The Greek Library Catalogue

Anonymous

Ad correctionem eorum qui vitiose vivunt et honores appetunt

Edition reference
Ad correctionem eorum qui vitiose vivunt et honores appetunt, ed. Phrantzolas, op. cit., vol. 1, 281–297.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

286

καὶ τῷ τρόπῳ λοιμοί· τῷ σχήματι εὐλαβεῖς καὶ τῷ τρόπῳ φονεῖς· τῷ σχήματι

ἀγαπητοὶ καὶ τῷ τρόπῳ ἐχθροί· τῷ σχήματι φιλικοὶ καὶ τῷ τρόπῳ μισηταί· τῷ

σχήματι ἀσκηταὶ καὶ τῷ τρόπῳ σπόνδυλοι ἀθλητῶν· τῷ σχήματι νηστευταὶ καὶ

τῷ τρόπῳ πειραταί· τῷ σχήματι σώφρονες καὶ τῇ καρδίᾳ μοιχοί· τῷ σχήματι

ἡσυχασταὶ καὶ τῷ τρόπῳ ῥεμβασταί· τῷ σχήματι πραεῖς καὶ τῷ τρόπῳ ἀλαζόνες·

τῷ σχήματι παρακλήτορες καὶ τῷ τρόπῳ ὑβρισταί· τῷ σχήματι σύμβουλοι καὶ τῷ

τρόπῳ διασυρταί· τῷ σχήματι ἀφελεῖς καὶ τῷ τρόπῳ δεινοί· τῷ σχήματι ἄφθο-

νοι καὶ τῷ τρόπῳ φθονεροί· τῷ σχήματι ἀντιλήπτορες καὶ τῷ τρόπῳ προδόται.

Καὶ πόθεν ἄρα συμβαίνει τοιούτους εἶναι ἡμᾶς; Ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς ἀλη-

θινὴν ταπείνωσιν· ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Θεοῦ· ἐκ τοῦ

καταφρονεῖν ἡμᾶς καὶ παραλογίζεσθαι καὶ λῆρον δοκεῖν εἶναι τὸ σωτήριον παράγ-

γελμα. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡμεῖς οὐδὲ κἂν ὡς ἀδελ-

287

φὸν αὐτὸν δεχόμεθα. Τὸ στόμα ἐκεῖνο τὸ φοβερὸν καὶ ἀκατάληπτον καὶ φρικῶδες

ἐλάλησεν, ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος καὶ πάντων διά-

κονος. Καὶ ἡμεῖς μὴ ἑωρακότες κἂν τὰ πρόθυρα τοῦ σχήματος, ἀλαζονευόμεθα,

καὶ εἷς κατὰ τοῦ ἑτέρου ἐπαιρόμεθα καὶ ἀλλήλους προπηδῶμεν. Καὶ πάντες ἐσμὲν

παρ' ἐαυτοῖς φρόνιμοι, πάντες ἐξουσιασταί, πάντες διατάκτορες, πάντες ἐπι-

πλῆκται, πάντες νομοθέται, πάντες φιλόλογοι, πάντες διερμηνευταί, πάντες δι-

δάσκαλοι, πάντες κελεύοντες, πάντες φροντισταί, πάντες οἰκονόμοι, πάντες

πρῶτοι, πάντες δεύτεροι.

Ἄρα κἂν ὁ Ἀπόστολος οὐ πείθει ὑμᾶς ὅτι εἰ ὅλον τὸ σῶμα ἀκοή, ποῦ ἡ

ὄσφρησις; Εἰ οὖν ὅλοι πρῶτοι, ὅλοι ἡγούμενοι, ὅλοι διατάκτορες, ποῦ λοιπὸν ἡ

διαφορὰ τῆς τοῦ Θεοῦ διαταγῆς; Ὅμως κἂν οὐ πείθεσθε τῷ λέγοντι, οὐδεὶς

ἑαυτῷ λαμβάνει τιμήν, εἰ μὴ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ· ἢ πάλιν ὅπως λέγει,

μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, διὰ τοῦτο ἀρχὰς καὶ ἐξουσίας ἔταξεν ὁ Θεός. Εἰ

γὰρ καὶ ἐν τοῖς οὐρανοῖς πάντες ἄφθαρτοι καὶ ἀθάνατοι, λειτουργικὰ πνεύματα

ὄντα, οὐκ εὐδόκησεν ὁ Θεὸς πάντα ἐν ἑνὶ τάγματι εἶναι, ἀλλὰ καὶ ἐν τοῖς θείοις

288

καὶ ἀθανάτοις λειτουργοῖς ἀρχαὶ καὶ ἐξουσίαι καὶ ὑπεροχαὶ εἶναι ἐπετάγησαν, καὶ

ἕκαστος αὐτῶν οὐχ ὑπερβαίνει τὴν ἑαυτοῦ τάξιν. Πάντων τάξει καὶ τρόπῳ γεγο-

νότων, διατί ἡμεῖς ἀδίκους φιλονεικίας ἐν ἀλλήλοις φιλονεικοῦμεν; Ἄγγελοι καὶ

Ἀρχάγγελοι τὰ προσταχθέντα οὐχ ὑπερβαίνουσι, καὶ ἡμεῖς ἀλλήλους ὑπερβαί-

νομεν καὶ ὠθοῦμεν, καὶ εἷς τὸν ἕνα ὑπερακοντίζομεν, καὶ προπηδᾶν ἀλλήλους

καὶ ἐξουθενεῖν καὶ σμικρύνειν ἐπειγόμεθα, ὡς πλεῖόν τι δυνάμενοι κατορθῶσαι.

Ὢ πώρωσις διανοίας μὴ πείθεσθαι τῷ λέγοντι ἀνεχομένη, ἕκαστος ἐν ᾧ

ἐκλήθη, ἐν τούτῳ μενέτω. Πῶς κἂν οὐ δεδοίκασι τὸν λέγοντα, ὅτι παρ' οἷς πολὺ

δοθήσεται, πολὺ ζητηθήσεται, ἵνα κἂν οὕτω τὴν ταπεινοφροσύνην κτῶνται. Μὴ

οὕτω τὸν βίον ἡμῶν ἐν χυδαιότητι διατελῶμεν. Μὴ οὕτως ἀδεῶς ὡς μὴ ἔχοντες

τῆς δίκης τῆς φοβερᾶς ἐπακοῦσαι. Μὴ οὕτω διάγωμεν, ὥσπερ μὴ ἔχοντες λόγον

μετὰ ἐπείξεως ἀποδοῦναι. Μὴ οὕτω, δέομαι ὑμῶν. Μὴ γινώμεθα πρόσκομμα

καὶ σκάνδαλον τοῖς ἔξωθεν. Μὴ ἁμαρτίας ἐφ' ἁμαρτίαις συντιθῶμεν. Μὴ βλασφη-

μείσθω τὸ καλὸν σχῆμα δι' ἡμῶν, ἀλλὰ μᾶλλον εὐφημείσθω. Ἥξει γάρ, ἥξει καὶ

289

οὐ χρονιεῖ ἡ φοβερὰ ὥρα ἐκείνη, ἐν ᾗ ἀναπολόγητα ἡμῖν ἔσται ἐξεταζομένοις. Τί

γὰρ αὐτῷ καὶ ἐρεῖν δυνάμεθα; Τί γὰρ ἦν αὐτὸν ποιῆσαι ἡμῖν καὶ οὐκ ἐποίησεν;

Ὅτι αὐτὸν τὸν Θεὸν Λόγον ἐν δούλου μορφῇ ταπεινὸν οὐκ εἴδομεν, ἵνα καὶ ἡμεῖς

ταπεινοὶ γενώμεθα; Ἢ ὅτι ἐμπτυσμένον τὸ ἀπερινόητον αὐτοῦ πρόσωπον οὐκ

εἴδομεν, ἵνα καὶ ἡμεῖς ὑβριζόμενοι ἢ ἐπιπληττόμενοι μὴ ἀγριαίνωμεν; Ἀλλ' ὅτι

οὐκ εἴδομεν τὸν ἅγιον αὐτοῦ νῶτον διδόμενον εἰς μάστιγας, ἵνα καὶ ἡμεῖς ὑπεί-

κωμεν κατὰ πάντα τοῖς ἡγουμένοις ἡμῶν; Ἢ οὐκ εἴδομεν τὸ πρόσωπον αὐτοῦ τὸ

ἐπιβλέπον ἐπὶ τὴν γῆν καὶ ποιοῦν αὐτὴν τρέμειν, πῶς ἐρραπίζετο, ἵνα καὶ ἡμεῖς

ἐξουθενούμενοι μὴ θηριώμεθα; Ἀλλ' ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ

ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ἵνα καὶ ἡμεῖς μὴ γενώμεθα αὐθάδεις καὶ αὐτοθελεῖς καὶ

αὐτεξούσιοι; Ἀλλ' ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ

ἀντιλέγω, ἵνα καὶ ἡμεῖς μὴ ὦμεν ἀντιλόγοι καὶ ἀπειθεῖς; Ἀλλ' ὅτι οὐκ ἠκούσα-

μεν αὐτοῦ λέγοντος, μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τὴν καρδίαν,

290

ἵνα καὶ ἡμεῖς πραεῖς γενώμεθα καὶ ταπεινοί, καὶ μὴ ἀλλήλους φθονοῦντες, ἀλλή-

λους δάκνοντες καὶ κατεσθίοντες; Ἀλλὰ ποίαν ἀπολογίαν δοῦναι αὐτῷ ἔχομεν;

Μή, ἀδελφοί μου, μὴ οὕτω, παρακαλῶ· μὴ διὰ τὰ πάθη τὰ σαρκικὰ ἐκ-

βληθῶμεν τῆς ἀθανάτου μακαριότητος· μὴ διὰ πρόσκαιρον τιμὴν ἀπολέσωμεν τὴν

αἰώνιον δόξαν· μὴ δι' ἔριν ἢ ζῆλον ἢ φθόνον καταδικασθῶμεν εἰς τὴν φοβερὰν γέ-

ενναν. Ἐὰν ἅπαξ σωθῆναι ζητῇς, τί περιεργάζῃ τὸν πλησίον; Ἅπαξ ὑπὸ ζυγὸν

εἰσῆλθες, τί παραδιατάσσῃ; Ἵνα πῶς ὁ καρπὸς τῆς ὑπακοῆς σου φανῇ; Θάρσει,

θάρσει, ἀγαπητέ, ὅτι οὔτε ἀξία, οὔτε τιμή, οὔτε μεγαλειότης, οὔτε τὸ λέγεσθαι

πρῶτον ἢ δεύτερον, οὔτε τὸ ὀνομάζεσθαι ἡγούμενον, οὔτε τὸ ἀκούειν ἔνδοξον, οὔτε

τὸ ἐγχειρισθῆναι τιμήν, οὔτε τὸ πιστευθῆναι ἀξίαν εἰς βασιλείαν οὐρανῶν εἰσάγει,

ἢ ἄφεσιν ἁμαρτιῶν δωρεῖται. Οὐ ῥύεται ἐκ τῆς κολάσεως, ἀλλὰ καταδικάζει· ἡ

ταπείνωσις δὲ καὶ ἡ ὑπακοή, ἀγάπη τε καὶ ὑπομονὴ καὶ μακροθυμία, ταῦτά εἰσι

τὰ σῴζοντα ἄνθρωπον. Ἀδύνατον γὰρ ἄλλως εὐδοκιμῆσαι καὶ σωθῆναι, εἰ μὴ ἐν

τῷ μιμήσασθαι τὸν Κύριον ἐν παντί. Οὐκ ἠκούσατε λέγοντος αὐτοῦ· οὐκ ἦλθον

291

διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ πάλιν· ἦλθον οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ

ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ πάλιν· ὁ ταπεινῶν ἑαυτὸν

ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; Οὐκ ἠκούσατε αὐτοῦ λέγοντος·

μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν; Οὐκ

ἠκούσατε, ὅτι καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ πῶς ἐπαγγέλ-

λεται ἐλέγχειν κατὰ πρόσωπον; Οὐκ ἠκούσατε, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ

ἐν τῷ σκότει ἐστίν; Οὐκ ἠκούσατε, ὅτι ὁ Διάβολος διὰ τὴν ὑπερηφανίαν ἐκ τῶν

οὐρανῶν ἐξέπεσεν; Οὐκ ἠκούσατε, πῶς διὰ τὴν ἀντιλογίαν τὴν πρὸς τὸν Θεόν,

ποίας καὶ πηλίκης δόξης ἐξέπεσεν; Οὐκ ἠκούσατε, πῶς δι' ἕνα λόγον λοιδορίας

ἐλεπρώθη Μαριὰμ ἡ ἀδελφὴ Μωσῆ; Διατί οὖν τοσούτων ὑποδειγμάτων ὄντων,

ἡμεῖς ὡσεὶ ἀσπίδες τὰ ὦτα φράσσομεν, οὐ λέγω τὰ σωματικά, ἀλλὰ τὰ τῆς καρ-

δίας ἡμῶν; Ταῦτα γὰρ ἀκούουσιν, ἀλλ' ἐκεῖνα οὐ μνημονεύουσι. Διατί οὐ πι-

στεύομεν τῷ λέγοντι, ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει;

292

Παρακαλῶ οὖν ὑμᾶς, τὸ ποίμνιον τὸ ἐκλεκτὸν τοῦ Χριστοῦ, νήψωμεν, ὡς

καιρὸν ἔχομεν· σωφρονήσωμεν, ὥς ἐσμεν ἐν ἀνέσει, μήποτε αἰφνιδίως ἔλθῃ ἡ ὥρα

ἐκείνη ἡ φρικτὴ καὶ ὀδυνηρά, καὶ πενθήσωμεν πικρῶς μετανοοῦντες ἀνόνητα.

Νήψωμεν, ἵνα μὴ αἰσχυνθῶμεν τὴν αἰσχύνην ἐκείνην τὴν μεγάλην, ἐνώπιον Θεοῦ

καὶ Ἀγγέλων καὶ ἀνθρώπων. Παυσώμεθα τῶν φιλονεικιῶν, καὶ μάλιστα ἡμεῖς οἱ

ἀκμαζούσας ἔχοντες τὰς ἡλικίας. Ταπεινώθητε, ὅση δύναμις, ἵνα δυνηθῆτε κατα-

λαβεῖν τὴν τελειότητα. Ἐπὶ τῶν πατέρων ἡμῶν ἄνεσιν εἶχον μᾶλλον οἱ καιροί.

Καὶ μάθετε πόση ἦν παρ' αὐτοῖς ἡ ἀκρίβεια, πόση ταπείνωσις καὶ εὐτέλεια, κα-

κουχία τε καὶ ἐξουθένωσις· νυνὶ δὲ μέγας ὑπάρχει ὁ πόλεμος. Μὴ καταφρονεῖτε,

μηδὲ νομίζετε πεφθακέναι εἰς τὴν τελειότητα. Πολλοῦ καμάτου χρεία εἰς τὸ σωθῆ-

ναι, καὶ πολλοῦ αἰῶνος. Μὴ νομίσητε ὅτι τὸ ζώσασθαι βαθέα καὶ σύρειν τὰ ἱμά-

τια ἐκεῖνό ἐστι τὸ μονάζειν, ἢ τὸ ἔχειν λαμπρὰς χεῖρας ἐκεῖνο σῴζει, ἢ τὸ εὐδιάλε-

κτον εἶναι, ἢ ἑρμηνέα Γραφῶν, ἐκεῖνό ἐστι τελειότης, ἢ τὸ ξυρᾶσθαι τὰς κεφαλάς,

ἢ τὸ πάλιν τρίχας φιλοκαλεῖν, καὶ μὴ ἔχειν τὰς ἀναλόγους καὶ ἁρμοζούσας ἀρε-

293

τάς. Οὐ τὸ σχῆμα σμικρύνων λέγω, μὴ γένοιτο· ἀλλ' ὅτι τῷ σχήματι ὀφείλει

ἐπακολουθεῖν ὁ τρόπος καὶ τὰ ἔργα. Σχῆμα γὰρ χωρὶς ἔργων οὐδέν ἐστι. Μὴ οὖν

ἀμεριμνᾶτε, μηδὲ χαυνοῦσθε· πολλοῦ γὰρ κόπου χρεία τὴν νεότητα καὶ τὰς

ὁρμὰς τοῦ σώματος χαλιναγωγῆσαι· εἰ γὰρ καὶ ἄχθεσθε ἐπὶ τοῖς λεγομένοις,

ἀλλ' ἐμὲ τοῦτο οὐ λυπεῖ· θέλω γὰρ ὑμᾶς καυτῆρας δέξασθαι, ἵνα τῆς σηπεδόνος

ἀπαλλαγῆτε. Μηδὲ γάρ, ἐπειδὴ κρύπτετε ὑμῶν τὰ πάθη, οἴεσθε τὸν Θεὸν λαν-

θάνειν· λέγω γὰρ ὑμῖν, ὅτι τὰ κρυφῇ παρ' ὑμῶν γενόμενα, αἰσχρόν μοι τὸ δια-

γράφειν. Εἰ γὰρ διαγράψω, οὐ στήσεσθε, ἀλλ' ἀποφεύξεσθε!

Διὸ δὴ παρακαλῶ ὑμᾶς, ταπεινώσατε ἑαυτοὺς τῇ ὑπακοῇ, τῇ ἀγάπῃ, τῇ εὐ-

τελείᾳ, τῇ ἐξουδενώσει. Διὰ τούτων ὑποτάσσεσθε ἀλλήλοις καὶ ὑπείκετε ἑαυτοῖς

τῇ νηστείᾳ ὁπλιζόμενοι, τῇ εὐχῇ, τῇ ἀγρυπνίᾳ. Μὴ εἰς τὸ φιλονεικεῖν δυνατοὶ καὶ

εἰς τὴν ψαλμῳδίαν ἐκλελυμένοι· μὴ εἰς τοὺς λογισμοὺς ἄγρυπνοι καὶ ὡς θῆρες

ἐμβλέποντες, καὶ ἐν τῇ εὐχῇ νυστάζοντες καὶ τοὺς ὀφθαλμοὺς καμμύοντες· μὴ εἰς

τὴν ἀργολογίαν ἰσχυροὶ ὡς ταῦροι, καὶ εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἀσθενεῖς

ὥσπερ αἱ ἀλώπεκες· μὴ εἰς τὸ λογομαχεῖν ἀήττητοι, καὶ εἰς τὰ πνευματικὰ χα-

294

σμώμενοι· μὴ ἐν τῷ παίζειν ἱλαροί, καὶ ἐν τῷ νουθετεῖσθαι ὑμᾶς σκυθρωποί· μὴ

τὴν ἡμέραν εἰς τὴν γαστριμαργίαν ὑγιεῖς, καὶ ἐν τῇ νυκτερινῇ εὐχῇ ἀσθενάριοι

καὶ νωθεῖς· μὴ ἐν ταῖς συντυχίαις ἱταμοί, καὶ ἐν τοῖς ἔργοις ἐκλελυμένοι· μὴ ἐν

τῷ ἐπιτάσσειν τίμιοι, καὶ ἐν τῷ ἐπιτάσσεσθαι ἄτιμοι· μὴ εἰς τὸ ὑπακούεσθαι

ἡδεῖς, καὶ εἰς τὸ ὑπακούειν ἀηδιζόμενοι· μὴ εἰς τὸ ἐπιτάσσειν αὐστηροί, καὶ εἰς

τὸ ἐπιτάσσεσθαι στυγνοί τε καὶ γόγγυσοι. Μὴ τὰ χειρίδια ἕως τῶν δακτύλων, καὶ

αἱ γλῶσσαι ἕως αὐτοῦ τοῦ στήθους· μὴ εἰς τὴν τράπεζαν γοργοὶ καὶ πρόθυμοι,

καὶ εἰς τὰ ἔργα ἀμελεῖς καὶ ἐκλελυμένοι· μὴ εἰς πολυφαγίαν δυνατοί, καὶ εἰς νη-

στείαν ἀδύνατοι· μὴ εἰς οἰνοποσίαν χαίροντες, καὶ εἰς ὑδροποσίαν στυγνοί τε καὶ

κατηφεῖς· μὴ εἰς τὸ περιβλέπεσθαι διεγηγερμένοι, καὶ εἰς τὸ διακρῖναί τι ἀγαθὸν

ἐσκοτισμένοι· μὴ ἐνώπιον θηλειῶν σεμνοί, καὶ μετὰ τῶν ἀδελφῶν ἠγριωμένοι.

Ἀλλὰ παρακαλῶ ὑμᾶς, τέκνα Θεοῦ ἠγαπημένα, τὸν ζῆλον τῶν καλῶν ἀναλά-

βετε, εἴ τι σεμνόν, εἴ τι οἰκοδομῆς οἰκεῖον, εἴ τι εὔφημον· πρὸ πάντων τὴν ταπεί-

νωσιν, τὴν ἀγάπην, τὴν χρηστότητα, τὴν πρᾳότητα, τὴν ἐπιείκειαν, παραχω-

295

ροῦντες ἀλλήλοις καὶ μὴ φιλονεικοῦντες εἰς οὐδὲν χρήσιμον. Τῇ νηστείᾳ καὶ τῇ

προσευχῇ ἄοκνοι, ἵνα δυνηθῆτε τὰ τῆς σαρκὸς πάθη νικῆσαι· ἵνα μὴ διὰ τὰ μηδα-

μινὰ πάθη τοσούτων ἀγαθῶν στερηθῶμεν. Μὴ τὰ πρόσκαιρα ζητοῦντες, τὴν ἀθά-

νατον δόξαν ἀπολέσωμεν. Σπουδάσωμεν, παρακαλῶ, ὡς ἔτι ἐσμὲν ἐν σαρκί, τὰ

ἀρεστὰ Κυρίῳ ἐργασώμεθα. Σπουδάσωμεν, ἐπειχθῶμεν, μέγας χειμὼν ἐπίκει-

ται, μὴ ἀμεριμνήσωμεν. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς τοὺς ὁρωμένους ἀνθρώπους,

ἵνα διαβλεπόμενοι ἀσφαλισώμεθα. Ἀόρατοί εἰσιν οἱ πολεμοῦντες ἡμᾶς· διὰ τοῦτο

καὶ μέγας ὁ κίνδυνος τοῖς ἀμελεστέροις, νικῶσι δὲ μεγάλη μισθαποδοσία.

Δι' ἐπινοιῶν οὖν νικήσωμεν καὶ ἀντιπαραταξώμεθα αὐτῷ· οἷόν τι λέγω·

ἐὰν εἰς γαστριμαργίαν ἐρεθίσῃ, διὰ νηστείας πολεμήσωμεν· ἐὰν εἰς ἐπιθυμίαν γυ-

ναικὸς ἡμᾶς γαργαλίζῃ, τῇ ὑπομονῇ χρησάμενοι κρατήσωμεν τῆς αἰσθήσεως καὶ

παραχρῆμα φεύξεται· ἐὰν εἰς ὀργὴν ἡμᾶς διεγείρῃ, τὴν εἰρήνην ὁπλισώμεθα· ἐὰν

θυμοῦσθαι ἡμᾶς παρασκευάσῃ, τὴν πρᾳότητα ἀναλάβωμεν· ἐὰν εἰς μῖσος ἐξάπτῃ,

τῇ ἀγάπῃ κολληθῶμεν· ἐὰν εἰς τιμὴν ἐρεθίζῃ, τὴν ἐξουδένωσιν ἐπιδειξώμεθα· ἐὰν

εἰς δόξαν, τὴν εὐτέλειαν ἀναλάβωμεν· ἐὰν εἰς ὕψος φαντάζῃ, τοῦ Κυρίου τὴν τα-

296

πείνωσιν διαγράψωμεν· ἐὰν εἰς ζῆλον πρὸς τὸν ἀδελφὸν ἐρεθίζῃ, ἐννοήσωμεν τὴν

ἔκπτωσιν τοῦ Κάϊν· ἐὰν εἰς φθόνον, τὴν ἀπώλειαν τοῦ Ἠσαῦ· ἐὰν εἰς καταλαλιὰν

κινῇ, τῇ σιωπῇ ἑαυτοὺς περιφράξωμεν. Ἐὰν γὰρ οὕτως αὐτῷ ἀντισταθῶμεν,

φεύξεται καὶ οὐ στήσεται. Ἐπανελεύσεται δὲ ἡ χάρις.

Πιστεύσατε, ἀδελφοί μου, ἀπὸ πάντων ὧν παρῄνεσα ὑμῖν φυλάττεσθαι, ἔνο-

χος αὐτῶν εἰμι ἐγώ· ἀλλὰ κἂν ὑμεῖς καθαροὶ γένησθε, ἐγὼ γὰρ βεβορβόρωμαι

ταῖς ἁμαρτίαις, ἀλλὰ σπουδάσατε διὰ τῆς καλῆς ὑμῶν μετανοίας κἀμὲ ἐξαγορά-

σαι. Πιστεύσατε, ἀφ' ὧν ἐλάλουν, οὐδὲν ἐφύλαξα· ἀλλ' ὑμεῖς τῷ ἔργῳ κοσμήσατε

τοὺς ἐμοὺς λόγους. Πιστεύω γὰρ ὑμᾶς ἀμώμους εὑρεθῆναι· ἐγὼ δὲ κατακέκρι-

μαι ὑπὲρ ὧν λέγω καὶ οὐ ποιῶ. Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας,

μηδὲ ὡς ἐν παροιμίαις νομίσωμεν τὰ λεχθέντα· οὐδὲ γὰρ ἔξωθέν τι τῶν γε-

γραμμένων παρεισηγάγομεν, ἀλλ' οὐδὲ ψευδῆ τὰ ῥηθέντα. Γένοιτο δὲ πάντας

ὑμᾶς δεξαμένους τὸν σπόρον τοῦ λόγου, ὥσπερ γῆν ἀγαθήν, καρποφορῆσαι· τὸν

μὲν τριάκοντα, τὸν δὲ ἑξήκοντα, τὸν δὲ ἑκατόν· ἵνα τοῖς καρποῖς κομοῦντες καὶ

297

ταῖς ἀρεταῖς λαμπροφοροῦντες, εὐφρανῆτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Καὶ αὐτὸς εὐφρανεῖ ὑμᾶς ἐν τῇ ἀναπαύσει τῆς βασιλείας αὐτοῦ εἰς τοὺς αἰῶνας

τῶν ἰώνων. Ἀμήν.

{Ἔλεγχος αὑτοῦ καὶ ἐξομολόγησις} Ἐν πολλοῖς ὑμῖν, ἀδελφοί, δοκῶν χρησιμεύειν, ὀφείλω καὶ ἐμαυτῷ εἰς ψυ-χὴν λυσιτελῆσαι· ἄλογον γὰρ ἄλλοις παρέχοντα τροφήν, πεῖναν αὐτὸν ὑφίστασθαι·καὶ αἰσχρὸν ἑτέρους ποτίζοντα, δίψῃ με διαφθείρεσθαι. Πῶς δέ ἐστι τοῦτο, εἰ μὴτὴν ἐμαυτοῦ ἐλέγξω συνείδησιν; Οἶδα γὰρ ὅτι χρήσιμόν μοι γενήσεται εἰς τὸ μέλ-λον κριτήριον. Ἐπειδὴ ἐν πολλοῖς με ὄντα ὁ Ἐχθρὸς παρετάξατο ἐν νεότητι· ἐν γὰρ τῷμεταξὺ περὶ τοῦ αὐτόματα εἶναι τὰ ἐν τῷ βίῳ, μικροῦ δεῖν, ἐπληροφόρησέ με ἡνεότης. Ὡς ὅτε δὲ ναῦς δίχα οἰάκων ὑπάρχουσα τὸν κυβερνήτην ἐπὶ τῆς πρῴραςπαρίστησι καὶ βαδίζει εἰς τοὐπίσω, ἢ οὔτε βαδίζει, ἔσθ' ὅτε δὲ καὶ περιτρέπεται,εἰ μή τις ἐπισκοπή, ἢ δι' Ἀγγέλου ἢ δι' ἀνθρώπου, αὐτῇ βοηθήσειε· τοῦτο δὴ καὶἐμοὶ γέγονε· καὶ φερόμενος ἐπὶ κλύδωνος ἀπάτης ἀναισθήτως εἶκον του ἐπηρτη-μένου κινδύνου. Τί οὖν ποιεῖ ἡ χρηστότης αὐτοῦ; Ἀποδημοῦντί μοι ἐν τοῖς κλίμασι τῆςἐνδοτέρας Μεσοποταμίας περιτυχεῖν ἐποίησε ποιμένι προβάτων. Ὁ δέ φησι πρόςμε· ποῦ πορεύῃ, νεανίσκε; Κἀγὼ εἶπον· ὅπου καὶ τύχοιμι. Καὶ λέγει μοι· ἔκδε-ξαι, ὅτι πρὸς ἑσπέραν ἡ ἡμέρα κέκλικε. Τί γάρ; Ὑπακούσας ἔμεινα παρ' αὐτῷ.Καὶ ἐν μέσῃ νυκτὶ λύκοι ἐπελθόντες τὰ πρόβατα διεσπάραξαν, τοῦ ποιμένος ὑπὸμέθης ἐφυπνώσαντος. Ἐπῆλθον δὲ οἱ δεσπόται, κἀμοὶ τὴν αἰτίαν ἐπέγραφον·εἷλκον δέ με καὶ εἰς δικαστήριον· γενόμενος δὲ πρὸς τὸν κριτήν, ἀπελογούμην,ὡς γέγονε. Καὶ μετ' ἐμὲ εἰσήχθη τις ἐν μοιχείᾳ ἁλούς· ἡ δὲ γυνὴ διαφυγοῦσαἀφανὴς ἐγεγόνει. Καὶ ὁ δικαστὴς ὑπερθέμενος ἀμφοτέρους ἡμᾶς ἐπὶ τὸ αὐτό, εἰςφυλακὴν παρέπεμψεν· εὕρομεν δέ τινα γεωργὸν ἐν τῇ εἱρκτῇ περὶ φόνου ἐνεχθέν-