De passionibus animi
- Edition reference
- De passionibus animi, ed. Phrantzolas, op. cit., vol. 1, 354–361.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
358
ρίσκομαι εἰς πράγματα ἅπερ μισῶ. Ἐξίσταμαι ἐν τῇ κτίσει, πῶς ὡραία ἐστὶν ἀεί,
καὶ ἀπρεπής μου ἡ γνώμη ἀνὰ μέσον τῶν καλλίστων. Ἐξίσταμαι ἐν τῇ ἐμῇ προ-
αιρέσει τῇ κακίστῃ ἐν θλίψεσιν ἐν αἷς ἀεὶ ἁμαρτάνει διαφόρως. Ἐξίσταμαι ἐν τῇ
ἐμῇ μετανοίᾳ καθ' ἡμέραν, πῶς οὐκ ἔχει τὸν στερεὸν θεμέλιον οἰκοδομῆς. Καθ'
ἑκάστην τίθημι θεμέλιον οἰκοδομῆς, καὶ πάλιν ταῖς ἐμαῖς χερσὶ καταλύω τὸν κά-
ματον. Οὐκ ἔβαλεν ἀρχὴν καλὴν ἡ καλή μου μετάνοια. Τέλος πάλιν οὔπω ἔχει
ἡ κακίστη ἀμέλεια. Δεδούλωμαι χαυνότητι, θελήματι τοῦ Ἐχθροῦ μου, εὐπρο-
θύμως ἐπιτελῶν πάντα αὐτοῦ τὰ ἐράσμια.
Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ πολὺ ἀμύθητον, καὶ τοῖς ὀφθαλμοῖς πηγάς,
359
ἵνα ἀεὶ βρύωσι δάκρυα, καὶ κλαύσωμαι διαπαντὸς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵνα
πέμψας χάριν αὐτοῦ ἀνασπάσῃ ἁμαρτωλὸν ἐκ θαλάσσης μαινομένης ἐν κύμασιν
ἁμαρτιῶν, χειμαζούσης τὴν ψυχήν μου ἐν ζάλαις κατὰ ὥραν; Τὰ γὰρ ἐμὰ θελή-
ματα ἐνίκησαν τὰ τραύματα μὴ παντελῶς δεχόμενα ἐπιδέσμους ἰάσεως. Ἐπ' ἐλ-
πίδι μετανοίας ἐστί μου ἡ προσδοκία· κλεπτόμενος ἐν τῇ αὐτῇ ὑποσχέσει τῇ μα-
ταίᾳ καὶ μέχρις ὅτου ἐκλείψω. Ταύτην ἔχω προσδοκίαν· ἀεὶ λέγων μετανοεῖν,
οὐδέποτε μετανοῶ. Τοῖς ῥήμασι μετανοῶ μετὰ σπουδῆς, τοῖς δὲ ἔργοις μῆκος
πολὺ ἀπέχω τῆς μετανοίας. Ἐάν εἰμι ἐν ἀνέσει, λανθάνω μου καὶ τὴν φύσιν.
Ἐὰν πάλιν ἐν θλίψεσιν, εὑρίσκομαι καὶ γογγυστής.
Οἱ ἅγιοι γὰρ πατέρες γενόμενοι φιλόθεοι, ἐν θλίψεσι καὶ πειρασμοῖς ἐγέ-
νοντο εὐδόκιμοι, καὶ στέφανον ἀμάραντον παρὰ Θεοῦ οὐρανίου ἐδέξαντο μετὰ δό-
ξης καὶ ἐπαίνων· καὶ ἔπαινον καὶ ὄνομα κτησάμενοι ἐκ θλίψεως, εἰκὼν καλὴ γε-
γόνασι ταῖς ἐρχομέναις γενεαῖς. Κατανοῶ καὶ συνεχῶς, σὺν πατράσι καὶ ἁγίοις,
καὶ τὸν σεμνὸν καὶ εὐπρεπῆ σωφρονέστατον Ἰωσὴφ πλήρη κάλλους οὐρανίου σὺν
360
ἀγάπῃ τοῦ Ὑψίστου, ποίαν καλὴν ὑπομονὴν ἐκτήσατο ἐν πειρασμοῖς· οὐ γὰρ
ἴσχυσεν ἀδικῆσαι ὁ τῶν ἀδελφῶν δεινὸς φθόνος τῆς ἐκείνου ψυχῆς τὸ κάλλος.
Οὔτε πάλιν ἀσπὶς δεινὴ ἐν φωλεῷ τῷ ἰδίῳ ἐδυνήθη ἐκμαρᾶναι κάλλος ἀνθοῦν τὸ
τοῦ παιδός· ἐν τῷ ἄνθει κατὰ ὥραν τοῦ σώφρονος ἐπέβλεπεν, ἵνα ἐκχέῃ πικρὸν ἰὸν
περὶ αὐτὸν μαινομένη. Οὔτε πάλιν ἡ φυλακὴ ἢ τὰ δεσμὰ ἐμάραναν εὐπρέπειαν
ψυχῆς καὶ ἄνθος παιδὸς φιλοθέου. Εἰ δὲ ἐγὼ ὁ ἄθλιος ἐκτός τινος τῶν πειρασμῶν
ἁμαρτάνω, παροξύνω καὶ πικραίνω τὸν Δεσπότην.
Πεῖραν οὖν λαβὼν τῶν πολλῶν σου, Κύριε, καὶ ἀμυθήτων οἰκτιρμῶν, πα-
ρακαλῶ τὸ μέγεθος τῶν οἰκτιρμῶν σου, σῶσόν με, καὶ δώρησαι σῷ οἰκέτῃ αἰτή-
ματα ψυχῆς αὐτοῦ, ἃ αἰτεῖται ἐκ θησαυροῦ εὐσπλαγχνίας σου, Δέσποτα, ἵνα
βρύῃ διηνεκῶς ὥσπερ πηγὴ ἡ χάρις σου ἐν καρδίᾳ καὶ στόματι ἐμοῦ αὐτοῦ τοῦ
δούλου σου· ἵνα ἐστὶ καρδία μου καὶ στόμα μου ναὸς ἁγνὸς τῇ χάριτι καὶ ἄμω-
μος, δεχόμενος Βασιλέα οὐράνιον, ἵνα μή ἐστιν ὡς φωλεὸς πονηροῖς λογισμοῖς καὶ
σπήλαιον λῃστῶν κακῶν πονηραῖς ἐνθυμήσεσιν. Ἀλλ' ἀεὶ ὁ δάκτυλος τῆς χάριτος
361
κινησάτω τὴν γλῶσσάν μου ὥσπερ νευρὰν τῆς κιθάρας εἰς δόξαν σου, φιλάνθρωπε,
ἵνα ἀπαύστως δοξάζω καὶ εὐλογῶ μετὰ πόθου ἐν καρδίᾳ καὶ στόματι ὅλον τὸν
χρόνον τῆς ζωῆς μου. Ὁ γὰρ ὀκνῶν ὑμνολογεῖν καὶ δοξάζειν σε, Δέσποτα, οὗτος
αὐτὸς ἀλλότριος τῆς μελλούσης ζωῆς ἐστι. Χριστὲ Σωτήρ, δώρησαί μοι αἴτησιν
τῆς καρδίας μου, ἵνα ἐστὶν ἡ γλῶσσά μου ὡς κινύρα τῆς χάριτος, ἵνα δυνηθῶ
ἀποδοῦναι ἐντεῦθεν τῆς διαθήκης ἐκ τῶν πολλῶν γραμματίων κἂν ὀλίγα ἐγκλή-
ματα· κἀκεῖ πάλιν σωθήσομαι ἐν τῇ σκέπῃ τῶν χειρῶν σου, ὅταν τρέμῃ πᾶσα
ψυχὴ ἐκ δόξης σου τῆς φοβερᾶς. Ναί, Δέσποτα, Υἱὲ μονογενές, εἰσάκουσον καὶ
πρόσδεξαι, ὥσπερ δῶρον, τὴν δέησιν τοῦ δούλου σου. Ἁμαρτωλός εἰμι ἐγὼ τῇ
χάριτι σῳζόμενος. Δόξα πρέπει τῷ σῴζοντι ἁμαρτωλὸν ἐν οἰκτιρμοῖς.
{Περὶ μετανοίας} Ὁ κατελθὼν Κύριος ἐκ τοῦ κόλπου τοῦ Πατρός, καὶ γενόμενος ἡμῖν ὁδὸςσωτηρίας, περὶ τῆς μετανοίας ἡμᾶς διδάσκει διὰ τῆς μακαρίας καὶ θείας αὐτοῦφωνῆς, λέγων· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·οὔτε, πάλιν, χρῄζουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ἐὰν ἐγὼταῦτα λέγω, μήποτέ μου ἀκούσῃς· ἂν δὲ αὐτὸς ὁ Κύριος, διατί καταφρονεῖςἀμελῶν σου τῆς ζωῆς; Ἐὰν σύνοιδας σεαυτῷ ὅτι ἔχεις ἔνδοθεν τραύματα λογι-σμῶν καὶ πράξεων, διατί σὺ ἀμελεῖς τῶν κρυπτῶν σου τραυμάτων; Τί φοβῇ τὸνἰατρόν; Οὐκ ἔστιν ἀπότομος, οὔτε πάλιν ἄσπλαγχνος, οὔτε ἀνελεήμων. Οὐ χρᾶ-ται τῷ σιδήρῳ, οὔτε πάλιν φαρμάκῳ αὐστηρῷ καὶ καυστικῷ· μόνῳ λόγῳ ἰᾶται.Ἐὰν βούλῃ προσελθεῖν, πλήρης ἀγαθῶν ἐστι καὶ πλήρης εὐσπλαγχνίας. Διὰ σὲπαραγέγονεν ἐκ τοῦ κόλπου τοῦ Πατρός· διὰ σὲ ἐσαρκώθη, ἵνα αὐτῷ προσέλθῃςἀφόβως· διὰ σὲ ἐνηνθρώπησεν, ἵνα σε ἰάσηται τῶν δεινῶν σου τραυμάτων. Μετὰπολλῆς ἀγάπης καὶ πάσης χρηστότητος φωνεῖ σε πρὸς ἑαυτόν. Πρόσελθε, ἁμαρτωλέ· ἰάθητι εὐχερῶς· ἀπόρριψον ἀπὸ σοῦ ἁμαρτιῶν τὸ βά-ρος· δέησιν προσένεγκε καὶ δάκρυα ἐπίθες εἰς τὴν σηπεδόνα. Οὗτος γὰρ ὁ ἰατρὸςοὐράνιος· ἀγαθὸς ὢν δάκρυσι καὶ στεναγμοῖς ἰᾶται τὰ τραύματα. Πρόσελθε, ἁμαρ-τωλέ, τῷ ἀγαθῷ ἰατρῷ, προσφέρων τὰ δάκρυα, τὸ κάλλιστον φάρμακον. Οὕτωγὰρ καὶ βούλεται ὁ οὐράνιος ἰατρὸς ἰαθῆναι ἕκαστον τοῖς ἰδίοις δάκρυσι καὶ σωθῆ-ναι· τοῦτο γὰρ τὸ φάρμακον οὐ κρατεῖ ἐπὶ πλεῖον, οὐδὲ στύφει τὸ τραῦμα, ἀλλ'εὐθὺς ἰᾶταί σε. Ὁ ἰατρὸς ἐκδέχεταί σου ἰδεῖν τὸ δάκρυον· πρόσελθε, μὴ φοβηθῇς·δεῖξον αὐτῷ τὸ τραῦμα, προσφέρων καὶ φάρμακον, δάκρυον καὶ στεναγμόν. Ἰδοὺγὰρ ἀνέῳκται θύρα τῆς μετανοίας, σπούδασον, ἁμαρτωλέ, πρὶν αὐτὴν ἀποκλείσῃ.Οὐκ ἐκδέχεται καιρὸν πρὸς τὴν σὴν ἀμέλειαν, οὐδὲ αὕτη ἡ θύρα βλέπουσά σε ῥᾴθυ-μον ἐκδέχεται προσμένειν τῇ σῇ καταφρονήσει. Διατί ἐμίσησας τὴν ζωήν σου, ἄθλιε; Τί ἀνώτερον ἄρα τῆς ψυχῆς σου, ἄν-θρωπε; Σὺ δέ, ὦ ἁμαρτωλέ, ταύτης κατεφρόνησας. Οὐκ οἶδας, ἀγαπητέ, ποίανὥραν κελεύει ὁ οὐράνιος ἰατρὸς ἀποκλεῖσαι τὴν θύραν τῆς αὑτοῦ ἰάσεως. Πρόσελθε, παρακαλῶ. Σπούδασον ἰαθῆναι. Χαροποιῆσαι θέλεις στρατιὰνοὐράνιον ἐν τῇ σῇ μετανοίᾳ. Ὁ ἥλιος ἔφθασεν εἰς ἑσπερινὴν ὥραν· διὰ σὲ περι-μένει, ἵνα φθάσῃς εἰς μονήν. Ἕως πότε ἀνέχῃ τοῦ μιαροῦ Ἐχθροῦ σου, ἀναιδῶςἐπιτελῶν ἐκείνου τὸ θέλημα; Ἐκεῖνος γὰρ βούλεται καὶ εἰς πῦρ σε ἐμβαλεῖν· αὕ-τη αὐτοῦ ἡ σπουδή· τοῦτο αὐτοῦ χάρισμα τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτὸς πολεμεῖἀεὶ σὺν ταῖς κακαῖς καὶ μιαραῖς ἐπιθυμίαις, μετὰ πάντων ἀνθρώπων· αὐτὸς πά-λιν ὁ μιαρὸς εἰς ἀπόγνωσιν φέρει τοὺς αὐτῷ πειθομένους· σκληρύνει τὴν καρδίαν,ξηραίνει τὰ δάκρυα, ἵνα μὴ κατανυγῇ ἁμαρτωλός. Παντελῶς φεῦγε τοῦτον, ἄν-θρωπε, μίσησον καὶ βδελύσσου τὰ αὑτοῦ ἐράσμια. Μίσησον τὸν Πονηρόν, καὶ φεῦγετὸν Δόλιον· ἀνθρωποκτόνος γάρ ἐστιν ἀπ' ἀρχῆς μέχρι τέλους. Φεῦγε αὐτόν,ἄνθρωπε, ἵνα μή σε φονεύσῃ. Ἄκουσον, ἀγαπητέ, τῆς μακαρίας φωνῆς λεγού-σης καθ' ἑκάστην· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼἀναπαύσω ὑμᾶς. Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε, ὅτι ἥσυχός εἰμι,πραῢς καὶ ἐπιεικής, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἀνάπαυσίν σοιλέγει, καὶ ζωὴν ἐπαγγέλλεται ἡμέραν καθ' ἡμέραν. Πρόσελθε, μὴ φοβηθῇς.Ἀγαθὸς 〈καὶ〉 ἀνενδεὴς ὑπάρχει ὁ Δεσπότης· οὐ ζητεῖ γραμματεῖα πασῶν ἁμαρ-