Beautitudines aliae, capita viginti
- Edition reference
- Beautitudines aliae, capita viginti, ed. Phrantzolas, op. cit., vol. 2, 267–279.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg030.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
20
πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα ἀπολογίαν. Χάριν τούτου
παρακαλῶ, ἀγαπητοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ συσχῶμεν τὴν δουλείαν
βίου τούτου τοῦ ματαίου καὶ προσκαίρου. Πλήρης ἐστὶν ὁ βίος οὗτος σκαν-
δάλων τε καὶ παγίδων τοῦ θανάτου· πτερώσωμεν τὴν ψυχὴν ἡμῶν ἐκ παγί-
δων καὶ σκανδάλων. Καθ' ἑκάστην ὁ Πονηρὸς κρύπτει τὰς παγίδας ἐνώπιον
τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγεύσῃ εἰς κόλασιν αἰώνιον.
Ἀναμέσον τῶν σκανδάλων βαδίζομεν, ἀγαπητοί· προσέχωμεν οὖν
ἑαυτοῖς μὴ ἐμπεσεῖν εἰς παγίδας θανάτου. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγί-
δες τοῦ θανάτου τοῦ Πονηροῦ. μὴ χαυνωθῇ ἡ ψυχὴ ἡμῶν εἰς τὴν αὑτοῦ
γλυκύτητα τῶν παγίδων. Ἐστὶν αὐτῶν ἡ γλυκύτης τῶν παγίδων, ἡ μέριμνα
τῶν γηΐνων πραγμάτων καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων τῶν πο-
νηρῶν. Μὴ γλυκανθῇς σύ, ἀδελφέ, γλυκύτητι τῆς παγίδος τοῦ θανάτου. Μὴ
χαυνωθεὶς ἐκλυθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν. Ἐὰν εὕρῃ ὁ πονη-
ρὸς λογισμὸς εἴσοδον ἐν τῇ ψυχῇ, γλυκαίνεται εἰς μελέτην τὴν πονηράν, ἵνα
αὐτὴν θανατώσῃ, καὶ γίνεται ὁ πονηρὸς λογισμός, ὥσπερ παγὶς ἐν τῇ ψυχῇ,
μὴ διωχθεὶς εἰ μὴ δι' εὐχῆς καὶ δακρύων καὶ ἐγκρατείας καὶ ἀγρυπνίας. Γί-
νου δὲ ἐγρήγορος καὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων, ἵνα ῥυσθῇς τῶν
παγίδων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥο-
πὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ. Μὴ χρονίσῃ ὁ πονηρὸς λογισμὸς ἐν
τῇ ψυχῇ σου, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς τὸν Θεὸν δι' εὐχῆς καὶ νηστείας καὶ
δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων καὶ τῶν σκανδάλων καὶ
τῶν παθῶν.
Μὴ νομίσῃς, ὦ ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, καὶ χαυνω-
θῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων, ἄφνω δὲ ἔλθῃ τὸ πρό-
σταγμα τοῦ Κυρίου καὶ εὑρήσῃ ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν
ἔτι, μηδὲ συγχωρήσεως. Καὶ τί ἐρεῖς τῷ θανάτῳ ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ,
ἀδελφέ; Συμβαίνει γὰρ μηδὲ συγχωρεῖν τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ
τῆς γῆς. Πολλοὶ νομίσαντες πολὺν χρόνον ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω
θάνατος, εὗρεν ἄνδρα ἁμαρτωλὸν καὶ πλούσιον, ψηφίζοντα τὰ ἔτη πολλά,
νομίζοντα ἐν ἀνέσει ζῆν ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύλοις ψηφισμὸν κε-
φαλαίου καὶ τόκου, μερίζοντα ἐν ἔτεσι χρόνου πολλοῦ τὸν ἀριθμὸν πλούτου
αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, μιᾷ ῥοπῇ κατήργησε πάντα ψηφισμὸν ὁμοῦ
καὶ τὸν πλοῦτον καὶ μέριμναν τοῦ χρόνου τοῦ ματαίου. Ἦλθε πάλιν ὁ θάνα-
τος, εὗρεν ἄνδρα δίκαιον συνάγοντα πλοῦτον καλὸν οὐράνιον δι' εὐχῆς καὶ
νηστείας, ἔχοντα ἀεὶ θάνατον πρὸ ὀφθαλμῶν, μὴ φοβούμενον παρουσίαν θα-
νάτου καὶ χωρισμὸν τοῦ σώματος. Οὕτως ἀεὶ προσδόκησον τὸν θάνατον
καθ' ἡμέραν, ὡς συνετὸς καὶ πνευματικός, τὸν χωρισμόν, τὴν παράστασιν
τοῦ βήματος τοῦ Κυρίου. Ἑτοίμασον καθ' ἡμέραν λαμπάδα σου, ὡς πρόθυ-
μος καὶ φρόνιμος· ἐπίσκεψαι καθ' ὥραν πάλιν αὐτὴν ἐν δάκρυσι καὶ προσευ-
χαῖς. Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀγαπητέ μου, σπούδασον. Ἔρχεται
γὰρ ὁ καιρός σου γέμων ἀπιστίας, χαυνότητος, ῥᾳθυμίας, σκληρότητος, μὴ
συγχωρῶν λογίζεσθαι τὰ κρείττονα ἐκ τῆς αὑτοῦ συγχύσεως.
Προσέχετε, ἀγαπητοί, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι, προκόπτου-
σι καθ' ἡμέραν τὰ κάκιστα. Προβαίνει πονηρία. Συμφαίνουσι τὴν σύγχυσιν
ἐρχομένην καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἔρχεσθαι ἐπὶ πάντα
τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἡμῶν ἁμαρτίας προκόπτουσι ταῦτα πάντα καθ'
ἡμέραν καὶ διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρὰ ἐπὶ τῆς γῆς.
Γενόμενοι ἐγρήγοροι, φιλόθεοι, πολεμισταί, καθ' ἑκάστην τὸν πόλεμον τοῦ
Πονηροῦ νικήσομεν, ὡς τέλειοι φιλόθεοι· διδαχθῶμεν καὶ τὰ ἔθη τοῦ πολέ-
μου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἡ γυμνότης τῶν
γηΐνων. Ἂν προσδοκᾷς τὸν θάνατον καθ' ἡμέραν πρὸ ὀφθαλμῶν, οὐχ ἁμαρ-
τήσῃς. Ἂν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τραπήσῃ ἐν πολέμῳ. Ἂν
μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, ἀγαπητέ, τότε δυνήσῃ, ὡς
ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης λαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα
προσέλκουσι πρὸς ἑαυτὰ εἰς τὰ κάτω καὶ τὰ πάθη σκοτοῦσι τοὺς ὀφθαλ-
μοὺς τῆς καρδίας ἐν πολέμῳ, χάριν τούτου νικᾷ ἡμᾶς ἐν πολέμῳ ὁ Πονη-
ρός, τοὺς γηΐνους, πλήρεις ὄντας καὶ τῇ μερίμνῃ τῶν γηΐνων τοῖς πάθεσι
δουλεύοντας. Τὰ γήϊνα γὰρ σήμερον ἀγαπῶμεν πάντες ὁμοῦ, ἀγαπητοί, καὶ
ἡλοῦται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς χάριν τῆς ἡμῶν χαυνότητος. Ἡ ἡμέρα κέ-
κλικε πρὸς ἑσπέραν. Λοιπόν ἐστιν ὁ χρόνος ἡμῶν, καὶ ἡμεῖς δι' ἡμῶν ἀπι-
στίαν νομίζομεν πρωῒ εἶναι. Ἰδοὺ ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν,
ἡμεῖς δὲ περὶ ταύτης οὐδέποτε θέλομεν ἀκροάσασθαι τὰ σημεῖα καὶ τέρατα,
ἃ ἔλεγεν ὁ Κύριος. Γεγόνασι λοιμοί, σεισμοί, φόβοι τε πόλεμοί τε καὶ τῶν
ἐθνῶν ἡ κίνησις· ταῦτα πάντα ὥσπερ ὄναρ δοκεῖ ἡμῖν διηγεῖσθαι πρὸς ἀλλή-
λους· οὐκ ἀκοὴ τούτων πτοεῖ ἡμᾶς, οὐδὲ αὐτὴ ἡ θέα. Οἱ ἐκλεκτοὶ συνάγον-
ται πρὸ θλίψεως τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην ἐρ-
χομένην εἰς τὸν κόσμον τὸν ἄδικον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν.
Τέλος ἔχει ὁ αἰὼν οὗτος, καὶ Ἄγγελοι κατέχουσι τὰ δρέπανα καὶ τὸ νεῦμα
ἐκδέχονται.
Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ
τὸ μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ ὁδῷ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι
καὶ νήψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης
πάσης τῆς γῆς ἔχει ἐλθεῖν. Κουφίσωμεν οὖν ἑαυτοὺς ἀπὸ βάρους καὶ μερί-
μνης τῶν γηΐνων. Μὴ μεριμνᾶτε παντελῶς ἐπὶ τῆς γῆς, εἶπεν ἡμῖν ὁ Κύριος.
Τὸ ἀγαπᾶν πάντας ὁμοῦ ἐντέταλκεν ἡμῖν. Ἡμεῖς δὲ μᾶλλον τὴν ἀγάπην
ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Ἁμαρτίαι πληθύνονται· ἀδικία ἐκάλυψε
πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιποθεῖ, τῶν οὐρανίων καταφρονεῖ· τὰ
μέλλοντα οὐδεὶς ἡμῶν ἀγαπᾷ. Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ τῆς γῆς μίσει
ἀεὶ καὶ βδελύσσου καὶ ἄσκησον ὡς τέλειος καὶ πόθησον βασιλείαν οὐρα-
νῶν. Μὴ λογίζου οὕτως, ὦ μοναχέ, λέγων, ὅτι πολύς ἐστιν ὁ κάματος τῆς
ἀσκήσεως, κἀγώ εἰμι ὀλιγοστὸς καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω τοῦ ἀσκῆσαι.
Ἐνώτισαι ῥήματα συμβουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε ὅσα λέγω,
ἀγαπητέ μου ἀδελφὲ καὶ φιλόχριστε. Εἰ βουληθῇς ἀποδημεῖν εἰς ἑτέραν μα-
κρὰν χώραν καὶ πατρίδα, οὐ δύνασαι παραδραμεῖν ὅλης ὁδοῦ τὸ διάστημα
μιᾷ ῥοπῇ, ἀλλὰ ῥυθμῷ τῶν βημάτων καθ' ἡμέραν κατὰ μονὴν ἀποδημεῖς,
καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν ἣν προσδοκᾷς. Οὕτως
ἐστὶν ἡ βασιλεία ἡ ἐπουράνιος καὶ τῆς τρυφῆς ὁ παράδεισος. Διὰ νηστειῶν,
δι' ἐγκρατείας, δι' ἀγρυπνιῶν εἷς ἕκαστος φθάνει ἐκεῖ. Ἐγκράτεια καὶ δά-
κρυα καὶ προσευχή, ἀγρυπνία καὶ ἀγάπη, αὗταί εἰσιν αἱ μοναὶ εἰς οὐρανὸν
ἀπάγουσαι. Μὴ φοβηθῇς ἀρχὴν καλὴν βαλεῖν καλῆς ὁδοῦ ἀναγούσης εἰς τὴν
ζωήν. Θέλησον μόνον τοῦ βαδίσαι τὴν ὁδὸν καὶ εὑρεθῇς εὐπρόθυμος· παρα-
χρῆμα αὕτη ἡ ὁδὸς εὐθύνεται ἐνώπιον τῶν ποδῶν σου, καὶ χαίρων καὶ βα-
δίζων μονὰς ποιεῖς τερπόμενος εἰς τὴν ὁδόν. Δυναμοῦνται τὰ βήματα τῆς
ψυχῆς σου κατὰ μονὴν καθ' ἑκάστην. Οὐ μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν
τὴν εἰς οὐρανὸν ἀπάγουσαν· ὁ Κύριος οὐράνιος αὐτὸς δι' ἑαυτοῦ ὁδὸς ζωῆς
ἐγένετο τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων.
Ἐγένου μοι, Χριστὲ Σῶτερ, ὁδὸς ζωῆς ἀπάγουσα πρὸς τὸν Πατέρα.
Μόνη αὕτη χαρά ἐστιν, τέλος δὲ αὐτῆς βασιλεία οὐράνιος. Ἐγένου μοι, ὦ
Δέσποτα Ἰησοῦ Υἱὲ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός, καὶ ἤντλησα δι' ἐμαυ-
τοῦ ἐκ τῆς σῆς πηγῆς χαρίσματα, πλήρης πόθου. Ἐγένετο ἡ χάρις σου ἐν
καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν
τῷ στόματι οἰκέτου σου. Ἐγένετο ἡ χάρις σου ἐν τῇ ψυχῇ τοῦ δούλου σου
ὡς θησαυρός, ἐπλούτισε τὴν πτωχείαν, ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν.
Ἐγένετο ἡ χάρις σου, τοῦ δούλου σου καταφυγὴ καὶ δύναμις, ἀντίληψις καὶ
ὕψωμα καὶ καύχημα, ἐδέσματα πάσης ζωῆς. Πῶς σιγήσῃ ὁ δοῦλός σου, Δέ-
σποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς σῆς ἀγάπης καὶ χάριτος; Καὶ διηνέῳξα
τὸ στόμα μου ἀναξίως. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τῆς αὐτῆς
ὠφελείας τοῦ ἀνυμνεῖν καὶ δοξάζειν τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πά-
λιν ἀποτολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτος τὰ βρύοντα ἐν καρδίᾳ
ἁμαρτωλοῦ, πλήρη ὄντα γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασι; Ψαλῶ δό-
ξαν τῷ Δεσπότῃ τῶν οὐρανίων, τῷ δώσαντι θεράποντι τὰ ἴδια χαρίσματα
οὐράνια διὰ πολλῶν χαρισμάτων. Μεγαλυνῶ τὴν χάριν σου, Χριστὲ Σῶτερ·
ἐν τῷ γὰρ μεγαλύνειν, μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύομαι ἐν γλώσσῃ μου
ὑμνολογῶν τὴν χάριν σου, ὦ Δέσποτα· οὐ σιγήσει κιθάρα μου μελῳδοῦσα
μελῳδίας πνευματικάς. Ὁ πόθος σου ἑλκύει με πρὸς σέ, Σωτήρ, τὸ καύχη-
μα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου διάνοιαν ἑλκυσθῆναι ὀπίσῳ
σου. Γενέσθω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ
δροσίσῃ ἡ χάρις σου εἰς αὐτὴν δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου
δραγμὴν καλὴν ἀπὸ τῆς γῆς τῆς καρδίας, κατάνυξιν, προσκύνησιν, ἁγια-
σμόν, τὰ ἀρεστά σοι πάντοτε. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν πα-
ραδείσου τῆς τρυφῆς σὺν προβάτῳ εὑρεθέντι. Εὑρεθείη ἡ ψυχή μου ἐν τῷ
φωτί. Ἐκεῖνο μὲν τὸ πρόβατον εὑρεθὲν εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην
δὲ τὴν ἀναξίαν ψυχὴν διὰ χειρός σου ἕλκυσον καὶ πρόσφερε [ἀμφοτέρους]
τῷ ἀχράντῳ σου καὶ ἀθανάτῳ Πατρί. Ἵνα λέγω ἐν τρυφῇ παραδείσου, μετὰ
πάντων τῶν Ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ, προσκύνησις τῷ δώσαντι χαρί-
σματα οὐράνια τῷ εὐτελεῖ, ἵνα αὐτὸς προσφέρῃ δραγμὴν δόξης τῷ Βασιλεῖ
τῶν ἁπάντων εἰς τοὺς αἰῶνας. Ἀμήν.
{Κεφαλαὶ ἑκατόνΠῶς κτᾶταί τις τὴν ταπεινοφροσύνηνΚεφαλὴ αʹ} Ἀρχὴ καρποφορίας ἄνθος καὶ ἀρχὴ ταπεινοφροσύνης ὑποταγὴ ἐνΚυρίῳ. Καρπὸς δὲ ὑπακοῆς μακροθυμία, μακροθυμία δέ ἐστι τῆς ἀγάπηςκαρπός· ἀγάπη δέ ἐστι σύνδεσμος τῆς τελειότητος, τελειότης δέ ἐστιν τήρη-σις ἐντολῶν Θεοῦ· ἡ δὲ ἐντολὴ τοῦ Κυρίου ἐστὶ τηλαυγής, φωτίζουσαὀφθαλμούς· ὀφθαλμοὶ δὲ πεφωτισμένοι ἐξέφυγον τὰς ὁδοὺς τῶν παρανόμων. Ἔστω οὖν σοι ἡ ταπεινοφροσύνη καθέδρα καὶ περίβλημα ἀποκρίσεως.Λαλιὰ δέ σοι φαιδρὰ ἐν προσηγορίᾳ ἐν ἀγάπῃ Θεοῦ. Εἶπε γὰρ ὁ Σωτήρ· ἔ-σεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Πόθεν δὲ φανε-ρὰ ἔσται ἡ ὑψηλοφροσύνη, ἥ ἐστιν ἀνυπότακτος; Ἀνήκοός ἐστι καὶ ἀπειθής,τῷ ἰδίῳ λογισμῷ συναπαγομένη. Ἡ δὲ ταπεινοφροσύνη ὑπήκοός ἐστιν, εὐ-πειθής, ἐπιεικής, ἀπονέμουσα τιμὴν μικροῖς τε καὶ μεγάλοις. Ὁ ταύτην κε-κτημένος, πιστεύω ὅτι τὸν μισθὸν λήψεται παρὰ Κυρίου μετὰ ζωῆς αἰωνίου.{Κεφαλὴ βʹ} Ἐὰν δύο οἰκῆτε ἐν κελλίῳ ἑνί, προσέχετε ἑαυτοῖς ἀκριβῶς, εἰδότες ὅτιὁ Κύριος ἐν μέσῳ ὑμῶν ἐστιν. Αὐτὸς γὰρ εἴρηκεν· Ὅπου εἰσὶ δύο ἢ τρεῖςσυνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Κἂν γὰρ ἡμεῖς, ὡςἀνάξιοι, οὐχ ὁρῶμεν αὐτόν, ἀλλ' αὐτός, ὡς Θεός, καὶ τὰς ἐνθυμήσεις καὶ τὸἔργον ἑκάστου εἶδεν καὶ ἐφορᾷ. Ὧ| ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.{Κεφαλὴ γʹ} Ἠκούσαμεν τῆς Σοφίας λεγούσης· Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς,οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κοίτηςαὑτοῦ, λέγων ἐν τῇ ψυχῇ αὑτοῦ· Τίς με ὁρᾷ; Τίνα εὐλαβοῦμαι; Σκότος κύ-κλῳ, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τῶν ἁμαρτιῶν μου οὐμὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ ὀφθαλμοὶ ἀνθρώπου, ὁ φόβος αὐτοῦ· καὶ οὐκ ἔ-γνω ὅτι οἱ ὀφθαλμοὶ Κυρίου μυριοπλάσιον ἡλίου φωτεινότεροι, ἐπιβλέποντεςπάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς τὰ ἀπόκρυφα μέρη. Πρὶν κτι-σθῆναι, τὰ πάντα ἔγνωσται αὐτῷ, ὄντως καὶ μετὰ τὸ συντελεσθῆναι. Οὗτοςἐν πλατείαις πόλεως ἐκδικηθήσεται· καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται.{Κεφαλὴ δʹ} Ἀγαπητὲ ἀδελφέ, ἐὰν ἐπιλέξῃς σεαυτῷ εὐλάβειαν, νῆφε, μήποτε διὰτῆς εὐλαβείας παρεισάξῃ ὁ Πονηρὸς τὸν ἀλλότριον λογισμόν, τουτέστι τῆςκενοδοξίας καὶ ὑπερηφανίας, ἐν τῷ μὴ βούλεσθαι συγκοπιάσαι τοῖς ἀδελ-φοῖς. Ἀλλ' ἔργασαι καθάπερ καὶ οἱ ὁμόψυχοί σου ἀδελφοί, καὶ τὴν εὐλά-βειάν σου φύλαττε. Ἡ γὰρ ὀκνηρία τὴν εὐλάβειαν καταλύει καὶ ὄνομα ἐπο-νείδιστον ἐπιφέρει τῷ κτησαμένῳ αὐτήν. Συζεύγνυε τοιγαροῦν τὴν εὐλά-βειαν τῇ σπουδῇ καὶ τῇ γνώσει, καὶ ἔσῃ ἀληθινὸς εὐλαβής.{Κεφαλὴ εʹ} Ἀγαπητέ, ἐὰν κτήσῃ σεαυτῷ ταπεινοφροσύνην, πρόσεχε σφοδρῶς, μή-ποτε μεθοδεύσῃ σε ὁ Ἐχθρὸς καὶ μεταστήσῃ σε εἰς ὁδὸν ἀλλοτρίαν ἐν τῷαὐτὸν ὑποβάλλειν τὶ τῶν ἰδίων, καθὼς ἡ Σοφία λέγει· μὴ εἴπῃς, Ἀπὸ Κυ-ρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου ἀκούσῃ; Ἐν λαῷ πλείονι οὐ μὴ μνη-σθῶ· τίς γάρ μου ψυχὴ ἐν ἀμετρήτῳ κτίσει; Ὁ δ' ἔτι ἐπάγει λέγων· ἰδοὺ ὁοὐρανὸς τοῦ οὐρανοῦ, τοῦ Κυρίου· ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦσαλευθήσονται· ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς, ἐν τῷ ἐπιβλέψαι εἰς αὐ-τά, τρόμῳ συσσείονται. Δεῖ οὖν συζευγνύειν τῇ ταπεινοφροσύνῃ τὴν πίστιν,ὅπως ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς ταπεινοφροσύνης.{Κεφαλὴ Ϛʹ} Ἀδελφός τις εἰσῆλθεν εἰς κοινόβιον, θέλων γενέσθαι μοναχός· ἐβουλή-θη δὲ μεῖναι εἰς κελλίον μετὰ μειζοτέρου· καὶ μεθ' ἡμέρας τινὰς πολεμηθεὶςὑπὸ τῶν λογισμῶν, εἶπεν· οὐκ ἀναπαύομαι εἶναι μετὰ τούτου τοῦ ἀδελφοῦ.Ἄλλος οὖν ἀδελφὸς παρῄνει αὐτόν, λέγων· ἆράγε εἰ περιέπεσας βαρβάροιςκαὶ παρεδόθης οἵῳ δήποτε βαρβάρῳ, εἰπεῖν εἶχες ὅτι οὐ θέλω μετ' αὐτοῦδιάγειν; Καὶ ταῦτα ἀκούσας ὁ ἀδελφὸς καὶ κατανυγεὶς ἐπὶ τῷ λόγῳ, ἔβαλεμετάνοιαν, λέγων, συγχώρησον.{Κεφαλὴ ζʹ}Εἶπε πάλιν· Ὅτι ὁ θέλων γενέσθαι μοναχός, καὶ ὕβριν καὶ ἐξουδένω-σιν καὶ ζημίαν μὴ ὑποφέρων, οὐ δύναται γενέσθαι μοναχός.{Κεφαλὴ ηʹ} Ἐὰν ἔλθῃ τις εἰς τὸν μονήρη βίον ἁπλούστερος τῷ λογισμῷ, μηχανᾶ-ται ὁ Ἐχθρὸς προσάψαι αὐτῷ τὴν παρρησίαν καὶ ἀναίδειαν. Ἐὰν δὲ ἐν τῇεὐλαβείᾳ ἔλθῃ εἰς τὸν μοναχόν, ὑποβάλλει καὶ τούτῳ, ἐάνπερ νέος ᾖ, κατ'εὐλάβειαν δίδωσιν αὐτῷ προθυμίαν εἰς ἄσκησιν, ἣν οὐ δύναται ἐκτελεῖν. Ὁδὲ φοβούμενος τὸν Κύριον ἐν ἀληθείᾳ, οὐδὲ τῷ πρώτῳ, οὐδὲ τῷ δευτέρῳλογισμῷ συναπαχθήσεται. Εἰ δὲ καὶ προληφθῇ ἐν τῇ τῶν δαιμόνων ἀπάτῃ,ὁ φόβος τοῦ Κυρίου, ὃν ἠγάπησεν ἐν ἀληθείᾳ, φωτίσει αὐτοῦ τὴν καρδίαντοῦ πορευθῆναι εἰς ὁδὸν εὐθεῖαν. Ὁ δὲ ἀναιδὴς καὶ ἀναίσχυντος οὔπω πεπί-στευκεν, ὅτι ἔσται κρίσις· οὐδὲ ὁ τετυφωμένος καὶ ἀλαζὼν καὶ οὐ διὰ Θεὸνεὐλαβούμενος· μέγαν γὰρ ἑαυτὸν ἡγεῖται. Ἐὰν οὖν ὀχλήσῃ σε τὸ πάθος τῆςοἰήσεως, εἰπὸν πρὸς τὸν πολεμοῦντά σε, Πόρρω ἀπ' ἐμοῦ γενοῦ, πονηρὲ λο-