The Greek Library Catalogue

Anonymous

Confessio seu Precatio ad deum

Edition reference
Confessio seu Precatio ad deum, ed. Phrantzolas, op. cit., vol. 2, 71–76.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg023.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

φροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώ-πιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου, ἵνα σοι προσε-νέγκω δράγματα πλήρη κατανύξεως. Δόξα τῷ δεδωκότι, ἵνα αὐτῷ προσενέγκω. Εἰσάκουσον, Κύριε, τῆςπροσευχῆς τοῦ δούλου σου, πρεσβείαις πάντων τῶν ἁγίων σου, ὁ ὢν ἐπὶπάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.{Περὶ ἀρετῆςπρὸς νεώτερον ἀσκητήν, κεφάλαια δʹΠρόλογος} Ὁ Κύριος ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπιδημήσας τῷ κόσμῳ ἀγαπᾶνἀλλήλους προσέταξεν ἡμῖν. Ἀγάπης δὲ ἔργον ἐστὶ καὶ τὸ παρακαλεῖν ἀλλή-λους ἐν φόβῳ Θεοῦ. Ἐπειδὴ οὖν ᾐτήσατο ἡ σὴ εὐλάβεια ἀκοῦσαι λόγον παρὰτῆς ἐμῆς βραχύτητος, ἐπέδωκα ἐμαυτὸν διὰ τὴν ὑπακοὴν καὶ συνέργειαντῆς χάριτος τοῦ Χριστοῦ. Καὶ τὸ νῦν περὶ τῶν αὐτῶν ὑποθέσεων ἐνεχαράξα-μεν ἐν τῷδε τῷ ὑπομνηστικῷ. Εἴ τι οὖν εὕρῃς χρήσιμον, ἔνθου ἐν τῇ σῇδιανοίᾳ, ὅπως καρποφοροῦντός σου τῷ Κυρίῳ σχῶ κἀγὼ μισθὸν τῆς συμ-βουλίας. Οὐκ ἐπιζητήσεις δὲ παρ' ἡμῶν τῶν ἐν ἀδελφοῖς διατριβόντων λό-γων τέχνην, ἣν οὐκ ἐμάθομεν, οὔτε καλλωπισμὸν λέξεων, ὧν οὐκ οἴδαμεν·ἀλλ' ἁπλῶς καὶ ἀληθῶς καὶ ἰδιωτικῶς τὰ ἐν ἀγάπῃ σοι γραφέντα μετὰἀγάπης δέξαι, καὶ αὔξησον αὐτὰ παρὰ σεαυτῷ, ἅτε ἱκανώτερος ἡμῶν τυγ-χάνων. Καὶ οἷον σπέρματα καὶ ἀφορμὰς λαβὼν παρ' ἡμῶν, ἐν τῷ πλάτειτοῦ νοῦ σου, ἐπὶ πολὺ καρποφόρησον. Καὶ τὰ ὀλίγως καὶ ἀσθενῶς ὑφ' ἡμῶνἀπηγγελμένα δυνατῶς παράστησον τοῖς μετὰ σοῦ, ὦ φιλομαθέστατε, καὶπαραινέσεις αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀγνοίας ἡμῶν, μήτε συγγρά-φειν εἰθισμένων πρὸς ἐπίδειξιν λόγων, μήτε λόγων τέχνην ἠσκηκότων.Ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι, καὶὡς ἡμεῖς πάλαι ἐφιλοτιμήθημεν ζητοῦντός σου μαθεῖν περὶ ἀρετῆς, ἐπεδώ-καμεν ἑαυτοὺς διὰ τῆς χάριτος, προγυμνασίαν λόγων ἀληθινῶν. Οὕτω καὶαὐτὸς φιλοτίμως τοῖς λοιποῖς διακονήσεις κατὰ χάριν τὴν ὑπὸ τοῦ Κυρίουσοι δεδομένην εἰς τὸ μηκέτι κατασύρεσθαι τοὺς ἀδελφοὺς ὑπὸ ἀπάτης.{Ἀρχὴ τῆς πρώτης παραινέσεως} Ἐὰν καθέζῃ ἐν ἐρήμῳ καταμόνας, τὴν ἄσκησιν καὶ προκοπὴν τῶν τε-λείων ἀναχωρητῶν ἐξίχνευε· εἰ δὲ ἐν κοινοβίῳ διάγῃς, τῶν κοινοβιακῶνκανόνων μὴ καταφρόνει. Ἑκάτερα γὰρ φυλαττόμενα ἐν ἑκάστῳ τάγματι ἐνκαθαρᾷ συνειδήσει εὐπρόσδεκτα ἔσται Θεῷ. Καταμόνας τοίνυν καθεζόμενος,μὴ παραχάραττε τοὺς καλοὺς τύπους τῶν καλῶς προωδευκότων ἀναχωρη-τῶν, ἀλλὰ τύπον ὠφελείας πάρεχε σεαυτὸν τοῖς πᾶσιν, ἀνακρίνων ἀεὶ τὸτοῦ Ἀποστόλου ῥητόν· πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάνταμοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ· μήποτε διὰ δικαιωμάτων παρασαλεύ-σῃ σε ὁ Ἐχθρὸς ἀπὸ τῆς ἰδίας στάσεως. Ἐν κοινοβίῳ καθεζόμενος, μὴ ἐκ-κλίνῃς τοῦ ἀποστολικοῦ καὶ ἐνθέσμου κανόνος. Τὰ γὰρ δοκοῦντα μικρὰ εἶ-ναι παροράματα, οὐ τὴν τυχοῦσαν βλάβην ἐμποιοῦσιν. Καλὸν τοιγαροῦν,καὶ πάνυ καλόν, τὸ μὴ ὑψηλοφρονεῖν, μηδὲ τὰ τῆς φιλαυτίας ἔργα πράσσον-τα ὑπὸ κατάγνωσιν γενέσθαι. Πρέπον τοίνυν τῇ συνάξει ἀπαντᾶν ἅμα τοῖςὁμοψύχοις ἀδελφοῖς, τῇ ἀγρυπνίᾳ, τῷ ἔργῳ χειρῶν, τοῖς παρέργοις, ὅπερἐστὶν σημεῖον μέγιστον ταπεινοφροσύνης· ὁμοίως τῇ τραπέζῃ, δίχα τῆς σω-ματικῆς ἀρρωστίας, καὶ μὴ κρατεῖσθαι θελήματι ἰδίῳ, ὅπερ ἐστὶν φυσήματικενῷ. Χρὴ οὖν ἕκαστον τελειοῦν τὸ ἔργον, ὃ ἤρξατο οἰκοδομεῖν, μετὰ πάσηςταπεινοφροσύνης καὶ ὑπομονῆς. Τὸ δὲ ἀστατεῖν τοῖς ἤθεσιν καὶ περιφέρε-σθαι τῇ γνώμῃ ἀπὸ τόπου εἰς τόπον καὶ ἀπὸ ἔργου εἰς ἔργον ἀώριον τὸνκαρπὸν ἀποκαθίστησιν, εἰ ἄραγε καρποφορήσει ὁ τοιοῦτος. Οὐκ ἐν ἑκάστῳδὲ τόπῳ τὰς αὐτὰς προσβολὰς προσάγει ὁ πολέμιος κατὰ τοῦ ἀδελφοῦ. Ἀλ-λ' ὅπου μὲν προκρίνει τιμᾶν διὰ δικαιωμάτων τὴν ξηροτάτην πολιτείαν καὶτὸν ἀπεσκληρωκότα βίον, ὅπου δὲ φεύγειν τοὺς ἐπωφελεῖς τόπους παρα-σκευάζει, διὰ τὸ μὴ εἶναι, φησί, μικρὰν συγκατάβασιν πρὸς τοὺς ἀσθενεστέ-ρους, ὑπονοθεύει τὴν γνώμην, διαστροφὴν ἐπάγων τῷ ἀδελφῷ. Καὶ ἐν μὲντῷ κοινοβίῳ καθεζόμενον, τὴν ἔρημον φαντάζεσθαι παρασκευάζει, πολλὴνοὖσαν ἐν τῷ τόπῳ ἡσυχίαν· ἐν δὲ τῇ ἐρήμῳ καθεζόμενον, ὡς αὐχμώδειςκαὶ ἀπαραμυθήτους τόπους, φεύγειν ὑποτίθησιν. Καὶ ταῦτα συνεχέστερον κι-νεῖ, ἵνα πανταχοῦ ἀσύστατον καὶ περιγέλαστον ποιήσῃ τὸν ἀδελφὸν καὶ μη-δεμίαν ἀρετὴν εἰς τελείωσιν ἀγαγεῖν. Ὥσπερ γὰρ ἐάν τις ἄρξηται πύργον οἰ-κοδομεῖν, καὶ ἀκηδιάσας περὶ τὴν οἰκοδομὴν εἴπῃ· στοὰν μᾶλλον οἰκοδομή-σω· καὶ ὡς ἄρξηται ὀρύσσειν τοὺς θεμελίους εἴπῃ πάλιν· βέλτιόν ἐστι κελ-λίον οἰκοδομῆσαι, καὶ τοῦτο ἀφήσει ἡμιτελές, ἀνόνητος εὑρίσκεται αὐτοῦ ὁσκοπός· οὕτω καὶ μοναχὸς μὴ καρτερῶν ἐν τόπῳ ἑνὶ ἐν συνέσει πνευματικῇ,τέλειον καρπὸν ἀναδοῦναι οὐ δύναται. Ἐν κοινοβίῳ τοιγαροῦν καθεζόμενος τῷ κανόνι ἀκολούθει ἐν πάσῃεὐλαβείᾳ καὶ φόβῳ Θεοῦ. Κἂν δὶς τῆς ἡμέρας ἐσθίειν παραδίδοται, μετάλα-βε τῶν σιτίων μετ' εὐχαριστίας. Καὶ εἴ τι ποιοῦσιν οἱ εὐλαβέστεροι τῶνἀδελφῶν, ποίει ἐν καθαρᾷ συνειδήσει, καὶ προκόψεις καλῶς ἐν Κυρίῳ. Εἰ δὲἔλθῃ εἰς διάκρισιν ὁ λογισμός, ὡς πολλὰ τὰ παρατιθέμενα ἐπὶ τραπέζης, ἀλ-λ' ἐννοηθῶμεν, ὅτι οὐ διὰ τῆς ἡμῶν διαταγῆς ἡ παρασκευὴ γεγένηται· εἰ δὲπάλιν πενιχρὰ καὶ στενὰ τὰ εὐκαιρούμενα καὶ ἄρξηται δυσφορεῖν ὁ λογισμὸςἐπὶ τούτῳ, λόγισαι ὅτι ἐκ τῆς δόξης Κύριος ἐνανθρωπήσας κριθίνους ἄρτουςμεταλαβεῖν οὐκ ἀνηξίωσεν. Δεῖ οὖν ἐν συνέσει πνευματικῇ ἀπαντᾶν τῷπολεμίῳ δι' ἑκάστης μεθόδου πρὸς τὸ ἀποκρούσασθαι αὐτοῦ τὰς μαγγανείαςδιὰ τῆς σταυροφόρου δυνάμεως. Τὸ γὰρ ὑπὲρ μέτρον ἐγκρατεύεσθαι, ὡς οἶ-μαι, οὐκ ἐπαινετόν· καὶ τῆς προσηκούσης ἐγκρατείας καταφρονεῖν οὐ χρήσι-μον. Ὥσπερ γὰρ τὸ ἀπέχεσθαι ἐπὶ πολὺ τῶν διατεταγμένων σιτίων ἔκλυσινκαὶ ἀτονίαν πρὸς τὴν λειτουργίαν ποιεῖ, οὕτω καὶ τὸ ἀναβλύζειν τὸν λαιμὸντοῖς βρώμασιν ὑπὸ κατάγνωσιν. Οὐαὶ γάρ, φησίν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτιπεινάσετε. Ἀλλὰ καὶ διὰ τῆς ἀκρασίας ταῖς ὑπογαστρίαις ἡδοναῖς πεσεῖταιὁ ἀκρατής. Χρὴ οὖν εὐσεβῶς καὶ προσηκόντως κυβερνᾶν τὸ σῶμα. Ἐν τῇἐρήμῳ δὲ καθεζόμενος ἔχε ἀεὶ τὰς πρεπούσας ἀρετάς, τὸ ὀρθόδοξον καὶ τα-πεινὸν τοῦ φρονήματος, τὸ γρήγορον καὶ ἀδείλανδρον, τὸ ἀπερίσπαστον καὶἀφιλάργυρον, τὸ ὑγιὲς τῆς ἁγιότητος καὶ καρτερικὸν τοῖς πόνοις, τὸ παρα-κλητικὸν πρὸς πάντας καὶ περὶ τὴν συγκατάβασιν ἀκριβές, τὸ ἀμετεώριστοντῆς διανοίας τῆς πρεπούσης Θεῷ, ὅπερ ἐστὶν παθῶν μείωσις καὶ δαιμόνωνδιωγμός, τὸ μὴ δεδιέναι σωματικὴν ἀρρωστίαν ἢ θανάτου παρουσίαν. Ἀλλ'οὕτω μετ' εὐφροσύνης προσδέχεσθαι τὴν ἔξοδον ὡς ἐκ μετάλλων ἢ ἐξορίαςἀνακαλεῖσθαι μέλλων ἐπὶ τὴν οὐρανῶν βασιλείαν, κατὰ τὸν εἰπόντα· ἐπιθυ-μίαν ἔχω τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Τὸν ἐν κοινοβίῳ καθεζόμενον τούτων χρὴ ἀντέχεσθαι· τὸ ὑπήκοον εἶ-ναι κατὰ Θεὸν δίχα πάσης ἀντιλογίας· τὸ συμπαθὲς καὶ ἀκενόδοξον, τὸ ἀφί-λαρχον καὶ ἀτιμητικόν, τὸ ἐν ἀγρυπνίαις καὶ προσευχαῖς εὔτονον, τὸ ἐνἀσκήσει καὶ ἐργοχείρῳ καρτερικόν· φεύγειν καὶ σιωπᾶν καὶ ἡσυχάζειν· φεύ-γειν μὲν τοὺς αἱρετικοὺς καὶ φθοροποιοὺς ἀνθρώπους, σιωπᾶν δὲ τῶν ἀπη-γορευμένων καὶ Θεῷ μὴ ἀρεσκόντων, ἡσυχάζειν δὲ τῶν θορύβων καὶ βιωτι-κῶν πραγμάτων, μὴ περιέρχεσθαι ἀπὸ κελλίου εἰς κελλίον, μὴ προτιθέναι