The Greek Library Catalogue

Anonymous

Beautitudines, capita quinquaginta quinque

Edition reference
Beautitudines, capita quinquaginta quinque, ed. Phrantzolas, op. cit., vol. 2, 252–266.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg029.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

25

Κυρίου, διεγείρων τοὺς ῥᾳθύμους, παρακαλῶν ὀλιγωροῦντας ἐν τῇ ὁδῷ τοῦ

Κυρίου.

26

κϚʹ. Μακάριος ὃς γέγονε κατάκαρπος ἐν Κυρίῳ, ἵνα φρουροὺς ἔχῃ τοὺς

ἁγίους Ἀγγέλους, ὡς τὸ δένδρον τὸ ἔγκαρπον φρουρὸν ἔχει τὸν γεωργὸν

τὸν ἴδιον.

27

κζʹ. Μακάριος ὁ ἀγαπῶν πραΰτητα ἐν συνέσει πνευματικῇ, καὶ οὐκ

ἐπτερνίσθη ὑπὸ τοῦ πονηροῦ Ὄφεως, ἐλπίδα ἔχων τὸν Κύριον τὸν ἀγαθὸν

καὶ εὔσπλαγχνον.

28

κηʹ. Μακάριος ὁ τιμῶν τοὺς Ἁγίους καὶ ἀγαπῶν τὸν πλησίον καὶ

φθόνον ἐξορίσας ἐκ τῆς ψυχῆς τῆς ἰδίας, δι' ὃν Κάϊν ἀδελφοκτόνος ἐγένετο.

29

κθʹ. Μακάριος ὁ ἐν ἔργῳ ἐλέγξας τὸν τύραννον καὶ οὐκ ἔπτηξεν ἐκ

προσώπου τῆς φλογὸς τῶν ἡδονῶν· δροσισθήσεται γὰρ αὑτοῦ ἡ ψυχὴ ἐν τῇ

δρόσῳ τοῦ Ἁγίου Πνεύματος.

30

λʹ. Μακάριος οὗ οὐκ ἴσχυσε τὸ σκοτεινὸν νέφος διαβολικὸν ἐπιδραμεῖν

τῷ νῷ καὶ στερῆσαι τοῦ γλυκείου φωτὸς καὶ τῆς εὐφροσύνης τῶν δικαίων.

31

λαʹ. Μακάριος ὁ φωτισθεὶς τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ἐνοπτριζόμε-

νος ἀεὶ τὸν Κύριον· κουφισμὸν γὰρ ὁ τοιοῦτος ἐδέξατο τῶν παθῶν καὶ τῶν

πονηρῶν λογισμῶν.

32

λβʹ. Μακάριος ὁ ἀγαπῶν ῥήσεις καλὰς καὶ ἀγαθάς, καὶ μισῶν λόγους

αἰσχροὺς φθοροποιούς, ὅτι οὐ γενήσεται αἰχμάλωτος τῷ Πονηρῷ.

33

λγʹ. Μακάριος ὁ νουθετῶν τὸν πλησίον φόβῳ Θεοῦ, καὶ οὐκ ἠπάτησε

ψυχὴν αὑτοῦ, φοβούμενος καθ' ἑκάστην τὴν σιδηρᾶν ῥάβδον τοῦ Ποιμένος

τοῦ μεγάλου.

34

λδʹ. Μακάριος ὁ ὑπακούων τῳ πλησίον κατὰ Θεόν, καὶ τὰς θλίψεις

ὑπομένων εὐχαριστῶν· στεφανωθήσεται γὰρ ὁ τοιοῦτος, ὁμολογητὴς γενό-

μενος ἐν Κυρίῳ.

35

λεʹ. Μακάριος ὁ μὴ ἐλασθεὶς ὑπὸ πάθους ἀκηδίας, ὡς ἄνανδρος· ἀλλ'

ἤρατο ὑπομονὴν τὴν τελείαν, ἐν ᾗ πάντες οἱ Ἅγιοι τοὺς στεφάνους ἐδέξαν-

το.

36

λϚʹ. Μακάριος ὁ ἀγαπῶν ἐγκράτειαν κατὰ Θεόν, καὶ οὐ κατεγνώσθη

χάριν γαστρὸς ὡς τρυφητὴς καὶ ῥυπαρός· μεγαλυνθήσεται γὰρ ὁ τοιοῦτος ἐν

Κυρίῳ.

37

λζʹ. Μακάριος ὁ μὴ μεθυσθεὶς ἐν οἴνῳ ὡς ἄσωτος, ἀλλ' εὐφραινόμενος

καθ' ἑκάστην ἐν τῇ μνήμῃ τοῦ Κυρίου, ἐν ᾧ πάντες οἱ Ἅγιοι εὐφραίνονται

διηνεκῶς.

38

ληʹ. Μακάριος ὁ οἰκονομῶν κατὰ Θεὸν τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ οὐ

κατεγνώσθη ὑπὸ Θεοῦ τοῦ Σωτῆρος ὡς φιλάργυρος καὶ ἄσπλαγχνος τῷ

πλησίον.

39

λθʹ. Μακάριος ὁ ἀγρυπνῶν ἐν προσευχαῖς καὶ ἀναγνώσεσι καὶ τῷ ἔρ-

γῳ τῷ ἀγαθῷ· φωτισθήσεται ὁ τοιοῦτος τοῦ μὴ ὑπνοῦν εἰς θάνατον.

40

μʹ. Μακάριος ὃς γέγονε σαγήνη καλὴ πνευματικὴ καὶ ἐζώγρησε πολ-

λοὺς τῷ Δεσπότῃ τῷ ἀγαθῷ· ἐπαινεθήσεται γὰρ ὁ τοιοῦτος σφόδρα ἐν

Κυρίῳ.

41

μαʹ. Μακάριος ὃς γέγονε τύπος καλὸς τῷ πλησίον καὶ οὐκ ἔπληξε συ-

νείδησιν τοῦ συνδούλου ἐπιτελῶν ἀθέμιτα· ἐνευλογηθήσεται γὰρ ὁ τοιοῦτος

ἐν Κυρίῳ.

42

μβʹ. Μακάριος ὃς γέγονε μακρόθυμος καὶ εὔσπλαγχνος, καὶ οὐκ ἐδού-

λωσε τῷ βαρβάρῳ, θυμῷ φημὶ καὶ τῇ μήνιδι τῇ πονηρᾷ· ὑψωθήσεται γὰρ ὁ

τοιοῦτος ἐν Κυρίῳ.

43

μγʹ. Μακάριος ὁ ὑψωθεὶς ἐν ἀγάπῃ, γενόμενος ὥσπερ πόλις ἐπάνω ὄ-

ρους κειμένη· ἥντινα θεασάμενος ὁ ἐχθρὸς ὑπεχώρησε μετὰ φόβου, φρίξας

αὐτῆς τὴν ἀσφάλειαν ἐν Κυρίῳ.

44

μδʹ. Μακάριος ὃς ἔλαμψεν ἐν τῇ πίστει τοῦ Κυρίου, ὥσπερ λύχνος

φαιδρὸς ἐπὶ λυχνίαν ὑψηλήν, καὶ ἐσκοτισμένας ψυχὰς ἐφώτισεν ἐξακολου-

θούσας τῇ αἱρέσει τῶν ἀπίστων καὶ δυσσεβῶν.

45

μεʹ. Μακάριος ὁ ἀγαπῶν ἀλήθειαν διηνεκῶς, καὶ οὐ δέδωκεν στόμα

αὑτοῦ ὡς ἀσεβείας ὄργανον τῷ ψεύδει, φοβούμενος τὸ πρόσταγμα τὸ περὶ

ἀργοῦ λόγου.

46

μϚʹ. Μακάριος ὁ μὴ κρίνων τὸν πλησίον, ὡς ἄσοφος, ἀλλ' ὡς συνετὸς

καὶ πνευματικὸς ἠγωνίσατο τοῦ ἐκβαλεῖν τὴν δοκὸν ἐκ τοῦ ἰδίου ὀφθαλμοῦ.

47

μζʹ. Μακάριος οὗ ἤνθησεν ἡ καρδία, ὥσπερ φοῖνιξ, ἐν ὀρθότητι πί-

στεως, καὶ οὐ γέγονεν, ὡς ἀκάνθαις, ἐξωσμένη τῇ αἱρέσει τῶν ἀπίστων καὶ

δυσσεβῶν.

48

μηʹ. Μακάριος ὁ ἐγκρατὴς γενόμενος τῶν βλεφάρων, καὶ οὐκ ἠπάτη-

σεν αὑτὸν νοερῶς καὶ αἰσθητῶς δέρμα σαρκός, μετ' ὀλίγον ἀποστάζον τοὺς

ἰχῶρας.

49

μθʹ. Μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἐξόδου, καὶ ἐμί-

σησεν ὑπερηφανίαν, πρὶν ὑπὸ θανάτου ἐλεγχθῇ τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν

ἐν τῷ τάφῳ σηπόμενον.

50

νʹ. Μακάριος ὁ ἐννοῶν τοὺς ἐν μνήμασι σωρηδὸν καθεύδοντας, καὶ

ἀπωσάμενος πᾶσαν ἐπιθυμίαν δυσώδη· ἐγερθήσεται γὰρ ἐν δόξῃ, ἡνίκα ἠχή-

σει ἡ οὐράνιος σάλπιγξ, ἀφυπνίζουσα πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

51

ναʹ. Μακάριος ὁ ἐν συνέσει πνευματικῇ καθορῶν τὸν χορὸν τῶν ἀστέ-

ρων τῇ δόξῃ λαμπόμενον καὶ τὸ κάλλος τοῦ οὐρανοῦ, καὶ ἐπιποθῶν θεάσα-

σθαι τὸν Ποιητὴν τῶν ἁπάντων.

52

νβʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὸ πῦρ τὸ κατελθὸν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ

καὶ τὰς φωνὰς τῶν σαλπίγγων, καὶ Μωυσέα ἱστάμενον ἀναμέσον μετὰ φό-

βου καὶ τρόμου, καὶ μὴ ἀμελήσας τῆς ἑαυτοῦ σωτηρίας.

53

νγʹ. Μακάριος ὁ μὴ ἔχων τὴν ἐλπίδα ἐπ' ἄνθρωπον, ἀλλ' ἐπὶ Κύριον

τὸν ἐρχόμενον πάλιν μετὰ δόξης πολλῆς κρῖναι τὴν σύμπασαν ἐν δικαιοσύ-

νῃ· ἔσται γὰρ ὡς δένδρον εὐθηνοῦν παρ' ὕδατα, καὶ οὐ διαλείψει ποιεῖν καρ-

πόν.

54

νδʹ. Μακάριος οὗ γέγονεν ἡ διάνοια ἐν χάριτι, ὥσπερ νέφος μεστὸν ὑε-

τοῦ, καὶ ἐπότισε ψυχὰς βροτῶν εἰς αὔξησιν καρπῶν ζωῆς· ἔσται γὰρ αὐτοῦ

ἡ χάρις εἰς καύχημα αἰώνιον.

55

νεʹ. Μακάριοι οἱ νήφοντες κατὰ Θεὸν διηνεκῶς· σκεπασθήσονται γὰρ

ὑπὸ Θεοῦ ἐν ἡμέρᾳ τῆς κρίσεως· υἱοὶ νυμφῶνος γενόμενοι, ἐν ἀγαλλιάσει

καὶ εὐφροσύνῃ ὄψονται τὸν Νυμφίον. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι

καὶ φιλήδονοι κλαύσομεν καὶ πενθήσομεν, θεωροῦντες τοὺς ἀδελφοὺς ἡμῶν

ἐν δόξῃ ἀνεικάστῳ, ἑαυτοὺς δὲ ἐν βασάνοις.

Ἀναλογίζω μὲ καθ' ἑαυτόν, ἀγαπητοί, καὶ πλήρης γίνομαι δακρύων,

ὅτι ἀρξάμενος τοῦ τρέχειν ἠτόνησα, καὶ ἐν μέσῳ τοῦ σταδίου τὸν δρόμον

κατέλυσα, ἐλεεινὸν θέαμα τοῖς ἐμὲ θεωροῦσι γενόμενος. Πῶς μὴ πενθήσω

τὴν πολλὴ ῥᾳθυμίαν, τὴν πολλήν μου ἀμέλειαν; Οἱ μὲν γὰρ ἐν σάκκῳ καὶ

σιδήρῳ ἑαυτοὺς ἐταπείνωσαν, οἱ δὲ συγκλεισμῷ καὶ νηστείᾳ τῷ Κυρίῳ

ἐδούλευσαν, ἕτεροι δὲ ἐπὶ στύλων τὸν ἀγῶνα ἀμέμπτως ἐξετέλεσαν, ἄλλοι ἐν

ἐρημίᾳ καὶ μονίᾳ τὴν ἀρετὴν κατώρθωσαν, ἄλλοι ἐν ὑποταγῇ τοὺς στεφά-

νους ἐδέξαντο· ἐγὼ δὲ ὁ ἄθλιος καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι καὶ φιλόδοξοι, τὸ

μὲν σχῆμα τῆς εὐσεβείας ἐνεδύθημεν, τοῖς δὲ ἔργοις τὴν εὐσέβειαν ἀπεδύθη-

μεν.

Τίς ἄρα ἀναλογίζεται τὰ παθήματα τῶν ἁγίων Μαρτύρων, οὐ μόνον

ἀρρένων, ἀλλὰ καὶ θηλειῶν, καὶ οὐκ ἐξίσταται τῇ διανοίᾳ; Ἐκεῖνοι τὸν ἴ-

διον Δεσπότην μιμούμενοι, ἑαυτοὺς ἐταπείνουν· ἡμεῖς δὲ τιμὰς καὶ ἀσπα-

σμοὺς ἐν ταῖς ἀγοραῖς ἐπιθυμοῦμεν. Ἐκεῖνοι ἐν φυλακαῖς κατεκλείσθησαν ἐν

λιμῷ καὶ βασάνοις καὶ σιδήρῳ δι' εὐσέβειαν· ἡμεῖς δὲ μικρὰν κακοπάθειαν

ἑκουσίως ὑπομεῖναι οὐ δυνάμεθα, ἀλλὰ τὰ ἀπολαυστικὰ παντὶ σθένει μετα-

διώκομεν. Ἐκεῖνοι ὑβριζόμενοι καὶ ὀνειδιζόμενοι καὶ ἐξουδενούμενοι ἕως

θανάτου, ἡδέως ὑπέμεινον· ἡμεῖς δὲ καὶ παρακαλούμενοι, ὀλιγωροῦμεν.

Ἐκεῖνοι πυρὸς κατεπολέμησαν· ἡμεῖς δὲ σκληρὸν λόγον οὐ βαστάζομεν.

Ἐκεῖνοι μετὰ βασάνων δημοσίως ἐπόμπευον, καὶ χαίροντες ἐβάδιζον· ἡμεῖς

δὲ καὶ ἀκούοντες αὐτῶν τοὺς ἀγῶνας ὑπερθαυμάζομεν, μιμήσασθαι δὲ αὐ-

τῶν τοὺς ἀγῶνας οὐ προαιρούμεθα.

Χρήζομεν τοιγαροῦν πολλῶν στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀπορρι-

φῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, πολλῆς δόξης ἀποκειμένης τοῖς ἀγωνι-

ζομένοις. Μὴ οὖν ἀμελήσωμεν, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις· οὐ

γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου τῶν δούλων αὑτοῦ, οἵτινες

ὁλοσχερῶς παρέσχον ἑαυτοὺς τῷ θελήματι αὐτοῦ. Ἀπετάξαντο τῷ βίῳ διὰ

τὸ ὄνομα αὐτοῦ, τῶν κατὰ σάρκα γονέων ἑαυτοὺς ἐμάκρυναν· κρούουσιν ἐν

τῇ θύρᾳ αὐτοῦ τρίτην, ἕκτην, ἐνάτην, ἑσπέρας, ὄρθρου, μᾶλλον δὲ ὅλην τὴν

ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ νομίζεις, ὅτι παριδεῖν ἔχει ὁ Θεὸς τὴν το-

σαύτην ταπείνωσιν; Μὴ γένοιτο. Ὑπομένουσι γὰρ συγκλεισμόν, κόπον ἐργο-

χείρου· ὑπομένουσι νηστείαν καὶ ἀγρυπνίαν καὶ προσβολὰς πνευμάτων πο-

νηρῶν· κλίνουσι γόνυ εἰς προσευχήν· κρούουσι συνεχῶς τὸ μέτωπον εἰς τὸ

ἔδαφος, δεόμενοι τῆς ἀγαθότητος αὐτοῦ· καὶ ὑπεριδεῖν ἔχει τὴν τοσαύτην

ἱκεσίαν; Μὴ γένοιτο. Ἀνθρώπῳ ἰταμῷ καὶ αὐστηρῷ ἐάν τις προσέλθῃ ἐπι-

μελῶς, κάμπτεται πρὸς συμπάθειαν. Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος, ἀγαθός, ὁ

πλούσιος ἐν ἐλέει καὶ ἀχαρίστους ἐλεῶν, ὑπεριδεῖν ἔχει τὴν τοσαύτην κα-

κουχίαν, τὴν εὐλάβειαν, τὸν στεναγμόν, τὰ δάκρυα, τὴν συμπάθειαν, τὸν

ἁγιασμόν, τὴν ταπείνωσιν, τὴν σιωπήν, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν

τῶν ὑπερηφάνων ἐξουδένωσιν; Οὐδαμῶς.

Μὴ τοίνυν δυσπιστεύσωμεν, ἀγαπητοί, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λει-

τουργίαις, ἀλλὰ μᾶλλον θαρσαλέως κρούσωμεν. Ὅσον γὰρ ἐπιμένεις

κρούων, τοσοῦτον πλεονάζει σου ὁ μισθός. Νῆφε καθ' ἑκάστην· ᾗ γὰρ ὥρᾳ,

ᾗ οὐ προσδοκᾷς, ἀποστελεῖ Κύριος τοῦ συνάξαι σε εἰς ἀποθήκην ζωῆς, εἰς

τὸν χορὸν τῶν δικαίων, ἵνα τοῦ λοιποῦ ἀναπαύσῃ καὶ ἀμεριμνήσῃς, ἔνθα

οὐκ ἔστι πόλεμος καὶ ἀντικείμενος· ἀνῄρηται γὰρ ἐκεῖ ὁ ἐχθρὸς πολεμῶν,

καὶ αἱ ἀφορμαὶ τοῦ πολέμου. Ἔστι δὲ ἡ ἀφορμὴ τοῦ πολέμου ἐπιθυμία κάλ-

λους πρὸς συνουσίαν. Ἀλλ' ἐν οὐρανοῖς οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται,

ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν οὐρανῷ. Πάλιν εἰσὶν ἀφορμαὶ τοῦ πολέμου, πλοῦ-

τος, δόξα ἐπίγειος· ἀλλὰ ταῦτα πάντα φθαρτά εἰσιν, ἐπίγεια τυγχάνοντα·

διὸ καί τις τῶν Ἁγίων διδάσκει ἡμᾶς λέγων· μὴ ἀγαπᾶτε τὸν κόσμον, μη-

δὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις τὸν κόσμον ἀγαπᾶ, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πα-

τρὸς ἐν αὐτῷ· ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ

ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί.

Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ

Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὥσπερ γὰρ ὁ περιπεσὼν εἰς χωρίον ἀκανθῶν

πλῆρες, θλίβεται συνεχόμενος ὑπ' αὐτῶν, ἄχρις οὗ ἐξέλθῃ εἰς τόπον καθα-

ρόν· ἐπὰν δὲ ἐξέλθῃ, οὐ φοβηθήσεται τὰς ἀκάνθας· οὕτως καὶ οἱ Ἅγιοι περι-

πεσόντες τῷ αὐτῷ χωρίῳ τῇ σπουδῇ καὶ τῇ φιλοπονίᾳ δίκην ὑποδημάτων

ἐχρήσαντο, καὶ βαδίσαντες ἐν μέσῳ τῶν ἀκανθῶν, ὑπ' αὐτῶν οὐκ ἐτρώθη-

σαν. Οἱ δὲ τὴν ἀμέλειαν διώξαντες, καὶ τῇ μισοπονίᾳ εἰς τέλος ἑαυτοὺς

ἐκδεδωκότες, ὑπ' αὐτῶν κατεφθάρησαν. Τοῦτο δὲ σημαίνων ὁ Κύριος, προ-

σέταξε δοθῆναι τῷ ἐπιστρέψαντι υἱῷ ὑποδήματα τοῖς ποσὶ μετὰ τὴν στολὴν

καὶ τὸν δακτύλιον, ἵνα θαρσαλέως καὶ ἀφόβως καταπατήσῃ τὴν κεφαλὴν

τοῦ Ὄφεως. Παρεικάζει δὲ τῷ ἀκανθώδει τόπῳ τὸν παρόντα βίον, ἐν ᾧ αἱ

ἁμαρτίαι δίκην ἀκανθῶν ἀναφύουσι· τῷ δὲ καθαρῷ τόπῳ, τὴν ἄνω Ἱερου-

σαλήμ, ἥτις ἐστὶ τοῦ Βασιλέως τοῦ μεγάλου, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη

καὶ στεναγμός. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

{Μακαρισμοὶ ἕτεροι, κεφάλαια κʹ} αʹ. Μακάριος ὃς μισήσας κατέλιπε τὸν βίον τοῦτον ἀνθρώπινον, καὶσὺν Θεῷ μονωτάτῳ ἡ μελέτη τῆς ζωῆς αὑτοῦ ἐγένετο. βʹ. Μακάριος ὃς μισήσας βδελύσσεται τὴν κακίστην ἁμαρτίαν, Θεὸνμόνον ἀγαπήσας τὸν ἀγαθὸν καὶ φιλάνθρωπον. γʹ. Μακάριος ὃς γέγονεν ἐπὶ τῆς γῆς ὡς ἄγγελος οὐράνιος καὶ μιμη-τὴς τῶν Σεραφίμ, ἁγνοὺς ἔχων καθ' ἑκάστην τοὺς λογισμούς. δʹ. Μακάριος ὃς γέγονεν ἁγνὸς Θεῷ καὶ ἅγιος καὶ καθαρὸς ἀπὸ πάν-των τῶν μιασμῶν καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν.

1

εʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων

τῶν πραγμάτων τοῦ βίου τούτου ματαίου.

Ϛʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὴν ἡμέραν τὴν μέλλουσαν τὴν φοβερὰνκαὶ σπουδάσας ἰάσασθαι ἐν δάκρυσι τὰ τραύματα τῆς ψυχῆς αὑτοῦ. ζʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ὥσπερ νέφος ἐν δάκρυσι καὶἔσβεσε καθ' ἑκάστην φλόγα πυρὸς τὴν τῶν πονηρῶν παθῶν. ηʹ. Μακάριος ὁ βαδίζων ἐν τῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, μονὰςποιῶν καθ' ἡμέραν εἰλικρινῶς διὰ πίστεως καὶ ἀγάπης. θʹ. Μακάριος ὁ προκόπτων ἐν ἀγαθοῖς τρόποις ἀσκήσεως, ἐλπίζωνπρὸς τοῦ Θεοῦ λαβεῖν βασιλείαν οὐράνιον. ιʹ. Μακάριος ὃς μέμνηται τὸ πρόσταγμα τοῦ λόγου ἀργοῦ τὸ φοβερὸνκαὶ φύλακας στήσας αὑτοῦ τῷ στόματι μὴ ἐκπεσεῖν τῆς ἐντολῆς. ιαʹ. Μακάριος οὗ γέγονεν ἡ ψυχὴ ὥσπερ ξύλον νεόφυτον, ἔχον ἀεὶ τὰδάκρυα κατὰ Θεόν, ὥσπερ πνοὴν τοῦ ὕδατος. ιβʹ. Μακάριος ὁ φυτεύων φυτὰ καλὰ ἐν τῇ ψυχῇ ἰδίᾳ, τὰς ἀρετὰς καὶτοὺς βίους τῶν Ἁγίων. ιγʹ. Μακάριος ὁ φυτεύων καὶ ἀρδεύων φυτὰ αὑτοῦ ἐν δάκρυσιν εὐχό-

8

μενος, ἵνα ᾖ τὰ φυτὰ αὑτοῦ εὐάρεστα καὶ καρποφόρα τῷ Κυρίῳ.

ιδʹ. Μακάριος ὁ ἐκκαυθεὶς τῇ ἀγάπῃ τοῦ Κυρίου, ὡς ἐκ πυρός, καὶ ἔ-φλεξε πάντα λογισμὸν ῥυπαρὸν καὶ ψυχῆς αὑτοῦ τὸν μιασμόν. ιεʹ. Μακάριος ὃς γέγονεν ἑκουσίως ὡς γῆ καλὴ καὶ ἀγαθή, καρποφο-ρῶν σπόρον καλὸν ἐν ἑκατὸν καὶ τριάκοντα καὶ ἑξήκοντα.

10

ιϚʹ. Μακάριος ὁ εὑρεθεὶς τῇ προθέσει σπόρος καλὸς ἐν τῷ ἀγρῷ, ὃν ἔ-

σπειρεν ὁ Δεσπότης ἐν τῷ ἀγρῷ τῷ ἰδίῳ. ιζʹ. Μακάριος ὅστις εὗρε μαργαρίτην ἐκλεκτὸν τὸν οὐράνιον καὶ πω-λήσας πάντα αὑτοῦ τὰ ἐν τῇ γῇ τοῦτον μόνον ὠνήσατο. ιηʹ. Μακάριος ὅστις εὗρε τὸν θησαυρὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον, χαι-ρόμενος δὲ ἀπώσατο τὰ σύμπαντα καὶ αὐτὸν μόνον ἐκτήσατο. ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τὴν ἡμέραν τῆς ἐξόδου καὶ σπου-δάζει εὑρεθῆναι ἐν τῇ ὥρᾳ εὐπρόθυμος καὶ ἄφοβος. κʹ. Μακάριος ὅστις εὗρε παρρησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν ψυ-χὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν· ἔρχονται γὰρ οἱ Ἄγγε-λοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος καὶ παραστῆσαι τῷ βήμα-τι τοῦ ἀθανάτου καὶ φρικτοῦ κριτηρίου. Μέγας φόβος, ὦ ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζε-ται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυρμοῦ. Τῇ γὰρ ψυχῇ παρίστανται ἐν τῇὥρᾳ τοῦ χωρισμοῦ τὰ ἔργα αὐτῆς, ἃ ἔπραξεν ἡμέρᾳ καὶ νυκτί, ἀγαθά τε καὶπονηρά, καὶ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος·ἡ δὲ ψυχὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλιᾷ τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ ψυ-χὴ μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται παραστῆ-

19

ναι κριτηρίῳ ἀθανάτῳ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος καὶ βλέπουσα τὰ

ἔργα αὑτῆς, λέγει αὐτοῖς μετὰ φόβου· δότε τόπον μίαν ὥραν ἵνα ἐξέλθω.Ἀποκρίνονται δὲ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς ἅμα πάντα· ἡμᾶς σὺ ἔπραξας, σὺνσοὶ ἀπάγωμεν πρὸς τὸν Θεόν. Μισήσωμεν, ἀγαπητοί μου ἀδελφοί, τὸν βίον τοῦτον μάταιον. Χριστὸνμόνον ποθήσωμεν τὸν ἅγιον καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν. Οὐκ οἴδαμεν,ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡ ἔξοδος ἡμῶν· οὐδὲ ἐπίσταταί τις τὴν ἡμέραν καὶτὴν ὥραν τοῦ χωρισμοῦ. Ἄφνω ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερί-μνως ἐπὶ τῆς γῆς, καταλαμβάνει τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖντοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ,