρόξενον κακῶν. θαυμασιώτατα οὖν τῆς ἐντολῆς τὸ χρήσιμον
ἔφη, εἴγε καὶ τὴν ἁμαρτίαν ὑπέδειξε καὶ μισεῖν αὐτὴν παρεσκεύασεν,
ὡς καὶ ἐν τῇ τοῦ πταίειν συνεχείᾳ μεῖζον κατ' αὐτῆς διὰ τὴν ἐνόχλησιν
ἀναδέχεσθαι μῖσος, ἐγνωκότας ἅπαξ ὅσον αἴτιον κακῶν τοῖς ἐπιτηδεύουσι
γίγνεται. ταῦτα ἀποκρινάμενος <τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο
θάνατος> ἔχεται τῆς οἰκείας ἀκολουθίας, καὶ ἐπειδὴ διὰ πάντων
ἔδειξεν αὐτάρκως τοῦ νόμου τὸ χρήσιμον, παρασχόντος ἡμῖν τὴν
καθόλου διάκρισιν ὧν τε ποιεῖν ἡμᾶς καὶ ὧν ἀπέχεσθαι προσήκει,
δείκνυσι λοιπὸν αὐτοῦ καὶ τὸ ἄτονον, ὥστε κατὰ παράθεσιν φανῆναι
τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος καί φησιν οὕτως.
{Röm 7,14}
<Τὸ πνευματικὸς> ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνά-
μενος τὴν ψυχήν, τὸ δὲ <σαρκικὸς> ἀντὶ τοῦ θνητὸς καὶ διὰ τοῦτο
πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν· τοῦτο γὰρ λέγει τὸ <πεπρα-
μένος ὑπὸ τὴν ἁμαρτίαν,> ἐπειδήπερ ἡ πρᾶσις δοῦλον πάντως
131
ποιεῖ τὸν πεπραμένον ὑπὸ τὸν τῆς ὑπηρεσίας καθεστάμενον ἀνάγκην,
ὡς ἂν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν
ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι καλὸς μὲν ὁ νόμος·
παιδεύει γὰρ τὴν ψυχήν, τίνα μὲν ἀγαπᾶν, τίνα δὲ ἀποστρέφεσθαι
προσήκει, καὶ τὸ πάντων προτιμᾶν τῶν θείων νόμων τὸ βούλημα.
ὄφελος δὲ ἐμοὶ πρὸς τὸ ἀπηλλάχθαι τῆς ἁμαρτίας ἐντεῦθεν οὐ γίγνεται·
θνητὸς γὰρ ὢν τὴν φύσιν καὶ πολλὴν διὰ τούτου περὶ τὸ ἁμαρτάνειν
τὴν εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν οὐ δύναμαι, κἂν
μυριάκις ἃ προσήκει διὰ τοῦ νόμου παιδεύωμαι τὴν ψυχήν.
{Röm 7,17—18}
Καὶ τοῦτο μὲν νόμου, φησί, τὸ χρήσιμον δείκνυται, ἀφ' ὧν οὐδενὶ
τῶν πραττομένων ἀρέσκομαι· ὁμολογῶ γὰρ ἄτοπα εἶναι, κἂν μυριάκις
αὐτὰ διαπράττωμαι, τῷ πεπαιδεῦσθαι τοῦτο ὑπὸ τοῦ νόμου. φαίνεται
δὲ ἡ τῆς ἁμαρτίας ἰσχὺς οὕτω μου διὰ τὴν θνητότητα κρατοῦσα ὡς καὶ
ἄκοντα πολλάκις ἐπὶ τὴν τῶν ἀτόπων καταφέρεσθαι πρᾶξιν. καὶ τὸ
αὐτὸ πάλιν· <οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν
ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν.> καὶ γὰρ ἐπίσταμαι, φησίν, ὅτι
ὅσον ἐπὶ τῇ σαρκὶ θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν
συντελούντων πραχθῆναι δύναται· ἡ μὲν γὰρ θνητότης τῶν παρόντων
ἐφίεσθαι μόνον ἡμᾶς παρασκευάζει, ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς
ἁμαρτήματα τίκτεται μᾶλλον, κατορθῶσαι δὲ ἀρετὴν εἰς ἄκρον οὐδαμῶς
οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα, κρείττονι λογισμῷ ἀθανάτων
ἐφιέμενον πραγμάτων.
{Röm 7,19—20}
Ἐπιμένων τοῖς αὐτοῖς· <οὐ γὰρ ὃ θέλω ποιῶ,> φησίν, <ἀγα-
θόν, ἀλλ' ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ
θέλω τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ
ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.> τὸ γὰρ αὐτὸ κἀνταῦθα
λέγει, ὅτι τῇ μὲν ψυχῇ αἱροῦμαι τὸ καλὸν ὑπὸ τοῦ νόμου παιδευόμενος
ἃ δεῖ, ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον·
βούλομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα, πράττω δὲ τἀναντία
ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας
φαίνεσθαι τὴν ἰσχὺν ἣν κατ' ἐμοῦ διὰ τῆς θνητότητος ἐπεκτήσατο,
εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται
πρᾶξιν. τὸ γὰρ <οὐκ ἐγὼ κατεργάζομαι> ἀνωτέρω κἀνταῦθα λέγει
τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ <οἴδαμεν γὰρ
ὅτι ὁ νόμος πνευματικός ἐστιν,> βούλεται εἰπεῖν, ὅτι καλὸς
μὲν ὁ νόμος παιδεύων ἃ δεῖ τὴν ψυχὴν καὶ τούτου γε ἕνεκεν σφόδρα
χρήσιμος, ἐγὼ δὲ διὰ τῆς θνητότητος πολλὴν περὶ τὸ ἁμαρτάνειν τὴν
132
εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν διὰ τῆς τοῦ λόγου διδασκα-
λίας οὐ δύναμαι· πολλὴν μὲν γὰρ ἔχει τὴν ἰσχὺν ὁ νόμος ἐν τῇ τῆς
ψυχῆς διδασκαλίᾳ, καὶ τοῦτο δῆλον ἐξ ὧν ἀκριβὴς ἔγκειται ἡμῖν ἥ τε
τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους
τῶν ἁμαρτημάτων τὸ εἰδέναι τοῦτο ἀπεβάλλομεν, τοὐναντίον δὲ καὶ
μυρία πταίοντες τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς
οὐ γεγόναμεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται τῆς
θνητότητος πολλὴν τούτου τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης, ἀλλὰ κἂν
σφόδρα διὰ τῆς οἰκείας διδασκαλίας πολλὴν τοῦ προσήκοντος ἐνερ-
γάσηται τὴν διάθεσιν, ἄκοντες καὶ ὡς οὐκ ἴσμεν, πολλάκις εἰς τὴν τῶν
ἀτόπων ὑποφερόμεθα πρᾶξιν.
{Röm 7,21}
Κατὰ διαίρεσιν ἀναγνωστέον· <εὑρίσκω ἄρα τὸν νόμον
ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν,> εἶτα ἑξῆς· <ὅτι ἐμοὶ τὸ
κακὸν παράκειται·> ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ τελείαν καὶ ἀπηρτισ-
μένην ἔχει τὴν ἔννοιαν, τὸ μὲν <τῷ θέλοντι ἐμοὶ> κατὰ τὴν ψυχὴν
λέγοντος, τὸ δὲ <ὅτι ἐμοὶ τὸ κακὸν παράκειται> κατὰ τὴν
σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν χρήσιμος ὁ νόμος, παιδεύων
αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν, τὴν περὶ τὸ
ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις ἀπὸ τῆς
θνητότητος ἐνεγένετο.
{Röm 7,22—23}
Σφόδρα μὲν γὰρ ἐπὶ τοῖς τοῦ θεοῦ νόμοις ἥδομαι, φησί, τὴν
ψυχήν, ἐπαινῶν τε αὐτοὺς καὶ περὶ πολλοῦ ποιούμενος, ἀντιπράττουσα
δὲ ἡ ἁμαρτία τῷ βουλήματι τῆς ψυχῆς διὰ πάντων, ὡς εἰπεῖν, τῶν
μελῶν ἐπὶ τὴν ἑαυτῆς μεθέλκει πρᾶξιν. καὶ καλῶς εἶπεν <ἐν τοῖς
μέλεσιν,> ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία, διὰ πάντων ἐπιτηδεύεσθαι
φύσιν ἔχουσα τῶν μελῶν· τὰ μὲν γὰρ δι' ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης,
τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυμάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς δια-
πορήσαντας, πότερον τρεῖς ἢ τέσσαρας νόμους ὁ ἀπόστολος βούλεται
λέγειν, δήλης οὔσης καὶ…
133
ἁ…
The complete text is available when the reading interface loads.