The Greek Library Catalogue

Anonymous

Hypomnesticon, sive Epistula

Edition reference
Hypomnesticon, sive Epistula, ed. Phrantzolas, op. cit., vol. 2, 46–58.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

48

γὰρ καὶ αὐτός, ἀγαπητέ, ὅτι ἐάν τις μετὰ πόθου καὶ δακρύων προσεύχεται

ἐν καθαρᾷ καρδίᾳ, αὐτὸν τὸν Θεὸν ἐνοπτρίζεται ἐν τῇ διανοίᾳ αὑτοῦ. Διὸ ἐν

πτωχείᾳ καὶ ἐν πενίᾳ καὶ πολλῇ στενοχωρίᾳ ἐπείγεται ἕκαστος πρὸς τὰ

ἐπηγγελμένα τοῖς δικαίοις ἀγαθά· στενὴ γὰρ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς

ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Διὰ τοῦτό σοι τὴν ὁδὸν ταύτην ὑποδεικνύω, εἰς

49

ἣν ἐγὼ οὔπω ἐπέβην, ἵνα προσέχων μιμήσῃ τὴν ἀναστροφὴν τῶν ἁγίων·

τοῦ μὲν τὴν εὐλάβειαν, τοῦ δὲ τὴν ἐπιστήμην, τοῦ δὲ τὴν ἀκολουθίαν, τοῦ δὲ

τὴν κατάστασιν, τοῦ δὲ τὴν ταπεινοφροσύνην, τοῦ δὲ τὴν τιμήν· καὶ τὸν μέν,

κατήγορον ἑαυτοῦ γινόμενον, τὸν δέ, ἐξουδενοῦντα ἑαυτὸν καὶ ἐξευτελίζον-

τα· τοῦ δὲ τὴν ἐπιμέλειαν, τοῦ δὲ τὴν ἡσυχίαν, τοῦ δὲ τὴν πρᾳότητα, τοῦ δὲ

τὴν μακροθυμίαν, τοῦ δὲ τὴν ἀνεξικακίαν, τοῦ δὲ τὸ εἰρηνικόν, τοῦ δὲ τὸ

κατήγορον ἑαυτοῦ γινόμενον, τὸν δέ, ἐξουδενοῦντα ἑαυτὸν καὶ ἐξευτελίζον-

τα· τοῦ δὲ τὴν ἐπιμέλειαν, τοῦ δὲ τὴν ἡσυχίαν, τοῦ δὲ τὴν πρᾳότητα, τοῦ δὲ

τὴν μακροθυμίαν, τοῦ δὲ τὴν ἀνεξικακίαν, τοῦ δὲ τὸ εἰρηνικόν, τοῦ δὲ τὸ

προσφιλές, τοῦ δὲ τὴν ὁμόνοιαν, τοῦ δὲ τὴν συμφωνίαν, τοῦ δὲ τὴν σύνεσιν,

τοῦ δὲ τὴν φρόνησιν, τοῦ δὲ τὸ νηφάλιον, τοῦ δὲ τὸ σοφόν, τοῦ δὲ τὸ εὐσύμ-

βουλον, τοῦ δὲ τὸ διακριτικόν, τοῦ δὲ τὸ μυστικόν, τοῦ δὲ τὸ ἱλαρόν, τοῦ δὲ

τὸ χαρίεν, τοῦ δὲ τὸ εὐπροσήγορον, τοῦ δὲ τὸ εὐδιάλλακτον, τοῦ δὲ τὸ συγ-

καταβατικόν, τοῦ δὲ τὸ συγχωρητικόν, τοῦ δὲ τὴν ἀνδρείαν, τοῦ δὲ τὸ θάρ-

σος, τοῦ δὲ τοὺς ἀγῶνας, τοῦ δὲ τὴν ὑπακοήν, τοῦ δὲ τὴν ἐργασίαν, τοῦ δὲ

τὸν ἔπαινον, τοῦ δὲ τὴν προθυμίαν, τοῦ δὲ τὴν εἰς τοὺς ἀδελφοὺς διακονίαν,

τοῦ δὲ τὸν ζῆλον, τοῦ δὲ τὴν θερμότητα, τοῦ δὲ τὴν ὑποταγήν, τοῦ δὲ τὴν

50

παντελῆ τοῦ βίου ἀπαλλαγήν, καὶ καθάπερ ἐσταυρωμένον καθ' ἑκάστην

ἀποθνῄσκοντα· τοῦ δὲ τὴν ὑπομονήν, τοῦ δὲ τὸ καρτερικόν, τοῦ δὲ τὴν ἀλή-

θειαν, τοῦ δὲ τὴν παρρησίαν, τοῦ δὲ τὸ ἐλεγκτικόν, τοῦ δὲ τὸν φωτεινὸν καὶ

ἔκδηλον πᾶσι βίον, τοῦ δὲ τὴν ἀκρίβειαν, τοῦ δὲ τὴν πανουργίαν, τοῦ δὲ τὴν

παιδείαν, τοῦ δὲ τὴν σωφροσύνην, τοῦ δὲ τὸν ἁγιασμόν, τοῦ δὲ τὴν ἁγνείαν,

τοῦ δὲ τὴν παρθενίαν, τοῦ δὲ τὸ καθαρόν, τοῦ δὲ τὸ πνευματικόν. Καὶ τοῦ

μὲν σκόπει τὴν ἐλεημοσύνην, τοῦ δὲ τὴν ἀντίληψιν, τοῦ δὲ τὴν χρηστότητα,

τοῦ δὲ τὴν ἀγαθότητα, τοῦ δὲ τὴν εὐσπλαγχνίαν, τοῦ δὲ τὸν οἰκτιρμόν, τοῦ

δὲ τὴν φιλαδελφίαν, τοῦ δὲ τὸ χαριστικόν, τοῦ δὲ τὸ εὐαπόδοτον, τοῦ δὲ τὴν

ἰσότητα, τοῦ δὲ τὴν δικαιοκρισίαν, τοῦ δὲ τὴν συγγνώμην, τοῦ δὲ τὴν ἐπιεί-

κειαν, τοῦ δὲ τὴν συμπάθειαν, τοῦ δὲ τὴν φιλοξενίαν, τοῦ δὲ τὴν ἀφελότητα,

τοῦ δὲ τὴν ἀκακίαν, τοῦ δὲ τὴν ἀπάθειαν, τοῦ δὲ τὴν ἀκεραιότητα, τοῦ δὲ

τὴν αὐτάρκειαν, τοῦ δὲ τὴν συμμετρίαν, τοῦ δὲ τὴν εὐχαριστίαν, τοῦ δὲ τὴν

ἁπλότητα, τοῦ δὲ τὸ παρακλητικόν, τοῦ δὲ τὴν παραμυθίαν, τοῦ δὲ τὴν εἰς

τοὺς ἀσθενοῦντας ἐπίσκεψιν, τοῦ δὲ τὴν εὐθύτητα, τοῦ δὲ τὸ προτρεπτικόν·

51

καὶ τῶν μὲν τὴν ἀνελλιπῆ εὐχήν τε καὶ ψαλμῳδίαν καὶ τοὺς τῶν δακρύων

ὀχετούς· καὶ ἁπαξαπλῶς τῶν πάντων τὴν ἔνθεον πολιτείαν.

Ἐν μέσῳ τοσούτου θησαυροῦ οἰκῶν, σπούδασον πλουτῆσαι μετὰ τῶν

φρονίμων παρθένων συζῶν, μὴ ταῖς μωραῖς συγκαταριθμηθῇς. Τοσούτους ἔ-

χεις φωστῆρας καταυγάζοντάς σου τοὺς ὀφθαλμοὺς καθ' ἑκάστην ἡμέραν τε

καὶ νύκτα· ἐν τῷ φωτὶ αὐτῶν πορεύθητι, καὶ τοῖς ἴχνεσιν αὐτῶν ἀκολούθη-

σον, ἵνα αὐτοῖς συνεισέλθῃς εἰς τὰς αἰωνίους σκηνάς. Ὀξυπόδησον ἐν τοῖς

βήμασι τούτοις, ὅπως τινὰς αὐτῶν καταφθάσαι δυνηθῇς· οἶδα γὰρ ὅτι, ἐὰν

θέλῃς, δύνῃ.

Περίζωσαι οὖν τὴν ὀσφύν σου, καὶ ἅψαι τὴν λαμπάδα σου τῆς δικαιο-

σύνης, καὶ ἐκδέχου τὸν Κύριόν σου, ἵνα εὑρεθῇς ἕτοιμος εἰς τὴν ἀπάντησιν

αὐτοῦ. Οὐ παύσομαι περὶ τούτου σοι γράφων· οἶδα γὰρ ὅτι δικαίως ἀκούεις,

ἀλλὰ πρόσεχε σεαυτῷ, καὶ ἀγώνισαι μέχρι θανάτου διαφυλαχθῆναι, ἵνα με-

τὰ παρρησίας καὶ χαρᾶς τῷ ἀθανάτῳ Νυμφίῳ ἀπαντήσῃς. Τίμα γὰρ τὴν

παρθενίαν, καὶ εἰς τὴν οὐράνιον παστάδα συνεισφέρει σε. Διὰ τοῦτο εἶπεν ὁ

52

Ἀπόστολος, ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ

Χριστῷ.

Νῦν οὖν, ἀγαπητέ μου, ἔγραψά σοι τὰς ἀρετὰς τῶν ἁγίων ἀνδρῶν καὶ

τὰ ἔνεδρα τοῦ Ἐναντίου, ἵνα ῥυσθεὶς ἐκ τῶν ἐκείνου παγίδων δυνήσῃ τὴν

ψυχήν σου σῶσαι. Μὴ γάρ μοι εἴπῃς, ὅτι εἰς μοναστήριον εἰσῆλθον, καὶ

σχῆμα ἀγγελικὸν ἐφόρεσα· οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ὁ Θεός,

οὐ τῷ ἔξωθεν σχήματι τέρπονται, ἀλλὰ τῶν ἀγαθῶν πράξων τοὺς καρποὺς

ἐπιζητοῦσι. Στῆθι οὖν, ὡς δένδρον εὐθαλές, φυλάσσων τοὺς καρποὺς τῶν

ἀρετῶν σου, μὴ ἐλθὼν ὁ σκώληξ τῆς ὑπερηφανίας διαφθείρῃ σου τὸν καρπὸν

τῆς ταπεινοφροσύνης· μὴ τὸ ψεῦδος κλέψῃ σου τὴν ἀλήθειαν· μὴ ἡ κενοδο-

ξία σκιάσῃ σου τὴν εὐλάβειαν· μὴ ἡ ὀργὴ συλήσῃ σου τὴν πρᾳότητα· μὴ ὁ

θυμὸς κενώσῃ σου τὴν μακροθυμίαν· μὴ ἡ μάχη λυμάνῃ σου τὴν εἰρήνην·

μὴ ἡ ἔχθρα τὴν φιλίαν ἐμποδίσῃ· μὴ ἡ μνησικακία τὴν καταλλαγὴν ἐκκόψῃ

τῆς ἀγάπης· μὴ ὕβρις τὴν τιμὴν ἀπελάσῃ· μὴ ἡ ἔρις τὴν συμφωνίαν μερίσῃ·

μὴ ἡ ταραχὴ τὴν ἡσυχίαν διώξῃ· μὴ ἡ γαστριμαργία τὴν νηστείαν ἐμποδί-

53

σῃ· μὴ ἡ ἀδηφαγία τὴν ἐγκράτειαν ἐκκόψῃ· μὴ ἡ ῥᾳθυμία τὴν σπουδὴν ὑπο-

σκελίσῃ· μὴ ὁ ὕπνος τὴν ἀγρυπνίαν κοιμήσῃ· μὴ ἡ ἀκηδία τὴν προθυμίαν

βαρήσῃ· μὴ ἡ ὀκνηρία τὴν διακονίαν κωλύσῃ· μὴ ὁ γογγυσμὸς τὴν ὑποτα-

γὴν ὑποσύρῃ· μὴ παρακοὴ τὴν ὑπακοὴν ἀποκλείσῃ· μὴ ἡ ἀργολογία τὴν

ψαλμῳδίαν νικήσῃ· μὴ ἡ εὐτραπελία τῆς δοξολογίας περιγένηται· μὴ ὁ γέ-

λως τοῦ πένθους κατισχύσῃ· μὴ ἡ ἀποτομία τὴν συγκατάβασιν ἀχρειώσῃ·

μὴ πορνεία τὴν σωφροσύνην διαφθείρῃ· μὴ ἀπιστία τὴν πίστιν καταργήσῃ·

μὴ φιλαργυρία τῆς ἀκτημοσύνης προτιμηθῇ· μὴ τοὺς γονεῖς ὑπὲρ τὸν Χρι-

στὸν ἀγαπήσῃς· μή σοι ὁ κόσμος ὑπὲρ τὴν βασιλείαν ἡδυνθῇ· μή σοι πλοῦ-

τος τὴν πενίαν ὀνειδίσῃ· μή σου καταλαλιὰ τὴν γλῶσσαν ἐρεθίσῃ· μή σε

διαβολὴ ἀδελφοκτόνον ἀπεργάσηται· μή σου ψιθυρισμὸς τὴν ψυχὴν μολύνῃ·

μή σοι φθόνος κατά τινος ἐμβαρῇ· μή σου δόλος τὸ καθαρὸν τῆς καρδίας

μιάνῃ· μή σε ὑπόκρισις τῶν ἀγαθῶν στερήσῃ· μή σε συκοφαντία προδότην

ἀπεργάσηται· μή σοι ψευδομαρτυρία κόλασιν προξενήσῃ· μή σε κλοπὴ τῆς

βασιλείας ἀπαλλοτριώσῃ· μή σοι ἀδικία τὸν παράδεισον ἀποκλείσῃ· μή σου

54

ἀνθρωπαρέσκεια τὰ ὀστέα διασκορπίσῃ· μή σου προσωποληψία τὴν παρρη-

σίαν ἐκκόψῃ· μή σε φιληδονία τῆς φιλοθεΐας κατασύρῃ· μή σου ἐπιθυμία τὴν

κατάνυξιν τυφλώσῃ· μή σου ἡδονὴ τὸν εἰς Θεὸν πόθον ἀμαυρώσῃ· μή σε

ἡδονὴ βρωμάτων τῆς τρυφῆς τοῦ παραδείσου ζημιώσῃ. Μὴ ἄνθρωπον βδε-

λύξῃ, ἵνα μὴ τὸν τούτου ποιητὴν παροργίσῃς. Μὴ μέμψῃ ἀκαίρως, ἵνα μὴ

εἰς κατάγνωσιν ἐμπέσῃς. Μή τινα ὀνειδίσῃς, οὐ γὰρ οἶδας τί σοι συμβαίνῃ.

Μὴ ὑψωθῇς τῇ καρδίᾳ, ἵνα μὴ πεσὼν ἐπαγάγῃς σεαυτῷ ἀτιμίαν. Μή σου

θρασύτης τὴν ἐπιείκειαν ἀποκόψῃ· μή σου δειλία τοῦ θάρσους καταδυνα-

στεύσῃ· μὴ καταφρόνησις τὸν φόβον σου ἀφαντώσῃ· μή σε ῥεμβασμὸς τῆς

συνοδίας χωρίσῃ· μή σου μετεωρισμὸς τὴν ψυχὴν τραυματίσῃ. Μὴ ἐξ ἀκοῆς

τὴν ψυχὴν κηλιδώσῃς· μὴ συνδιαζώσῃς κακοῖς, μηδὲ συμβουλεύσῃ, μήποτε

ἡ κακία σκοτίσῃ σου τὴν ἀκακίαν, μὴ πονηρία νικήσῃ σου τὴν ἀγαθότητα,

μὴ φθόνος περιγένηταί σου τῆς ἀπαθείας. Μὴ γίνου προπετής, ἵνα μὴ μιση-

55

θῇς ὑπὸ πάντων· μή σοι αὐθάδεια μάστιγας προξενήσῃ. Μὴ δῷς ἄνεσίν ποτε

τῇ σαρκί σου, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου. Μή σου βλασφημία ἁρπά-

σῃ τὴν εὐφημίαν· μή σε ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας· μή σε ἀπό-

νοια ἐκ τῶν οὐρανῶν κατασπάσῃ· μή σου καύχησις τὸν θησαυρὸν ἐκκόψῃ·

μὴ μεγαλορρημοσύνη τὰ κρυπτά σου θριαμβεύσῃ· μὴ βασκανία διὰ σοῦ τινὰ

ἀμαυρώσῃ· μὴ ἀφροσύνη τὴν σύνεσίν σου τυφλώσῃ· μὴ μωρία τὴν φρόνησίν

σου σκοτίσῃ· μὴ ἄνοια τὸν νοῦν σου κυριεύσῃ· μὴ ἀδιακρισία τὴν διάκρισίν

σου ἀλλοιώσῃ· ἢ ἕτερόν τι τῶν ἀπηγορευμένων, διαλανθανόντων νῦν, ἐν τῇ

καρδίᾳ ὑπεισέλθῃ, καὶ αἰχμαλωτίσῃ σε τῆς βασιλείας τῶν οὐρανῶν. Ἀλλὰ

νῆφε, καθὼς γέγραπται, ἐν τῷ νόμῳ Κυρίου μελετῶν ἡμέρας καὶ νυκτός,

ἐπειδὴ ὁ Ἐχθρὸς οὐ παύεται πολεμῶν ἡμέρας καὶ νυκτός, μήπως εὕρῃ σου

τὸν νοῦν σχολάζοντα ἀπὸ τῆς μελέτης τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐπισπείρῃ

αὑτοῦ τὰ ζιζάνια, καὶ ποιήσῃ τὰ ἔσχατα χείρονα τῶν πρώτων, μὴ τῶν ἐπι-

γείων στερηθῇς καὶ τὰ οὐράνια ζημιωθῇς. Οὐδεὶς γὰρ τὴν χεῖρα ἐπιβαλὼν

56

ἐπ' ἄροτρον, καὶ εἰς τὰ ὀπίσω προσέχων, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν

τοῦ Θεοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵ-

να τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐξελθὼν τοίνυν τοῦ κόσμου καὶ τῷ Χριστῷ

ἀκολουθῶν, οὕτως τρέχε ἵνα καταλάβῃς. Μὴ ἐκκλίνῃς εἰς δεξιὰ μηδὲ εἰς τὰ

ἀριστερά, τοὐτέστιν εἰς ἓν τῶν προγεγραμμένων παθῶν, ἵνα μὴ ἐμπεσὼν εἰς

κρημνὸν ἁμαρτίας τῇ ψυχῇ ἀποθάνῃς· ἀλλ' ὁδῷ βασιλικῇ τῶν ἐντολῶν τοῦ

Θεοῦ τρέχων, ἐπὶ τὴν οὐράνιον βασιλείαν ὀρθοπόδησον· ἅμα δὲ καὶ ὑπὲρ

ἐμοῦ τοῦ ἁμαρτωλοῦ εὐχόμενος, ἵνα κἀγὼ ὁ ἀνάξιος συμμέτοχος τῶν

ἁγίων γενόμενος καταξιωθῶ σὺν ὑμῖν ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν, ἐν

Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ταῦτά σοι ἔγραψα, ἀγαπητέ μου, οὐχ ὅτι ἐγὼ ἐφυλαξάμην ἀπὸ τού-

των, ἀλλ' ἵνα αὐτὸς φυλαξάμενος τῷ Θεῷ εὐαρεστήσῃς· ὁ γὰρ Κύριος εἶπεν·

ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει. Καὶ αὐτός, ἀγα-

57

πητέ, πιστεύω ὅτι μείζονα τῶν προγενεῶν σου ποιήσεις, ἐὰν καθὼς παρέλα-

βες φυλάξῃς. Μὴ οὖν γίνου κριτὴς ἀλλοτρίων πράξεων, ἀλλ' αὐτὸς τὸν ἑαυ-

τοῦ βίον καθ' ἑκάστην ἀγωνίζου διορθοῦσθαι. Ἕκαστος γὰρ περὶ τῶν ἰδίων

πράξεων ἔχομεν δοῦναι λόγον τῷ Θεῷ. Αὐτὸς οὖν καθ' ἑκάστην διάκριναι

τοὺς λογισμούς σου, καὶ λέγε ἐν ἑαυτῷ· Εὐλάβειαν ἔχω; Ἔχω κατάνυξιν;

Ἔχω ταπεινοφροσύνην; Καὶ τὰ λοιπὰ ὅσα ἀνωτέρω προεγράψαμεν. Πάλιν

διακρίνου καὶ λέγε· ἐν ἑαυτῷ· Μὴ ἄρα ἀδιαφορῶ; Μὴ ἄρα ἀργολογῶ; Μὴ

ἄρα ὀργίζομαι; Μή τι τῶν γηΐνων ἐπιθυμῶ; Καὶ οὕτως καθ' ἑκάστην τῶν

προγεγραμμένων διακρίνων, ἀποστυγῶν τὸ πονηρόν, κολλῶ τῷ ἀγαθῷ.

Οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός, ὁ σῴζων πάντας τῇ αὑτοῦ χάριτι ἐν

Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Παραγγέλλω σοι ἐν Χριστῷ Ἰησοῦ, τέκνον, ὥστε φυλάξαι σε τὴν ἐπι-

στολὴν ταύτην, ἀναγινώσκειν τε αὐτὴν συνεχῶς καὶ πάλιν αὐτὴν ἀποτιθέ-

58

ναι· καὶ ἕως ἂν αὐτὴν ἐκμάθῃς, μὴ συγχωρήσῃς. Μετὰ γὰρ πολλῆς ἀκρι-

βείας περὶ πάντων τῶν παθῶν ἔγραψά σοι, ἵνα καὶ μελετᾶς αὐτὰ συνεχῶς,

καὶ φυλάσσῃς ἀκριβῶς. Ἐν τίνι γὰρ κατορθώσῃ νεώτερος τὴν ὁδὸν αὐτοῦ,

εἰ μὴ ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους τοῦ Κυρίου;

Τέως ταῦτα φανερὰ ἔργαψά σοι, ἐξ ὧν καὶ εὐχερῶς φυλάξασθαι δύνῃ.

Ὅταν δὲ ταῦτα κατορθώσῃς, τότε σου τὸν νοῦν ἐπιστηρίξω εἰς περισσοτέραν

ἀκρίβειαν, ἵνα οὕτως καὶ εἰς τὸ τέλειον φθάσαι καταξιωθῇς, ἐν Χριστῷ Ἰη-

σοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ Ἁγίῳ Πνεύματι τιμὴ καὶ

δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

{Περὶ ψυχῆς ὅταν πειράζηται ὑπὸ τοῦ Ἐχθροῦ πῶςὀφείλει μετὰ δακρύων τῷ Θεῷ προσεύχεσθαι} Ψυχὴ τεθλιμμένη προσέρχεταί σοι, ἅγιε Δέσποτα, καὶ μετὰ δακρύωνἐντυγχάνει σοι περὶ τοῦ λυμεῶνος Ἐχθροῦ, καὶ μετὰ πάσης ταπεινώσεωςπροσπίπτει δεομένη σου περὶ τοῦ θλίβοντος αὐτὴν ἀντικειμένου. Ἐπειδὴ οὖνἀναιδῶς σοι προσέρχεται, ἐπάκουσον αὐτῆς ἐν τάχει· καὶ καταφυγούσῃ πρὸςσὲ ποθεινῶς, ἐπίσκεψαι αὐτῇ ἐπιμελῶς. Ἐὰν ὑπερίδῃς αὐτὴν τεθλιμμένην,ἀπώλετο· ἐὰν βραδύνῃς ἐπακοῦσαι αὐτῆς συνεχομένης, ἐξέλιπεν. Ἐὰν δὲδιὰ τοὺς οἰκτιρμούς σου ἐπισκέψῃ αὐτήν, εὑρίσκεται· ἐὰν δὲ ἐπιβλέψῃς ἐπ'αὐτήν, σῴζεται· ἐὰν ἐπακούσῃς αὐτῆς, ἐνδυναμοῦται. Ζήλωσον περὶ αὐτῆς,ὅτι ἁρμοστή σου ἐστί· καὶ γὰρ ὁ ἁρμοσάμενος αὐτήν σοι ἐστὶ Παῦλος ὁἀπόστολος· ὃς εἶπεν ὅτι ἀθάνατος ζηλωτὴς τυγχάνεις. Μὴ ὑπερίδῃς αὐτήν,ἵνα μὴ ὑπολάβῃ ὁ Ἐχθρὸς ὅτι ἀποστάσιον δέδωκας αὐτῇ καὶ ἀπέπεμψαςαὐτήν. Παίδευσόν με, Δέσποτα, διὰ τοὺς οἰκτιρμούς σου, καὶ μὴ παραδῷς μεεἰς χεῖρας λυμεῶνος. Ἰδοὺ γὰρ συνῆξα τοὺς λογισμούς μου πανταχόθεν, καὶοὐχ εὑρίσκω ἀγαθόν τι ὑπομνησθῆναι ἔμπροσθέν σου, εἰ μὴ τοῦτο μόνον, ὅτιπλήν σου ἄλλον οὐκ οἶδα. Ἄμετρον πλάτος ὑπάρχει ἡ χάρις τῶν ἰαμάτωνσου· καὶ πᾶσι τοῖς προσερχομένοις σοι παρέχει ἴασιν. Καὶ γὰρ τὰ ἐμὰ τραύ-ματα συνεχῶς ἰῶνται διὰ τῶν οἰκτιρμῶν σου, καὶ πάλιν σαθροῦνται διὰ τὴνἐμὴν ἀμέλειαν. Νῦν ἐπελαθόμην τοῦ ἰατροῦ ἐν τῇ ὑγιείᾳ μου, καὶ ἐπελάθετόμου ὁ ἰατρὸς ἐν τῇ ἀρρωστίᾳ μου. Ὅτι κόπον παρέχουσί σοι αἱ ἁμαρτίαιμου, γινώσκω· καὶ ὅτι ἠλεημένος παροργίζω σε, οὐκ ἀγνοῶ· καὶ ὅτι βαστά-ζεις με διὰ τὴν σὴν εὐσπλαγχνίαν, οὐκ ἐπιλανθάνομαι· καὶ γὰρ εὔσπλαγχνοςμήτηρ ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ στέγει ὑπεριδεῖν αὐτό, διότι νι-κᾶται ὑπὸ τῶν σπλάγχνων αὑτῆς. Εἰ οὖν ἐκείνη οὕτω, πόσῳ μᾶλλον ἡ εὐ-σπλαγχνία σου. Ἰδοὺ δή, Δέσποτα, καὶ τοῦ πετεινοῦ τὰ σπλάγχνα κέχυταιἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ' ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματααὐτῶν φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά· ἥττηται γὰρ ὑπὸ τῶν σπλάγχνων.Εἰ δὲ τὰ ἄλογα οὕτως εὔσπλαγχνα τυγχάνει, πόσῳ μᾶλλον ἡ χάρις σου,μυριοπλάσιον νικωμένη ὑπὸ τῶν σπλάγχνων, ἐλεήσει τοὺς προσερχομένουςαὐτῇ καὶ ζητοῦντας αὐτὴν ἐν ἀληθείᾳ. Ἰδοὺ πάλιν πηγὴ πλήρης ὑδάτωνβρύουσα ἀδιαλείπτως ἀφθόνως παρέχει πᾶσι τοῖς προσερχομένοις αὐτῇ, καὶἀνενδεὴς ὑπάρχουσα ἐπαίνων ἀνθρωπίνων· οὐ γάρ ἐστιν ἔπαινος τὸ δωρεὰνπαρέχειν αὐτῷ τὴν πόσιν, ἀλλὰ τὸ δι' αὐτῆς σὲ δοξάζειν. Εὔδηλον γάρ ἐστινὅτι διὰ τὴν εὐεργεσίαν τῆς χάριτός σου ἐκείνη τὴν πόσιν παρέχει. Ἰδοὺ γὰρἱστόρησεν ἡ πηγὴ τὸ ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν σου. Ἀφθόνως τὰςἐπουρανίους δυνάμεις τρέφεις, καὶ τὴν ἐπὶ τῆς γῆς πᾶσαν πνοὴν οἰκονομεῖς,ἀνενδεὴς ὑπάρχων ἐπαίνων καὶ δόξης πάσης κτίσεως. Δεδοξασμένος ὑπάρ-χεις ἐν τῇ οὐσίᾳ τῆς μεγαλωσύνης σου καὶ τῇ μεγαλοπρεπείᾳ τῆς δόξηςσου. Ἡ ἀγάπη σου ποθοῦσα τὴν ἡμετέραν σωτηρίαν, ἑαυτὴν πρὸς ἡμᾶς κλί-νει, ἵνα δοξολογούντων ἡμῶν αὐτὴν σωθῶμεν ἐν αὐτῇ δι' αὐτῆς. Πέπεισμαιγάρ, ὅτι αὐτὴ ἡ ἀγάπη τῆς χάριτός σου ἀντιλαμβάνεται καὶ προσδέχεταιτὸν προσερχόμενον αὐτῇ. Καὶ προγνώστης ὤν, ὦ Δέσποτα, βλέπεις ἐὰν ἐξε-δύσατο τὸν κόσμον παντελῶς. Πρὸ τοῦ φθάσαι αὐτὸν πρὸς τὴν θύραν, ἀνοί-γεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸντὰ δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις· πρὸ τοῦ ἐξομολογήσασθαι αὐ-τὸν τὰ χρεοφειλήματα αὐτοῦ, τὴν συγχώρησιν παρέχεις. Οὐκ ἐγκαλεῖς· οὐ