De paenitentia
- Edition reference
- De paenitentia, ed. Phrantzolas, op. cit., vol. 1, 362–374.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
365
τιῶν. Καταφυγὴ τυγχάνει ἀπὸ πάντων τῶν κακῶν· ἰᾶται τὰ τραύματα· χαρίζεται
καὶ ζωὴν ἀφθόνως ὡς ἀγαθός· προσδέχεται εὐχερῶς τοὺς αὐτῷ προσπίπτοντας,
ἐπειδὴ Θεὸς μέγας καὶ προγνώστης τυγχάνει, ἐπιστάμενος ἡμῶν πάσας τὰς ἐν-
θυμήσεις. Ὅταν τις προσέρχηται πρὸς αὐτὸν ἰαθῆναι, ὁρᾷ αὐτοῦ καρδίαν καὶ
πᾶσαν προθυμίαν. Ὅταν ἀμετάθετον τὸν εὐσεβῆ λογισμὸν ἔχῃ προσερχόμενος,
αὐτὸς ὁ ἀγαθὸς Θεὸς διὰ τὴν αὑτοῦ χρηστότητα εὐθέως εὑρίσκεται τοῖς αὐτὸν
ἐκζητοῦσι· καὶ πρὶν ἢ ἀναβλέψαι ἄνθρωπον εἰς τὸν Θεόν, λέγει αὐτῷ· πάρειμι·
καὶ πρὶν αὐτῷ ἐγγίσαι, ἀνοίγει τὸν θησαυρὸν ἔμπροσθεν τοῦ ζητοῦντος. Πρὶν
ἐκχέει δάκρυον, ἐκχέει τοὺς θησαυρούς, καὶ πρὶν αὐτοῦ δεηθῆναι, καταλλάσσεται
αὐτῷ· πρὶν αὐτὸν προσεύξασθαι, τυγχάνει τοῦ ἐλέους· ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ
οὕτω ποθεῖ καὶ θέλει τοὺς μετ' ἀληθείας προσερχομένους αὐτῷ. Οὐ βραδύνει
366
ἀκοῦσαι· οὐδὲ πάλιν ἐγκαλεῖ τῷ προσελθόντι ἀσεβεῖ· διατί τοσοῦτον χρόνον ἐδού-
λευσας τῷ Ἐχθρῷ, ἐμοῦ δὲ τοῦ Δεσπότου ἑκὼν κατεφρόνησας; Οὐ ζητεῖ ποσό-
τητα τοῦ παρελθόντος χρόνου, μόνον τὴν ταπείνωσιν. Δάκρυα καὶ στεναγμοὺς
τοῦ αὐτῷ προσπίπτοντος θεωρεῖ ὁ Δεσπότης. Ὅτι προγνώστης ἐστίν, ὡς Θεὸς
ἡμῶν καὶ πλάστης, παραχρῆμα συγχωρεῖ πάσας τὰς ἁμαρτίας, πάντα τὰ παρα-
πτώματα λογισμῶν καὶ πράξεων· καὶ τὴν στολὴν τὴν πρώτην λέγει ἐνεχθῆναι
αὐτῷ, καὶ πάλιν δακτύλιον ἐπὶ χεῖρα δεξιάν· καὶ πᾶσι τοῖς Ἀγγέλοις κελεύει
συγχαρῆναι εἰς τὴν εὕρεσιν ταύτης τῆς τοῦ ἁμαρτωλοῦ ψυχῆς.
Μακάριοι γάρ ἐσμεν πάντες ἡμεῖς ἄνθρωποι, οἷον Δεσπότην ἔχομεν γλυκύν,
ἀμνησίκακον, ἀγαθόν, οἰκτίρμονα, εὔσπλαγχνον, μακρόθυμον, συγχωροῦντα
πάντοτε τὰς ἡμῶν ἀσεβείας, ἐὰν ἡμεῖς θέλωμεν. Ἰδοὺ γὰρ παρακαλεῖ, ἰδοὺ καὶ
μακροθυμεῖ, ἰδοὺ ἡμῖν παρέχει πάντα αὐτοῦ τὰ ἀγαθὰ ἐν τῷ αἰῶνι τούτῳ κἀκεῖ,
ἐὰν θέλωμεν. Δεῦτε οὖν, δεηθῶμεν, ἕως οὗ καιρός ἐστιν· ὧδε ἐν τῷ βίῳ τούτῳ,
ὅσον ἤμεθα ἡμεῖς, δυνάμεθα πάντοτε δυσωπῆσαι τὸν Θεόν. Εὐχερὲς ἡμῖν ἐστι
367
ζητῆσαι συγχώρησιν· εὔθετον ἡμῖν ἐστι καὶ κρούειν εἰς τὴν θύραν τῆς αὑτοῦ
εὐσπλαγχνίας. Ἐκχέωμεν δάκρυα, ἕως οὗ ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα· ἵνα
μὴ ἀπελθόντες εἰς τὸν ἐκεῖ αἰῶνα κλαύσωμεν ἀνωφελῶς· ἐκεῖ γὰρ τὰ δάκρυα εἰς
οὐδὲν λογίζονται. Ὅσον ἡμεῖς θέλομεν, τοσοῦτον καὶ συγχωρεῖ ὁ Θεὸς ὁ ἀγαθός.
Ἐνταῦθα γὰρ ἀκούει ἡμῶν παρακαλούντων, καὶ ἐνθάδε συγχωρεῖ ἡμᾶς ἱκετεύον-
τας. Ἐνταῦθα ἐξαλείφει ἡμῶν τὰς ἀνομίας, ἡμῶν εὐγνωμονούντων. Ἐνταῦθα
παράκλησις, ἐκεῖ δὲ ἐκζήτησις. Ὧδε μακροθυμία, ἐκεῖ ἀποτομία. Ὦδε συγκατά-
βασις, ἐκεῖ δὲ ἀκρίβεια. Ὧδε αὐτεξούσια, ἐκεῖ δικαστήρια. Ἐνταῦθα ἐν ἀδείᾳ,
ἐκεῖ ἐν στενοχωρίᾳ. Ἐνταῦθα ἀπόλαυσις, ἐκεῖ δὲ βασανισμοί. Ὧδε πλεονεξία,
ἐκεῖ δὲ τιμωρία. Ἐνταῦθα τὸν γέλωτα, ἐκεῖ δὲ τὸν κλαυθμόν. Ὧδε ἀδιαφορία,
ἐκεῖ δὲ ἡ κόλασις. Ὧδε καταφρόνησις, ἐκεῖ πῦρ αἰώνιον. Ἐνταῦθα καλλωπι-
σμός, ἐκεῖ δὲ ἡ κόλασις. Ἐνταῦθα φυσίωσις, ἐκεῖ δὲ ταπείνωσις. Ἐνταῦθα αἱ
ἁρπαγαί, ἐκεῖ βρυγμὸς ὀδόντων. Ἐνταῦθα χρυσόπαστα, ἐκεῖ σκότος καὶ ζόφος.
Ἐνταῦθα ἀμέλεια, ἐκεῖ ἀσυγχώρητα πάντων πλημμελήματα.
Ταῦτα ἐπιστάμενοι, ἀδελφοὶ ἀγαπητοί, διατί ἀμελοῦμεν τῆς ἡμῶν σωτηρί-
ας; Μὴ ἡλωθῇ, ἀδελφοί, ὁ νοῦς ἡμῶν ἐνταῦθα, καὶ μὴ γλυκανθῇ ἡμῖν ἀγάπη τῶν
368
γηΐνων, ἵνα μὴ πικρανθῇ ὁ κλαυθμὸς ἡμῶν ἐκεῖ. Διατί καταφρονοῦμεν μὴ θέλον-
τες ἰαθῆναι, ἕως οὗ καιρός ἐστι; Δι' ὀλίγων δακρύων τοῦ βραχέος καιροῦ τούτου,
καὶ διὰ τῆς μετανοίας, συγχωρεῖ ὁ Θεὸς πάντα παραπτώματα. Κλαῦσον ὧδε
ὀλίγον, ἵνα μὴ κλαύσῃς ἐκεῖ εἰς αἰῶνα αἰῶνος ἐν σκότει ἐξωτέρῳ. Εὐγνώμων
ὧδε γενοῦ, ἵνα μὴ ἐκεῖ βληθῇς εἰς τὸ πῦρ τὸ ἄσβεστον. Τίς ἡμᾶς μὴ θρηνήσει;
Καὶ τίς ἡμᾶς μὴ κλαύσει; Μισήσαντες γὰρ ζωήν, θάνατον ἀγαπῶμεν. Ἐννοήθητι
αὐτός, ἀδελφέ μου γνήσιε, καὶ ἔκλεξαι τὸ κρεῖττον καὶ συμφέρον τῇ ψυχῇ. Ποία
σοι δυσχέρεια, ἵνα ἐνταῦθα κλαύσῃς περὶ τῶν ἁμαρτιῶν καὶ ἐνταῦθα δεηθῇς
εὐγνώμων γενόμενος διὰ τῆς μετανοίας, ἢ ἐκεῖ ἐντῷ πυρὶ κλαύσῃς μηδὲν ὠφε-
λῶν; Ἐνταῦθα γὰρ δακρύων τυγχάνεις ἀνέσεως σὺν πάσῃ παρακλήσει, ἐκεῖ δὲ καὶ
δακρύων ὑπάγεις εἰς κόλασιν καὶ τὴν ἐπιτίμησιν τῶν μυρίων ταλάντων. Ἀπόδος
ὀλιγοστὸν παρακαλῶν Δεσπότην, ὅπως ἂν συγχωρήσῃ ὀφλήματα σῆς ψυχῆς· ἐὰν
δὲ μὴ βουληθῇς ἐνταῦθα ἀποδοῦναι ἐκ τοῦ πολλοῦ ὀλίγον, ἐκεῖ ἔχεις ἀποδοῦναι
μετὰ πολλῶν βασάνων πᾶσάν σου τὴν ὀφειλήν. Ταῦτα δὲ ἐγὼ λέγω τῷ ὑμετέρῳ
369
πόθῳ, ἀγαπητοὶ ἀδελφοὶ καὶ φιλόθεοι, οὐχ ὡς ἄξιός τις ὢν καὶ καθαρὸς ἐν βίῳ,
ζήσας ἐν ἁγνότητι· ἀλλὰ ἀπὸ πολλοῦ πόνου καὶ λύπης τῆς καρδίας, ἐννοῶν εἰς
ἐμαυτὸν τί ἡμῖν ἀπόκειται καὶ ἡμεῖς ἀμελοῦμεν. Ἐγὼ δέ, ἀδελφοί, ἀκάθαρτος τυγ-
χάνων, ἀσεβὴς ἐν βίῳ μου, πράξεσι καὶ λογισμοῖς, μὴ συνειδὼς ἐμαυτῷ παντε-
λῶς τι ἀγαθόν, ἀλλὰ νῦν καὶ πάντοτε ἁμαρτωλὸς καὶ χαῦνος τῇ ἐμῇ προαιρέσει.
Ταῦτα δὲ λέγω ἐγὼ τῇ ὑμῶν ὁμονοίᾳ, ὅτι συνέχει λύπη τὴν καρδίαν μου
ἀεί, περὶ κρίσεως Θεοῦ φοβερᾶς τῆς μελλούσης. Πάντες γὰρ ὑπάρχομεν ἀεὶ κα-
ταφρονηταί, καὶ νομίζοντες ζῆσαι ἐν βίῳ τῷ ματαίῳ εἰς αἰῶνα αἰῶνος. Ὁ αἰὼν
παράγεται καὶ τὰ ἐν αὐτῷ πάντα· καὶ ἡμεῖς, ἀγαπητοί, λόγον ἀπαιτούμεθα περὶ
τούτων ἁπάντων, ὡς εἰδότες τὰ καλὰ καὶ ποιοῦντες τὰ κακά. Ὧδε καταφρο-
νοῦντες τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ, προετιμήσαμεν γῆν καὶ
τὰ ἐν αὐτῇ πάντα. Ὁ ἄργυρος καὶ ὁ χρυσὸς οὐκ ἐξελεῖται ἡμᾶς ἐκ τοῦ φοβεροῦ
πυρός. Ἱμάτια καὶ τρυφὴ εἰς κατάκριμα ἡμῶν εὑρίσκονται ἐκεῖσε. Ἀδελφὸς οὐ
λυτροῦται τὸν ἴδιον ἀδελφόν, οὐδὲ ὁ πατὴρ πάλιν τὸ τέκνον τὸ ἴδιον, ἀλλὰ ἕκα-
370
στος ἵσταται ἐν ἰδίῳ τάγματι, ἐν τῇ ζωῇ καὶ πυρί. Πολλοί εἰσιν ἅγιοι, δίκαιοι καὶ
ὅσιοι γυμνωθέντες τοῦ βίου καὶ τῶν αὑτοῦ πραγμάτων τῇ καλῇ προαιρέσει τῆς
αὑτῶν ἐξουσίας, καὶ ἐλπίδι ἀγαθῇ τῶν ἐντολῶν τοῦ Θεοῦ, πεισθέντες ἀπολαύσειν
τῶν ἀγαθῶν τοῦ Θεοῦ ἐν παραδείσῳ τρυφῆς· Χριστὸν γὰρ ποθήσαντες προετί-
μησαν αὐτὸν ὑπὲρ πάντα τὰ φθαρτά· διὸ καὶ καθ' ἑκάστην ἐν Θεῷ ἀγάλλονται,
ἐν Χριστῷ φωτίζονται, ἐν Πνεύματι Ἁγίῳ χαίροντες ἀδιαλείπτως. Ἀγάλλεται
εἰς αὐτοὺς ἡ Τριὰς ἡ Ἁγία· ἀγάλλονται εἰς αὐτοὺς Ἄγγελοι καὶ Ἀρχάγγελοι·
ἀγάλλεται εἰς αὐτοὺς παράδεισος τῆς τρυφῆς. Ἀληθῶς οὗτοί εἰσιν ἐπαινετοί, ἔν-
δοξοι, μακάριοι πάντοτε. Ἄγγελοι καὶ ἄνθρωποι μακαρίζουσιν αὐτούς, ὅτι προ-
ετίμησαν τὴν ἀγάπην τοῦ Θεοῦ ὑπὲρ ὅλον τὸν κόσμον. Καὶ ὁ Θεὸς ὁ ἅγιος, δί-
καιος, ἀληθινὸς ἐχαρίσατο αὐτοῖς τὴν αὑτοῦ βασιλείαν· καὶ ἔτι μείζονα δόξαν
ἐδωρήσατο αὐτοῖς, ἵνα βλέπωσιν αὐτὸν σὺν ἁγίοις Ἀγγέλοις πάντοτε μετὰ
χαρᾶς. Πολλοὶ δὲ τῶν ἀνθρώπων τὴν γῆν ἐπεπόθησαν καὶ τὰ ἐν αὐτῇ φθαρτά·
ἡλοῦται δὲ ὁ νοῦς αὐτῶν πάντοτε εἰς τὸ φθαρτόν, καὶ σχεδὸν ὡς ἄλογα τρέφουσι
τὰ σώματα αὐτῶν ἐν βρώμασιν, ὡς ἀθανάτου ὄντος τοῦ βίου τοῦ ματαίου.
371
Τί πράττεις, ὦ ἄνθρωπε, διάγων ὡς ἄλογον; Συνετόν, διακριτικὸν ἔκτισέ
σε ὁ Θεός, μὴ ὁμοιωθῇς αὐτὸς κτήνεσιν ἀνοήτοις τῇ σῇ ἀδιακρισίᾳ. Νῆψον, ἄν-
θρωπε, μικρόν, καὶ ἐλθὲ εἰς ἑαυτὸν καὶ γνῶθι ὡς συνετός, ὅτι ἐκ τοῦ οὐρανοῦ διὰ
σὲ ἐλήλυθεν ὁ Θεὸς ὁ ὕψιστος, ἵνα σε ἀπὸ τῆς γῆς ὑψώσῃ πρὸς οὐρανόν. Εἰς τοὺς
γάμους ἐκλήθης οὐρανίου Νυμφῶνος, ἵνα τί καταφρονῇς; Διατί δυσχεραίνεις;
Πῶς ἔχεις ἀπέρχεσθαι εἰς τοὺς γάμους, εἰπέ μοι, ἐσθῆτα πολύτιμον καὶ τῶν γά-
μων ἐπάξιον οὐκ ἔχων; Λαμπάδα οὐ κατέχεις καὶ πῶς ἔχεις εἰσελθεῖν; Κατα-
φρονῶν εἰσέρχῃ; Ἀκούεις παραχρῆμα τῆς φοβερᾶς ἐκείνης φωνῆς· ἑταῖρε, πῶς
εἰσῆλθες εἰς τοὺς γάμους μὴ ἔχων ἔνδυμα τοῦ γάμου τῆς ἐμῆς βασιλείας; Κατα-
φρονῶν εἰσῆλθες, ἵνα ὕβριν ποιήσῃς διὰ τῆς γυμνότητος τοῖς ἐμοῖς συμποσίοις;
Καὶ λέγει ὁ Βασιλεὺς τοῖς ἰδίοις ὑπηρέταις· δήσατε τὸν ἄθλιον χεῖρας ὁμοῦ καὶ
πόδας, καὶ ἐμβάλετε αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρός, ὅπως κολασθῇ εἰς αἰῶνα
αἰῶνος, διότι ἐγὼ αὐτὸς ἀπὸ χρόνων ἱκανῶν ἦλθον, καὶ ἐκάλεσα ἅπαντας εἰς τοὺς
γάμους, οὗτος δὲ καταφρονῶν τῆς ἐμῆς κλήσεως, οὐχ ἡτοίμασεν αὑτῷ ἔνδυμα
372
εἰς τοὺς γάμους· διὸ κελεύω ὑμῖν κολάσαι τὸν ἄθλιον, ὅτι κατεφρόνησε τῆς ἐμῆς
βασιλείας.
Ἆρα οὐ φοβῇ ταῦτα; Οὐ τρέμεις, ὦ ἄνθρωπε, ὅτι ἔγγιστά ἐστιν ὁ Νυμφίος
ἐκλάμψαι; Οὐκ οἶδας ὅτι πάντα ἕτοιμα παρεστήκει, καὶ σάλπιγξ οὐράνιος τὸ
νεῦμα ἐκδέχεται; Καὶ τί ποιήσεις ἐκεῖ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐὰν μὴ ἑτοιμασθῇς πρὸς
τὴν ὥραν ἐκείνην τοῦ μακαρισμοῦ τοῦ Θεοῦ; Θεοῦ γὰρ μακαρισμὸς τοῖς ἀξίοις
γίνεται. Σάλπιγξ ἡ οὐράνιος ἐξ οὐρανοῦ σαλπίζει, καὶ λέγει· ἐγείρεσθε, ἠγαπη-
μένοι Χριστοῦ. Ἰδοὺ παραγέγονε Βασιλεὺς οὐράνιος τοῦ δοῦναι ὑμῖν ἀνάπαυσιν
καὶ χαρὰν ἐν ζωῇ αἰωνίῳ ἀντὶ τοῦ μόχθου ἐκείνου τῆς ὑμῶν ἀσκήσεως. Ἐγείρε-
σθε, ἴδετε Χριστὸν τὸν Βασιλέα, Νυμφίον ἀθάνατον, ὃν ὑμεῖς ἐποθεῖτε· αὐτὸν
γὰρ ποθήσαντες δι' αὐτὸν γεγόνατε πάροικοι ἐπὶ τῆς γῆς. Ἐγείρεσθε, ἴδετε τὴν
βασιλείαν αὐτοῦ, ἣν ἡτοίμασεν ὑμῖν· ἐγείρεσθε, ἴδετε Χριστὸν τὸν ποθούμενον·
ἐγείρεσθε, ἴδετε ἀκόρεστον Κύριον, ὃν καὶ ἠγαπήσατε, δι' ὃν καὶ ἐθλίβητε, δι' ὃν
καὶ ἠσκήσατε. Δεῦτε νῦν καὶ ἴδετε ἐν πολλῇ παρρησίᾳ αὐτὸν τὸν ποθούμενον, καὶ
χαρῆτε σὺν αὐτῷ χαρᾷ ἀνεκλαλήτῳ, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν.
373
Δεῦτε, ἀπολάβετε ὧν ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν
ἀνθρώπου ἀνέβη, ἃ χαρίζεται ὑμῖν αὐτὸς ὁ ποθούμενος. Ἁρπάζονται γὰρ οἱ ἅγιοι
ἐν νεφέλαις φωτειναῖς εἰς ἀπάντησιν αὐτοῦ. Ἵπτανται καὶ δίκαιοι καὶ ἄξιοι τοῦ
Θεοῦ ἐν ὕψει τοῦ ἀέρος ἐν δόξῃ ἀνεικάστῳ ἰδεῖν τὸν οὐράνιον Νυμφίον ἀθάνατον.
Τίς ἄρα ἐστὶν ἄξιος ἁρπαγῆναι ἐν νεφέλαις ἐν τῇ ὥρᾳ ἐκείνῃ μετὰ χαρᾶς μεγάλης
εἰς ἀπάντησιν τοῦ Χριστοῦ; Οἱ ἄξιοι μὲν ἅπαντες ἁρπάζονται ἐν δόξῃ· πάντες δὲ
οἱ ἀσεβεῖς ἀπομένουσι κάτω μετ' αἰσχύνης μεγάλης. Μακαρισμοὶ καὶ χαρὰ τοῖς
σπουδάσασιν ἐνταῦθα, κόλασις καὶ αἰσχύνη πᾶσι τοῖς ἁμαρτωλοῖς. Μακάριος
ἐκεῖνος, ὁ σπουδάσας ἐντεῦθεν εὑρεθῆναι ἄξιος εἰς τὴν ὥραν ἐκείνην· καὶ ἄθλιος
ἐκεῖνος, ὃς πάλιν ἀνάξιον ἑαυτὸν ἐποίησεν εἰς τὴν ὥραν ἐκείνην. Νεφέλαι ἁρπά-
ζουσιν ἅπαντας τοὺς ἁγίους ἀπὸ γῆς εἰς οὐρανόν· πάλιν καὶ τοὺς ἀσεβεῖς Ἄγγε-
λοι ἁρπάζουσιν ἐμβαλεῖν εἰς κάμινον τοῦ πυρὸς τοῦ ἀσβέστου.
Τίς δώσει μου τῇ κεφαλῇ ὕδατα ἀμύθητα, καὶ τοῖς ὀφθαλμοῖς πάλιν πηγὴν
βρύουσαν ἀεὶ δάκρυα ἀδιαλείπτως; Ἕως οὗ ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα, καὶ
374
ἔκλαυσα ἐμαυτὸν ἐν ἡμέρᾳ καὶ νυκτί, παρακαλῶν τὸν Θεόν, ἵνα μὴ ἀνάξιος
εὑρεθῶ ἐν τῇ ὥρᾳ τῆς αὑτοῦ παρουσίας, καὶ ὅπως μὴ ἀκούσω ἐκείνην τὴν φο-
βερὰν ἀπόφασιν τοῦ Δεσπότου, ὕπαγε σὺ ἀπ' ἐμοῦ, ἐργάτα ἀνομίας, οὐκ οἶδά σε
πόθεν εἶ.
Ὁ Θεὸς ὁ ὕψιστος, ὁ μόνος ἀθάνατος, δώρησαι ἁμαρτωλῷ ἐν τῇ ὥρᾳ
ἐκείνῃ τοὺς πολλούς σου οἰκτιρμούς, ὅπως μὴ φανερωθῇ ἀσέβειά μου κρυπτὴ ἔμ-
προσθεν τῶν θεατῶν Ἀγγέλων, Ἀρχαγγέλων, Προφητῶν, Ἀποστόλων, Δικαίων
καὶ Ἁγίων. Ἀλλὰ σῶσον ἀσεβῆ χάριτι καὶ οἰκτιρμοῖς, καὶ εἰσάγαγε αὐτὸν εἰς
παράδεισον τρυφῆς σὺν τελείοις δικαίοις. Πρόσδεξαι τὴν δέησιν τοῦ δούλου σου,
δέσποτα, πρεσβείαις τῶν Ἁγίων τῶν εὐαρεστησάντων σοι. Δόξα τῷ Χριστῷ.
Ἀμήν.
{Περὶ κατανύξεως} Δοτὴρ πάντων ἀγαθῶν καὶ πηγὴ ἰαμάτων καὶ θησαυρὸς οἰκτιρμῶν σὺ εἶμόνος ὁ Θεός, ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ δωρούμενος ἀεὶ ἀγαθὰ τοῖς αἰ-τοῦσιν. Ἐπειδὴ κἀγὼ αὐτὸς πεπείραμαι συνεχῶς ἀμέτρων ἰαμάτων καὶ δωρεῶνἀγαθῶν τῶν ἐμοὶ δωρουμένων ἡμέραν καθ' ἡμέραν, χάριν τούτων ἀδεῶς ἱκε-τεύω σε, Χριστέ, Θεὸν ἀνεξίκακον, ἵνα ἔλθῃ ἐπ' ἐμὲ συνήθως ἡ χάρις σου, ὅπωςἐπισυνάξῃ τὴν ἐμὴν διάνοιαν, καὶ ἰάσηται πάλιν τὰ κρυπτά μου τραύματα. Ἰδοὺγὰρ 〈οἱ〉 περισπασμοί τε καὶ οἱ μετεωρισμοὶ ἀνανεοῦσιν ἀεὶ τὰ ἄδηλα τραύματα.Αὐτὸς δέ, μακρόθυμε, ἰώμενος πάντοτε χάριτι καὶ οἰκτιρμοῖς, ἴασαι ὡς εὔ-σπλαγχνος τὰς πυκνὰς ἀσθενείας ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἐγὼ δὲ μισθώματα ἀντὶτῶν ἰαμάτων οὐκ ἴσχυσα παντελῶς ἀποδοῦναι, Δέσποτα· τὰ γὰρ σὰ ἰάματατιμὴν πόθεν ἔχουσιν; Οὔτε γὰρ οὐρανός, οὐδὲ γῆ δύναται ἀποδοῦναι ἀξίας τὰςἀμοιβὰς ἀντὶ σῶν ἰαμάτων—εἰσὶ δὲ ἰάματα τῆς σῆς ἀγαθωσύνης, οἱ πολλοί σουοἰκτιρμοί—ἐπειδὴ οὐ δύναται πραθῆναι ἰάματα οὐράνια καὶ ἅγια, τιμὴν γὰρ οὐκἔχουσι. Διὰ δὲ τῶν δακρύων παρέχεις αὐτά, Σωτήρ, καὶ διὰ κλαυθμοῦ πικροῦχαρίζεις αὐτὰ πᾶσι. Τίς ἄρα μὴ θαυμάσει; Τίς ἄρα μὴ ἐκπλαγῇ; Καὶ τίς μὴεὐλογήσει τὴν πολλὴν εὐσπλαγχνίαν τῆς σῆς ἀγαθωσύνης, Σωτὴρ τῶν ψυχῶνἡμῶν, ὅτι εὐδοκεῖς λαβεῖν δάκρυα ἀντὶ μισθοῦ, ἀντὶ σῶν ἰαμάτων; Ὦ δύναμις δακρύων, ἕως τίνος ἔφθασας; Εἰς αὐτὸν τὸν οὐρανὸν ἐνπαρρησίᾳ πολλῇ εἰσέρχῃ ἀκωλύτως. Ὦ δύναμις δακρύων, ὅτι τάξεις Ἀγγέλωνσὺν πάσαις δυνάμεσιν ἀγάλλονται πάντοτε εἰς τὴν σὴν παρρησίαν. Ὦ δύναμις δα-κρύων, πῶς ἰσχύεις, ἐὰν θέλῃς, ἔμπροσθεν τοῦ ἁγίου καὶ τοῦ ὑψηλοῦ θρόνου τοῦἀχράντου Δεσπότου παρίστασθαι ἐν χαρᾷ; Ὦ δύναμις δακρύων, πῶς ἐν ῥιπῇὀφθαλμοῦ ἀνάγῃ εἰς οὐρανὸν ἱπταμένη, καὶ τὰ σὰ αἰτήματα λαμβάνεις παρὰ Θε-οῦ; Συναντᾷ σοι γὰρ ἱλαρῶς βαστάζων συγχώρησιν. Δώρησαι οὖν, Δέσποτα, ἐμοὶ τῷ ἀναξίῳ δάκρυα καθ' ἑκάστην, καὶ ἰσχύν, ἵναπηγὰς δακρύων μετὰ τῆς γλυκύτητος βρύσουσα διαπαντὸς φωτισθῇ μου ἡ καρδίαἐν προσευχῇ καθαρᾷ, ὅπως ἂν ἐξαλειφθῇ τὸ μέγα γραμματεῖον ἐν δάκρυσιν ὀλί-γοις, καὶ κατασβεσθῇ ἐκεῖ δι' ὀλίγου κλαυθμοῦ τὸ πῦρ τὸ καιόμενον. Εἰ γὰρἐνταῦθα κλαύσω, ἐκεῖσε ῥυσθήσομαι τοῦ πυρὸς τοῦ ἀσβέστου. Ὅτι γὰρ καθ' ἑκά-στην παροξύνω, Δέσποτα, τὴν σὴν μακροθυμίαν, πρὸ ὀφθαλμῶν μου ἔχω τὴνἐμὴν πικρότητα καὶ τὴν σὴν εὐσπλαγχνίαν. Νικᾷ δὲ ἡ χρηστότης τῆς σῆς μα-κροθυμίας τὴν ἐμὴν πικρότητα. Καὶ γὰρ τὰ πετεινὰ ἐν πολλῇ εὐσπλαγχνίᾳ τρέ-φουσι τὰ ἔκγονα, καὶ ἀθετούμενα δὲ ἐξ ἰδίων ἐκγόνων οὐκ ἀμελοῦσί ποτε τοῦὑπεριδεῖν αὐτά, διότι νενίκηνται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ τὰ πετεινὰοὕτως ἐστὶν εὔσπλαγχνα, πόσῳ μᾶλλον, Δέσποτα, νικᾶται ἡ χάρις σου τοῖς ἰδί-οις οἰκτιρμοῖς, ἐλεῆσαι ἅπαντας τοὺς ἐπιποθοῦντάς σε; Ὁμοίως δὲ καὶ ἡ μήτηρἀτιμαζομένη ἐκ τοῦ παιδίου αὐτῆς οὐ φέρει τῇ καρδίᾳ τὸ ὑπεριδεῖν αὐτό, διότι νε-νίκηται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ ἡ τιθηνὸς νενίκηται τοῖς σπλάγχνοις,πόσῳ μᾶλλον ἡ χάρις τῆς σῆς φιλανθρωπίας, Δέσποτα φιλόψυχε, καθ' ἑκάστηννικᾶται ἐξ ἰδίων οἰκτιρμῶν σῶσαι καὶ ἐλεῆσαι τοὺς ποθοῦντάς σε ἀεί;