The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ii ad Corinthios

Edition reference
Fragmenta in epistulam ii ad Corinthios (in catenis), ed. Staab, op. cit., 196–200.
CTS identifier
urn:cts:greekLit:tlg4135.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

{2 Kor 13,11} Ταῦτα οὐχ ὡς συμβουλεύων ἀλλ' ἐπευχόμενος αὐτοῖς φησιν, ἀντὶτοῦ εἴη ὑμᾶς <χαίρειν,> προκόπτειν καὶ τὰ ἑξῆς.{Hebr Prolog} Ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτη-μένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύου-σιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ γὰρ τοῖς ἐπὶ τῶν ἔργων τῆςπίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡςκαὶ τὰ ἐν τῇ ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖςἔδει τὴν ἐπιστολὴν ὡς Παύλου γεγραφότος αὐτοῖς, ὥσπερ οὖν καὶ ἐπὶτῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τε τὰ ἀναγεγραμμέναἐδύνατο μὴ τούτου γιγνομένου. πρὸς δ' αὖ τούτοις καὶ τὰ πρὸς τῷτέλει τῆς ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὅ φημι· <παρακαλῶ γὰρὑμᾶς,> φησίν, <ἀδελφοί, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα-κλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.> τίσιδὲ ἔγραφεν ὅτι <ἐπέστειλα ὑμῖν,> οὐκ ὄντων ἐκείνων οἷς ἀπο-δεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα; εἶτα ἐπάγει· <γινώσκετε τὸνἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ ἐὰν τά-χιον ἔρχηται ὄψομαι ὑμᾶς.> ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ ἐπιστολῇτοῦ γράμματος διακονησάμενος, μεθ' οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιονἐπανέλθοι, σαφῶς ὑπισχνεῖται. τίς οὖν ἡ τούτου αἰτία 〈τοῦ μὴ προ-τετάχθαι αὐτοῦ τὸ ὄνομα〉; εὔδηλος καὶ ἄγαν σαφής. διείλοντο Βαρνάβαςτε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνατὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν—εἷς γὰρ ἦν αὐτοῖς ὁ σκοπός—ἀλλ' ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστειπροάγωσιν, διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳσυνηθείας τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων,οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲνἐθνῶν ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς· οἱ δέ γε πεπιστευκότεςκοινούς, ὡς εἰκός, διδασκάλους τε καὶ ἀποστόλους ἐνόμιζον εἶναι. ὅτεμὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν ἀπόστολος αὐτοῖςἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, οὐκέτι.{Hebr 1,2—3a} <Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. ὁ αἰὼν> φύσις μένἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ εἶναι ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι.ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρις τῆς ἐκείνουτελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναιεἰληφόσιν αὐτὰ συνεπινοοῦμεν, ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦτέλους τὴν φαντασίαν δεχόμενοι. οὐχ ὥσπερ ἐπὶ τοῦ θεοῦ λεγόντων ὅτιἦν μόνον ὃς ἐπειδήπερ ἦν ἀεί, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖνδιαστήματα τῇ ζωῇ. τὸ τοίνυν εἰπεῖν «τῶν αἰώνων ποιητὴν» οὐδὲν ἕτερόνἐστιν εἰπεῖν ἢ ἀΐδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντονἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶνποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερδὲ ὅταν λέγῃ ὁ μακάριος Δαυίδ· ὁ <ὑπάρχων πρὸ τῶν αἰώνων,>οὐ τοῦτο βούλεται εἰπεῖν ὅτι τῶν οὐχ ὑφεστώτων προϋπάρχει, ἀλλ' ἵναεἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος ἀεὶ τὸ εἶναι ἔχων. οὕτως,ὅταν λέγῃ· <δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,> οὐχὶ τῶν οὐχὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ' ἀεὶ ὄντα καὶ τῶν ἀρχὴνἐσχηκότων αἴτιον ἁπάντων. <Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆςὑποστάσεως αὐτοῦ.> καλῶς οὐκ εἶπεν τοῦ θεοῦ ἀλλὰ <τῆς δόξης,>τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεωςἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἂν μόνον δοξάζεσθαι ὀφειλούσης παρ'ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ <ἀπαυγάσματος> χρησάμενος εἰς ὃμάλιστα ἀναγκαῖον ἐνόμιζεν, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παρα-βολῆς ἐκλύσας· ἀκριβῆ γάρ, φησί, σώζει τὸν χαρακτῆρα τῆς φύσεως,ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὑπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι,ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας τῷ κατὰ μηδὲν διαλλάττειναὐτὴν ἐκείνης.{Hebr 1,3b} Τοῦτ' ἔστιν οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων, ἀλλὰ γὰρ καὶ τὸπολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως ὡς ἂν ἐν τῇ φωνῇ αὐτοῦπάντων ἐπηρτημένων. οὐδὲν γὰρ διαλλάττει τοῦτο τοῦ <καλοῦντος τὰμὴ ὄντα ὡς ὄντα,> ἢ καὶ τῆς τοῦ μακαρίου Μωϋσέως διηγήσεωςλέγοντος· <καὶ εἶπεν· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς·γενηθήτω στερέωμα, καὶ ἐγένετο στερέωμα.>{Hebr 1,7—8} Τὸ μὲν τῆς ὑπηρεσίας τὴν ὀξύτητα σημαίνει, τὸ δὲ τῆς λειτουργίαςτὸ δυνατόν. ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπών, παρέστησεν ὡςἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσιν. διαστέλλεται δὲ πρὸς τὸ ὁ<ποιῶν> τὸ <θεὸς> καὶ <θρόνος> καὶ <βασιλείας ῥάβδος,> ἃπάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ <θεὸς> τὴνἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ <θρόνος> καὶ ἡ <ῥάβδος> ἀπὸ τῶνἀνθρωπίνων καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ <εἰς τὸναἰῶνα τοῦ αἰῶνος·> τὸ μὲν γὰρ <ποιῶν> ἀπὸ καιροῦ εἶναι τὸἦρχθαι δείκνυσι τοὺς γεγονότας, τοῦτο δὲ τὸ τῆς βασιλείας ἀΐδιονπαρίστησιν.{Hebr 1,12} Ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς θείας φύσεως ὅταν ἡμῖν ἡπαλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ πατρὸς ἀφωρισμένως λέγειμόνου, ὥσπερ οἴονται οἱ αἱρετικοί, τὸ <ἐγώ εἰμι ὁ θεός, καὶ οὐκἔστιν ἄλλος πλὴν ἐμοῦ,> καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ' αὐτοῦπειρώμενοι μόνου. τοὐναντίον δὲ ὅσα ἂν ὡς περὶ θεοῦ λέγῃ τὴν ἀνω-τάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν ὡς ἂν καὶ πατρὶ καὶ υἱῷ διὰ τὴντῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ ἀπό-στολος τὴν δευτέραν εἵλκυσεν ἐπ' αὐτοῦ μαρτυρίαν οὐδὲν ἔχουσαν ὃ τῆςἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὡσπεροῦν καὶ τὴνἀνωτέραν; ἢ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκώς,ἔνθα φησίν· <γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτιἐμοὶ κάμψει πᾶν γόνυ;> οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροιἄν τις τοιοῦτό τι ἔχουσαν ὃ τούτων ἀφωρισμένως ἐδήλου.{Hebr 1,14—2,1} Τὸ μὲν <λειτουργικὰ> εἶναι <πνεύματα> ἀπὸ τῆς προκειμένηςεἶχε μαρτυρίας, ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος,λέγων ὅτι τοῖς ὑπὲρ τῆς ἡμετέρας σωτηρίας διακονούμενοι ἅπανταπράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴνχρείαν. <Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖςἀκουσθεῖσιν, μή ποτε παραρυῶμεν.> διὰ τοῦτο, φησί, δεῖτοῖς παρ' αὐτοῦ λεχθεῖσιν νέμειν τὴν σπουδήν, φυλαττομένους μή ποτεπαρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα.{Hebr 2,3—4} Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον,ἐκεῖ μὲν <λόγον> εἰπών, ἐνταῦθα δὲ <σωτηρίαν·> ἐπειδὴ γὰρ ἐκεῖνομὲν νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις πνεύματος καὶλύσις ἁμαρτημάτων καὶ βασιλείας οὐρανῶν ἐπαγγελία καὶ ἀθανασίαςὑπόσχεσις. ὅθεν καὶ δικαίως <τηλικαύτης> εἶπεν τῇ προσθήκῃ τὸμέγεθος αὐτῆς δεικνύς, κἀκεῖ μὲν <διὰ τῶν ἀγγέλων> δοθείς, ἐν-ταῦθα δὲ <διὰ τοῦ κυρίου.> καὶ ἐπειδὴ θαύματα παρ' ἐκείνοις ἦν