The Greek Library Catalogue

Anonymous

Capita centum. Quomodo quis humilitatem sibi comparet

Edition reference
Capita centum. Quomodo quis humilitatem sibi comparet, ed. Phrantzolas, op. cit., vol. 2, 280–362.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg031.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

8

γισμέ· τίς εἰμι ἐγώ; Ἢ ποίαν ἀρετὴν κατορθώσαντός μου, τοιαῦτά μοι ὑπο-

βάλλεις; Οἱ Ἅγιοι, οἱ μὲν ἐλιθάσθησαν, οἱ δὲ ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν

φόνῳ μαχαίρας ἀπέθανον. Τί δὲ λέγω περὶ ὁμοιοπαθῶν ἀνθρώπων; Αὐτὸς ὁ

τῶν ὅλων Δεσπότης σταυρὸν ὑπέμεινε δι' ἡμᾶς, αἰσχύνης καταφρονήσας.

Ἐγὼ δὲ ὁ ἐν ἁμαρτίαις ζήσας τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου, τί ἀπολο-

γήσομαι ἐν ἡμέρᾳ κρίσεως; Καὶ ἐν τούτῳ ἐκδιώξεις ἀπὸ σοῦ τὴν ὑψηλοφρο-

σύνην. Εἰ δὲ καὶ κατώρθωσας, νόει ὅτι οὐκ ἐξ ἰδίας δυνάμεως· κατὰ τὸν λέ-

γοντα· οὐκ ἐγὼ δέ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί. Εἰ δὲ καὶ ἡ ἀναίδεια

ὀχλήσῃ σε, ἀναλογισάμενός σου τὰ ἔργα, εἰπέ· τοσούτων κακῶν μέτοχος

ὑπάρχω, καὶ πῶς τολμήσω ἀνοῖξαί μου τὸ στόμα, τοῦ Κυρίου εἰπόντος, ὅτι

καὶ περὶ ἀργοῦ λόγου ἀπολογίαν δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως;

Δέον ἐστὶν οὖν προσπεσεῖν τῷ Κυρίῳ, κατὰ τὸν λέγοντα· Κύριε παντοκρά-

τορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ

τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν

παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγμα-

τός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ

ἐνδόξῳ ὀνόματί σου, ᾧ πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς

σου· ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνύποιστος ἡ ὀργὴ

τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος

τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέ-

λεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς

χρηστότητός σου, καὶ σὺ ὁ Θεὸς δίκαιος ὤν, οὐκ ἔθου μετάνοιαν δικαίοις,

τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ' ἔθου με-

τάνοιαν ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θα-

λάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ

ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὅπως καὶ αὐτὸς ὁ φόβος καὶ ἡ

δέησις ἐκδιώξωσιν ἀπὸ σοῦ τὴν ἀναίδειαν.

9

{Κεφαλὴ θʹ}

Ἀδελφός τις ἐπολεμεῖτο ὑπὸ λογισμοῦ ματαίου, ὡς ἤδη φησὶν κατορ-

θώσαντος αὐτοῦ τι εἰς τὰς ἀρετάς. Ὁ δὲ θέλων νικῆσαι τὸν τῆς ὑψηλοφρο-

σύνης λογισμόν, τὴν χεῖρα ἑαυτοῦ προσήγγιζεν ὑποκάτω τοῦ λέβητος τοῦ

ὑποκαιομένου καὶ ἔλεγεν ἑαυτῷ, ἰδοὺ καίῃ, μηκέτι ὑψηλοφρόνει. Ὁρῶμεν

γὰρ ὅτι τρεῖς παῖδες μέσον τῆς καιομένης φλογὸς ὑπῆρχον καὶ οὐδεὶς αὐτῶν

ἐπήρθη τῇ καρδίᾳ, ἀλλ' ἐν ταπεινοφροσύνῃ πολλῇ ὑμνοῦντες, τὸν Θεὸν ἐδό-

ξαζον ἐν μέσῳ τῆς καμίνου, λέγοντες· ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι

ταπεινώσεως προσδεχθείημεν ἐνώπιόν σου. Καὶ σὺ ἐν ἀνέσει ἱστάμενος,

ὑψηλοφρονεῖς; Καὶ ἐν τούτῳ ἐνίκα τὸν τῆς ὑψηλοφροσύνης δαίμονα.

10

{Κεφαλὴ ιʹ}

Ἐὰν εὑρεθῇ ἄνθρωπος πονικὸς καὶ φιλοπονῶν περισσοτέρως εἰς τὰς

ἀρετάς, μή τις αὐτὸν ἐξουθενείτω, ἀλλὰ προσλαμβάνεσθαι χρὴ τοὺς τοιού-

τους, ὅτι καὶ Θεῷ εὐάρεστοί εἰσι καὶ τῆς συνοδίας χρήσιμοι. Καὶ πειθέτω-

σαν ἡμᾶς αἱ δύο παρεμβολαί, ἡ τῶν Ἑβραίων καὶ ἡ τῶν ἀλλοφύλων, καὶ

Δαβὶδ μονομαχῶν μετὰ Γολιάθ. Ἅμα δὲ καὶ οἱ περιπεσόντες ἐν τῷ ναυα-

γίῳ τῆς θαλάσσης καὶ διασωθέντες χάριν τοῦ εὑρεθέντος σὺν αὐτοῖς δικαίου·

καθὼς γέγραπται· Μὴ φοβοῦ Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού,

κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.

11

{Κεφαλὴ ιαʹ}

Ἀδελφὸς ἐπολεμεῖτο ἐξελθεῖν ἀπὸ κοινοβίου, λαβόντος αὐτοῦ τὸ σχῆ-

μα· καὶ προσέφερον αὐτῷ οἱ λογισμοὶ ὑπόδειγμα τοιοῦτο· κατανόησον, φα-

σί, τὰ λάχανα τοῦ κήπου καὶ ἴδε, ὅτι ἐὰν μὴ ἀνασπάσῃ ἐκ τῆς πρασιᾶς ὁ

ταύτην φιλοκαλῶν τὰ φυτὰ καὶ καταφυτεύσῃ εἰς ἕτερον τόπον, οὐ δίδωσιν

εἰς ὕψος. Ὁ οὖν ἀδελφὸς διεκρίνετο τῷ λογισμῷ, λέγων· μὴ εἰς τέλος ἀνα-

σπᾷ ὁ κηπουρὸς ἐκ πρασιᾶς τὰ ἐσπαρμένα ἐν αὐτῇ; Οὐχὶ ἐᾷ, φησίν, ἐν τῇ

αὔλακι, ἃ δύναται ἀναθρέψαι. Πλὴν τὰ ἀνασπώμενα οὐκ ἀσφαλῆ, ὡς τὰ ἐπὶ

τῷ τόπῳ διαμένοντα. Γενοῦ οὖν σὺ εἷς τῶν μὴ ἀνασπασθέντων. Καὶ ἐν τού-

τῳ ἐνίκα τὸν λογισμόν, τῆς χάριτος συνεργούσης.

12

{Κεφαλὴ ιβʹ}

Ἀγαπητέ, ἐὰν ᾑρετίσω εἰς κοινόβιον ἡσυχάσαι, ὅρα μήποτε βάλῃ σοι ὁ

λογισμὸς πανουργίαν πληθύνουσαν πικρίαν, ἐν τῷ λογίζεσθαί σε καὶ λέγειν·

ὅτι πολλοῦ μὲν μισθαρίου καταλύω, ἡ δὲ τροφή μου, οὐδέν ἐστι. Μὴ οὖν ἕ-

νεκα βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἐὰν γὰρ τοιαῦτα διαλογίζῃ,

οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· ἀλλὰ μᾶλλον ἀκούσωμεν τῆς σωτηριώδους

φωνῆς λεγούσης· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν κατέ-

στησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὑτοῦ, διδόναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν;

Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦν-

τα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καταστήσει αὐτόν.

Ἐὰν εἴπῃ ὁ ὀκνηρὸς δοῦλος ἐν τῇ καρδίᾳ αὑτοῦ, ὅτι χρονίζει μου ὁ κύριος·

καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν

μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ

ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει τὸν δοῦλον ἐκεῖνον καὶ τὸ μέρος αὐ-

τοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν

ὀδόντων. Καταλείψωμεν οὖν ἡμεῖς τῷ Κυρίῳ καὶ μὴ κρίνωμεν τὸν σύνδου-

λον ἡμῶν, ὃν ἔταξεν ὁ κοινὸς Δεσπότης οἰκονομεῖν. Πάντες γὰρ αὐτῷ δώ-

σομεν λόγον, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ.

13

{Κεφαλὴ ιγʹ}

Ἀδελφός τις εἴρηκεν· ηὐχόμην ἂν τῷ Θεῷ, ἵνα δεδώκῃ χάριν τῷ

ἐργοχείρῳ μου, καὶ ὅλον τὸ κοινόβιον [ἤτοι μοναστήριον] ἐξ αὐτοῦ διετρέ-

φετο· οὐχὶ χαρά μοι ὑπῆρχεν ἐν τούτῳ;

14

{Κεφαλὴ ιδʹ}

Οἰκονόμε, ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· ὁ προϊστάμενος ἐν

σπουδῇ· καί, μηδείς σου τῆς νεότητος καταφρονείτω. Ὅρα οὖν μήποτε ἐμ-

παθῶς χρήσῃ τῇ παραγγελίᾳ. Λέγει γὰρ καὶ ἐν ἑτέρῳ· μὴ ὡς κατακυριεύον-

τες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ

Ἀρχιποίμενος, κομιεῖτε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ πάλιν λέ-

γει· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἡ γὰρ ὑπερηφανία ἀλλο-

τρία τυγχάνει τῶν πιστῶν· κατὰ τὸν λέγοντα· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσ-

σεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

15

{Κεφαλὴ ιεʹ}

Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ συναπάγου τῷ λογι-

σμῷ τῆς ἀκηδίας· ἀλλ' ἔμμενε ἐν ᾧ σε κατέστησεν ὁ Θεὸς τόπῳ, ἀναλογι-

ζόμενος τὸν πόθον ὃν εἶχες πρὸς Θεόν, ὅτε ἐξ ἀρχῆς παρεγένου πρὸς τὴν θύ-

ραν τοῦ μοναστηρίου, καὶ τὸν αὐτὸν πόθον σχῶμεν ἄχρι τέλους, μήποτε

ἐπέλθῃ ἐφ' ἡμᾶς τὸ εἰρημένον· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπε-

λάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε

Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Ὑπόμει-

νον οὖν τὸν Κύριον τέως, ὥσπερ ἀθλητὴς νικῶν τοὺς τύπτοντας αὐτὸν διὰ

τῆς ὑπομονῆς. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

16

{Κεφαλὴ ιϚʹ}

Ἀδελφός τις ἦν βαλὼν ἀρχὰς ἐν κοινοβίῳ, καὶ ἦν σιωπῶν ἀεί, ἐκκό-

πτων ἀφ' ἑαυτοῦ τὴν παρρησίαν· καὶ ἔλεγον περὶ αὐτοῦ οἱ συναρχάριοι, Μὴ

γὰρ ἀπὸ εὐλαβείας οὐ λαλεῖ, ἀλλ' ὅτι οὐκ οἶδε λαλῆσαι· ἕτεροι δὲ ἔλεγον,

Οὐχί, ἀλλὰ δαίμονα ἔχει. Ὁ οὖν ἀδελφὸς ἀκούων ταῦτα, οὐκ ἀπεκρίνατο

αὐτοῖς, ἀλλ' ἐδίδου δόξαν ἐν τῇ καρδίᾳ αὑτοῦ τῷ Κυρίῳ.

17

{Κεφαλὴ ιζʹ}

Ἀδελφός τις εἴρηκεν, ὅτι τοῦτον τὸν λογισμὸν τῆς ταπεινοφροσύνης

ᾐτησάμην παρὰ Κυρίου, ἵν' ὅταν προστάξῃ μοι ἀδελφός μου ποιῆσαι πρᾶγμα,

εἴπω τῷ λογισμῷ· οὗτός ἐστιν ὁ κύριός σου, ἄκουσον αὐτοῦ. Εἰ δὲ καὶ ἕτε-

ρος ἀδελφός, εἴπω πάλιν· οὗτος ἀδελφὸς τοῦ κυρίου σου τυγχάνει. Εἰ δὲ καὶ

παιδίον, εἴπω πάλιν· ἄκουσον τοῦ υἱοῦ τοῦ κυρίου σου. Καὶ οὕτως ἀντιτεί-

νων τοῖς ἀλλοτρίοις λογισμοῖς, ἐποίει ἀταράχως τὸ ἔργον αὑτοῦ, τῆς χάρι-

τος συνεργούσης.

18

{Κεφαλὴ ιηʹ}

Ποιούντων ποτὲ τῶν ἀδελφῶν παρέργιον ἐν νυκτί, τὶς αὐτῶν ὀχληθεὶς

ὑπὸ τοῦ ῥίγους ὑπέστρεψεν εἰς τὸ κελλίον αὑτοῦ· ἕτερος δὲ διεγόγγυζε κατ'

αὐτοῦ. Ἀπέστειλαν οὖν ἀδελφὸν πρὸς αὐτόν, φωνῆσαι αὐτόν. Ἀπελθὼν οὖν

ὁ ἀδελφὸς ὁ παρ' αὐτῶν ἀποσταλείς, εὗρεν αὐτὸν δεινοπαθοῦντα. Καὶ λέγει

αὐτῷ· λέγουσιν οἱ ἀδελφοί, πῶς ἔχεις; Καὶ περὶ τοῦ ἔργου σου μή σοι μελέ-

τω. Ὑπὲρ σοῦ ἡμεῖς κοπιοῦμεν. Ὁ δὲ εἶπε· μνησθῇ ὑμῶν ἡ ἀγάπη· κἀγὼ ἤ-

θελον συγκοπιᾶσαι ὑμῖν, καὶ ἡ ἀσθένειά μου ἐμποδίζει με. Καὶ ἐλθὼν πρὸς

τοὺς ἀποστείλαντας αὐτόν, εἶπεν αὐτοῖς· Τόνῳ κοπιᾷ ὁ ἀδελφός, καὶ εἴρηκέ

μοι ὅτι κἀγὼ ἤθελον συγκοπιᾶσαι ὑμῖν.

19

{Κεφαλὴ ιθʹ}

Ἀδελφός τις ἔβαλλεν ἀρχὰς ἐν κοινοβίῳ, ἐπολεμεῖτο δὲ ὑπὸ λογισμῶν

χάριν τοῦ κόπου. Ὁ δὲ ἀπεκρίνατο λέγων, Κακὲ δοῦλε, ἐπράθης, καὶ τί δύ-

νῃ ποιῆσαι ἔτι; Καὶ ὁ Κύριος παρεῖχεν αὐτῷ παράκλησιν.

20

{Κεφαλὴ κʹ}

Ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν, ἀνέστη ἀδελφὸς δοῦναι βαυκάλιον, καὶ

δεξάμενός τις τῶν γερόντων, εὗρε τὸ συγκεραστὸν ζεστότερον, καὶ εἶπεν ὁ

γέρων, ἔκαυσάς με, τέκνον. Ὡς οὖν ἀπῆλθεν ὁ ἀδελφὸς εἰς τὸ κελλίον ἑαυ-

τοῦ, ἔτυπτεν ἑαυτὸν λέγων· Ἆράγε εἰ ἦς δοῦλος ἀνδρὸς σκληροῦ καὶ ἐποίη-

σας τοῦτο, οὐ παραχρῆμα κατέφερε τὰς σάρκας σου πληγαῖς; Μὴ οὖν ἀμέ-

λει σεαυτοῦ.

21

{Κεφαλὴ καʹ}

Μακάριος μοναχὸς ὁ τηρῶν τὰς ἐντολὰς τοῦ Κυρίου καὶ ἐπιμελούμε-

νος τῶν τριῶν τούτων, σχολῆς εἰς προσευχὴν καὶ ἔργου καὶ μελέτης. Γέ-

γραπται γάρ· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός. Καὶ πάλιν· πτωχός

εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Καὶ πάλιν· ἐν τῷ νόμῳ αὐτοῦ με-

λετήσει ἡμέρας καὶ νυκτός.

22

{Κεφαλὴ κβʹ}

Ἐὰν ἴδῃς ἀδελφὸν καταφρονοῦντα τῆς ἑαυτοῦ σωτηρίας, μὴ σκανδα-

λίζου ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀμελείᾳ, ἀλλὰ μηδὲ μιμοῦ τὴν αὐτοῦ ῥᾳθυμίαν.

Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ ἀλλήλων τὰ βάρη οὐ βαστάζομεν, πῶς εὕρωμεν

χάριν ἐνώπιον Κυρίου; Τοῦτο σπουδάσωμεν, τὸ μὴ τιθέναι πρόσκομμα τῷ

ἀδελφῷ ἢ σκάνδαλον. Ὁ μὴ σκανδαλίσας τὸν ἀδελφὸν ἐν μηδενὶ πράγματι,

μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

23

{Κεφαλὴ κγʹ}

Ἐν οἵῳ δ' ἂν τόπῳ καθίσῃς, μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας· γέγρα-

πται γὰρ ἐν νόμῳ Μωσέως· ἐὰν πραθῇ σοι ὁ ἀδελφός σου, ὁ Ἑβραῖος ἢ

Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον

ἀπὸ σοῦ. Ἐὰν δὲ λέγῃ πρὸς σέ, Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπησά σε

καὶ τὴν γυναῖκά σου· ὅτι εὖ αὐτῷ ἐστι παρὰ σοί· λήψῃ τὸ ὀπήτιον καὶ τρυ-

πήσεις τὸ οὖς αὐτοῦ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην

σου ὡσαύτως ποιήσεις.

Μοναχέ, ἀπετάξω τὸν βίον, ἐξαπεστάλης ἐλεύθερος, Χριστός σε ἠλευ-

θέρωσε· μηκέτι ἀγάπα τὴν δουλείαν τοῦ ματαίου κόσμου, ἵνα μὴ γένηταί

σου τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ἀλλὰ δουλεύσωμεν τῷ ἡμᾶς ἐλευθε-

ρώσαντι Χριστῷ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

24

{Κεφαλὴ κδʹ}

Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν τόπῳ ὀνομαστῷ, ὅρα μὴ νικῶ ὑπὸ ὑψηλο-

φροσύνης· μηδὲ ἐξουθένει κατὰ διάνοιαν ἀδελφούς, ὡς ἐξ οἰκτροῦ συστήμα-

τος ὑπαρχόντων. Μόνος γὰρ ὁ Κύριος γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅ-

πως μὴ εὑρεθῇς σὺ μὲν ἐπὶ φύλλοις ἐπαιρόμενος, ἐκεῖνοι δὲ τοὺς καρποὺς

ἐπέχοντες. Ἀλλὰ μᾶλλον, ὅσον δυνατὸς εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ

ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία Κυρίου καὶ ὑπὸ τῶν

ταπεινῶν δοξάζεται.

25

{Κεφαλὴ κεʹ}

Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, μὴ θῇς ἑαυτῷ

ὅρον, λέγων· οὐ δυνατὸν ποιῆσαι τοῦτο ἢ ἐκεῖνο· ὅτι ἐὰν μὴ ποιήσῃς, καὶ

πάλιν παραβιασθεὶς ποιήσῃς, τῆς παρακοῆς οὐκ ἐκφεύξῃς. Τοιγαροῦν χρὴ τῇ

τοῦ Θεοῦ κυβερνήσει καταλιμπάνειν· οὐ γὰρ οἱ αὐτοὶ λογισμοὶ ἐμμένουσιν

ἐν τῇ ψυχῇ· ἂν δὲ τύχῃ τὸ προσταχθὲν ἡμῖν ὑπὲρ δύναμιν, μὴ θυμικῶς ἀντι-

στῶμεν τῇ τοῦ ἡγουμένου διαταγῇ, ἀλλὰ δεήσει καὶ παρακλήσει ἐν οἰκτρᾷ

φωνῇ τὸ ὑπὲρ δύναμιν τῷ προεστῶτι μηνύσωμεν. Πρὸς δὲ τὴν ἁμαρτίαν ἀν-

τιστῶμεν μέχρις αἵματος.

26

{Κεφαλὴ κϚʹ}

Ὅτι δεῖ τοὺς προεστῶτας σκοπεῖν ἑκάστου τῶν ὑποτεταγμένων τὰ μέ-

τρα, μνημονεύοντες τοῦ Κυρίου λέγοντος· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν

ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἵνα ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τῷ

Θεῷ εὐαρεστήσῃ.

27

{Κεφαλὴ κζʹ}

Ἀδελφέ, ἐὰν ἐξελθὼν ἀπὸ τοῦ κοινοβίου οἰκήσῃς καταμόνας καὶ μετὰ

χρόνον ἱκανὸν ὑποστρέψῃς ὅθεν ἐξελήλυθας, οὕτως ταπείνωσον τὸν λογι-

σμόν, ὡς νῦν ἀρξάμενος τοῦ μονάζειν, καὶ ἕξεις ἀνάπαυσιν. Καὶ μὴ πρὸς

ἡμέραν εὐλάβειαν σέβαζε καὶ μεθ' ἡμέρας ἄνευ εὐλαβείας, ἀλλὰ συνέστω

σοι ἡ ταπείνωσις ἐν παντὶ καιρῷ καὶ εὑρήσεις ἀνάπαυσιν.

28

{Κεφαλὴ κηʹ}

Τοιοῦτόν τι συμβαίνει μεταξὺ τῶν ἀδελφῶν· ἐὰν ἀδελφὸς προκόπτει

διὰ τῆς εὐλαβείας, ἕτερον ἀδελφὸν τῶν ἀμελεστέρων ἐφοπλίζει ὁ Ἐχθρὸς

ἐκταράσσειν αὐτόν. Παρασκευάζει δὲ καὶ τὸν ἡσυχάζοντα ἀποκρίνεσθαι

αὐτῷ κατὰ τὴν ἐκείνου ἀφροσύνην. Καὶ τούτων οὕτως πραττομένων, ἀπο-

φωνεῖ ὁ ἕτερος καὶ φησίν· αἴ ὁ εὐλαβής. Καὶ μετὰ τὸ παύσασθαι τὸν παρο-

ξυσμόν, ἄρχεται ὁ εὐλαβὴς κατατοξεύεσθαι ὑπὸ τῶν ἐναντίων λογισμῶν·

καὶ φησίν· Ἀπώλεσας τὴν εὐλάβειαν. Ἰδοὺ ἠσχημόνησας ἔμπροσθεν τῶν

ἀδελφῶν, καὶ νῦν τί μέλλεις χρῆσαι τῇ ἀδιαφορίᾳ; Ὅρα ἵνα μὴ ὡς ἀσθενῆ

καὶ ταπεινὸν καταπονήσωσί σε. Γέγραπται γάρ· καὶ μετὰ στρεβλοῦ διαστρέ-

ψεις· καὶ τό, μὴ ὑποστρώσῃς σεαυτὸν ἀνδρὶ μωρῷ, ἵνα μὴ συναπαχθῇς τῇ

ἀνομίᾳ· οὐ μόνον γὰρ ὑποστρωννύειν κελεύει, ἀλλὰ καὶ τὴν σιαγόνα παρέ-

χειν τῷ παίοντι. Ὅθεν καὶ ὁ Ἀπόστολος παραγγέλλει, λέγων· μὴ νικῶ ὑπὸ

τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Καὶ ὁ Κύριος ἐνετείλατο, λέ-

γων· ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλ-

λην. Οὕτω δεῖ μὴ διαστρέφειν μετὰ στρεβλοῦ, καὶ τὸ μὴ ὑπὸ πόδας εἶναι

τῆς ἁμαρτίας. Γέγραπται γάρ· ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρ-

τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Καὶ ἐὰν μὴ ἐν τούτοις τοῖς λογισμοῖς ἀντι-

στῇ ὁ ἀδελφὸς κατὰ τῶν ὑπεναντίων, οὐ μὴ ἐάσωσιν αὐτὸν ἐν τῷ τῆς ἀρε-

τῆς βίῳ. Ἀλλ' εὐθὺς θυμώδη καὶ ὀργίλον, μάχιμον καὶ πλήκτην καὶ βάρβα-

ρον τοῖς τρόποις ἀποκαταστήσουσι, μήτε ἑαυτὸν οἰκοδομοῦντα, ἀλλὰ καὶ

ἑτέρων ψυχὰς διαστρέφοντα. Ἐὰν δὲ μεταγνοὺς ἀντιλάβηται τοῦ σεμνοῦ

βίου, σοφώτερος πρὸς τὴν πάλην καθίσταται, ὡς πεῖραν τῆς βλάβης με-

τεσχηκώς.

29

{Κεφαλὴ κθʹ}

Δύο ἀδελφοὶ ἐν ἀγρυπνίᾳ ἀπέσχιζον τὸ λίνον τὸ σχιστόν, καὶ ἡ μία

χορδὴ συνεχῶς ἐκόπτετο· καὶ ἤρξαντο οἱ λογισμοὶ τοῦ ἕλκοντος σὺν αὐτῷ

ἐκταράσσειν αὐτὸν κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ. Ὁ δὲ θέλων νικῆσαι τὸν θυ-

μὸν καὶ μὴ λυπῆσαι τὸν ἀδελφὸν αὑτοῦ, ἡνίκα ἀπέσπασεν ἤτριον τοῦ ἀδελ-

φοῦ, αὐτὸς τὴν ἰδίαν ἔκοπτε, καὶ εὑρίσκοντο οἱ δύο ἀματίζοντες, καὶ ἀνέ-

στησαν μὴ λυπήσαντες ἀλλήλους, καὶ οὐκ ἔγνω ὁ ἀδελφὸς ὃ πεποίηκεν ὁ

ἀδελφὸς αὑτοῦ.

30

{Κεφαλὴ λʹ}

Ἀδελφὸς ἀνεγίνωσκεν ἐν τῇ ἀγρυπνίᾳ, καὶ θέλων τελέσαι τὸ κεφά-

λαιον, παρέσυρε μικρόν. Ἕτερος οὖν μοναχὸς ἤρξατο κατ' αὐτοῦ γογγύζειν,

λέγων· ἤκουσεν Ἔγειρε, καὶ οὐκ ἐγείρεται. Ἔφη δὲ αὐτῷ ἕτερος ἀδελφός·

Ἆράγε εἰ ἦν ἄριστον καὶ ἐπέτρεψεν ἡμῖν ὁ ἡγούμενος πιεῖν περισσότερον

ποτήριον, οὐχ ἡδέως ἔχωμεν; Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔβαλε μετάνοιαν, λέ-

γων· συγχώρησόν μοι.

31

{Κεφαλὴ λαʹ}

Ἀδελφὸς ἀδελφῷ ἔφη, ἱνατί ταχὺ αἴρεις τὸ πινάκιον καὶ οὐκ ἐᾷς ἡμᾶς

φαγεῖν; Ἀπεκρίθη καὶ αὐτῷ ὁ ἀδελφός· ἐγὼ δοῦλός εἰμι, καὶ ὅ με κελεύου-

σιν οἱ μειζότεροί μου, τοῦτο ποιῶ. Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔφη· συγχώρη-

σόν μοι.

32

{Κεφαλὴ λβʹ}

Λογίζομαι ὅτι ὠφέλιμον τοῖς ἀδελφοῖς τὸ ἀναδέξασθαι τὸν προεστῶτα

πᾶσαν φροντίδα τοῦ ὑποτεταγμένου καὶ ἀμέριμνον ποιῆσαι τὸν ἀδελφὸν καὶ

ἀπερίσπαστον κατὰ πάντα, μάλιστα δὲ καὶ ἐκ τῶν παραβαλλόντων κοσμι-

κῶν, ἵνα μόνῃ τῇ προσευχῇ σχολάζῃ ὁ λογισμὸς τοῦ ἀδελφοῦ καὶ καθάπερ

φοῖνιξ κειρόμενος ἐπιμελῶς, ἀναδράμῃ εἰς τὸ ὕψος τῶν ἀρετῶν. Φθείρουσι

γάρ, φησὶν ὁ Ἀπόστολος, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Μέγα γὰρ ναυάγιον

ψυχῶν, ἐν ᾧ κανόνες καὶ κυβερνήσεις οὐ πολιτεύονται.

33

{Κεφαλὴ λγʹ}

Μοναχέ, ἐὰν παραβάλῃ σοι [ὁ] μοναχὸς ἢ κοσμικός, μὴ θέλε ἀπαντᾶν

αὐτῷ ὑπὲρ δύναμιν, ἵνα μὴ μετὰ τὴν ἐκχώρησιν τοῦ ἀδελφοῦ μεταμεληθῇς

ἐφ' οἷς ἐδαπάνησεν ἀγαθοῖς σου· ἀλλὰ παράθες, ὃ ἐὰν ὁ Κύριος εὐοδοῖ σε·

κρεῖσσον γὰρ ἡ παράθεσις λαχάνων μετὰ ἀγάπης, ἢ μύρια ἐδέσματα μετ'

ὀδύνης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ταῦτα δέ φημι, ἀδελφέ, οὐχ ὡς

ἐκκοπὴν ἡμῖν παρέχων εἰς τὴν φιλοξενίαν, ἀλλ' ἵνα ἡ προσφορὰ ὑμῶν

εὐπρόσδεκτος ᾖ, κατὰ τὸν λέγοντα, φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν.

Περὶ δὲ τῆς φιλοξενίας οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· ἐπίστασθε γάρ, ὅτι

ἡ φιλοξενία πολλῶν ἐστι μείζων ἀρετῶν. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ

διὰ ταύτης Ἀγγέλους ἐξένισε, καὶ ὁ δίκαιος Λὼτ διὰ τῆς φιλοξενίας οὐ συ-

ναπώλετο τῇ καταστροφῇ Σοδόμων. Ὁμοίως δὰ καὶ Ῥαὰβ ἡ ἐπιλεγομένη

πόρνη διὰ τῆς φιλοξενίας οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς

κατασκόπους ἐν εἰρήνῃ. Λέγει γὰρ ὁ Σωτήρ· ξένος ἤμην καὶ συνηγάγετέ με·

καί, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

34

{Κεφαλὴ λδʹ}

Ἀγαπητέ, ἐὰν παραβάλῃ σοι ἀδελφός, καὶ στῆτε ἀμφότεροι ἅμα ἐπι-

τελεῖν τὸν συνήθη κανόνα τῆς συνάξεως, καὶ προτρέπῃ τὸν ἀδελφὸν λέγειν

μικρὸν ἀπὸ στήθους, ἐὰν παραιτήσῃ σε ἅπαξ καὶ δὶς ἕως τρίτου, μὴ αὐτὸν

παραβιάσῃ· εἰσὶ γὰρ πολλοί, οἳ οὐκ ἐπίστανται λόγῳ κηρύττειν τὴν ἀρετήν,

ἀλλ' ἔργῳ τὴν ἀλήθειαν. Καὶ ἐν τούτῳ εὐφραίνῃς τὴν καρδίαν τοῦ ἀδελφοῦ·

ἡ γὰρ φιλονεικία οὐκ εὔθετος πρὸς ἀρετήν, μᾶλλον δὲ καὶ θυμοῦ προτρεπτι-

κὴ ὑπάρχει.

35

{Κεφαλὴ λεʹ}

Ἐὰν ἐπισκέπτῃ ἄρρωστον, βλέπε μὴ ὑποβάλῃ ὁ Ἐχθρὸς μεταξὺ ὑμῶν

ἀργολογίαν ἢ καταλαλιάν, ἵνα μὴ ζημιωθῇς σου τὸν μισθόν. Ἔθος γὰρ

τοιοῦτο τῷ Διαβόλῳ, ἵνα τὸν μὲν ζημιώσῃ δι' ἀκοῆς, τὸν δὲ διὰ γλώσσης.

Ἀλλὰ χρὴ παρακαλεῖν τὸν κάμνοντα ἐκ τῶν θείων Γραφῶν καὶ ἐκ τῶν πα-

θημάτων τοῦ Σωτῆρος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

36

{Κεφαλὴ λϚʹ}

Ἀγαπητέ, ἐὰν παραβάλῃ ξένος τῷ ἀδελφῷ σου, σύνελθε αὐτῷ κατὰ

τὴν δύναμίν σου, ἵνα συνεργὸς ἔσῃ τῆς φιλοξενίας, καὶ ὁ Κύριος εὐοδώσῃ

τὰς ὁδούς σου.

37

{Κεφαλὴ λζʹ}

Ἀγαπητέ, ἐὰν ἐξέλθῃς μετὰ τῶν ἀδελφῶν σου εἰς παρέργιον, βοήθει

τῷ ἀσθενεστέρῳ κατὰ τὴν δύναμιν, ἣν ὁ Κύριος ἐχαρίσατό σοι, εἰδὼς ὅτι

ἀπὸ Κυρίου λήψῃ τὸν μισθὸν τοῦ κόπου καὶ τῆς συμπαθείας. Ἐὰν δὲ ᾖς

ἀδύνατος καὶ ἀσθενής, μὴ θέλε πολλὰ λέγειν καὶ προστατεῖν καὶ θρασύνε-

σθαι, ἀλλὰ μᾶλλον σιγᾶν καὶ ἡσυχάζειν. Καὶ ὁ Κύριος βλέπων σου τὴν τα-

πείνωσιν, πληροφορήσῃ τὰς καρδίας τῶν ἀδελφῶν σου, μὴ ἐπιτιθέναι σοι

βάρος.

38

{Κεφαλὴ ληʹ}

Οἱ καταμόνας ἡσυχάζοντες τοὺς ἐν τοῖς κοινοβίοις μακαρίζουσιν, ὡς

ἀπερίσπαστον βίον διάγοντας· εἰ δὲ οὐ παρῇ ἀγάπη τοῖς ἀδελφοῖς, τότε οἱ

ἐν τοῖς κοινοβίοις τοὺς καταμόνας μακαρίζουσι, μάλιστα δὲ οἱ ἐν ἀμελείᾳ

διάγοντες καὶ τῇ ἀκηδίᾳ συμπεριφερόμενοι. Ὁ δὲ τέλειος τῷ λογισμῷ ὑπερ-

βαίνει εὐχερῶς τὰς τοῦ Ἐχθροῦ παγίδας.

39

{Κεφαλὴ λθʹ}

Πάνδεινον ὑπάρχει τὸ πάθος τῆς φιλαργυρίας, ὥστε αὐτὸ εἶναι ῥίζαν

πάντων τῶν κακῶν. Βουλόμεθα οὖν γνῶναι ἐν τίνι ἐκριζοῦται τὸ πάθος τῆς

φιλαργυρίας; Ἐν τῷ τὴν ἐλπίδα ἔχειν ἐπὶ τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ.

40

{Κεφαλὴ μʹ}

Ἀδελφέ, ἐὰν εἶ τροχαλὸς εἰς τὸ ἐργόχειρόν σου, ὥστε σε μεγάλα καὶ

πολλὰ καὶ πλούσια ἐργάζεσθαι, μὴ ἐπαίρου ἐν τούτῳ, μηδὲ ἐξουθένει τοὺς

ἀσθενεστέρους σου ἀδελφούς· οὐ γὰρ ἐν τούτῳ τετέλεκας τὴν ἀρετήν. Ἀλλὰ

μᾶλλον τίμα καὶ φοβοῦ τὸν Κύριον, ὅπως ἄχρι τέλους ἐπιχορηγήσῃ σοι τὴν

ἰσχύν· ὅτι μάταιοι οἱ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει. Ὁ δὲ καυχώμενος, ἐν

Κυρίῳ καυχάσθω.

41

{Κεφαλὴ μαʹ}

Ὅτι οὐ δεῖ φθονεῖν ἐν προκοπῇ ἀδελφοῦ· μέλη γάρ ἐσμεν τοῦ σώματος

τοῦ Χριστοῦ.

42

{Κεφαλὴ μβʹ}

Μοναχέ, ἐάν σε ἐγκαλῇ ὁ ἡγούμενός σου, εἴτε ὁ ἐργοδότης, περὶ τῆς

φιλοκαλίας τοῦ ἔργου, μὴ βαρέως φέρε τὸν ἔλεγχον· ἀλλὰ μᾶλλον φιλοκα-

λήσωμεν ἐν ἀγαθῇ συνειδήσει, ἵνα καὶ ὁ πωλῶν καὶ ὁ ἀγοράζων ἀμφότεροι

εὐχαριστήσωσι τῷ Κυρίῳ· εἴπωμεν δὲ καὶ τῷ λογισμῷ, Ἆράγε, εἰ ἄπιμεν

ἀγοράσαι σκεῦος εἴτε ἱμάτιον, οὐ περὶ τῆς καλλονῆς σπουδάζομεν; Τοιγα-

ροῦν καὶ ἡμεῖς φιλοκαλήσωμεν διὰ τὴν συνείδησιν.

43

{Κεφαλὴ μγʹ}

Ἡμεῖς δέ, ἀγαπητοί, ὡς πεπιστευμένοι τὴν οἰκονομίαν, τὰ ἀσθενήμα-

τα τῶν ἀδυνάτων βαστάζωμεν. Εἶπε γὰρ ὁ Σωτήρ· οὐ χρείαν ἔχουσιν οἱ

ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.

44

{Κεφαλὴ μδʹ}

Ἀγαπητοί, ἐὰν καὶ οἱ ἡγούμενοι ἡμῶν σκολιάζωσι πρὸς ἡμᾶς, ὅπερ

ἀπείῃ, ἀλλ' ἡμεῖς ἐν ἀγαθῇ συνειδήσει δουλεύσωμεν ὡς τῷ Κυρίῳ καὶ οὐκ

ἀνθρώποις· εἰδότες ὅτι ἀπὸ Θεοῦ ληψόμεθα τὸν μισθόν.

45

{Κεφαλὴ μεʹ}

Φρόνιμον δεῖ εἶναι καὶ ἀκέραιον τὸν μοναχόν, ἵνα ἐπιγινώσκῃ τὰ ἐπι-

φερόμενα καθ' αὑτοῦ ἀπὸ τοῦ ὑπεναντίου, ὅπως τὰ μὲν ὡς ἐν γελοίῳ πα-

ρέλθῃ, τὰ δὲ ἐν ταπεινώσει, τὰ δὲ ἐν τῷ ἠρτυμένῳ λόγῳ ἀνατρέψῃ.

46

{Κεφαλὴ μϚʹ}

Ἀγαπητέ, ἐὰν ἐξεγείρῃ ὁ Ἐχθρὸς ἀδελφὸν τοῦ λοιδορεῖν σε καὶ λέ-

γειν, Κακόγηρε ἢ Κακέσχατε, μακροθύμως φέρε τὴν ὕβριν. Ἐὰν δὲ καὶ τῷ

λογισμῷ καταδεξώμεθα ἕνεκα τῆς εἰρήνης, ἀντὶ τοῦ, Κακόγηρε, γίνεται Κα-

λόγηρε, καὶ ἀντὶ τοῦ, Κακέσχατε, γίνεται Καλέσχατε. Δοῦλον τοῦ Κυρίου οὐ

χρὴ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.

47

{Κεφαλὴ μζʹ}

Ἀδελφῷ τινι ὑπέβαλεν ὁ λογισμὸς ἐν καιρῷ τῆς ἀγρυπνίας, λέγων·

ἀνάπαυσον σεαυτὸν σήμερον καὶ μὴ ἀναστῇς εἰς ἀγρυπνίαν. Ὁ δὲ ἀπεκρίνα-

το τῷ λογισμῷ· λόγιζε ὅτι χθὲς οὐκ ἀνέστης· σήμερον ὀφείλεις ἐγερθῆναι.

Καὶ περὶ τοῦ ἔργου πάλιν ὑπέβαλεν αὐτῷ· ἀνάπαυσον σεαυτὸν σήμερον, καὶ

αὔριον ἐργάζου. Ὁ δὲ πάλιν ἀπεκρίνατο, Οὐχί, ἀλλὰ σήμερον ἔργαζε, καὶ

περὶ τῆς αὔριον τῷ Κυρίῳ μελήσει.

48

{Κεφαλὴ μηʹ}

Ἀγαπητέ, ἐὰν κτήσῃ φιλίαν μετά τινος καὶ πληροφορῇ σε ὅτι ἐν ἀλη-

θείᾳ φοβεῖται τὸν Κύριον—καθώς φησιν ὁ Κύριος, ἀπὸ τῶν καρπῶν αὐτῶν

ἐπιγνώσεσθε αὐτούς—μὴ σχῇς αὐτὸς ὑποψίαν περὶ πονηροῦ πράγματος. Τὸ

δὲ νήφειν ἐν παντὶ καιρῷ, ἀγαθόν ἐστιν· ἐὰν δέ τις βουληθῇ ἔχειν μετὰ σοῦ

φιλίαν δολερὰν καὶ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν, ἀπὸ τοῦ τοιούτου τήρει

σεαυτὸν σφόδρα καὶ μηδόλως κτήσῃ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν πρὸς

τὸν τοιοῦτον. Ἐὰν δὲ ἄρξηται ἐκφαίνειν τὸ ἑαυτοῦ ἐγκεκρυμμένον πάθος,

εἴτε διὰ μειδιασμοῦ εἴτε διὰ γέλωτος ὑποκρινόμενος ὑπακοήν, καὶ βουληθῇ

ὑποσκελίσαι σε, μὴ χαυνωθῇς τὸν λογισμὸν πρὸς τὴν ἐκείνου ἀφροσύνην,

ἀλλ' ἔμβλεψον αὐτῷ αὐστηρῷ ὄμματι, ὅπως γνῷ τὸ ἐγκείμενον ἐν σοὶ ἀγα-

θὸν θεμέλιον, καὶ ἐν τούτῳ ἢ μεταλλάσσῃ τὴν πονηρὰν γνώμην ἢ στέλλεται

ἀπὸ σοῦ.

49

{Κεφαλὴ μθʹ}

Ἀγαπητέ, ἐὰν ἀνδρίζῃ κατὰ τῶν συλῆσαι πειρωμένων τοὺς τῆς ἐργα-

σίας σου πόνους, ὅρα μήπως τις ὑποκάτωθεν πανουργησάμενος ἐλθὼν ὑπο-

σκελίσῃ σε. Ἀλλ' εὐτρεπίζου τὸν λογισμόν, ἵνα πρὸς ὃ ὁρᾷς τὸν ἄνεμον καὶ

τὸ σκεῦος ἑτοιμάσῃς, ὅπως σωθῇ τὸ πλοῖον εἰς λιμένα ζωῆς.

50

{Κεφαλὴ νʹ}

Τίς φυτεύσας σικυήλατον ἑαυτῷ, καὶ οὐ τηρεῖ τὸν καρπὸν αὐτοῦ; Πό-

σῳ μᾶλλον δεῖ τηρεῖν τὴν ἁγνείαν καὶ σωφροσύνην! Μισεῖ οὖν Κύριος τὴν

συντυχίαν τῶν φιληδόνων ἀνθρώπων· διότι γέγραπται· φοβερὸν τὸ ἐμπεσεῖν

εἰς χεῖρας Θεοῦ ζῶντος. Ἢ τίς πληγείς ποτε ὑπ' ἀσπίδος, καὶ οὐ τηρεῖ ἑαυ-

τὸν τοῦ μὴ προσεγγίζειν τῇ τρώγλῃ αὐτῆς; Ἐὰν δὲ μετὰ τὴν πληγὴν προ-

σάξῃ τὴν χεῖρα εἰς τὸν φωλεὸν αὐτῆς καὶ δευτερώσῃ αὐτῷ τὴν πληγήν, τίς

ἄρα αἴτιος γέγονε τοῦ θανάτου; Τὸ ἰοβόλον θηρίον ἢ ὁ μὴ τηρήσας ἑαυτόν;

Σὺ δὲ νόει τὸ εἰρημένον.

51

{Κεφαλὴ ναʹ}

Τὸ Πνεῦμα τὸ Ἅγιον δηλοῖ τῷ ἀνθρώπῳ, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ

καὶ ποία οὐκ ἀγαθή. Καὶ πάλιν μηνύει αὐτῷ, τὶ ἡτοίμασται ἐν τῇ ὁδῷ τῇ

ἀγαθῇ καὶ τὶ κέκρυπται ἐν τῇ ὁδῷ τῇ πονηρᾷ· ὅπως γνοὺς ὁ ἄνθρωπος τῶν

ἀμφοτέρων τὴν ἀνταπόδοσιν φεύγῃ τὸ βλάβος. Ἐὰν δὲ μετὰ τὴν ἐπίγνωσιν,

μὴ φύγῃ, ποίαν ἔχει ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως; Ἱματίων καλλωπισμὸς

καὶ ὀφθαλμὸς μετέωρος καὶ τράχηλος τεταμένος καὶ ὦμοι ἀνακεκαλυμμένοι

καὶ πόδες ἐμπαθῶς ἀνειμένοι, θάνατον προσκαλοῦνται.

52

{Κεφαλὴ νβʹ}

Μακάριος ὁ φροντίσας τῆς τῶν ἑτέρων οἰκοδομῆς καὶ σωτηρίας· καὶ

οὐ μὴ ἀφορισθῇ ἐκ τῆς τῶν οὐρανῶν βασιλείας μετὰ τῶν ποιούντων τὰ

σκάνδαλα, ἀλλ' ἔσται ἡ κατοίκησις αὐτοῦ μετὰ τῶν εὐαρεστησάντων τῷ Δε-

σπότῃ Χριστῷ. Ὧ| ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

53

{Κεφαλὴ νγʹ}

Παράγγελλε τοῖς κατὰ σάρκα γονεῦσιν, ἵνα μὴ πυκνάζωσι πρὸς σέ·

λαλούντων γὰρ αὐτῶν ἐνώπιόν σου τὰ σά, παραλύουσί σου τὸν λογισμόν,

ἅμα καὶ ἀκρατῆ σε διδάσκουσιν. Ἀρκεῖ ἅπαξ ἢ δὶς τοῦ ἔτους, ἵνα σε ἐπισκέ-

πτωνται· ἐὰν δὲ ἀποκόψῃς τελείως συντυχίαν ἀνωφελῆ, κρεῖσσον ποιήσεις.

54

{Κεφαλὴ νδʹ}

Ἡ πολυφαγία καὶ ἡ πολυποσία πρὸς τὸ παρὸν ἡδύτητα ἔχει· τῇ δὲ

ἐπιούσῃ ἀηδίαν καὶ ἔκλυσιν παρέχει τῷ λογισμῷ.

55

{Κεφαλὴ νεʹ}

Ἐὰν συμβῇ σε ἀσθενείᾳ περιπεσεῖν, μὴ συνεχῶς γράφε τοῖς κατὰ σάρ-

κα γονεῦσι· μὴ φεῦγε ἐπὶ νεκρὰν βοήθειαν καὶ σκέπην ἀνθρωπίνην· ἀλλὰ

μᾶλλον μακροθυμήσωμεν ἐκδεχόμενοι τὸ ἔλεος τοῦ Θεοῦ, ἵνα αὐτὸς κυβερ-

νήσῃ ἡμᾶς κατὰ πάντα· ἔστι γὰρ καιρός, ὅτε καὶ ἡ σὰρξ ἐπιδέεται παιδείας.

Ἐν πᾶσι δὲ τῷ Κυρίῳ εὐαρεστήσωμεν, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν.

56

{Κεφαλὴ νϚʹ}

Ἀδελφὸς ἠσθένησέ ποτε, καὶ βιαζόμενος ἑαυτὸν εἰργάζετο· κλαίων δὲ

κατ' ἰδίαν ἐν τῷ κελλίῳ αὑτοῦ, παρεκάλει τὸν Κύριον ὑγιείαν αὐτῷ χαρίσα-

σθαι. Εἶτα πάλιν ἔλεγεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἀμελεῖ· ἡ ψυχή μου καθ' ὥραν

ἀσθενεῖ, καὶ οὐ μέλει μοι· καὶ ἵνα τὸ σῶμά μου μικρὸν κακωθῇ, μετὰ δα-

κρύων τὴν ἴασιν αἰτοῦμαι παρὰ Κυρίου. Καὶ ἔλεγεν· Κύριε Ἰησοῦ Χριστέ,

ἴασαί μου τὴν ψυχὴν καὶ τὸ σῶμα, ἵνα μὴ γένωμαι εἰς βάσταγμα τοῖς ἀδελ-

φοῖς, οὐχ ὅτι δέ, Κύριε, ἐξ ἰδίας δυνάμεως τρέφεται ἄνθρωπος. Ἐὰν μὴ σύ,

Δέσποτα, ἐπιχορηγήσῃς τὰ δέοντα καὶ αὐτάρκη, ὁ ἄνθρωπος οὐδέν ἐστι.

Πλήν, Δέσποτα, καὶ τὴν ὑγιείαν χάρισαί μοι τῷ ἀχρείῳ δούλῳ σου, ὅτι σὺ

εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξῃς τὴν μεγαλωσύνην σου. Καὶ

ἰάθη ἔτι αὐτοῦ κρατοῦντος τὸ ἔργον· καὶ εἶπε· τὸ ῥητὸν διὰ τοῦ Ἀποστόλου,

ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, εἰς ἐμὲ γὰρ ἐπληρώθη ἐπ' ἀληθείας. Ὅτε ὁ

ἄνθρωπος ἀσθενεῖ, τότε καὶ ἡ ψυχὴ αὐτοῦ ὑπὲρ ἐκπερισσοῦ ζητεῖ τὸν Κύ-

ριον. Ἀγαθὴ οὖν ἡ παιδεία, ἐάνπερ εὐχαριστεῖ ὁ παιδευόμενος· εἰπάτω δὴ ὁ

τοιοῦτος· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἴη

τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀμήν.

57

{Κεφαλὴ νζʹ}

Ἀγαπητέ, ἐὰν ὑπὸ κανόνα καθέζῃ, μή σε νικήσῃ ἡ ἀκηδία ἀργῆσαι

τὴν δευτέραν ἢ τὴν τρίτην τῆς ἑβδομάδος· ἵνα μὴ ὅλην τὴν ἑβδομάδα θλί-

ψωσί σε οἱ λογισμοί. Οὕτω γὰρ συμβαίνει τισὶν ἐν τοῖς κοινοβίοις. Ὑποβάλ-

λει γὰρ τὸ πνεῦμα ἀκηδίας τῷ λογισμῷ τοῦ μοναχοῦ τὴν δευτέραν καὶ τὴν

τρίτην τῆς ἑβδομάδος ἀργῆσαι, καὶ ἀφίησιν αὐτὸν τὰς λοιπὰς ἡμέρας τῆς

ἑβδομάδος ὑπωπιάζεσθαι τοῖς λογισμοῖς, ἄχρι τῆς ἀποδόσεως τοῦ ἔργου. Σὺ

δὲ νῆφε ἐν πᾶσιν, ἀγαπητέ, ὅπως μὴ εὕρῃ ὑπεναντίος ἐν μηδενὶ ἐπιλαβέσθαι

σου. Ἀγωνίζου οὖν τὸ τῆς ἡμέρας ἔργον εἰς ἡμέραν τιθέναι καὶ ὁ νοῦς, μὴ

δεσμευόμενος ὑπὸ μερίμνης καὶ λύπης, σχολάσῃ τῇ προσευχῇ.

58

{Κεφαλὴ νηʹ}

Ὅταν τις τῷ βίῳ ἀποταξάμενος ἐξέλθῃ εἰς τοὺς ἀδελφούς, ἔτι βάλλον-

τος αὐτοῦ ἀρχάς, ὑποβάλλει ὁ Ἐχθρὸς ἐπιθυμίαν εἰς τὸ σχῆμα παρὰ τὸν

καιρόν· ἵνα μὴ φέρων ὁ ἀδελφὸς τὸ λίαν τῆς ἐπιθυμίας φύγῃ τὸ στάδιον.

Ἐὰν δὲ ὑπομείνῃ ἄχρις οὗ λάβῃ τὸ σχῆμα, ἐπείγει αὐτὸν ἐξιέναι τοῦ κοινο-

βίου καὶ καταμόνας ἡσυχάσαι, προσφέρων αὐτῷ κατὰ διάνοιαν τοιαῦτα τι-

νά· Ἔξελθε ἐντεῦθεν, καθέζου καταμόνας καὶ ἐργάζου παρὰ μικρόν· ἀσθε-

νὴς γὰρ εἶ, φησί, καὶ τὸν κόπον τοῦ ἔργου τούτου οὐ δύνασαι φέρειν. Καὶ

ἐὰν ἐξελθὼν ὁ ἀδελφὸς τοὺς πόνους τῆς ἀσκήσεως μὴ βαστάζῃ γενναίως,

περισσῶς εὑρίσκεται κοπιῶν. Εἰ δὲ καὶ ἀσθένεια συμβῇ αὐτῷ, ἔτι μᾶλλον

καὶ μᾶλλον μεταμελεῖται, ὅτι κατέλιπε τὸν ἴδιον τόπον.

59

{Κεφαλὴ νθʹ}

Ἑτέρῳ ἀδελφῷ δίδωσιν ὁ πειράζων προθυμίαν εἰς ἄσκησιν καὶ σκλη-

ραγωγίαν, εἰς ἄκραν πολιτείαν· καὶ μετ' ὀλίγον χρόνον, ἢ καὶ μετ' ὀλίγα ἔ-

τη, ἄρχεται ὁ πειράζων προσφέρειν αὐτῷ ἔκτασιν μακροῦ χρόνου, καὶ ὅτι

κόπος ἐστί, φησίν, ὑπομεῖναί σε ἄχρι τέλους ἐν τῇ σκληραγωγίᾳ ταύτῃ, μή-

ποτε καὶ εἰς τέλος ἐξασθενήσῃ σου τὸ σῶμα. Ἐὰν δὲ ἡ ψυχὴ τοῦ ἀδελφοῦ

διψᾷ τοῦ σωθῆναι, οὐ καταθαρρεῖ ἑαυτὸν τοῖς ἀπατηλοῖς λογισμοῖς, ἀλλὰ

πειθαρχεῖ παραινέσει καὶ συμβουλίᾳ ἀνδρῶν ἐμπείρων καὶ φοβουμένων τὸν

Κύριον, ἢ ἀπαγορεύσας ἑαυτοῦ τὴν τῶν λογισμῶν ἐπανάστασιν. Ὁ δὲ μὴ

οὕτως κεχρημένος τῇ ἀρετῇ, κρύπτει αὑτοῦ τὸ πάθος, καὶ ἐκδοῦναι τῇ

ἀσκήσει βουλόμενος διὰ τοὺς ὁμοψύχους ἀδελφοὺς μετέρχεται τοῦ τόπου, ἵ-

να, ὡς θέλῃ, χρήσηται τῇ ἐπιθυμίᾳ· ἀλλά γε καὶ εἰς ἔκπτωσιν περιπίπτουσιν

οἱ τοιοῦτοι, ὅτι κατὰ ἀνθρωπαρέσκειαν ἀσκοῦσι τὴν ἀρετήν· οὐ γὰρ ὁ θεμέ-

λιος αὐτῶν ἐπὶ τὴν πέτραν ᾠκοδομημένος ἦν, ἀλλ' ἐπὶ τὴν ἄμμον· ὅθεν τῆς

βροχῆς κατελθούσης καὶ τῶν ποταμῶν καὶ ἀνέμων πνευσάντων καὶ προσρη-

ξάντων αὐτῇ διὰ τῶν λογισμῶν, ἔπεσεν. Ὅτε γὰρ ἐδόκουν τὴν ἀρετὴν κτᾶ-

σθαι, πεφυσιωμένοι ὑπῆρχον ἐν πολλῇ ὑπερηφανίᾳ· ὅτε δὲ ἐξέπεσον, τῇ ἀπο-

γνώσει ἑαυτοὺς παρέδωκαν, ὅπερ οὐκ ὤφειλον. Γέγραπται γάρ· μὴ ὁ πί-

πτων οὐκ ἀνίσταται; λέγει Κύριος. Καί, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρ-

τωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὁ δὲ κατὰ Θεὸν πολιτευόμενος,

ἐὰν πᾶσαν ἀρετὴν κατορθώσῃ, οὐ φυσιοῦται, οὐκ ἐπαίρεται, ἀναλογιζόμενος

τὴν τοῦ Κυρίου μεγαλωσύνην, καὶ ὡς ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμε-

νος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀλλά γε καὶ καταπτύσει ἑαυτὸν

ἀπὸ φόβου, κατὰ τὸν λέγοντα· ἥγημαι ἑαυτὸν γῆν καὶ σποδόν. Ἡ δὲ ἀρετὴ

ἔοικε πορφύρᾳ βασιλικῇ· οὐ δυνατὸν συνυφᾶναι αὐτῇ τι τῶν ἀλλοτρίων. Ὁ

οὖν κατὰ Θεὸν ἀσκεῖν βουλόμενος, οὐ μὴ ἐμπίπτῃ εἰς ἔκπτωσιν χαλεπωτά-

την. Εἰ δὲ καί, ὡς ἄνθρωπος, παρακινηθῇ, ἀλλ' ὁ Κύριος γινώσκων τὴν

ἀκακίαν τῆς καρδίας αὐτοῦ, στηρίζει αὐτοῦ τὴν ψυχὴν τῇ νουθεσίᾳ τῶν δού-

λων αὑτοῦ. Ὁ δὲ νουθετούμενος καὶ ἀντιλέγων ὅμοιός ἐστι ἵππῳ σκληρο-

στόμῳ, τὸν χαλινὸν μὴ φοβουμένῳ, ἄχρις οὗ κατακρημνίσῃ τὸν ἐπιβάτην.

Ὁ γὰρ σκληρὸς τῇ καρδίᾳ, διαπεσεῖται κακῶς.

60

{Κεφαλὴ ξʹ}

Ὁ ἀμελῶν τῆς ἑαυτοῦ σωτηρίας τε καὶ ἐργασίας ἐν κοινοβίῳ, τύπος

γίνεται ῥᾳθυμίας πλείστοις ἀδελφοῖς· ὁ δὲ ἐπιμελούμενος τῆς ἑαυτοῦ σωτη-

ρίας, δόξης μεγάλης ἀξιωθήσεται ἐν τοῖς οὐρανοῖς, ὅτι τύπος γέγονεν ἐναρέ-

του βίου καὶ τῶν ἀμελεστέρων ἀδελφῶν διήγειρε τὴν προθυμίαν πρὸς κα-

τόρθωσιν ἀρετῶν. Καθάπερ γὰρ ἐν παρατάξει πολέμου ὁ πρωταγωνιστὴς τι-

μὴν ἔχει παρὰ πάντας, οὕτω καὶ παρὰ Θεῷ τιμηθήσεται πᾶς ὁ νήφων εἰς τὸ

ἔργον Κυρίου.

61

{Κεφαλὴ ξαʹ}

Μὴ ἀπατάτω σε ὁ λογισμός, μοναχέ, ἐν τῷ σὲ ἁμαρτάνειν καὶ πράσ-

σειν ὃ μὴ δεῖ, καὶ μεγαλαυχεῖν καὶ λέγειν, ὅτι ὅσα κακὰ ἐὰν ποιήσῃ ὁ μο-

ναχός, βελτίων ἐστὶ τοῦ κοσμικοῦ. Γέγραπται γάρ· οὐ γὰρ ὁ ἑαυτὸν συνι-

στῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησι. Σὺ δὲ πρῶτος ἐρεύ-

να σου τὰς πράξεις, εἰ ὅντως βίον ὑποτακτικὸν κατώρθωσας, ὅτι ὑψοῖς ἑαυ-

τόν· εἰ τὴν ἐπιθυμίαν ἐνίκησας καὶ τὴν πτωχείαν ἠγάπησας· εἰ τὴν καταλα-

λιὰν ἐμίσησας καὶ τὴν κενοδοξίαν οὐκ ἠγάπησας· εἰ τὴν ἁμαρτίαν ἐμίσησας

καὶ τὴν ἡδονὴν ἐβδελύξω· εἴ τινα οὐκ ἐκάκωσας· εἰ τὰ πάθη ἐνίκησας· εἰ

οὐκ ὀργίζῃ ὑβριζόμενος καὶ οὐκ ἐπαίρῃ ἐπαινούμενος· εἰ τὸν Κύριον ἠγάπη-

σας ἐν ὅλῃ δυνάμει, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ δὲ ταῦτα οὐκ ἐφυ-

λαξάμεθα, ἱνατί μεγαλορρημονοῦμεν; Ὅπερ δεῖ κλαίειν ἔμπροσθεν τῆς ἀγα-

θότητος αὐτοῦ, ὅπως ἰάσηται ἡμῶν τὴν σκληρότητα τῆς καρδίας καὶ ἀξίους

ποιήσῃ τοῦ ἐπανῃρημένου βίου πολιτεύσασθαι.

62

{Κεφαλὴ ξβʹ}

Οὐαὶ ἐκείνῳ τῷ μοναχῷ, ὃς τὴν εὐλάβειαν ἀπωλέσας ἐν οἴνῳ ἀνδρίζε-

ται· ὅτι, ἐὰν μὴ νήψῃ, δεῖ αὐτὸν ἐπ' ἐσχάτων πικρῶς ὀδυνᾶσθαι· ὁ δὲ συν-

τηρῶν τὰς ὁδοὺς αὑτοῦ ἐν Κυρίῳ δόξαν αἰώνιον κληρονομήσει.

63

{Κεφαλὴ ξγʹ}

Ὅτι οὐ δεῖ ὅρον τιθέναι κατὰ τῶν νεοκατηχήτων, τοῦ μὴ μετελθεῖν

αὐτοὺς ἀπὸ μειζοτέρου πρὸς ἕτερον, ἐάνπερ κριθῇ δίκαιον τὸ ἀποστρόφημα·

πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Διαβόλου.

64

{Κεφαλὴ ξδʹ}

Ὅτι οὐ δεῖ παρρησίαν διδόναι παιδίῳ παρρησιάζεσθαι μετὰ ἀδελφῶν·

ἀλλὰ μᾶλλον ἐν ἡσυχίᾳ καὶ ὑποταγῇ αὐτοὺς παρέχειν ἐν Κυρίῳ.

65

{Κεφαλὴ ξεʹ}

Ὅτι οὐδεὶς τῶν πρώτων σκανδαλίζῃ τοὺς μικροτέρους καὶ ὑπογραμ-

μὸν αὐτοῖς γίνεσθαι κακῆς ἀναστροφῆς. Διότι γέγραπται· οὐαὶ ὁ ποτίζων

τὸν πλησίον αὑτοῦ ἀνατροπὴν θολεράν. Ἀλλὰ μᾶλλον τύπους εἶναι τῶν πι-

στῶν.

66

{Κεφαλὴ ξϚʹ}

Ὅτι οὐδένα τῶν σωθῆναι βουλομένων προσέχειν πταίσμασιν ἀλλο-

τρίων, ἀλλ' ἑαυτοῖς προσέχειν. Γέγραπται γάρ· διὸ καὶ φιλοτιμούμεθα, εἴτε

ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι· τοὺς γὰρ πάντας ἡμᾶς

φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκα-

στος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθά, εἴτε πονηρά.

67

{Κεφαλὴ ξζʹ}

Εἴ τις οὐχ ὑποταγῇ μειζοτέρῳ, καθὼς χρή, βασταζέτω ἀσθένειαν ἀρ-

χαρίου, ἵνα διὰ τούτου τοῦ πόνου ἀνασώσῃ πόνους τοῦ προλεχθέντος χρό-

νου· τοῦ Ἀποστόλου λέγοντος, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα

τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· ἕκαστος γὰρ ἡμῶν τῷ

πλησίον ἀρεσκέτω [εἰς ἀγαθὸν πρὸς οἰκοδομήν].

68

{Κεφαλὴ ξηʹ}

Οὐ χρονιεῖ μοναχὸς ἐν τόπῳ ἑνὶ καὶ οὐχ εὑρήσει ἀνάπαυσιν, ἐὰν μὴ

πρότερον ἀγαπήσῃ τὴν σιωπὴν καὶ τὴν ἐγκράτειαν. Ἡ γὰρ σιωπὴ ἐκδιδά-

σκει τὴν ἡσυχίαν καὶ τὸ συνεχῶς προσεύχεσθαι· ἡ δὲ ἐγκράτεια ἀπερίσπα-

στον ἀποκαθίστησι τὸν λογισμόν. Τέλος δὲ εἰρηνικὴ κατάστασις διαδέχεται

τὸν κεκτημένον ταῦτα.

69

{Κεφαλὴ ξθʹ}

Ἐν καιρῷ τοῦ πειρασμοῦ ἀποφαίνεται ἡ δοκιμὴ τοῦ πιστοῦ· οὐ δεῖ δὲ

ἐκκακεῖν ἐν καιρῷ τοῦ πειρασμοῦ, ἀλλὰ νήφειν ἐν προσευχαῖς καὶ εὐποιΐαις.

Ὃν τρόπον οἱ πλέοντες τὴν θάλασσαν νήφουσι λαβόντες σφοδρὸν χειμῶνα

καὶ περισσῶς ἀγρυπνοῦσι καὶ τὸν Κύριον ἐπικαλοῦνται, καθὼς [φησὶν] ἐν

τῷ προφήτῃ Ἰωνᾷ ἐστι γεγραμμένον· καὶ τὸ πλοῖον ἐκινδύνευε συντριβῆναι,

καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὑτοῦ καὶ

ἐκβολὴν ἐποιοῦντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ὅπερ

ἐστὶν ὑπόδειγμα πρὸς ἀποταγὴν γηΐνων πραγμάτων. Πάντων γὰρ δεῖ κατα-

φρονεῖν τῶν κοσμικῶν πραγμάτων καὶ μόνης ἀντιποιεῖσθαι τῆς αἰωνίου

ζωῆς· καὶ μὴ ἐν τῷ συμβῆναι ἡμῖν περίστασιν ἀπογνῶμεν ἑαυτῶν. Ὁρῶμεν

γὰρ τὸν Προφήτην καὶ ἐν κοιλίᾳ ὄντα τοῦ κήτους μὴ ἀπελπίσαντα τῆς ἑαυ-

τοῦ σωτηρίας, ἀλλὰ προσευχόμενον καὶ λέγοντα· Ἐβόησα ἐν θλίψει μου

πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. Ἐκ κοιλίας ᾅδου κραυγῆς

μου, ἤκουσας φωνῆς μου. Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης· οὐ

γὰρ ταρορᾷ Κύριος τοὺς ἐπικαλουμένους αὐτὸν ἐν ἀληθείᾳ. Τοιγαροῦν καὶ

ἡμεῖς, ὅταν συμβῇ θλῖψις, πρὸς Κύριον καταφεύγωμεν, κατὰ τὸν λέγοντα·

Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Οὐ πάντοτε γὰρ γαληνιᾷ ἡ θάλασσα· καὶ

οὐ δυνατόν, ἄτερ πειρασμοῦ ἐκπλεῦσαι τὸν ἐνεστῶτα βίον. Ἐὰν δὲ κα-

τάσχωμεν τὴν πίστιν τοῦ Κυρίου, καθάπερ πηδάλιον, εἰσάξει ἡμᾶς εἰς τὸν

τῆς ζωῆς λιμένα, καὶ ἀποθέμενοι τὸν μόχθον, ἐνδυσώμεθα ζωὴν καὶ ἀφθαρ-

σίαν.

70

{Κεφαλὴ οʹ}

Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ κατάπιπτε, ἀλλὰ δεή-

θητι τοῦ Κυρίου καὶ παρέξει σοι τὴν μακροθυμίαν, καὶ μετὰ τὴν εὐχὴν καθί-

σας ἐπισυνάγαγέ σου τοὺς λογισμούς, καὶ παρακάλει τὴν ψυχήν σου κατὰ

τὸν λέγοντα· ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με;

Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου

μου, ὁ Θεός μου. Καὶ εἰπόν, τί ὀλιγωρεῖς, ψυχή μου; Μὴ γὰρ διαπαντὸς δεῖ

κατοικεῖν ἡμᾶς ἐν τῷ βίῳ τούτῳ; Ἄκουε τοῦ λέγοντος, πάροικος ἐγώ εἰμι

ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐννόησον τοὺς

προενοικήσαντας ἐν τῷ μοναστηρίῳ, ἔνθα νῦν σὺ παροικεῖς, καὶ γνῶθι καὶ

ἴδε, ὅτι καθάπερ κἀκεῖνοι παρῆλθον ἐκ τοῦ αἰῶνος τούτου, οὕτως καὶ ἡμᾶς,

ὅταν Θεὸς βουλήσῃ, δεῖ παροικήσαντας ἀπιέναι. Ἡ δὲ τῶν δικαίων ζωὴ με-

τὰ τὴν τελευτὴν ὑπάρχει. Ὅθεν καὶ ὁ Προφήτης λέγει ἐπιποθῶν τὴν μέλλου-

σαν ζωήν· ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως

ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώ-

πῳ τοῦ Θεοῦ; Ὡς γὰρ δεσμωτήριον ἡγοῦντο οἱ Ἅγιοι τὸν παρόντα βίον.

Ὅθεν καὶ ἐν ἑτέρῳ λέγει· νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ

ῥῆμά σου, ἐν εἰρήνῃ. Οὕτως καὶ ὁ Ἀπόστολος τὴν ἐπιθυμίαν εἶχε τοῦ ἀνα-

λῦσαι καὶ σὺν Χριστῷ εἶναι.

71

{Κεφαλὴ οαʹ}

Δύο ἀδελφοὶ γέροντες εἶχον θλῖψιν πρὸς ἀλλήλους· ἔτυχεν οὖν ἕνα ἐξ

αὐτῶν ἀσθενῆσαι. Ἀπῆλθεν οὖν ἀδελφός τις εἰς ἐπίσκεψιν τοῦ γέροντος· καὶ

παρεκάλει ὁ γέρων τὸν ἀδελφόν, λέγων· μάχην ἔχομεν ἐγὼ καὶ ὁ δεῖνα ὁ

γέρων, καὶ ἔθελον ἵνα παρακαλέσῃς αὐτόν, ὅπως φιλιωθῶμεν. Εἴθε γὰρ κα-

λὸν κἀγὼ ἐδυνάμην ποιῆσαί τινι. Ἔφη ὁ ἀδελφός· ἐκέλευσας, ἀββᾶ, ἐγὼ

παρακαλῶ. Καὶ ἐξελθὼν ὁ ἀδελφός, διελογίζετο ἐν ἑαυτῷ, μήποτε οὐκ ἀνέ-

ξεται ὁ γέρων τῆς παρακλήσεως, μήποτε καὶ παροξυσμὸς γίνεται. Καὶ κατ'

οἰκονομίαν Θεοῦ, φέρει τις τῶν ἀδελφῶν πέντε σῦκα καὶ ὀλίγα συκάμινα.

Καὶ ἐκλεξάμενος ὁ ἀδελφὸς ἓν σῦκον, καὶ ἐκ τῶν ἄλλων ὀλίγα, ἀπήνεγκε

τῷ γέροντι εἰς τὸ κελλίον αὐτοῦ, καὶ εἶπε· τάχα τις αὐτὰ ἐνήνοχε τῷ γέρον-

τι, καὶ εἶπέ μοι· δέξαι, δὸς τῷ δεῖνα γέροντι. Καὶ ὡς ἤκουσε ταῦτα ὁ γέ-

ρων, ἔστη ἐννεὸς καὶ εἶπε· ταῦτα ἐμοὶ ἔπεμψε; Καὶ εἶπεν ὁ ἀδελφός· ναί,

ἀββᾶ. Καὶ ἀπέλαβεν αὐτὰ ὁ γέρων, εἰπών· καλῶς ἥκεις. Καὶ ἀναχωρήσας ὁ

ἀδελφὸς ἀπὸ τοῦ γέροντος, εἰς τὸ κελλίον ἑαυτοῦ ἦλθε, καὶ λαβὼν σῦκα καὶ

ἐκ τῶν συκαμίνων ὀλίγα ἀπήνεγκε καὶ τῷ ἄλλῳ γέροντι, καὶ μετανοήσας

αὐτῷ εἶπε· δέξαι ταῦτα, ἀββᾶ, ἀπέστειλέ σοι ὁ δεῖνα ὁ γέρων. Συνήλλαξε δὲ

αὐτοὺς εἰς εἰρήνην διὰ τῶν τριῶν σύκων καὶ ὀλίγων συκαμίνων. Καὶ οὐκ ἔ-

γνωσαν οἱ γέροντες ὃ ἐποίησεν ὁ ἀδελφός. Ἔφη οὖν, ἐφιλιώθημεν; Εἶπε δὲ

ὁ ἀδελφός· ναί, ἀββᾶ, διὰ τῶν εὐχῶν σου. Καὶ εἶπεν ὁ γέρων· δόξα τῷ

Θεῷ. Καὶ ἐφιλιώθησαν οἱ γέροντες διὰ τῆς χάριτος τοῦ Θεοῦ.

72

{Κεφαλὴ οβʹ}

Ἐν κοινοβίῳ τινί, χρείας γενομένης ἀδελφὸν εἰς τὴν οἰκονομίαν στα-

θῆναι, ἐξελέξατο ὁ ἡγούμενος ἀδελφὸν οἷον ἐβουλήθη· μέλλων δὲ ὁ ἀδελφὸς

καταλιμπάνειν τὸ κελλίον αὑτοῦ, παρέθετο τὰ σκεύη αὑτοῦ ἑτέρῳ ἀδελφῷ,

εἰπών· ἐὰν συμβῇ με ἐξελθεῖν ἀπὸ τῆς οἰκονομίας, παρέχῃς μοι αὐτά· ὁ δὲ

συνέθετο…

The complete text is available when the reading interface loads.