The Greek Library Catalogue

Anonymous

Ad imitationem proverbiorum

Edition reference
Ad imitationem proverbiorum, ed. Phrantzolas, op. cit., vol. 1, 185–280.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

186

Σάλπιγγος σημαινούσης, στρατὸς παρασκευάζεται εἰς πόλεμον· ἀλλ' ἐν

187

καιρῷ ἀγῶνος οὐ πάντες μαχηταί. Πολλοὶ μοναχοὶ τῷ σχήματι, ὀλίγοι δὲ ἀγω-

νισταί. Ἐν καιρῷ δὲ πειρασμοῦ ἡ δοκιμὴ τοῦ μοναχοῦ ἀποφαίνεται. Πρὸ τελευ-

τῆς μὴ μακάριζε μηδένα καὶ πρὸ θανάτου μὴ ἀπελπίσῃς τινά. Μηδὲ λέγε σεαυτὸν

δίκαιον καὶ ἄμεμπτον ἔναντι Κυρίου, ἃ γὰρ σὺ ἐπελάθου, Θεῷ πεφανέρωται. Πι-

στεύειν δὲ δεῖ ὅτι, ἐὰν ὑπομείνωμεν αὐτόν, ἔστι καρπὸς τῇ ἐργασίᾳ ἡμῶν. Θέλω

πρακτικὸς εἶναι καὶ ἐπίσημος ἐν τοῖς ἀδελφοῖς ἢ παραβαίνειν ἐντολὰς καὶ εἶναι

αὐτοῖς βδελυκτός. Ὁ μεμαθηκὼς πᾶσαν Γραφὴν καὶ παρορῶν τὰς ἐντολὰς τοῦ

Χριστοῦ δαρήσεται πολλά, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Κυρίου, οὗτος τέλειος ἀνὴρ

λογισθήσεται. Οὐχ ὁ τόπος ἀνδρὶ τελείῳ, ἀλλὰ διάκρισις· τοῖς δὲ ἀσθενεστέροις

εὐκανόνιστος τόπος χρή. Καὶ τίς ὁ τέλειος ἀνήρ; Ὁ ἀγαπῶν τὸν Κύριον ἐν ἀλη-

θείᾳ, καὶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν.

{Περὶ φόβου τοῦ Θεοῦ}

Φοβοῦ τὸν Κύριον καὶ εὑρήσεις χάριν· φόβος γὰρ Κυρίου γεννᾷ τρόπους καὶ

188

ἔθη, δι' ὧν συνίστανται αἱ ἀρεταί· ἡ δὲ ἀφοβία τίκτει ζῆλον πικρὸν καὶ ἐριθείαν,

καὶ τὰ ὅμοια τούτων. Φόβος Κυρίου πηγὴ ζωῆς· φόβος Κυρίου ὀχύρωμα ψυχῆς·

φόβος Κυρίου κατορθοῖ νοῦν νοερόν· φόβος Κυρίου φυλακτήριον ψυχῆς· φόβος

Κυρίου δώσει χάριν ἐν πάσῃ ἀναστροφῇ φοβουμένῳ τὸν Κύριον· φόβος Κυρίου

κυβερνήτης ψυχῆς· φόβος Κυρίου φωτίζει ψυχήν· φόβος Κυρίου τήκει πονηρίαν·

φόβος Κυρίου μειοῖ πάθη· φόβος Κυρίου αὔξει ἀγάπην· φόβος Κυρίου ξηραίνει

πᾶσαν ἐπιθυμίαν κακήν· φόβος Κυρίου κόπτει ἡδονήν· φόβος Κυρίου παιδευτήριον

τῆς ψυχῆς, καὶ ἐλπίδας ἀγαθὰς εὐαγγελίζεται αὐτῇ· φόβος Κυρίου βραβεύει εἰρή-

νην· φόβος Κυρίου ἐμπλήσει ψυχὴν νοεροῦ ἁγίου, καὶ σκῆπτρον βασιλείας οὐρα-

νῶν ἐπιδώσει αὐτῇ. Οὐκ ἔστιν ἐν ἀνθρώποις μείζων τοῦ φοβουμένου τὸν Κύριον.

Ὁ φοβούμενος τὸν Κύριον ἔοικε φωτὶ ὁδηγοῦντι πολλοὺς εἰς ὁδὸν σωτηρίας· ὁ

φοβούμενος τὸν Κύριον ἔοικε πόλει τετειχισμένῃ ἐπάνω ὄρους κειμένῃ, καὶ ἀπὸ

προσώπου αὐτοῦ φρίξουσι πονηροὶ δαίμονες. Ψυχὴ φοβουμένη τὸν Κύριον μακα-

189

ριστή, ὅτι ἐνώπιον ἑαυτῆς προορᾷ τὸν δίκαιον Κριτὴν διαπαντός. Ἐὰν φοβῇ τὸν

Κύριον, τήρησον τὰς ἐντολὰς αὐτοῦ, καὶ οὐ καταισχυνθήσῃ.

Ἔστιν ἐγκαταλιμπάνων τόπον ἕνεκεν ἀρετῆς· καὶ ἔστιν ἐγκαταλιμπάνων

τόπον χάριν ἀργίας καὶ ἀνυποταγῆς· καὶ ἔστι διώκων διὰ κληρονομίαν. Ἔστιν

ἐξερευνῶν πολλὰ θέλων μαθεῖν σοφίαν, καὶ ἔστιν ἐξερευνῶν πολλὰ χάριν κενο-

δοξίας· ἔστι τρέχων καὶ ἀγωνιζόμενος ἕνεκεν ἀγάπης Χριστοῦ, καὶ ἔστι τρέχων

καὶ ἀγωνιζόμενος ἕνεκεν κενοδοξίας. Ἔστιν ὑποτασσόμενος ἕνεκεν ἐντολῆς Χρι-

στοῦ, καὶ ἔστιν ὑποτασσόμενος βαθμοῦ καὶ αἰσχροῦ κέρδους χάριν. Ἔστιν ἐγκω-

μιάζων τὸν πλησίον ἕνεκεν ἀνθρωπαρεσκείας, καὶ ἔστιν ἐγκωμιάζων τὸν πλησίον

ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων τὸν πλησίον ἕνεκεν γαστριμαρ-

γίας. Ἔστι ταπεινῶν ἑαυτὸν ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων

ἑαυτὸν ἀπὸ ἀφροσύνης. Ἔστιν ἐργαζόμενος σφοδρῶς χάριν φιλαργυρίας, καὶ

ἔστιν ἐργαζόμενος πολλὰ περὶ φιλευποιΐας. Ἔστιν ἐργαζόμενος, ὅτε οὐ δεῖ, καὶ

190

ἐν καιρῷ τοῦ ἔργου οὐκ ἐργάζεται. Ἔστι ψάλλων καὶ κράζων, ὅτε οὐ δεῖ, καὶ ἐν

καιρῷ ψαλμῳδίας σιγᾷ, ἢ τῷ πλησίον ἀργολογεῖ. Ἔστιν ἀγρυπνῶν, ὅτε οὐ δεῖ,

καὶ ἐν καιρῷ ἀγρυπνίας γογγύζει. Γέγραπται· ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ

Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Ἀρχὴ ἀγαθῆς πολιτείας δά-

κρυα ἐν προσευχῇ· τὸ δὲ ἀκροᾶσθαι θείας Γραφὰς φρονήσεως δικαίας. Μύριοι βί-

βλοι ἐν ὠσὶν ἀφρόνων, ὡς οὐδὲν ἡγοῦνται· καὶ τίς ἄφρων, ἀλλ' ἢ ὁ καταφρονῶν

τοῦ φόβου Κυρίου; Γέγραπται· καρδία δὲ σοφοῦ δέξεται ἐντολάς· δίδου σοφῷ

ἀφορμὴν καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Υἱὸς

πεπαιδευμένος σοφὸς ἔσται· τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. Πλούτου ὀκνηροὶ

ἐνδεεῖς γίνονται· οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ

κακοῦ· ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμοις. Ὀξύθυμος πράσσει μετ'

ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Τίμα τὸν Κύριον καὶ εὔοδοι ἔσονται

191

αἱ ὁδοί σου. Τίμα ἱερέα καὶ πρεσβύτην, ἵνα ἔλθῃ ἐπὶ σὲ εὐλογία στόματος αὐτῶν.

Τίμα γέροντας ὡς πολλὰ τῷ Χριστῷ δουλεύσαντας. Τίμα ἀδελφούς σου ὡς δού-

λους Χριστοῦ, ὅπως ἀγαπηθήσῃ ὑπ' αὐτῶν.

Ἀδελφέ, ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαληνότητι.

Ὃς φεύγει τὴν ἡσυχίαν τοῦ κελλίου αὐτοῦ, φαντάζεται τὰ γήϊνα· ὁ δὲ ἐπιμελού-

μενος τῆς ἔνδον ἐργασίας ὀρέγεται τὰ ἡτοιμασμένα τοῖς ἁγίοις ἐν τοῖς οὐρανοῖς.

Προγινώσκει Κύριος ἐνθύμησιν μοναχοῦ ἐπιθυμοῦντος ἱερωσύνην· ἱερωσύνη δὲ

μέγας βαθμός, ἐὰν τελῆται ἀσπίλως. Βασιλεὺς φιλόχριστος μακαριστός· κατα-

λείψει γὰρ εἰς εὐλογίας τὸ μνημόσυνον αὐτοῦ καὶ ὁ ἔπαινος αὐτοῦ ἐν οὐρανῷ καὶ

ἐπὶ γῆς. Βασιλεὺς ἄπιστος οὐκ ἔγνω σοφίαν ἐν ζωῇ αὐτοῦ· καὶ τελευτήσας κατέ-

λιπεν εἰς κατάρας τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται

εἰς τὸν αἰῶνα· τοῦ δὲ πιστοῦ ὁ θρόνος εἰς τὸν αἰῶνα κατορθούμενος. Κριτὴς

δίκαιος ζητηθήσεται καὶ στόματα δικαίων εὐλογήσουσιν αὐτόν, ὁ δὲ ἄδικος οὐ

κατελεήσει ψυχὴν αὐτοῦ· οὐ γὰρ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Γέ-

192

γραπται· ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά. Μὴ ἀποβιάζου πέ-

νητα, πτωχὸς γάρ ἐστι· καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλῃ, ὁ γὰρ Κύριος κρινεῖ

αὐτοῦ τὴν κρίσιν· γέγραπται γάρ· ῥῦσαι ἀπαγομένους εἰς θάνατον, καὶ μὴ παρα-

δῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς. Γέγρα-

πται· ὁ ἐπιχαίρων ἀπολλυμένοις οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος

εὐλογηθήσεται. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ

ὀβολός. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει

αὐτῷ. Γέγραπται· στάθμιον μέγα καὶ μικρόν, καὶ μέτρα δισσά, ἀκάθαρτα παρὰ

Κυρίῳ ἀμφότερα. Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται ἐν αὐτῷ. Φοβοῦ

δὲ τὸν Κύριον καὶ ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεταί σε. Βασιλεὺς εὐσεβὴς ἐπιμελήσεται

ὅρμων καὶ λιμένων θαλάσσης, καὶ ὁ ἔμπειρος ἐν συνέσει οὐκ ἀμελήσει ὀχυρω-

μάτων ἐν ὁρίοις αὐτοῦ· ταῦτα δὲ ἀμφότερα ἀνατέλλει ἐν καρδίᾳ βασιλέως διὰ τῆς

193

πολυπειρίας καὶ φιλανθρωπίας. Πιστὸς βασιλεὺς μνείαν ἔχει διαπαντὸς τῆς αἰω-

νίου κρίσεως, καὶ ὁ μεμνημένος τοῦ δικαίου Κριτοῦ οὐκ ἐπιλήσεται εὐλυσίας

ψυχῶν τῶν ἐν ἀνάγκαις καὶ στενοχωρίαις, τῶν ἐν φυλακαῖς καὶ ἐξορίαις συνε-

χομένων. Μακάριος ἀνὴρ ὁ κτησάμενος ἐν τῇ προσκαίρῳ ἐξουσίᾳ τὴν μένουσαν

δόξαν· ὁ γὰρ σήμερον βασιλεύς, αὔριον τελευτήσει, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ

Κυρίου μένει εἰς τὸν αἰῶνα. Δόκιμος ἰατρὸς ἐκ τῆς πείρας τῶν πραγμάτων καθί-

σταται. Ἡ πολλὴ τρυφὴ τίκτει πάθη καὶ ἀρρωστήματα, ἡ δὲ ἐπίπονος ἐργασία

πρὸς μὲν τὸ παρὸν κάματον ἔχει, μετὰ δὲ τὸν κάματον ὑγιείαν καὶ εὐεξίαν.

Μὴ ἐπιθύμει κρέα, μοναχέ, καὶ μὴ πίνε οἶνον εἰς μέθην, ἵνα μὴ παχυνθῇ σου

ἡ διάνοια, καὶ μέριμναι βιωτικαὶ οὐκ ἐκλείψουσιν ἀπὸ σοῦ. Περίκειρον φοίνικα

καὶ δώσει εἰς ὕψος· καὶ ψυχὴν ἀπὸ μεριμνῶν βιωτικῶν, καὶ δώσει εἰς ἀρετήν. Ὁ

λοιδορούμενος ἢ καὶ ἀδικούμενος καὶ ἐχόμενος, ὅμοιός ἐστι τῷ κατακλείσαντι ἐν

ζώγρῳ λέοντα· ὁ δὲ ἀντιμαχόμενος ἔοικε τῷ λυμαινομένῳ ἑαυτόν. Ἀπαντᾶν πρὸ

194

πάντων εἰς τὴν σύναξιν καλόν· καταλιπεῖν δὲ τὴν σύναξιν πρὸ ἀπολύσεως δίχα

ἀνάγκης οὐ καλόν. Ἔκδεξαι, ἀδελφέ, καὶ ἄκουε τῶν θείων Γραφῶν ὅπως ὠφε-

ληθῇς. Ὃν τρόπον γὰρ ἐν καύματι ἀνδρὶ ὁδοιπόρῳ ποτήριον ψυχρὸν προσηνές,

οὕτω θεῖοι λόγοι δροσίζουσι ψυχήν. Ἐὰν βούλῃ ἀκούειν, ἔκδεξαι· καὶ ἐὰν ἀκού-

σῃς, σοφὸς ἔσῃ· εἰ δὲ τὴν ὑπομονὴν τοῦ ἀκοῦσαι τὸν λόγον βαρέως φέρεις, πόσῳ

μᾶλλον τὴν πρᾶξιν. Ἐντεῦθεν τοιγαροῦν ἐπίγνωθι σεαυτόν, ὅτι ἀμελὴς ὑπάρχεις,

ὃν τρόπον κἀγώ.

Εἰσιόντων δὲ ἡμῶν εἰς οἶκον Θεοῦ, μὴ μετεωρισθῶμεν· ἀλλὰ σχολαζέτω

ὁ ἔσω ἡμῶν ἄνθρωπος εἰς θεωρίαν καὶ προσευχήν. Προσευχόμενοι δὲ εἴπωμεν τό,

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, μήποτε ἄλλοτε οἱ λογισμοὶ ἐκταράξωσιν ἡμῶν

τὴν διάνοιαν. Ἱστάμενος δὲ ἐν προσευχῇ γνῶθι τίνι παρίστασαι· καὶ ἔστω ἡ ψυχή

σου καὶ ἡ καρδία σου ὅλη πρὸς αὐτόν. Νόει ὃ λέγω· ἐὰν λαβὼν ἀνὴρ ἔνδεσμον

ἀργυρίου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πορευθῇ εἰς πανηγύριον, θέλων βόας ἀγοράσαι,

μὴ χοίρους κατανοεῖ; Εἰ δὲ καὶ ὄνους βούλεται ἀγοράσαι, μὴ κύνας καταμανθάνει;

195

Οὐχὶ πᾶσα ἡ ἔννοια αὐτοῦ ἔγκειται, οἷς ἐπιθυμεῖ, μήποτε χλευασθεὶς καὶ τὰ ἐν

χερσὶν ἀπολέσῃ διακενῆς; Εἰ δὲ καὶ ὁ ἔγγιστά σου ἑστὼς ἀδελφὸς ἀσθενὴς ὑπάρ-

χει τῷ σώματι, καὶ συμβῇ βήσσειν ἢ πολλὰ πτύειν, μὴ σαίνου ἀπ' αὐτοῦ· ἀλλὰ

μνήσθητι, ὅτι πολλοὶ ἑαυτοὺς ἔδωκαν ἀρρώστοις τε καὶ λελωβημένοις ὑπηρετεῖν.

Ἐὰν ᾖς ὑγιὴς τῷ σώματι, μὴ ἐπαίρου, ἀλλὰ φοβοῦ· ὥσπερ γὰρ κιθάρα πολύ-

χορδος ἐν χειρὶ ἀνδρός, οὕτω πᾶσα σὰρξ ἐν χειρὶ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος

ἡμῶν. Γέγραπται· πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,

οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλί-

νας ἐκ τοῦ ᾅδου σωθῇ. Γέγραπται· οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας

αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει· ὁ ἀτιμάζων πένητα ἁμαρτάνει, ἐλεῶν δὲ

πτωχοὺς μακαριστός. Γέγραπται· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς· ἐν δὲ τῷ

ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ

ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι

196

ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων. Μὴ καυχῶ τὰ εἰς

αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ ποίῃ κακά, καὶ οὐ μή σε κατα-

λάβῃ κακά. Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς. Γέγραπται· ὃς ἀποκρίνεται

λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ

υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ παιδευόμενος σοφὸς ἔσται. Οὐκ ἐν πολυμαθίᾳ γραμμάτων

σοφία, ἀλλά, καθὼς γέγραπται, ἀρχὴ σοφίας φόβος Κυρίου· τὸ δὲ γνῶναι νόμον

διανοίας ἐστὶν ἀγαθῆς. Πίστις τίκτει διάνοιαν ἀγαθήν, διάνοια δὲ ἀγαθὴ ποταμὸς

ὕδατος ζῶντος· καὶ ὁ κτησάμενος αὐτὴν ἐμπλησθήσεται τῶν ὑδάτων αὐτῆς. Ἄτερ

ἐλαίου οὐ καύσει λύχνος, καὶ δίχα πίστεως κτᾶται αὐτὴν οὐδείς. Γέγραπται· ὃς

ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.

Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων σου. Αἱρε-

197

τώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις

ἀγαθή. Ἄτερ ὑπομονῆς οὐκ οἰκοδομηθήσεται πύργος, καὶ δίχα γνώσεως οὐ κα-

τορθοῦται ἀρετή. Οὐκ ἔστι σταθμὸς τῇ ὑπομονῇ, ἐὰν συγκεκέρασται τῇ ταπεινο-

φροσύνῃ. Χάρισμα ὑπομονῆς παρὰ Κυρίου, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν δωρεῖται

αὐτήν, καὶ οἱ κρατοῦντες αὐτὴν ῥυσθήσονται ἐκ πολλῶν θλίψεων. Ἄφρων πλη-

θύνει λόγους, φειδόμενος δὲ χειλέων νοήμων ἔσται. Φρόνιμος μοναχὸς ἀπο-

στελλόμενος εἰς διακόνημα, οἱ ὁρῶντες αὐτὸν δώσουσι τῷ Κυρίῳ δόξαν· ὁ δὲ

ἄφρων καὶ μέθυσος ἀσχημονεῖ ἐν ταῖς κώμαις αἰσχρῶς· οὗτος καταισχυνεῖ ἡγού-

μενον καὶ ἀδελφούς. Ἀφοβία τίκτει λογισμὸν νεότητος· φόβος δὲ Κυρίου καὶ τοὺς

νέους γέροντας ἀπεργάζεται. Τίμα τὸν Κύριον καὶ μὴ σκανδάλιζε κοσμικόν. Μί-

μησαι τὸν προφήτην Σαμουήλ, ὅτι καὶ Θεῷ εὐηρέστησε καὶ ἀνθρώπους ᾠκοδό-

μησεν· οἱ δὲ υἱοὶ τῆς ἀφοβίας ἐν ῥομφαίᾳ ἔπεσον. Νεωτέρῳ τολμηρῷ μὴ δῷς

θάρσος, καὶ γέροντι πράττειν τὰ μὴ καθήκοντα· ὁ γὰρ φοβούμενος τὸν Κύριον

198

φροντίσει τοῦ λαοῦ αὐτοῦ. Εὐλάβεια ἐν ταπεινοφροσύνῃ καὶ ἀγάπῃ ὑψοῖ κεφαλὴν

μοναχοῦ, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτοῦ ἀναλάμψει. Μῖσος ἢ φθόνος κεκρυμμέ-

νος ἐν τῇ εὐλαβείᾳ ὕδωρ ἐστὶ πικρὸν ἐν χρυσείοις σκεύεσιν· ἔμβαλαι εἰς αὐτὸ ξύλον

τῆς ζωῆς καὶ γλυκανθήσεται· ἀπὸ γὰρ ξύλου ἐγλυκάνθη ὕδωρ, καὶ πᾶσα ἡ ἐπι-

βουλὴ τοῦ δολίου ἠφανίσθη διὰ τοῦ σταυροῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀγάπη φωτιεῖ ὀφθαλμοὺς διανοίας, ὁ δὲ ἀγαπῶν ἔχθραν καὶ ἔριν ὅμοιός ἐστι τῷ

ἐπιβάλλοντι συνεχῶς τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τρώγλην ἀσπίδων. Ὥσπερ σκώληξ εἰς

ξύλον, οὕτω κενοδοξία εἰς μοναχόν· καὶ ὥσπερ σὴς ἐν ἱματίοις, οὕτω πάθος φι-

λαργυρίας ἐν καρδίᾳ ἀνθρώπου. Μὴ ὑψώσῃς σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπα-

γάγῃς τῇ ψυχῇ σου ἀτιμίαν. Ἀναλαμβάνων γὰρ πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ

ἁμαρτωλοὺς ἕως γῆς. Ὁ ὑψῶν ἑαυτὸν περιποιεῖται ἑαυτῷ ἀτιμίαν· ὁ δὲ δουλεύων

τῷ πλησίον ἐν ταπεινοφροσύνῃ, δοξασθήσεται. Ὁ ἐπισπλαγχνιζόμενος τῷ πλη-

σίον ἐν ἡμέρᾳ θλίψεως, ἐπισπλαγχνισθήσεται Κύριος διαπαντός· ἐλεημοσύνη γὰρ

199

ἀνδρὸς σφραγὶς μετ' αὐτοῦ. Ἔστιν ἀνὴρ καὶ ἐν τῷ μηδὲν ἐξουσιάζειν, πραῢς καὶ

ἐλεήμων ἀποφαίνεται· εἶτα ἔτυχεν ἐξουσίας, πρόθυμος ἀποκαθίσταται κελεύειν

καὶ προστάσσειν ἀδιακρίτως· ἐὰν δὲ ἀφαιρεθῇ ἀφ' αὑτοῦ, τὰ προσταχθέντα οὐ δύ-

ναται· οὗτος, ὡς ἄσοφος, οὐκ ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν.

Ἀδελφέ, ἐν πᾶσι τοῖς ἔργοις σου τὰ ἔσχατά σου μιμνῄσκου, καὶ εἰς τὸν

αἰῶνα οὐχ ἁμαρτήσεις. Μὴ ἀλαζονεύου, μηδὲ πλατύνου, ἀλλὰ ταπείνου σεαυτόν·

ἡ γὰρ ἐκδίκησις ἀσεβῶν πῦρ καὶ σκώληξ. Κτῆσαι φόβον Θεοῦ, ὅπως καὶ οἱ δαίμο-

νες φοβηθήσονταί σε. Τὰ ἐπίπλαστα ἀεὶ μάταια. Ἐὰν πάντες κελεύειν θέλωμεν

καὶ ἄρχειν, τίς ὁ ὑποτασσόμενος ἢ τίς ὁ ὑπακούων; Ἐὰν πάντες τιμῆς ὀρεγώμεθα,

τίς ὁ ἀπονέμων τιμήν; Ἀνὴρ σοφὸς παραιτεῖται τοῦ κελεύειν ἢ τοῦ κελεύεσθαι,

ἀποπληρῶν τὴν ἐντολὴν τοῦ εἰπόντος· ὃς ἐὰν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔστω

ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν δοῦλος· ὥσπερ

γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι

τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Ἡγούμενόν σε κατέστησαν; Μὴ ἐπαίρου,

200

γενοῦ δὲ ἐν αὐτοῖς εἷς ἐξ αὐτῶν, ἀναλογίζου δὲ τοὺς προτέρους σου πόνους, καὶ

γνῶθι ὅτι ἐν τοῖς αὐτοῖς πόνοις ἀναστρέφονται, καὶ μὴ ἀμέλει αὐτῶν· ἀλλ' ἐπι-

μελοῦ. Γέγραπται· ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ

δυνάστου. Ἀνὴρ μακρόθυμος πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.

Εὐχόμεθα ἀξιωθῆναι χαρίσματος, καὶ ἐν τῷ ἡμᾶς ἀξιωθῆναι καταφρονοῦμεν. Ὁ

ἐπιμελούμενος ἀδελφοῦ αὐτοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, εὐάρεστος Κυρίῳ

ἡ ψυχὴ αὐτοῦ ἔσται· ὁ δὲ καταφρονῶν τῆς ζωῆς αὐτοῦ ἁμαρτάνει Θεῷ. Μὴ

εὐφραίνου ἐπὶ ἀπαιδευσίᾳ ἀδελφοῦ σου, οὐ γάρ ἐστι δόξα πρὸς ἀτιμίαν. Ἐπὶ προ-

κοπῇ ἀδελφῶν σου μὴ φθόνει· λέγει γὰρ ἡ Γραφή· μείζονα τούτου οὐκ ἔχω χαράν,

ἵνα ἀκούω τὰ ἐμὰ τέκνα περιπατοῦντα ἐν ἀληθείᾳ. Γέγραπται· οἷς μὴ ὑπάρχει

κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Ἐάν-

201

περ ἐστὶ γνωστικὸς ἀδελφός, μὴ λυπήσῃς τὸ πνεῦμα αὐτοῦ, ἐὰν πορεύηται ὁσίως.

Ὥσπερ γὰρ Ἰακὼβ Λάβαν τῷ Σύρῳ, οὕτω προόρα σὸν πρόσωπον πρὸς σεαυτόν.

Γνωστικὸν σεαυτὸν ἀποκαλεῖς; Ἐκ τῶν ἔργων σου ἐπίγνωθι σεαυτόν· ὥσπερ γὰρ

τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ γνῶσις χωρὶς ἐργασίας ἀργή

ἐστι. Σημεῖον ἐναρέτου βίου ἐπὶ νεωτέρῳ μοναχῷ ἀπέχεσθαι ἐκ τῆς πολυοινίας καὶ

τῆς πολυλογίας ἐν ταπεινοφροσύνῃ· ὁ δὲ ἀγαπῶν ταῦτα οὐ τελέσει βίον ἐνάρετον.

Μὴ βιάζου σὸν ἀδελφὸν πίνειν οἶνον εἰς μέθην, κἂν διὰ χρόνου ἐγεύσατο·

ἐν πολλῷ γὰρ χρόνῳ κατασκευάζεται ναῦς, καὶ ῥοπῇ προσκρούσασα συντριβήσε-

ται. Νέον πραῢν ἀγαπάτω σου ἡ ψυχὴ καὶ μὴ ἐπιθῇς αὐτῷ βάρος ὑπὲρ δύναμιν,

ὅπως τὴν ψυχὴν αὐτοῦ σώσῃς ἐν Κυρίῳ καὶ κομίσῃ τὸν ἀμαράντινον τῆς δόξης

στέφανον, φανερωθέντος τοῦ Ἀρχιποίμενος. Περιτείχισον τὴν οἰκίαν πάντοθεν,

καὶ μὴ ἄφιες διορυγὴν ἔσεσθαι ἐν τῷ προτειχίσματί σου, μήποτε δι' αὐτῆς εἰσελθὼν

ὁ ἐχθρὸς συλήσῃ σὸν οἶκον, καὶ ἔσῃ αἴτιος τῆς ἀπωλείας. Πάρεχε τῷ χρῄζοντι,

καὶ μὴ λέγε, οὐ χρείαν ἔχει, μήποτε ἡ ἀγαθὴ παιδεία ἔξοδον εὕρῃ τὴν ἔνδειαν.

202

Ἐξ ὧν ὁ Κύριος ᾠκονόμησε, φρόντισον αὐτῷ, μήποτε ὡς ἄστοργοι καὶ ἀνελεεῖς

κριθῶμεν. Ἀκούσωμεν, ἀδελφοί, τοῦ λέγοντος· ἔχοντες διατροφὰς καὶ σκεπάσμα-

τα, τούτοις ἀρκεσθησόμεθα· οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν

καὶ παγίδας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς

ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φι-

λαργυρία.

Ἐν ὅλῃ δυνάμει σου τίμα τὸν πατέρα σου, καὶ μὴ ἀκύρους ποιήσῃς θεσμοὺς

γεννήσαντός σε ἐν Κυρίῳ· ἐν τούτῳ γὰρ τῷ τρόπῳ πονηροὶ δαίμονες οὐ κατι-

σχύσουσι κατὰ σοῦ. Ταπείνωσον σφόδρα τὴν ψυχήν σου ἔναντι Κυρίου, καὶ εὑρήσεις

χάριν. Οἴκους γὰρ ὑβριστῶν κατασπᾷ Κύριος, ἐφύτευσε δὲ ἀντ' αὐτῶν πραεῖς.

Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μηδὲ ἀτίμαζε ἄνδρα ἐν γήρει

αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. Μὴ ἀμέλει ἀρρώστου, διότι γέγραπται· ὃς

φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται καὶ

οὐκ ἔσται ὁ εἰσακούων. Μισητὸς ἐν τῇ παροικίᾳ αὐτοῦ γίνεται ὁ μεταφέρων λό-

203

γους ἐξ οἰκίας εἰς οἰκίαν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. Μὴ εἰσέλθῃς εἰς κελ-

λίον ἀδελφοῦ σου, πρὶν κρούσῃς τὴν θύραν· οὐ γὰρ συναρμόζει ταραχὴ τῇ ἡσυχίᾳ.

Συνετὸς ἡγούμενος ἐπαλείψει ψυχὰς ἀδελφῶν αὐτοῦ ἐν τῇ νουθεσίᾳ καὶ διδασκα-

λίᾳ τοῦ Κυρίου· ὁ δὲ καταφρονῶν ζημιωθήσεται. Ἀπόνεμε τιμὴν γέρουσι διὰ τὸν

κύριον, καὶ διὰ τοὺς γνωστικοτέρους τῶν ἀδελφῶν. Μὴ ἀποβιάζου γέροντας εἰς

ἔργον, διότι κατέτριψαν ἐν ἀσκήσει σάρκας νεότητος αὐτῶν· ἀρκεῖ γὰρ ἡ συνεί-

δησις τῷ φοβουμένῳ τὸν Κύριον. Οὐκ ἀγαθὸν ἀνδρὶ τῷ ἐργάσασθαι δυναμένῳ

καὶ ἐσθίοντι ἀργῶς, τοῦ Ἀποστόλου λέγοντος· ἀβαρῆ ἐμαυτὸν ἐτήρησα καὶ τη-

ρήσω. Γέγραπται· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τὸν πλησίον

μὴ ἀδίκει, τὸν τόπον προφασιζόμενος· οὐ γὰρ ἐν τοῖς στύλοις ἡ ἐκκλησία, ἀλλ'

ἐν τοῖς ἀνθρώποις· διότι γέγραπται· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ

ἕως τινός, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς· ὅτι ἐξαίφνης ἀναστήσονται

οἱ δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐ-

204

τῶν. Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ ἐξ ἀδικίας, οἰκοδομεῖ ἑαυτῷ μαρτύριον πλεονε-

ξίας· οἱ γὰρ ἅγιοι πᾶσαν ὁδὸν ἄδικον ἐμίσησαν. Μέγας κίνδυνος παιδίον ἐν κοινο-

βίῳ, ἐάνπερ ἀκυβερνησία ἐστὶν ἐν τῷ μέσῳ· ὁ δὲ ἐκτρέφων εὐαρέστως τῷ Θεῷ,

μακαριστός. Οὐκ ὀλίγην ζημίαν προξενεῖ ἑαυτῷ ποιμὴν κοιμώμενος ἔξω τῆς μάν-

δρας τῶν προβάτων· ἡ γὰρ χαρὰ τῶν λύκων ὁ τῶν ποιμένων ὕπνος. Ἐὰν τετα-

πείνωται ὁ ἀδελφὸς ὑπὸ τὴν χεῖρά σου, νόει ὅτι οὐχ ἕνεκα φόβου σου· μνήσθητι

οὖν τοῦ Κυρίου, δι' ὃν καὶ αὐτὸς ὑπομένει, καὶ μὴ αὐτὸν κακώσῃς. Μὴ φθάσῃ

κέρδος, ζημίαν ψυχῆς ἔχον ἐν αὐτῷ. Τί γὰρ ψυχῆς τιμιώτερον; Κρείσσων μο-

ναχὸς πτωχὸς ἡσυχάζων μετὰ ταπεινοφροσύνης, ἢ πλούσιος μοναχὸς ῥογεύων

μετὰ ὑπερηφανίας καὶ φυσιώσεως. Μὴ συνδήσῃς σεαυτὸν ὅρκῳ μετὰ ἀδελφοῦ,

ἀλλ' ἔχε ὁμόνοιαν ἐν φόβῳ Θεοῦ.

Ὅρα, μοναχέ, μήπως τοῖς τὰ κοσμικὰ φρονοῦσι θέλων ἀρέσαι, τὴν δια-

γωγὴν τοῦ μοναχοῦ ἀπολέσῃς· ἀλλ' ἐν φόβῳ Θεοῦ ἴσθι ὅλην τὴν ἡμέραν. Μο-

ναχὸς γογγυστὴς πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑποφέρων γενναίως χαρὰν κληρο-

νομήσει. Μὴ ὀλιγοψυχῶμεν, ἀγαπητοί, οὐ γὰρ διαπαντὸς δεῖ ἡμᾶς εἶναι ἐν τῷ

205

βίῳ τούτῳ. Πᾶν ὃ ἐὰν ποιήσῃ τις διὰ τὸν Κύριον, τοῦτο αὐτῷ κέρδος· τὰ γὰρ

βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα

καταργήσει. Μοναχέ, ἐὰν προσέχῃς σεαυτῷ, πρῶτον μὲν σαυτὸν ἐλεεῖς, ἔπειτα

δὲ καὶ τοὺς ἀγαπῶντάς σε χαροποιήσεις· τῆς σοφίας λεγούσης· τέκνον, ἐὰν σοφὸς

ἔσῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις

τὰ κακά. Νόει ὃ λέγω, μοναχέ· μὴ ἔξω εὐλάβειαν, ἐν δὲ τῷ κελλίῳ στρῆνος,

ἵνα μὴ παρομοιωθῶμεν τάφοις κεκονιαμένοις, οἳ ἔξωθεν μὲν φαίνονται λευκοί,

ἔσωθεν δὲ γέμουσιν ὀστέων ἀνθρώπων καὶ ἀκαθαρσίας. Ἐν παντὶ γὰρ τόπῳ εἷς

ἐστιν ὁ Θεός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ταπείνωσον τὸν λογισμὸν τῆς ὑπερηφανίας, πρίν σε ἡ ὑπερηφανία ταπεινώ-

σῃ· κάθελε τὸν λογισμὸν τῆς ὑψηλοφροσύνης, πρὶν αὕτη σε καθέλῃ· ἔκθλιψον τὴν

ἐπιθυμίαν, πρίν σε ἡ ἐπιθυμία ἐκθλίψῃ· μὴ ὀνείδιζε ἀδελφὸν ἀκάθιστον, μήποτε

τῷ αὐτῷ πάθει περιπέσῃς. Ἐὰν καθίσῃς μετὰ μεγάλου γέροντος, μὴ μόνον τὰς

206

ἀρετὰς αὐτοῦ ἐκδιηγοῦ, ἀλλὰ καὶ τὸν βίον διαμιμοῦ· τοῦτο γάρ σου ὠφέλιμον.

Μοναχέ, ἐν ἀρχαρίῳ μακροθύμησον, πάντα γὰρ δυνατὰ τῷ Κυρίῳ. Ἀρχάριος

δὲ ταπείνωσιν μισῶν, ὅπλον οὐκ ἔχει κατὰ τοῦ ὑπεναντίου· ὁ τοιοῦτος πολλὰ συν-

τριβήσεται. Ὁ ὀρεγόμενος ἀναπαύσεως σαρκικῆς περιποιεῖται ἑαυτῷ ὀδύνας

πολλάς· ὁ δὲ μακρόθυμος σωθήσεται. Συνετὸς ἡγούμενος οὐκ ἐξουδενώσει δια-

κούειν ἀμφιλογίαν ἀρχαρίου μετὰ μειζοτέρου αὐτοῦ· καὶ ὁ γνωστικὸς τὴν ἀκρί-

βειαν τοῦ πράγματος ἐξερευνήσει, καὶ ἐν φόβῳ Κυρίου μεσάσει αὐτούς. Ὁ πλη-

θύνων λόγους ἐν κοινοβίῳ, πληθύνει μάχας καὶ μῖσος ἑαυτῷ· ὁ δὲ τηρῶν τὸ στόμα

αὐτοῦ ἀγαπηθήσεται. Καλὴ ἡ ὑπακοὴ ἡ διὰ Θεὸν γινομένη, ἀγαπητοί· καὶ ἐν

τούτῳ γνῶθι τὴν ὑπακοὴν ἐν ᾗ εὐαρεστεῖται ὁ Θεός· ἡ ὑπακοὴ ἡ διὰ [τὸν] Θεὸν

γινομένη πλήρης ἐστὶ τοῦ ἁγιασμοῦ ἕως θανάτου. Ἀγωνίζου περὶ τῆς ψυχῆς σου

καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου· ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν

αἰσχύνη δόξα καὶ χάρις.

Ἀγαπητέ, ἐὰν περιπέσῃς ἐν ἀρρωστίᾳ, μνήσθητι τοῦ λέγοντος· τέκνον, μὴ

207

ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος· ὃν ἀγαπᾷ Κύ-

ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ὁ κατακεκλεισμένος ἐν

τῇ φυλακῇ, καὶ δοκῶν ἀνταίρειν κατὰ τοῦ βασιλέως, τί ἆρα ὠφεληθήσεται; Ὁ δὲ

προσπίπτων καὶ παρακαλῶν, οὗτος μᾶλλον οἰκτιρηθήσεται. Ἀδελφὸς ἠσθένησέ

ποτε καὶ εἶπεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι ἐν τούτῳ τῷ πάθει μέλλω πα-

λαιοῦσθαι· καὶ ὑγιὴς γενόμενος ἐπῆλθεν αὐτῷ πάλιν ἕτερον πάθος τοῦ προτέρου

χαλεπώτερον, καὶ πάλιν τὸν αὐτὸν λόγον εἶπε· πλὴν ἀνθρώπῳ ταχὺ οὐκ ἐξέφανε

τὸν πόνον αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Κυρίου ἐζήτει οἰκτιρμοὺς τοῦ παρέχοντος ὑγιείαν

ἐκ νόσου καὶ ἐξ ἀσθενείας ἰσχύν.

Ἐὰν πνεῦμα ἀκηδίας ἔλθῃ ἐπὶ σέ, οἶκόν σου μὴ ἀφῇς, ἀλλὰ διὰ τῆς ὑπο-

μονῆς ἀντίστα πρὸς αὐτήν. Μή σε πείσῃ ὁ λογισμὸς λέγων· μέταρον ἀπὸ τόπου

εἰς τόπον· ἐὰν γὰρ συγκαταθῇς τούτῳ τῷ λογισμῷ, οὐ καρτερήσεις πώποτε. Γέ-

γραπται· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λό-

γους σου. Ἐν τούτῳ σῴζεται μάλιστα ὁ συναναστρεφόμενος ἀδελφοῖς. Κτήσασθαι

208

δὲ ὀφείλει φόβον Κυρίου καὶ τὴν σωφροσύνην εἰς ἄκρον, ἐξ ὧν τίκτεται ἀγάπη,

χαρά, εἰρήνη, ὑπακοὴ καὶ μακροθυμία, ἐγκράτεια, ὑπομονή, καὶ ὅσα Χριστιανοῖς

πρέπει· ἵνα γένηται ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς

ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Ἔστω δὲ καὶ βλέ-

πων ὡς μὴ βλέπων τὰ μὴ συμφέροντα, ἀκούων ὡς μὴ ἀκούων τὰ μὴ ἀνήκοντα,

ἵνα καὶ τῶν ἐσχάτων ἐσχατώτερον ἑαυτὸν ποιήσῃ καὶ εὑρήσῃ ἀνάπαυσιν. Ὁ γὰρ

ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, ὁ δὲ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ἐὰν γὰρ ἄρξη-

ται κελεύειν καὶ μὴ συγκοπιᾶν κατὰ δύναμιν, κόπον ἕξει περὶ τὰ τελευταῖα. Οὐ

γὰρ πάντοτε ὁ αὐτὸς ἄνεμος φυσᾷ, ἀλλὰ μεταβολαί εἰσι τῶν ἀνέμων. Ὅθεν χρὴ

ἐθίζειν ἑαυτοὺς εἰς τὸ ἔργον, οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. Ἐχέτω δὲ πρὸ

ὀφθαλμῶν ἀεὶ τὸν εἰπόντα· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε,

κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Τί δὲ βλέπεις τὸ

κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν

οὐ κατανοεῖς; Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ

209

ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτά, ἔκβαλε πρῶτον

τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν

τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Καὶ πάντως εὑρήσεις χάριν ἐναντίον Κυρίου καὶ

ἀνθρώπων. Μὴ ἀπόλυε σοὺς ὀφθαλμοὺς ῥέμβεσθαι, μηδὲ καταμάνθανε κάλλος

ἀλλότριον, μήποτε διὰ τῶν ὀφθαλμῶν σου καταβάλῃ σε ὁ ὑπεναντίος σου. Μὴ

ζήλου τοὺς ἀμελεστέρους, ἀλλὰ τοὺς ἐν πάσῃ ἀρετῇ κεκοσμημένους.

Ἀδελφέ, μὴ περπερεύου· τὰ γὰρ ἔξω φόβου Θεοῦ γινόμενα, οὐδὲν ἕτερον

ἔχει, πλὴν κατάγνωσιν καὶ μετάμελον. Μακαρία ψυχὴ ἡ δουλεύουσα τῷ Κυρίῳ

ἐν ἀληθείᾳ, ὅτι εὑρήσει ἐπ' ἐσχάτων τὴν ἀνάπαυσιν αὐτῆς παρὰ Κυρίου. Μικρὰ

ἀμέλεια τίκτει μεγάλην ἁμαρτίαν, καὶ μικρὰ νῆψις ἀποστρέφει πολλὴν ζημίαν.

Κρεῖσσον ἐσθίειν ἐν Κυρίῳ καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, καὶ μὴ ἐσθίειν καὶ κατα-

κρίνειν τοὺς ἐσθίοντας καὶ εὐχαριστοῦντας τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης,

φάγε ἄρτον καὶ μὴ καταλάλει τὸν πλησίον, ἵνα μὴ εὑρεθῇς κρεωφαγῶν τὸν ἀδελ-

φόν σου διὰ τῆς καταλαλιᾶς· διότι γέγραπται· οἱ κατεσθίοντες τὸν λαόν μου ἐν

210

βρώσει ἄρτου, τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ὑγιαίνων τῇ πίστει, ἔσθιε πᾶν τὸ

παρατιθέμενόν σοι ἐν Κυρίῳ· εἰ δὲ παρατεθῇ ὑμῖν τι βρώσιμον, ὃ σὺ μὲν οὐκ

ὀρέγῃ φαγεῖν, μὴ αὐτὸ ἀπόστρεφε τῶν πλειόνων βουλομένων ἐσθίειν καὶ εὐχαρι-

στεῖν τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης, φάγε ὡς ἄνθρωπος καὶ μὴ παραβλέπου

ὡς ἀπαίδευτος. Ἀδελφὸς εἴρηκεν, οὐ παρατηρούμενος, παραιτοῦμαι τῆς κρεω-

φαγίας· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας

λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἀλλ' ὅτι γέγρα-

πται· οὐ συμφέρει ἄφρονι τρυφᾶν· ἀπαιδευσία ἐστὶ μοναχῷ ἐσθίειν τὰ ζῷα. Τῶν

κλασμάτων παρατεθειμένων, μὴ ἐξουθένει τὰ κλάσματα· ὁ γὰρ Κύριος εἶπε τοῖς

ἑαυτοῦ μαθηταῖς συναγαγεῖν τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.

Ἀγαπητέ, ἐὰν ἀδελφὸς ἡττηθεὶς χωρισθῇ τοῦ τόπου αὐτοῦ, καὶ μετὰ ταῦτα

μεταμεληθεὶς βουληθῇ ὑποστρέψαι, σὺ μὴ κώλυε, ἀλλὰ μᾶλλον συμπαρακάλει·

οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Οὐ δεῖ δὲ ἐξουθενεῖν τοὺς τοιούτους, ὡς ἐμπαι-

211

χθέντας, ἀλλὰ μᾶλλον δεῖ ἀντιλαμβάνεσθαι ὡς ἐξ ἀσθενείας ἀναλαβόντας. Ἐὰν

οἰκῇς μετὰ ἀδελφῶν, μὴ γίνου ἀφορμή τινι χωρισθῆναι τῆς ἀδελφότητος, ἵνα μὴ

κριθῇς ἐν ἐκείνῳ τῷ κόσμῳ. Φυλάσσου σφόδρα τοῦ μὴ σκανδαλίσαι τινά, καὶ οὐ

μὴ ἀφορισθῇς ἐκ τῆς βασιλείας τῶν οὐρανῶν μετὰ τῶν ποιούντων τὰ σκάνδαλα.

Ἐὰν κακοῦται ὁ ἀδελφός σου, συγκοπίασον αὐτῷ, ἵνα ἀξιωθῇς ἀκοῦσαι παρὰ τοῦ

Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποίη-

σας. Ὁ ἀμελῶν ἀσθενοῦς παροργίζει τὸν παιδεύοντα, καὶ ὁ ἐπιχαίρων πτώματι

ἀδελφοῦ ἑαυτοῦ πεσεῖται πτῶμα ἐξαίσιον. Μὴ εἴπῃς, σήμερον ἁμαρτάνω καὶ

αὔριον μετανοῶ· ἀλλὰ μᾶλλον, σήμερον μετανοήσωμεν· οὐ γὰρ οἴδαμεν, εἰ κα-

ταλαμβάνομεν αὔριον.

Ἀγαπητοί, ἡμαρτήκαμεν, μετανοήσωμεν· δέχεται γὰρ ὁ Κύριος τὴν με-

τάνοιαν τῶν ἐν ἀληθείᾳ μετανοούντων. Μὴ εἴπῃς, μοναχέ, ὧδε πόλεμος καὶ στέ-

νωσις καὶ πάρα ἐκεῖ δὲ ἀνάπαυσις καὶ ἀμεριμνία. Τίς γάρ ἐστιν ὁ πολεμῶν ἡμᾶς

οὐκ οἶδας; Οὐχὶ ὁ ἐχθρὸς ἡμῶν ὁ Διάβολος; Ἄκουε τοιγαροῦν τί λέγει ἐν τῷ

Ἰώβ· καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν σὺ ἔρχῃ; Τότε εἶπεν ὁ Διάβολος

212

ἔναντι τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν

πάρειμι. Γίνωσκε οὖν ὅτι ὁ οὐρανὸς ὑψηλότερός σου ἐστίν, ὅπου δ' ἂν πορευθῇς.

Ἔμμεινον οὖν ἐν ᾧ ἐκλήθης τόπῳ, καὶ ἀντίστα τῷ Διαβόλῳ, καὶ φεύξεται ἀπὸ σοῦ·

καὶ ἔγγισον τῷ Θεῷ, καὶ ἐγγιεῖ σοι. Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, ὁ δὲ

ἀγαπῶν τὸν Κύριον ἐνευλογηθήσεται. Ὃς πέποιθεν ἐπὶ χρυσίῳ πεσεῖται, ὁ δὲ πε-

ποιθὼς ἐπὶ Κύριον σωθήσεται. Οὐαὶ οὗ εἰσέλθῃ ἀπιστία, ἀφοβία, ἀγνωσία, ἀφρο-

σύνη καὶ ἀναίδεια· ὅτι μερὶς ἀλώπεκος ἔσται· μακαρία δὲ ψυχὴ ἐν ᾗ φόβος Θεοῦ

ἐνοικεῖ ἐν αὐτῇ. Ὧ| οὐκ ἀρέσκει δουλεύειν δεσπότι ἑνί, δουλεύσει πολλοῖς· καὶ ὁ

μὴ ἀνεχόμενος ὑποταγῆναι ἡγουμένῳ ἑνί, ὑποταγήσεται πολλοῖς εἰς διαφόρους

τόπους· καὶ ὁ μὴ ἐμμένων ἐν ἐργοχείρῳ ἑνί, συντριβήσεται ἐν ἀδιαφόροις ἔργοις.

Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ, βλάπτει ψυχὴν ἑαυτοῦ· ἱμάτια γὰρ πολυ-

τελῆ μωμεῖ ψυχὴν μοναχοῦ· ἱμάτια δὲ εὐτελῆ ὠφελεῖ τὸν μοναχόν. Μῶμος πονη-

ρὸς μοναχῷ ὑπερηφανία, θρασύτης, ἀναισθησία, ἀναίδεια, ἀδιακρισία, ὀξυχο-

213

λία, ἀφροσύνη. Μῶμος μοναχῷ ὀφθαλμὸς μετέωρος· ὀφθαλμὸς γὰρ μετέωρος

συνάγει ὀδύνας πολλὰς τῷ ἐξακολουθοῦντι αὐτῷ. Ἐὰν μὴ ἐγκρατεύσῃ τοῦ μὴ

ῥέμβεσθαι τοῖς ὀφθαλμοῖς, οὐ μὴ ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς σωφροσύνης.

Μῶμος ἀνδρὶ μεθύσκεσθαι ἐν οἴνῳ. Πολλοὺς ἰδὼν οὐχ ὡμοίωσα αὐτῷ. Μοναχὸς

ὁ καυχώμενος ἐν τῇ ἰδίᾳ ἰσχύϊ πρῶτος ἄφρων. Αἰσχύνη καὶ ὄνειδος μοναχῷ

καυχᾶσθαι ἐν τῇ ἰδίᾳ δυνάμει. Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ἄφρων ἐν

γέλωτι ὑψοῖ τὴν φωνὴν αὐτοῦ· ἀφρονέστατος δὲ ὁ ἐμπεριπατῶν καὶ σείων ἐμ-

παθῶς τοὺς ὤμους αὐτοῦ, ἅμα δὲ καὶ τοὺς βραχίονας. Σημεῖον ἀπαιδευσίας ἐπὶ

μοναχῷ ἀναλαβεῖν τὸ ἀριστερὸν μέρος τοῦ καμισίου αὐτοῦ ἐμπαθῶς· ὁ δὲ πε-

παιδευμένος ἐν παντὶ εὐλαβηθήσεται. Ἀναιρετικὸν πάθος ἀνδρὶ ἐθίζειν ὅρκους ἐν

στόματι αὐτοῦ. Μὴ ἐθίσῃς ὅρκους ἐν τῷ στόματί σου, ἵνα μὴ πληθυνθῶσιν αἱ

ἄγνοιαί σου, καὶ ἀντὶ δικαιοσύνης ἁμαρτίας σωρεύσῃς ἑαυτῷ. Δόξα μοναχῷ φο-

βεῖσθαι τὸν Κύριον καὶ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ. Δόξα μοναχῷ ταπεινοῦν ἑαυτὸν

214

μικροῖς τε καὶ μεγάλοις. Δόξα μοναχῷ διάκρισις καὶ ταπεινοφροσύνη. Δόξα μο-

ναχῷ ἀμνησικακία καὶ ὑπομονὴ καὶ νῆψις εἰς πᾶν ἔργον ἀγαθόν. Μὴ ἐξουθένει

γέροντα, ἐὰν βουληθῇ ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου· καὶ γὰρ ὁ Κύριος

τοὺς περὶ τὴν ἑνδεκάτην οὐκ ἀπεβάλετο· οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς

ἐστιν οὗτος. Ἐὰν ἀγαπήσῃς ὑπερηφανίαν, ἔσῃ μερὶς δαιμόνων· ἐὰν ἀγαπήσῃς

ταπεινοφροσύνην, ἔσῃ μερὶς τοῦ Δεσπότου Χριστοῦ. Ἐὰν ἀγαπήσῃς τὴν φιλαργυ-

ρίαν, κενὸς πορεύσῃ ἐντεῦθεν· ἐὰν ἀγαπήσῃς τὴν ἀκτημοσύνην, τοῦ οὐρανίου πλού-

του οὐ στερηθήσῃ. Ἐὰν κρύψῃς ἐν τῇ καρδίᾳ σου πάθος μνησικακίας, ἔσῃ οἰκη-

τήριον θυμοῦ καὶ ἀγνωσίας, ἅμα δὲ καὶ τῆς λύπης, καὶ ἡ ὅρασις τοῦ προσώπου

ἀλλοιωθήσεται ἐπὶ σέ. Ὁδοὶ γάρ, φησί, μνησικάκων εἰς θάνατον. Ὑψηλόφρων

ἀνὴρ πολλὰ λυπηθήσεται· ὁ δὲ ταπεινόφρων εὐφρανθήσεται ἐν Κυρίῳ διαπαντός.

Ἡ ὑψηλοφροσύνη ἐν παντὶ καιρῷ τιμὴν ἐπιζητεῖ, ἡ δὲ ταπεινοφροσύνη οὔτε ἐπὶ

δόξῃ ἐπαίρεται, οὔτε ἐπὶ ἀδοξίᾳ ἀδημονεῖ· τὸν γὰρ μισθὸν παρὰ Κυρίου ἀπεκδέ-

χεται. Ὁ κρύπτων μνησικακίαν ἐν καρδίᾳ αὐτοῦ ὅμοιός ἐστι τῷ τρέφοντι ὄφιν ἐν

215

κόλπῳ αὐτοῦ. Μὴ δῷς λύπην σῇ καρδίᾳ· ἡ γὰρ τοῦ κόσμου λύπη θάνατον κα-

τεργάζεται, ἡ δὲ κατὰ Θεὸν λύπη ζωῆς αἰωνίου πρόξενός σοι γενήσεται.

Ζήτησον τὸν Κύριον, ἀγαπητέ, ἐν ὅλῃ τῇ δυνάμει σου, ἵνα σου σωθῇ ἡ ψυχή,

καὶ κακία μὴ αὐλιζέτω ἐν τῇ καρδίᾳ σου. Ὥσπερ γὰρ καταρράκτης ἀποστρέφει

ὁρμὴν ὑδάτων, οὕτω κακία ἀποστρέφει γνῶσιν ἀπὸ καρδίας. Ἐὰν διώξῃς τὸ δί-

καιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήριον δόξης. Μοναχὸς ἐμπλεκόμενος ταῖς

τοῦ βίου πραγματείαις, πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑπομένων τοῖς ἀσκητικοῖς πό-

νοις οὐ ζημιωθήσεται. Ὁ μεταστρέψας τὸν ἑαυτοῦ λογισμὸν εἰς τὰ κοσμικὰ μετὰ

τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου, τῷ ἀνακείροντι ἑαυτὸν οὐδὲν διαφέρει.

Ὁ δοκῶν ἐμπαίζειν ἐν ἀμφοτέροις ἑαυτὸν ἀπατᾷ· γέγραπται γάρ· Θεὸς οὐ μυ-

κτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ τις, τοῦτο καὶ θερίσει.

Μοναχέ, μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, μηδὲ ἀποπλανῶ ἐν ταῖς πλα-

216

τείαις αὐτῆς, μήποτε συναντήσῃ σοι συνάντημα καὶ ὀλισθήσῃ ἡ ψυχή σου εἰς

ἀπώλειαν. Τὸ ἔπαρμα ἐκτυφλοῖ ὀφθαλμοὺς διανοίας, ἡ δὲ ταπείνωσις ἐν ἀγάπῃ

φωτιεῖ αὐτούς· διδάξει γὰρ πραεῖς ὁδοὺς αὐτοῦ.

Ἀδελφέ, ἐπὶ ἰλυῷ πηλοῦ μὴ ἐπιβήσῃ, καὶ ἀπὸ ἀνδρῶν ἐν ἀφοβίᾳ περιπατούν-

των μάκρυνον σεαυτόν. Δεινὸν ἀνδρὶ πεποιθέναι ἐφ' ἑαυτῷ· ὁ δὲ ἐλπίζων ἐπὶ Κύ-

ριον σωθήσεται. Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ ὑπερήφανος ἔσται, μοναχὸς δὲ ὑ-

περήφανος ἀετὸς ἀπτέρυγος. Μοναχὸς ταπεινόφρων κοῦφος δρομεύς, καὶ ὥσπερ

εὔστοχος τοξότης. Ὥσπερ γὰρ λεπτύνει καὶ δαμάζει ὁ σίδηρος πάντα, οὕτω καὶ

ἡ κατὰ Θεὸν ταπείνωσις τὰς μηχανὰς τοῦ Ἐχθροῦ. Ὃν τρόπον γὰρ βήναυλον

βηνάτορι καὶ ὅπλον στρατιώτῃ, οὕτω τῷ μοναχῷ ἡ ταπείνωσις.

Ἀδελφέ, σπεῦσον βαδίζειν ἑκουσίως ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ, πρὶν

βαδίσῃς ἀκουσίως ταύτην τὴν στενοτέραν. Καύχημα ἀνδρὶ κοσμικῷ ἐν τῷ προϊ-

έναι, τῷ δὲ μοναχῷ ἐν τῷ μὴ ὑπερβαίνειν τὴν φλιὰν τοῦ κελλίου ἑαυτοῦ ἐν τῷ

λογισμῷ. Ἄκουε, ἀγαπητέ· ἀθλητὴς ἀγωνιζόμενος τὸ στόμα αὐτοῦ σφίγγει, καὶ

217

σὺ σφίγγε τὸ στόμα ἀπὸ τῶν περισσῶν, καὶ ἕξεις ἀνάπαυσιν. Ὡς μέγας, φησίν,

ὁ εὑρὼν σοφίαν, ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον. Ὡς μέγας ὁ

ἐναρξάμενος, ἀλλ' οὐχ ὡς ὁ ὑπομείνας. Ὡς μέγας ὁ πρῶτος, ἀλλ' οὐχ ὡς ὁ τελέ-

σας. Μὴ ἀγάπα σαρκικὴν ἀνάπαυσιν, ἵνα μὴ εὕρῃς ἐν αὐτῇ ζημίαν πνευματικήν.

Μὴ περιεργάζου τὰ μὴ σά, ἵνα μὴ τὰ σὰ ἀπολέσῃς. Εἰς ἄμετρον ἐργασίαν μὴ

δίωκε σεαυτόν, πάντα γὰρ ἐν μέτρῳ καὶ κατὰ τάξιν ποιεῖν καλὸν καὶ ὠφέλιμον.

Ὁ μὴ κεκτημένος φόβον Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, κἂν φάγῃ μέλι καὶ γάλα καθ'

ἑκάστην ἡμέραν, ἡσυχάσαι οὐ δύναται· ἀνὴρ δὲ πιστὸς γενναίως ὑποφέρει.

Ἔμμενε ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Κυρίου, ἵνα φεύξῃ τὸν ἄχρηστον καὶ βαρὺν τοῦ

κόσμου τούτου ζυγόν. Εἰς κελλίον ἀδελφοῦ σου μὴ πύκναζε. Ἐάν ἐστί σοι βιβλίον

χρήσιμον, καὶ ἀκούσας ἀδελφὸς βουληθῇ χρήσασθαι τούτῳ, ἀφθόνως πάρεχε.

Σὺ δέ, ἀγαπητέ, χρῆσαι ἐπιμελῶς τῷ πράγματι, καὶ ἀπόδος τῷ κυρίῳ αὐτοῦ ἐν

εἰρήνῃ. Ἐὰν σχῇς βιβλίον τοῦ κοινοβίου ἐν τῷ κελλίῳ σου, μὴ περίρριπτε αὐτὸ

καταφρονῶν, ἀλλὰ φύλαξον περιπτύσσων ἐπιμελῶς, ὡς τοῦ Θεοῦ ὄν.

218

Θρασὺς μοναχὸς καταισχύνει ἡγούμενον καὶ ἀδελφούς, ὁ δὲ σοφὸς εὐλαβη-

θήσεται. Ἐγκράτεια τήκει τὴν σάρκα, ἡ δὲ πολυφαγία παχύνει καὶ τὴν διάνοιαν.

Οὐκ ἐν τῷ ἀθλίπτως ἐκτελεῖν τὴν σύναξιν τοῦ ἔργου δίδωσι τῷ μοναχῷ ὑπομο-

νὴν ἐν τῷ κελλίῳ, ἀλλ' ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ τοῦ θανάτου μνεία καὶ τῶν κο-

λάσεων. Κρεῖσσον στοιχεῖν τῷ ἔργῳ καὶ τῇ προσευχῇ καὶ τῇ μελέτῃ τῶν θείων

Γραφῶν, ἢ καταλύειν ἀπὸ ὥρας καὶ σχολάζειν τῇ ἀργολογίᾳ, ὅθεν τίκτεται ἡ

καταλαλιά. Μὴ ἐκπείραζε σὸν ἀδελφὸν συμπεριφερόμενος γελοίοις, μήποτε πα-

ραδοθῇς εἰς ἀνάγκας· γέγραπται γάρ, ὁ ἐρεθίζων λόγοις οὐ σωθήσεται. Ὅστις

τῇ ἑαυτοῦ κακοφροσύνῃ ποιεῖ ἑαυτὸν μισητόν, ὑπὸ τίνος ἀγαπηθήσεται; Καὶ ὁ

ἀγαπῶν τοὺς ἀγαπῶντας αὐτόν, ποῖον μισθὸν ἔχει, τοῦ Κυρίου εἰπόντος· οὐχὶ

καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀνὴρ θερμὸς ταράξει ψυχὰς ἀδελφῶν, ὁ δὲ

μακροθυμῶν ἐν ἀγάπῃ φοβεῖται τὸν Κύριον. Νέῳ πονικῷ μὴ κατεπιβάρει, καὶ

γέροντι ἀσυνέτῳ μὴ συναπάγου· συνετοὶ δὲ γέροντες μετὰ Θεὸν στήριγμα ἀδελ-

219

φῶν. Μέγα κατόρθωμα ἐγκράτεια ὀφθαλμῶν, γαστρός τε καὶ γλώσσης, περισ-

σεύουσα δὲ ἐν ἐλέει ὡς λαμπὰς ἐκλάμψει. Ὥσπερ ὁ ἀποθησαυρίζων ἑαυτῷ ἀγαθά,

οὕτως ἀνὴρ ἐγκωμιάζων τὸν πλησίον ἐν τῇ ἀπουσίᾳ αὐτοῦ.

Φοβοῦ τὸν Κύριον καὶ κληρονομήσεις ἀγαθά· ἐν ὁδοῖς δὲ ἁμαρτωλῶν μὴ

ἐπέλθῃς, τρίβους δὲ δικαίων ἴχνευε. Ἐὰν ἀγαπήσῃς ὁδοὺς δικαιοσύνης, εὑρήσεις

τὴν αἰώνιον ζωήν. Ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαλη-

νότητι. Ἐὰν ἀγαπήσῃς τὴν σιωπήν, ἀγαπηθήσῃ ὑπὸ πλειόνων. Ἐὰν ἀποστρέψῃς

τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα, εὑρήσεις λογισμοὺς καθαρούς.

Ἐὰν ἀγαπήσῃς τὴν ἐγκράτειαν, χαλινώσεις τὸν δαίμονα τῆς πορνείας· ἐὰν ἀγα-

πήσῃς τὴν πτωχείαν, φυγαδεύσεις τὸν δαίμονα τῆς φιλαργυρίας. Ὁ ἀποθησαυρί-

ζων χρυσίον ἐν κελλίῳ αὐτοῦ θησαυρίζει ἑαυτῷ πάθη ὑψηλοφροσύνης καὶ ἀνυπο-

ταγῆς· ὁ δὲ θησαυρίζων ἑαυτῷ εὐχὰς καὶ ἐλεημοσύνας πλουτεῖ εἰς Θεόν. Ἄλλοι

θησαυρίζουσιν ἑαυτοῖς χρήματα, σὺ δέ, μοναχέ, θησαύρισον σεαυτῷ εὐχὰς καὶ

220

ἐλεημοσύνας. Ἄλλοι εὐφραίνονται ἐπὶ αὐλῶν καὶ μουσικῶν, σὺ δὲ εὐφραίνου,

μοναχέ, ἐν τῇ ψαλμῳδίᾳ καὶ δοξολογίᾳ τοῦ Κυρίου. Ἄλλοι εὐφραίνονται ἐπὶ σπα-

τάλῃ καὶ μέθῃ, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐν τῇ ἐγκρατείᾳ καὶ ἁγιότητι. Ἄλλοι

εὐφραίνονται ἐπὶ ἡδονῶν, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐπὶ τῷ Θεῷ τῷ ἑτοιμάσαντί

σοι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν τὸν τῆς δόξης στέφανον. Ἀνὴρ φιλόχριστος πύργος

ἐστὶν ἀκαταμάχητος· τέλειος δὲ ἐν ἀγάπῃ τεῖχός ἐστιν ἄρρηκτον. Ἐὰν βούλῃ πε-

ριπατῶν μελετᾶν, σιωπῶν μελέτα, καὶ φεύξῃ κενοδοξίαν. Διορθοῦσθαι τὸν σφα-

λέντα καλόν, καὶ οὐχὶ γελοιάζειν. Ἀπαρκτίας ἄνεμος ταράσσει θάλασσαν, καὶ

ὀξυχολία φρένα ἀνδρός· ἡ δὲ μακροθυμία ἀπελαύνει θυμόν· θυμοῦ δὲ μὴ ὑπάρ-

χοντος, πέπαυται ὀργή.

Ἀγαπητέ, ἐὰν μὴ βούλῃ οἰκοδομεῖν, τὰ ᾠκοδομημένα μὴ κατάστρεφε· ἐὰν

μὴ βούλῃ φυτεύειν, τὰ πεφυτευμένα μὴ ἀνάσπα. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ἡσυχά-

ζειν, τοὺς ἡσυχάζοντας μὴ διάστρεφε. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ὕμνους ἀναπέμπειν

τῷ Κυρίῳ, τοὺς ᾄδοντας μὴ κατάργει. Πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν·

καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν· καὶ ὁ Θεὸς λαλεῖ ἡμῖν διὰ τῶν

221

ἁγίων Γραφῶν, καὶ οὐ θέλομεν σιγᾶν καὶ ἀκούειν, ἀλλὰ ὃς μὲν λαλεῖ, ὃς δὲ νυ-

στάζει, ὁ δὲ ἕτερος ἔξω ῥέμβεται τοῖς λογισμοῖς. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ὁ ἀπο-

στρέφων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακούειν νόμους Ὑψίστου, καὶ αὐτὸς τὴν προσευ-

χὴν αὐτοῦ ἐβδέλυκται. Ἀμελὴς μοναχὸς ἐν προσευχῇ σπουδάζει ἀκούειν, ἀμήν,

ὁ δὲ νηφαλέως προσευχόμενος οὐ ταράττεται. Πόρρω δὲ ἡμῶν γένοιτο τὸ εἰρημέ-

νον διὰ τοῦ Προφήτου· ἐγγὺς εἶ τῶν χειλέων αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν

αὐτῶν. Μὴ σκανδάλιζε ἀδελφόν, μηδὲ συνέλθῃς αὐτῷ εἰς ἁμαρτίαν, ἵνα μὴ ὀργισθῇ

σοι ὁ Κύριος καὶ παραδώσῃ σε εἰς χεῖρας κακῶν. Μακάριος ἀνὴρ ὁ μὴ σκανδαλί-

σας τῷ πλησίον ἐν μηδενὶ πράγματι, ὅτι ὁ μισθὸς αὐτοῦ πολὺς ἐν τοῖς οὐρανοῖς,

ὁ δὲ σκανδαλιζόμενος ἀδιακρίτως σκανδαλίσει πολλούς. Ἐὰν μὴ πρότερον θῇ ὁ

ἄνθρωπος τὰς ἁμαρτίας ἑαυτοῦ πρὸ ὀφθαλμῶν αὐτοῦ, ἐν παντὶ τόπῳ ἡσυχάσαι οὐ

δύναται. Μακάριος ὁ ἐναρξάμενος βίου καλοῦ καὶ ἐκτελέσας εὐαρέστως τῷ Κυρίῳ.

Γέγραπται· ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις, καὶ ἐν ἡμέρᾳ προσευχῆς

αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων τὸν πατέρα μακροημερεύσει, καὶ ἐν ἡμέρᾳ

222

τελευτῆς αὐτοῦ εὑρήσει χάριν. Ἐν λόγῳ καὶ ἔργῳ τίμα τὸν πατέρα σου, ἵνα

ἐπέλθῃ σοι εὐλογία παρ' αὐτοῦ. Μὴ δοξάζου ἐν…

The complete text is available when the reading interface loads.