The Greek Library Catalogue

Anonymous

De compunctione

Edition reference
De compunctione, ed. Phrantzolas, op. cit., vol. 1, 375–384.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

378

Ἐπεὶ οὖν συνέχομαι ἐκ τοῦ βιαροῦ Ἐχθροῦ τοῦ θλίβοντός με ἀεί, βοήσω ἐν

δάκρυσιν ἐν νυκτὶ καὶ ἡμέρᾳ πρὸς τὴν σὴν εὐσπλαγχνίαν, ὅπως λυτρώσῃ με ἐκ

τῶν αὐτοῦ πολέμων. Τίς γὰρ καὶ δυνήσεται βαστάσαι τοῦ Πονηροῦ τὰ ἐπιτηδεύ-

ματα, ἐὰν ἀποστῇ ῥοπὴν ἡ χάρις σου, Δέσποτα; Ὥραν γὰρ καθ' ὥραν λόγοις τε

καὶ πράξεσιν ἐκθλίβει μου τὴν ψυχήν. Ἡ δύναμίς σου, Χριστέ, ἡ ἐπιτιμήσασα κύ-

μασι θαλαττίοις, ἐπιτιμήσῃ αὐτῷ, ὅπως ἂν καταργηθῇ ἀπ' ἐμοῦ τοῦ δούλου σου·

διότι καθ' ἑκάστην ἀνανεοῖ ἐπ' ἐμὲ μηχανήματα αὐτοῦ· σπεύδει γὰρ δεσποτεῦσαι

τῆς ἐμῆς διανοίας ἀπὸ τῆς γλυκύτητος καὶ τῆς καλῆς μελέτης τῶν θείων σου ἐν-

τολῶν. Κατάπεμψον, Δέσποτα, τὴν χάριν σου ἐν τάχει, ἵνα ἀποδιώξῃ ἀπὸ τοῦ οἰκέ-

του σου τὸν Δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς λογισμοῖς τοῖς αἰσχροῖς καὶ πονη-

ροῖς. Ἡ παραβολὴ ἡ σὴ πείσει σε, ὦ Δέσποτα· εἴρηκας γὰρ ἐν πόλει εἶναί τινα

δικαστήν, Θεὸν μὴ φοβούμενον, μηδὲ πάλιν ἄνθρωπον ὅλως ἐντρεπόμενον· ἐν

αὐτῇ δὲ τῇ πόλει χήραν εἶναι πενιχρὰν προσευχομένην αὐτῷ καθ' ἑκάστην καὶ

λέγουσαν, ἐκδίκησόν με λοιπὸν ἐκ τοῦ ἀντιδίκου μου· ἐπὶ χρόνον δὲ ἱκανὸν ὑπερεῖ-

δεν ἀσπλάγχνως τὴν ἀεὶ τεθλιμμένην· ἀλλ' ἴσχυσεν ἀνύσαι ἡ ὑπομονὴ τῆς χήρας

379

καὶ αὐτὸν τὸν ἄσπλαγχνον καὶ ἀνελεήμονα εἰς εὐθεῖαν ἀγαγεῖν. Ἠδικημένη χήρα

ἀσπλάγχνῳ καὶ ἀνόμῳ δικαστῇ προσέρχεται, ἵνα αὐτὴν τοῦ ἀντιδίκου αὐτῆς ἐκδι-

κήσῃ· ἐγὼ δὲ προσέρχομαι Δεσπότῃ μου εὐσπλάγχνῳ, μακροθύμῳ καὶ ἀγαθῷ,

ἔχοντι ἐξουσίαν ἐπὶ γῆς καὶ οὐρανοῦ ἐπακούειν ἐν τάχει.

Στόμα θεῖον ἅγιον, ἀψευδὴς γὰρ τυγχάνεις Θεὸς εὐλογημένος, καθὼς εἴ-

ρηκας, Σωτήρ, καὶ ποίησον ἐν τάχει τὴν ἐκδίκησιν πάντων τῶν εἰς σὲ ἐλπιζόντων

ἐν νυκτὶ καὶ ἡμέρᾳ. Δέσποτα, μὴ χρονίσῃς εἰς ἐμὴν ἐκδίκησιν. Ἐξελοῦ με ἐκ τοῦ

Ἐχθροῦ, καὶ πρὸς σὲ εὐόδωσον, ὅπως Ἐχθρὸν νικήσας διὰ τῆς σῆς χάριτος, σὲ

μόνον εὐλογήσω καὶ σὲ μόνον δοξάσω, εὔσπλαγχνε, μακρόθυμε, τὸν θέλοντα

σωθῆναι ἅπαντας τοὺς ἀνθρώπους. Ἐπειδὴ ἐξέλιπεν ὁ χρόνος τῆς ζωῆς μου ἐν

τῇ ματαιότητι καὶ ἐν λογισμοῖς αἰσχροῖς, δώρησαί μοι φάρμακον, ἵνα πλήρης

ἰαθῶ τῶν κρυπτῶν μου τραυμάτων, καὶ ἐνδυνάμωσόν με, ὅπως κἂν μίαν ὥραν

προθύμως ἐρείσωμαι ἐν τῷ σῷ ἀμπελῶνι. Ἐν ὥρᾳ ἑνδεκάτῃ ἐστὶν ὁ χρόνος βίου

μου τοῦ ματαίου. Κυβέρνησον τὸ σκάφος τῆς ἐμῆς πραγματείας διὰ τῶν σῶν

ἐντολῶν, καὶ δώρησαι σύνεσιν τῷ εὐτελεῖ ἐμπόρῳ, ἵνα ἐμπορεύσωμαι τὴν αὑτοῦ

380

πραγματείαν, ἕως οὗ καιρὸν ἔχω· καὶ γὰρ τοῦ σκάφους ὁ πλοῦς ἔφθασεν εἰς τέ-

λος· μέγας χειμὼν ἔφθασε, καὶ ὁ καιρὸς καλεῖ ἐμὲ τὸν μετέωρον· δεῦρο, δεῖξον,

ὀκνηρέ, πᾶσαν τὴν ἐμπορίαν τοῦ χρόνου τῆς ζωῆς σου· καὶ ὤρα τοῦ θανάτου φο-

βεῖ με τὸν ἄθλιον. Βλέπω γὰρ τὰ ἔργα μου, καὶ τρέμει μου ἡ ψυχή· καὶ ὁρῶ

ἀμέλειαν τῆς ἐμῆς ὀκνηρίας, καὶ φρίσσει μου τὰ ὀστᾶ· ὥρα γὰρ τοῦ χωρισμοῦ

ἦλθέ μοι πρὸ ὀφθαλμῶν, καὶ σφόδρα ἐφοβήθην κατανοήσας αὐτήν. Ἀντὶ τοῦ

χαρῆναί με, ἰδού, μᾶλλον ἐφοβήθην, μὴ ποιήσας ἄξια ἔργα μου πρὸς σὴν χάριν.

Φόβος γάρ ἐστι μέγας ἐν καιρῷ τοῦ θανάτου πᾶσι τοῖς ἁμαρτωλοῖς τοῖς ἐμοὶ ἐοι-

κόσι· καὶ πάλιν χαρά ἐστιν ἡ ὥρα τοῦ χωρισμοῦ ἅπασι τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς

δικαίοις, καὶ πᾶσι τοῖς ἀσκηταῖς. Πάλιν δέ ἐστι λύπη ἡ ὥρα τοῦ χωρισμοῦ ἀπρο-

θύμοις καὶ χαύνοις, ὅταν ἀναμιμνῄσκωνται τὴν αὑτῶν ἀμέλειαν καὶ τὴν ἀπροθυ-

μίαν τοῦ παρελθόντος χρόνου τῆς ζωῆς αὐτῶν. Καὶ δεινῶς βασανίζει μεταμέλεια

τότε τὴν καρδίαν ἀνθρώπου ἀμελήσαντος ὧδε τῆς αὑτοῦ σωτηρίας. Ὑπὲρ αὐτὸν

τὸν φόβον τοῦ θανάτου καὶ χωρισμοῦ ἐστιν ὁ βασανισμὸς μεταμελείας αὐτοῦ.

Πάλιν δὲ οἱ δίκαιοι, ἅγιοι καὶ ἀσκηταὶ ἀγάλλονται τῇ τοῦ θανάτου ὥρᾳ καὶ χω-

381

ρισμοῦ, ὁρῶντες πρὸ ὀφθαλμῶν τὸν κάματον μέγαν τῆς αὑτῶν ἀσκήσεως, ἀγρυ-

πνιῶν καὶ εὐχῶν, νηστειῶν καὶ δακρύων, χαμευνῶν καὶ σάκκων. Σκιρτᾷ αὐτῶν

ἡ ψυχή, ὅτι εἰς ἀνάπαυσιν προτρέπεται ἐξελθεῖν ἐξ ἰδίου σώματος. Φοβερά ἐστι

πάλιν παρουσία θανάτου ἁμαρτωλοῖς καὶ χαύνοις, καὶ τοῖς μὴ σπουδάζουσι πο-

λιτεύεσθαι ἁγνῶς ἐν βίῳ τῷ ματαίῳ. Καὶ λύπη σφοδροτάτη ἡ ὥρα τοῦ χωρισμοῦ

ἀνθρώπῳ ἁμαρτωλῷ· οὐδὲ γὰρ συγχωρεῖται παντελῶς φθέγξασθαί τι, καὶ γὰρ

ἀποτομίᾳ κέχρηται τὸ πρόσταγμα ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Οἴμοι, οἴμοι, ὦ ψυχή, ἕνεκεν τίνος ἄρα ἀμελεῖς σου τῆς ζωῆς; Διατί με-

τεώρως διάγεις τὰς ἡμέρας τοῦ ὅλου σου χρόνου; Οὐκ οἶδας ὅτι ἄφνω γίνεται ἡ

κλῆσίς σου; Καὶ τί ποιήσεις ἐκεῖ, ἐνταῦθα ἀμελοῦσα, ἔμπροσθεν τοῦ βήματος τοῦ

φοβεροῦ δικαστοῦ; Ποίαν ἀπολογίαν ἔχεις ἀποκριθῆναι; Πῶς κλέπτει σε ὁ Ἐ-

χθρὸς οὐ συνιεῖς, ἄθλιε; Καὶ πῶς πάλιν συλᾶται τὸν οὐράνιον πλοῦτον ἡμέραν καθ'

ἡμέραν, ἀγνοεῖς, μετέωρε; Νῆψον, νῆψον, ὦ ψυχή, ἐν ὥρᾳ τοῦ πολέμου. Δεήθητι

τοῦ Θεοῦ δάκρυσιν εὐχομένη. Βόησον πρὸς τὸν Θεὸν μετὰ πόνου καρδίας, καὶ

382

εὐθὺς καταπέμπει εἰς τὴν σὴν βοήθειαν Ἄγγελον οἰκτίρμονα, καὶ ἐλευθερώσει σε

ἐξ αὐτοῦ πολέμου καὶ συγχύσεως τοῦ Ἐχθροῦ. Σπούδασον μὴ ἐμπεσεῖν εἰς ὥραν

τοῦ χωρισμοῦ ἐν λύπῃ καὶ στεναγμοῖς, καὶ κλαύσεις ἀνωφελῶς εἰς αἰῶνα αἰῶνος.

Καὶ ἥξουσιν ἅπαντα εἰς τὴν σὴν διάνοιαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ εἴπῃς ἐν ἑαυτῇ ὀδυ-

ρομένη δεινῶς, ἐγὼ ταῦτα καθ' ὥραν ἅπαντα ἐμιμνῃσκόμην, καὶ προμαρτυρόμε-

νος ἐμαυτῷ ἔλεγον, παρέλθω τὰς ἡμέρας, ἅς εἰμι ἐπὶ τῆς γῆς, ἵνα μὴ ἁμαρτήσω.

Μηδὲ πάλιν ἐκπέσω τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ πράξω πάντοτε τὰ αὐτῷ εὐά-

ρεστα ἐν πολλῇ προθυμίᾳ. Νῦν δὲ εὑρέθην κενός, καὶ μὴ ἔχων παντελῶς ἓν κα-

τόρθωμα καλόν.

Ἐλθὲ εἰς ἑαυτήν, ψυχή· ἀγωνίσασα συνεχῶς φοβήθητι πάντοτε, πόθησόν

σου τὸν Θεόν, καὶ θώπευσον αὐτὸν ἐν πράξεσιν ἀγαθαῖς ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα τοῦ

θανάτου καὶ χωρισμοῦ, εὕρῃ σε εὐπρόθυμον, μετὰ μεγάλης χαρᾶς προσδεχομένην

αὐτόν. Ἐννόησον, ὦ ψυχή, εἰς τὸ σὸν πολίτευμα καὶ τὴν κλῆσιν τοῦ Θεοῦ. Ὥρα

γὰρ τοῦ χωρισμοῦ οὐ λυπεῖ ἐλευθερωθέντα ἐκ πάντων τῶν γηΐνων, ἀλλὰ λυπεῖ

θάνατος τὸν μετέωρον ἄνδρα, λυπεῖ καὶ ἁμαρτωλόν, λυπεῖ ἀδιάφορον, λυπεῖ καὶ

383

τὸν ὀκνηρόν, ὀκνήσαντα ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ, λυπεῖ πολυκτήμονα, δή-

σαντα ψυχὴν αὑτοῦ ἐν πράγμασι κοσμικοῖς, λυπεῖ καὶ τὸν πλούσιον, ὅτι χωρίζει

αὐτὸν 〈ἐκ τοῦ πλούτου τοῦ αὐτοῦ, λυπεῖ τὸν βιωτικόν, ὅτι χωρίζει αὐτὸν τοῦ βίου

ἀκουσίως, λυπεῖ καὶ τοὺς πατέρας, ὅτι χωρίζει αὐτοὺς τῶν τέκνων τῶν πο-

θεινῶν〉, λυπεῖ καὶ τοὺς ἀδελφούς, ὅτι χωρίζει αὐτοὺς ἀπ' ἀλλήλων ἐν κλαυθμῷ.

Οὗτοι πάντες λυποῦνται ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ἐπειδὴ καὶ δέδενται ἐν πράγμασι

κοσμικοῖς. Σὺ δὲ ἕνεκεν τίνος στενάζεις καὶ λυπῇ, ὦ ψυχὴ ἐλευθέρα, κόσμου ἀπαλ-

λαγεῖσα καὶ τῶν αὑτοῦ πραγμάτων; Οὕτω μένε πάντοτε, κληθεῖσα ἐλευθέρα, καὶ

πορεύου εὐγενῶς εἰς τὴν ὁδὸν τοῦ Θεοῦ, ποιοῦσα εὐπροθύμως τὰ αὐτῷ εὐάρεστα.

Ἂν πρόσκεισαι τῷ Θεῷ ἐξ ὅλης σου τῆς ψυχῆς, οὐ μὴ φοβηθῇς ποτε τὴν ὥραν

τοῦ θανάτου, ἀλλὰ μᾶλλον θάνατος καὶ χωρισμὸς σώματος χαρά σοι γενήσεται.

Σῶσόν με, μακρόθυμε, σῶσόν με, Υἱὲ Θεοῦ, ἀναμάρτητε Χριστέ, καὶ δώ-

ρησαί μοι, Σωτήρ, τὴν μελέτην τῆς ζωῆς, ὅπως ἂν μὴ σχῶ ποτε ἐν τῇ ἐμῇ καρδίᾳ

πλὴν ταύτης τῆς μελέτης, ἵνα σὰ θελήματα ἐπιτελῶ πάντοτε· τῆς χάριτος δὲ συν-

εργούσης ἐμοὶ τῷ ἁμαρτωλῷ, εὐπρόθυμος ἔσομαι, εὐύμνως πορεύσομαι ἐν τοῖς

384

σοῖς προστάγμασιν, ἵνα πραγματεύσωμαι καλῶς ἐν ἀργυρίῳ, ὧ αὐτός μοι δέδω-

κας, Βασιλεῦ οὐράνιε, καὶ πραγματευσάμενος τὴν καλὴν πραγματείαν ἐν τῷ σῷ

ἀγρῷ, Σωτήρ, ἐπαίνου ἐπιτύχω παρὰ σοῦ, ὧ Δέσποτα· καὶ εἴπω παρρησίᾳ μετὰ

καθαρᾶς καρδίας, ὅταν ἔρχῃ, Κύριε, μακάριος τυγχάνω ὅτι ἦλθες, Δέσποτα.

Ἔνδυσόν με ἔνδυμα ἄξιον εἰς τοὺς γάμους Νυμφίου ἀθανάτου, ὃ ἐκτησάμην ἐγὼ

διὰ τῆς σῆς χάριτος. Ἅψω καὶ τὴν λαμπάδα, ἥν μοι ἐχαρίσατο ἡ χάρις ἡ σή,

Χριστέ, καὶ ἡ μακροθυμία· ἐξέλθω μετὰ χαρᾶς εἰς τὴν σὴν ἀπάντησιν, δοξάζων

καὶ εὐλογῶν Νυμφίον ἀθάνατον, ὅπως καταξιωθῶ συμμέτοχος γενέσθαι δικαίων

καὶ ἁγίων, εὐαρεστησάντων σοι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

{Λόγος κατανυκτικός} Ἐν μιᾷ τῶν ἡμερῶν ὄρθρου λίαν ἀναστάς, ἐπορευόμην ἐγὼ σὺν τοῖς δύο ἀ-δελφοῖς ἔξωθεν τῆς εὐλογημένης πόλεως Ἐδεσσῶν· καὶ ἦρα τοὺς ὀφθαλμούς μουεἰς τὸν οὐρανόν, ὡς ἔσοπτρον καθαρὸν λάμποντα σὺν τοῖς ἄστροις μετὰ δόξης ἐπὶγῆς, καὶ θαυμάσας ἔλεγον, ἂν ἄρα ταῦτα οὕτω λάμπωσι μετὰ δόξης, δίκαιοι καὶἅγιοι, ποιήσαντες τὸ θέλημα τοῦ ἁγίου Θεοῦ, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν ἔλθῃ ὁ Κύ-ριος, πόσῳ μᾶλλον λάμψουσι φωτὶ ἀνεκλαλήτῳ τῆς δόξης τοῦ Σωτῆρος; Παρα-χρῆμα δὲ μνησθεὶς τῆς φοβερᾶς ἐκείνης ἐλεύσεως τοῦ Χριστοῦ, ἐτρόμασαν ὀστᾶμου, καὶ τὸ σῶμα σὺν ψυχῇ κατατμηθεὶς ἔκλαυσα μετ' ὀδύνης καρδίας, καὶ εἶπονἐν στεναγμῷ· πῶς ἐγὼ ὁ ἁμαρτωλὸς εὑρεθῶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ; Πῶςἔχω παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ Δικαστοῦ; Πῶς ἐγὼ ὁ με-τέωρος σὺν τελείοις εὑρεθῶ; Ἢ πῶς ἐγὼ ἔριφος σταθῶ μετὰ προβάτων ἐκ δεξιῶντοῦ Χριστοῦ; Ἢ πῶς ἐγὼ ὁ ἄκαρπος εὑρεθῶ μετὰ Ἁγίων ποιησάντων ὧδε καρ-πὸν δικαιοσύνης; Ἢ ὅταν γνωρίζωσιν οἱ Ἅγιοι ἀλλήλους ἐν παστῷ οὐρανίῳ, τίἂν ἐγὼ ποιήσω; Τίς ἄρα γνωρίσει με; Δίκαιοι ἐν τῷ παστῷ ἢ ἀσεβεῖς ἐν τῷπυρί; Πάλιν δείξουσι μάρτυρες τὰς βασάνους, ἀσκηταὶ τὰς ἀρετάς. Ἐγὼ δὲ τί ἂνἐπιδείξαιμι, εἰ μὴ τὴν χαυνότητα τῆς ἐμῆς ῥᾳθυμίας; Ὦ ψυχὴ μετέωρε· ὦ ψυχὴ ἁμαρτωλέ· ὧ ψυχὴ ἀναίσχυντε· ὦ ψυχὴ μισή-σασα τὴν ζωὴν αὑτῆς ἀεί! Ἕως πότε περισπασμοὶ σύρουσί σε ἐπὶ γῆς; Ἕως πότεἕλκει σε ἡ κακὴ συνήθεια τῶν πονηρῶν λογισμῶν; Οὐκ οἶδας ὅτι οἱ κακοὶ λογισμοὶκαθ' ὥραν, ὥσπερ νέφος σκοτεινόν, γίνονται ἔμπροσθέν σου τοῦ μὴ νήφειν πρὸςΘεόν; Τί λοιπὸν σὺ προσδοκᾷς ἐν τῇ σῇ ἀμελείᾳ· ὅτι βραδύνει ἐλθεῖν ὁ οὐράνιοςΝυμφίος; Οὐ βραδύνει, ἄθλιε, ἀλλ' ὡς ἀστραπὴ φρικτὴ οὐρανόθεν γίνεται ἡ αὐ-τοῦ παρουσία. Σπούδασον εὑρεθῆναι ἕτοιμος εἰς τὴν ὥραν ἐκείνην τὴν φοβεράν,ἵνα μὴ κλαύσῃς ἐκεῖ εἰς αἰῶνα αἰῶνος. Μὴ πρόσεχε παντελῶς εἰς ἑτέρων πταί-σματα· τὰ σὰ κακὰ θρήνησον. Μήποτε πρόσχῃς τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦἀδελφοῦ καὶ πλησίον, ἀλλ' εἰς τὴν σὴν δοκὸν κατανόει συνεχῶς. Ἐὰν δύνῃ ἐκβα-λεῖν πρότερον τὴν σὴν δοκὸν ἀπὸ τοῦ σοῦ ὀφθαλμοῦ, ἔκβαλε καὶ τὸ κάρφος τοῦἀδελφοῦ καὶ πλησίον· εἰ δὲ μή γε, θρήνησον τὴν σὴν δεινὴν τύφλωσιν. Πῶς σὺφῶς νομίζεις παρέχειν τῷ πλησίον! Γενοῦ σεαυτῆς, ψυχή, ἰατρὸς καθ' ὥραν, εἶθ'οὕτω θεραπεύσεις ἀδελφόν σου ἄρρωστον. Οὐδὲ ἔχεις πρόφασιν περὶ σῶν ἀμελειῶν.Πάντα γάρ σοι δέδωκεν ὁ Θεὸς ὁ ἅγιος, διάκρισιν, σύνεσιν καὶ γνῶσιν πνευμα-τικήν. Γνώριζε τὸ συμφέρον. Οἱ δὲ δύο ἀδελφοὶ δακρύοντες ἔλεγον· διατί οὕτω, πάτερ, κλαίεις μετὰὀδυρμῶν; Κἀγὼ εἶπον πρὸς αὐτούς· τέκνα μου ἀγαπητά, δι' ἐμὴν ἀμέλειανθρηνῶ ἐγὼ ἐμαυτόν. Θεὸς γὰρ ἀγαθὸς ἐδωρήσατο ἡμῖν φωτισμὸν τῆς γνώσεως,κἀγὼ αὐτὸν ἀθετῶ ἡμέραν καθ' ἡμέραν. Εἰ γὰρ ἀπετέλεσα Κυρίου θελήματα,μακάριος ἂν ἤμην ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ οἱ ποιή-σαντες τὰ αὑτοῦ θελήματα. Χάριν τούτου, ἀδελφοί, οὐκ ἔχομεν παντελῶς ἐκεῖἀπολογίαν, ὅτι ἐν γνώσει ἡμεῖς πάντες ἁμαρτάνομεν. Καταμάθωμεν πάντες τοῦθεοῦ τὴν πρόνοιαν, μετὰ πασῶν δωρεῶν, ὧν ἡμῖν ὁ ἀγαθὸς Θεὸς ἐδωρήσατο.Ἡ χάρις αὐτοῦ ἀεὶ ἐπισκέπτεται ἡμῶν τὰς καρδίας συνεχῶς· ἂν εὕρῃ ἀνάπαυσιν,εἰσιοῦσα κατοικεῖ πάντοτε ἐν τῇ ψυχῇ· ἐὰν δὲ μὴ εὕρῃ καθαρὰν τὴν καρδίαν,εὐθέως ἀφίσταται. Πάλιν δὲ οἱ οἰκτιρμοὶ ἀναγκάζουσιν αὐτὴν ἐλθεῖν ἐπισκέψα-σθαι ἡμᾶς τοὺς ἁμαρτωλούς, ἐπειδή ἐσμεν πάντες τρεπτοὶ τῇ προαιρέσει, οὐχὶ δὲκατὰ φύσιν· εὑρισκόμεθα ἀεὶ μετέωροι καὶ χαῦνοι, φθονεροὶ καὶ πονηροί, λογι-ζόμεθα κακὰ κατ' ἀλλήλων συνεχῶς, ἐνθυμούμεθα πάλιν ἐνθυμήσεις πονηράς,εὑρισκόμεθα ἀεὶ ὡς ἐν βορβόρῳ δεινῷ κείμενοι ἐν λογισμοῖς. Καὶ ἐλθούσης χά-ριτος ἐπισκέψασθαι ἡμᾶς, εὑρίσκει δυσωδίαν τῶν ῥυπαρῶν λογισμῶν ἐν ταῖςκαρδίαις ἡμῶν, καὶ εὐθέως ἀφίσταται μὴ εὑροῦσα εἴσοδον εἰσελθεῖν καὶ κατοικεῖνεἰς ἡμᾶς καθὼς θέλει. Πλὴν νύσσει τὴν καρδίαν ἐν γλυκασμῷ φωτεινῷ, ἵνα ἔλθῃεἰς αἴσθησιν, ὅτι ἐπεσκέψατο καὶ οὐχ εὗρεν εἴσοδον, ἵνα οὕτω γλυκανθεὶς ἄνθρω-πος τῷ φωτισμῷ ἐπιζητήσῃ αὐτήν. Ὅμως αὕτη ἡ χάρις οὐ δύναται παντελῶςἀποστῆναι ἀφ' ἡμῶν, διότι βιάζεται ἰδίᾳ εὐσπλαγχνίᾳ ἐλεῆσαι ἅπαντας. Εἶδες πρόνοιαν Θεοῦ; Εἶδες σπλάγχνα τοῦ Χριστοῦ; Πῶς ἡμᾶς ποθεῖ ἀεὶὁ Θεὸς ὁ ἅγιος, καὶ θέλει ἡμᾶς σωθῆναι; Μακάριος ἄνθρωπος ὁ σπουδάζων πάν-τοτε ἑτοιμάσαι καθαρὰν τὴν καρδίαν χάριτι, ἵνα ἐλθοῦσα εὕρῃ εὐωδίαν ἀρετῶν καὶψυχῆς ἁγίασμα, καὶ κατοικήσῃ ἐν αὐτῷ εἰς αἰῶνα αἰῶνος. Τί οὖν ἀποδώσομεντῷ Θεῷ τῷ εὐσπλάγχνῳ περὶ τῶν ἀγαθῶν τούτων ἁπάντων καὶ δωρεῶν, ὅτι ἐκτῶν οὐρανῶν κατῆλθεν ἀπὸ Πατρὸς ἢ ὅτι ἐν τῇ μήτρᾳ ἐσαρκώθη δι' ἡμᾶς ἢ ὅτιὑπὲρ ἡμῶν ἐρραπίσθη; Περὶ τοῦ ῥαπίσματος μόνον τοῦ ἀποδοῦναι, χίλια ἔτηἡμεῖς ἂν ζῶμεν ἐπὶ τῆς γῆς, οὐ δυνάμεθα ἀποδοῦναι τῷ Θεῷ ἀμοιβὰς τῆς χάριτος.Ἐγὼ τοῦτο φοβοῦμαι, τέκνα μου ἀγαπητά, γινώσκω γὰρ ἀκριβῶς τὴν ἐμὴνἀμέλειαν, μὴ πάντες οἱ θεαταὶ καὶ οἱ μακαρίζοντες τὴν ψευδῆ μου εὐλάβειαν,ἐκεῖ μοι ἐμπτύσωσιν, ὅταν με θεάσωνται ἐν πυρὶ καιόμενον. Φεῖσαι, φεῖσαι, Κύριε, εὔσπλαγχνε Χριστέ, Σῶτερ καὶ Υἱὲ μονογενές, τοῦἀχρείου τοῦ δούλου σου, ἵνα μὴ ἐκεῖ εὑρεθῶ ἔμπροσθεν τοῦ βήματος παρεστηκὼςἐν φόβῳ καὶ αἰσχύνῃ μεγάλῃ καὶ ὄνειδος θεαταῖς Ἀγγέλοις καὶ ἀνθρώποις. Ἀλλ'ἐνταῦθα, Σωτήρ μου, παίδευσόν με ὡς πατὴρ εὔσπλαγχνος 〈καὶ〉 φιλότεκνος,καὶ ἐκεῖ συγχώρησον ὡς Θεὸς οὐράνιος μόνος ἀναμάρτητος. Εἰ μὴ γὰρ ὧδε,Σωτήρ, συνετίσῃς ἄθλιον καὶ δῷς αὐτῷ φωτισμὸν καρδίας καθ' ἑκάστην μετανοεῖνἀναιδῶς τὰς αὑτοῦ ἁμαρτίας, ἐκεῖ τί ἂν ποιήσῃ ἀναπολόγητος ὤν; Οὐκ ἤμηνἐγώ ποτε ὑπάρχων ἐπὶ τῆς γῆς, ἔδοξέ σοι, Δέσποτα, ἐν πολλοῖς σου οἰκτιρμοῖςπλάσαι με ἐν κοιλίᾳ μητρός μου ἁμαρτωλοῦ. Καὶ τεχθεὶς ἐν ἐλέει ἐγὼ ὁ ἀνάξιοςἠξιώθην γενέσθαι σκεῦος τῇ σῇ χάριτι, καὶ κινύρα ἀγαθὴ μελῳδίζουσα ἀεὶ ῥήματασωτηρίας ἅπασιν ἀκροαταῖς. Λαβὼν ταῦτα ὁ χαῦνος ἐγὼ καὶ ἁμαρτωλὸς ἠθέτησαῥᾳθυμῶν χάριτος τὰς ἀμοιβάς. Χάριζε, μελῴδιζε ἐν στόματι ῥᾳθύμου μελῳδίαςὁσίας. Καθὼς καὶ ἐβούλετο, ἡ χάρις ἐφώτισεν ἔννοιαν ἐσκοτισμένην φθέγξασθαι καὶτὰς φθογγὰς τῆς αὑτοῦ μελῳδίας. Χάριν τούτου προσπίπτω πάλιν τῇ σῇ χάριτι,Υἱὲ μονογενές, Σῶτερ τῶν ψυχῶν ἡμῶν, ἵνα καθὼς γέγονεν ἐμοὶ τῷ ἀναξίῳ