The Greek Library Catalogue

Anonymous

De recta vivendi ratione

Edition reference
De recta vivendi ratione (capita xc), ed. Phrantzolas, op. cit., vol. 3 (1990) 11–35.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg035.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

28

κηʹ. Ταπεινοφροσύνην ἄσκησον, ἵνα μηδὲν ζημιωθῇς τῶν καλῶς εἰρ-

γασμένων· εἰ δὲ ταύτην ἀπώσῃ, σὺν τοῖς ματαιοπόνοις καὶ αὐτὸς λογισθή-

σῃ.

29

κθʹ. Χειραγωγεῖν ψυχὴν βούλει; Ἀσφαλίζου σεαυτὸν πάντοθεν ὡς συ-

νετός, ἵνα μὴ καταποντισθῇς ὑπὸ ἡδονικῶν λογισμῶν, καὶ τὸ πτῶμα ἐν τῷ

λιμένι γένηται.

30

λʹ. Ἐὰν λιμένα βούλει εἶναι ἀσφαλῆ, τοὺς προβόλους ἀλκίμους καθε-

δραίωσον, ἵνα μὴ ὑπὸ λαίλαπος ἡδονῶν σαλευθῶσιν εὐχερῶς, καὶ ναυάγιον

ἀντὶ λιμένος ἔσῃ.

31

λαʹ. Μὴ ἔμπλεκε ἄγκυραν τῇ ἀγκύρᾳ, ἐὰν κοῦφόν τι ὑπολέλειπται ἐν

σοί, ἵνα μὴ κατασπασθῇς ὑπὸ παθῶν εὐχερῶς. Ὁ γὰρ βουλόμενος ἀνελκύ-

σαι τὸν πεσόντα ἐν λάκκῳ, ἀνδρείῳ λογισμῷ ἐπιλαβέσθαι ὀφείλει, ἵνα μὴ

ὑπὸ τῆς ἐκείνου ἀγκύρας κατασπασθῇ ἐν τῷ αὐτῷ βόθρῳ. Οἱ γὰρ ἐμπαθεῖς

λόγοι, ὅταν εὕρωσι χῶρον, ὡς ὑπὸ ὀγκίνων καθέλκουσι τὴν ψυχήν.

32

λβʹ. Φεῦγε ἀεὶ συντυχίας ἐπιβλαβεῖς, καὶ ἐν εὐδίαις πολλὴ ἡ ψυχή

σου.

33

λγʹ. Βλάβος καθίσταται μοναχός, μὴ πράττων ἐν συνέσει πνευματικῇ

πάντα αὑτοῦ τὰ ἔργα. Ἀκεραίους γὰρ καὶ σοφοὺς βούλεται ὁ λόγος ὑπάρ-

χειν πάντας ἡμᾶς.

34

λδʹ. Ἐὰν μὴ ἐπυρώθης σφόδρα ὑπὸ τοῦ Ἁγίου Πνεύματος, μὴ θέλε

ἀκούειν ἀλλοτρίους λογισμούς. Διττὸν γὰρ πόλεμον εὑρήσεις ἐν αὐτοῖς·

προηγουμένως μὲν τὸ ταῖς μνήμαις τῶν ἀκουσθέντων ἐνασελγαίνειν τὴν ψυ-

χήν· ἐπὶ τὰ δὲ ἐναντίωσιν φέρειν ὑπὸ τοῦ ὑποθεμένου, ὅταν μὴ γενναίᾳ

ψυχῇ τὰ πάθη ἀνατρέψῃ τῇ σταυροφόρῳ δυνάμει. Ὁ γὰρ τοιοῦτος, ὅταν πά-

λιν ἐξ ἀμελείας τοῖς αὐτοῖς περιπέσῃ πάθεσιν, ὃν εἵλετο διορθωτήν, ὡς πο-

λέμιον καθορᾷ. Ἐκεῖνος δέ, ἐὰν ᾖ συνετός, λήθην προσποιεῖται πρὸς τὸν

ὑποθέμενον αὐτῷ.

35

λεʹ. Ὥσπερ τις ἔχων περιστερὰν ἐν οἴκῳ, καὶ εὑροῦσα ἀνεῳγμένην θυ-

ρίδα ἐκπετασθείη τοῦ οἴκου, οὐ μετὰ ῥάβδου ἢ λίθου τὴν ἀνάκλησιν ποιεῖται

ταύτης, ἀλλ' ἐπιρράνας σπέρματα, ἐν συνέσει βούλεται ταύτης ἐπιλαβέσθαι.

Πολλῆς τοίνυν συνέσεως καὶ ἐμπειρίας ἐπιδέεται, ὁ τὸν ῥύπον τῶν λογι-

σμῶν καθῆραι βουλόμενος.

36

λϚʹ. Ἐὰν τῇ ἀναγνώσει κέχρησαι, μὴ τὸ γοργὸν καὶ ῥητορικὸν δίωκε

μόνον· μηδὲ ἄχρι τούτου ἔστω σοι τὸ σπουδαζόμενον, ἵνα μὴ ὁ τῆς αὐταρε-

σκείας δαίμων πλήξῃ σὴν καρδίαν. Ἀλλὰ καρπίζου ἐξ αὐτῶν τὰ τῆς ψυχῆς

ἰάματα, ὥσπερ ἡ σοφὴ μέλισσα ἐπισυνάγουσα ἐκ τῶν ἀνθῶν τὸ μέλι.

37

λζʹ. Ὥσπερ κενόδοξος ἀνήρ, τῇ περιουσίᾳ πένης ὤν, ἐπιθῇ ἑαυτῷ ὄνο-

μα βασιλέως, οὐκ ἔστι δὲ βασιλεύς, οὕτω καὶ μοναχὸς κρυφῇ ἐσθίων καὶ ἐπὶ

τραπέζης ἀδελφῶν ὑποκρινόμενος ἀσιτείαν καὶ ἐγκράτειαν, οὐκ ἔστιν ἀσκη-

τής· ἱστὸν γὰρ ἀράχνης ὁ τοιοῦτος ὑφαίνει. Οὐ γὰρ τὴν τῶν Ἁγίων ὁδὸν

ὀρθὴν βαδίζει, ἀλλὰ τὴν τῶν ἀνθρωπαρέσκων· πρὸς ὃν τὸ Πνεῦμα τὸ Ἅγιον

ἔφησεν· διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.

38

ληʹ. Ἐὰν ἀπετάξω τῷ κόσμῳ, ἐπιμελοῦ τοῦ ἔργου σου, ἵνα τοῦ ζητου-

μένου μαργαρίτου ἐπιτύχῃς. Τινὲς γὰρ ἀποταξάμενοι τῷ κόσμῳ, ἀνεχώρη-

σαν τοῦ βίου, οἱ μὲν καὶ στρατείαν καταλείψαντες, οἱ δὲ καὶ πλοῦτον δια-

σκορπίσαντες. Ἔσχατον δὲ ἰδίῳ θελήματι ἀχθέντες κατέπεσον. Καθότι οὐδὲν

ταλαιπωρότερον θελήματι ἰδίῳ κρατεῖσθαι καὶ μὴ κατὰ βούλησιν Θεοῦ πο-

λιτεύεσθαι. Οὗτοι μὲν γὰρ τῇ αὐθεντικῇ πύλῃ ὑπεκρίθησαν ὑποκεχωρηκέναι

τῶν τοῦ βίου πραγμάτων, τῇ δὲ παραθύρᾳ εὕρηνται ἐνδότερον.

39

λθʹ. Ὥσπερ οἱ υἱοὶ Ἰσραήλ, μετὰ τὸ ἐξελθεῖν τῆς καμίνου τῆς σιδηρᾶς

καὶ διασωθῆναι διὰ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ἀπολαῦσαι τοιούτων δωρεῶν,

θελήματι ἰδίῳ ἀχθέντες εἰς τὴν ἤπειρον ἐναυάγησαν, καὶ ἐκ τοσούτου πλή-

θους τῶν ἠριθμημένων, δύο ἐσώθησαν, οἱ τὸ λόγιον Κυρίου μὴ παραπικρά-

ναντες καὶ τὴν βουλὴν τοῦ Ὑψίστου ὁσίως φυλάξαντες.

40

μʹ. Οἱ ἀποταξάμενοι τῷ κόσμῳ οὐδὲν κοινὸν ἔχουσι μετὰ τοῦ κόσμου.

Οὗτοι, κἂν εἰς κεφαλὴν καταστῶσιν, ὡς μὴ ἄρχοντές εἰσιν· εἰ δὲ καὶ καθαι-

ρεθῶσιν, οἱ αὐτοὶ τυγχάνουσι τῷ λογισμῷ. Οἱ δὲ παρενεχθέντες τοῦ εὐσε-

βοῦς λογισμοῦ, πρὸς μὲν τὰ ἡδέα τοῦ κόσμου πρόχειροι τυγχάνουσι, καὶ οὐ-

κέτι λοιπὸν περὶ ἀρετῆς ὁ ἀγὼν αὐτοῖς ὑπάρχει· ἀλλὰ τὸν ζυγὸν ἀπορρίψαν-

τες ἐπιμελεστέρως οἰκοδομοῦσιν, ἃ πάλαι καλῶς κατέλυσαν. Ὥσπερ γὰρ

παρθένος σεμνοτάτη ἐν ταμιείῳ θαλαμευομένη τὰς αἰσθήσεις διαφθαρείη,

τὴν αἰδῶ ἀποβαλοῦσα ἀναισχύντως τὰ ἀθέμιτα ἐπιτελῇ, μήτε Θεὸν φοβου-

μένη, μήτε ἀνθρώπους ἐντρεπομένη· ἀλλ' οὐ παρὰ τοῦτο τὰς χεῖρας Θεοῦ

διαδράσει. Ἡ γὰρ ἡμέρα ἑκάστου τὸ ἔργον δηλώσει, ὅτι ἐν πυρὶ δοκιμασθή-

σεται.

41

μαʹ. Μακάριος ὁ ἔργῳ κηρύσσων τὴν ἀρετήν. Τὸ γὰρ λέγειν τὰ οἰκεῖα

τῆς ἀρετῆς καὶ τὰ ἐναντία πράσσειν, οὐ σῴζει. Ὥσπερ οὐδὲ ὁ περὶ σωφροσύ-

νης διαλεγόμενος καὶ φαῦλα διαπραττόμενος τῶν βραβείων ἐπιτεύξεται.

42

μβʹ. Μὴ κατατρύχου τῇ διανοίᾳ, θεωρῶν τοὺς φιληδόνους τὰ ἡδέα

ἀφόβως ἐπιτελοῦντας· τὸ γὰρ ἄνθος αὐτῶν δυσωδίας μεμέστωσται· τὸ δὲ

τῶν φιλαρέτων ἐν φωτὶ διαλάμπον, εὐωδίας πεπλήρωται. Ἐπίμενε οὖν τῇ

ἀρετῇ, ἵνα καὶ ἐπὶ τῶν ταῖς ὑγραῖς καὶ διαλελυμέναις ἀνακειμένων ἡδοναῖς

θαυμασθήσῃ· κἂν γὰρ μὴ προφανῶς βούλωνται τοῦτο ποιεῖν, ἀλλ' ἐν ἑαυ-

τοῖς μακαρίζουσι τοὺς ἐργάτας τῶν ἀρετῶν.

43

μγʹ. Ὅταν θεάσῃ σώματα δι' ἐπιμελείας λάμποντα πρὸς ἔρωτα αἰ-

σχρόν, μὴ θαύμαζε ἐπὶ τούτοις, μηδὲ ἐξαπατάτω σε ἡ τοῦ δέρματος χρόα

μετ' ὀλίγον εἰς κόνιν καταλύουσα, ἀλλὰ ψάλλε μετὰ στεναγμοῦ ἐν σεαυτῷ,

λέγων· μνήσθητι, Κύριε, ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι

αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ,

καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ

Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

Καὶ ἐν τούτῳ, χάριτι Θεοῦ, οὐκ ἔσῃ αἰχμάλωτος τῷ Πονηρῷ.

44

μδʹ. Δέου τοῦ Κυρίου ἐμπόνως, ὅπως χαρίσηταί σοι πνεῦμα σωφροσύ-

νης τελείας, ἵνα καὶ ἐν ταῖς νυκτεριναῖς φαντασίαις διαδράσῃς τὰς ἐπιβουλὰς

τοῦ Πονηροῦ, ὃν τρόπον τις θεάσοιτο ἑαυτὸν διωκόμενον ὑπὸ θηρίου, ἢ ὑπό

τινος μετὰ λαμπάδος πυρός, καὶ ἅλλεται δῆθεν ἀπὸ δώματος εἰς δῶμα τοῦ

μὴ φλογισθῆναι ὑπὸ τοῦ πυρός.

45

μεʹ. Ὥσπερ οὐκ ἔστι διὰ χρημάτων γράμματα ἢ τέχνην ὠνήσασθαι

ἀκαματί, οὕτως οὐκ ἔστι μοναχὸν γενέσθαι δίχα ἐπιμελείας καὶ ἐπιπόνου

ὑπομονῆς.

46

μϚʹ. Ὥσπερ τὴν κεφαλὴν προτιμοτέραν ἔχεις ὑπὲρ πάντα τὰ μέλη τοῦ

σώματός σου, καὶ εἴτε λίθος σοι ἐπαχθῇ, εἴτε ῥόπαλον, εἴτε ξίφος, τὰ λοιπὰ

μέλη τοῦ σώματος προτείνεις, ἀνακουφίσαι βουλόμενος τῆς κεφαλῆς τὴν

πληγήν, εἰδὼς ὅτι ταύτης ἐκτὸς ζῆν ἐν τῷδε τῷ βίῳ οὐ δυνατόν· οὕτως ἔ-

στω σοι προτιμοτέρα πάντων ἡ πίστις τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος,

καθότι δίχα ταύτης ζῆν τινα τὴν ὄντως ζωήν, τῶν ἀμηχάνων ἐστίν.

47

μζʹ. Ἐν ὅλῃ καρδίᾳ σου ἔλπιζε ἐπὶ Κύριον, καὶ ἐπιβουλὰς κακούργων

διαδράσεις εὐχερῶς· οὐ γὰρ παρόψεται Κύριος τοὺς δουλεύοντας αὐτῷ.

48

μηʹ. Ἐγλίχετο ἀπατᾶν ἡ Αἰγυπτία τὸν φιλόθεον Ἰωσήφ, καὶ τυραννι-

κῶς ἤπειγε πρὸς τὸν διεστραμμένον σκοπόν. Ὁ δὲ νέος ἐδρόσιζε τὴν ἰδίαν

ψυχὴν τῇ τοῦ Παντοκράτορος μνήμῃ, ἵνα μὴ καταφλεχθῇ ὑπὸ πυρὸς ἀνό-

μου. Ἠσφαλίζετο δὲ τὰς αἰσθήσεις, ὅπως μὴ δῷ χώραν ἀλλοτρίοις λογι-

σμοῖς καὶ αἰχμάλωτος γένηται ὑπὸ ἀσέμνου γυναικός. Ἐθεώρει γὰρ αὐτὴν

ἀεί, ὡς παγίδα θανάτου· καὶ ὑπομείνας πειρασμόν, στεφανίτης γέγονε καὶ

βασιλεὺς Αἰγύπτου.

49

μθʹ. Ἔδοξαν παράνομοι ἐπανίστασθαι ἐν Βαβυλῶνι κατὰ ψυχῆς ὁσίας,

ἵνα μιάνωσιν αἰσχρῶς· ἀρωγὸν δὲ ἐσχηκυῖα τὸν Θεὸν τὸν ὕψιστον, τούτους

κατέβαλεν εὐχερῶς. Συνέδριον δὲ συστησάμενοι κατὰ τῆς μακαρίας, ὡς αὐ-

τοὶ ἐνόμιζον, καὶ οὐκ ἔγνωσαν οἱ ματαιόφρονες, ὅτι ἐν αὐτῷ ἔμελλον δέξα-

σθαι ἀπόφασιν θανάτου. Οὐ γὰρ παιχθήσεται ὁ ἀκοίμητος ὀφθαλμός.

50

νʹ. Ἐν τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ βαδίσωμεν, ἀδελφοί, ἵνα τίμιοι

γενόμενοι φρουρὸν ἔχωμεν τὸν Θεόν.

51

ναʹ. Οἱ μαργαρῖται ἀεὶ ἐν τοῖς ἐνδοτάτοις ταμιείοις φυλάττονται· τὰ δὲ

ἄχρηστα ἤδη ἐν πλατείαις, ὡς κοπρία, περιρρίπτονται.

52

νβʹ. Ἐάν τις σε λοιδορῶν ἐξείπῃ ἃ διεπράξω φαῦλα, ἑαυτὸν αἰτιῶ

μᾶλλον ὑπὲρ τὸν ἕτερον· σὺ γὰρ τὰ σεαυτοῦ ἔργα κατῄσχυνας, ὅπερ παρ' ἑτέ-

ρου ψιλῷ λόγῳ ἀκοῦσαι οὐκ ἀνέχῃ. Μὴ σίγαζε ἐκεῖνον τῇ ἀπειλῇ τοῦ θυ-

μοῦ, ἀλλὰ σαυτὸν διόρθωσαι τοῦ μὴ ποιεῖν τὰ φαῦλα· ἡ γὰρ δυσωδία τοῦ

ἔργου γνώριμόν σε καθίστησιν, ὅτι ἐπίβουλος ὑπάρχεις τῆς ἑαυτοῦ ψυχῆς.

53

νγʹ. Διάσμηξον σεαυτὸν τῶν ἀθεμίτων πράξεων διὰ τῆς μετανοίας, καὶ

λοιδόρου ψόγος οὐ μή σε καταπτήξει.

54

νδʹ. Ἀνθίστασο τῇ ἁμαρτίᾳ, ὦ τῆς ζωῆς ἐργάτα, καὶ μὴ φοβοῦ πειρα-

σμοῦ παρουσίαν· οὐ γὰρ βλάψει ἡ πεῖρα τὸν γενναῖον ἀθλητήν.

55

νεʹ. Δεῖ οὖν ἡμᾶς διὰ τοῦ πυρὸς τοῦ θείου τῷ πυρὶ ἀνθίστασθαι. Ὥ-

σπερ ἡ πλίνθος ὠμὴ οὖσα ἀσθενὴς ὑπάρχει καὶ ἐπίσαθρος, ἡνίκα δὲ προσο-

μιλήσῃ τὸ πῦρ, καὶ τὴν ὄπτησιν δέξηται, τέλος γίνεται πυρὶ καὶ φραγμὸς

τοῦ ὕδατος. Καὶ ὥσπερ ἐν κεραμίῳ ὕδωρ, οὕτως ἡ κάμινος συνέχει ἐν αὐτῇ

τὴν ἐξαφθεῖσαν φλόγα· αὐτὴ δὲ ἡ κάμινος ἐκ πλίνθου διήρτηται.

56

νϚʹ. Γενοῦ καὶ αὐτὸς στιβαρὸς ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ ἀντίστα

ταῖς ἐμπυρακτούσαις ἡδοναῖς, ἵνα μὴ ὥσπερ ἡ ὠμὴ πλίνθος ὑπὸ σταγόνων

ὑετοῦ διαλυθῇς, καὶ ἣν δοκεῖς πῆξιν οὐκ ἔχῃ.

57

νζʹ. Μή, ὃ δοκεῖς πράττειν καλόν, ἀγαθὸν εἶναι ἡγοῦ, ἀλλὰ τὸ μαρτυ-

ρούμενον ὑπὸ ἀνδρῶν εὐσεβῶν.

58

νηʹ. Ἄκουε τῆς φωνῆς τοῦ Κυρίου, ἵνα σοι βοηθήσῃ καὶ τὰς χεῖρας

ἐπιβάλῃ ἐπὶ τοὺς θλίβοντάς σε καὶ τοὺς ἐχθρούς σου ταπεινώσῃ· ἵνα μὴ πα-

ρακούσας ἀκούσῃ· ἐξαπέστειλεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν

αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

59

νθʹ. Ἀγωνίζου μὴ δουλεύειν ἰδίῳ θελήματι, ἀλλ' ὑπήκοος γενοῦ τῶν

φοβουμένων τὸν Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Θεοῦ συντρίψεις τὴν κεφαλὴν

τοῦ Δράκοντος. Ἐν ὅσῳ δὲ καταφέρῃ ῥᾳδίως πρὸς τὰ σεαυτοῦ θελήματα,

γίνωσκε σεαυτὸν μακρὰν ἀφεστηκότα τῆς τελειότητος· καὶ ὅσον ἀπέχῃ τε-

λειότητος, τοσοῦτον ἐπιδέῃ παιδείας τε καὶ διδασκαλίας.

60

ξʹ. Ὑπόμεινον τὴν θλῖψιν ἐν Κυρίῳ, ἵνα χαρά σε περιλάβῃ· ὑπόμεινον

τὸν κόπον, ἵνα εὕρῃς τὸν ἔγκαρπον μισθόν. Ὁ λατόμος κόπτων τὴν πέτραν,

καὶ ὁ χαλκεὺς ἐλαύνων τὸν σίδηρον, κομιοῦνται τὸν μισθόν.

61

ξαʹ. Ὁ φεύγων πόλεμον, οὐδὲ λαφύρων κρατήσειε· καὶ ὁ φεύγων παι-

δείαν, ἐν φρονίμοις οὐ διαμεριεῖται κλῆρον.

62

ξβʹ. Ἀνάβηθι εἰς ὕψος καὶ ὄψει τὰ γήϊνα πάντα ταπεινὰ καὶ εὐτελῆ· εἰ

δὲ κατέλθῃς ἐξ ὕψους, οἰκίσκον κεκονιαμένον ἐκθαυμάσεις.

63

ξγʹ. Ἐπίβα τῇ γνώσει, ὦ τῆς εὐσεβείας ἐργάτα, καὶ ἀντὶ ὀχήματός σε

ἀναβαστάσει, καὶ ἐκ πολλῶν προσκομμάτων σε διαφυλάξει· οὐ γὰρ ἐάσει

τὸν ἑαυτῆς ἐραστὴν λέγειν ἢ πράττειν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

64

ξδʹ. Ὀσμὴ γνώσεως ἐν ἀνδρὶ τὸ ἑαυτὸν αἰτιᾶσθαι πάντοτε· αἰτιωμένου

δὲ ἑαυτὸν τὸ μὴ κρίνειν τὸν ἕτερον ἐν τοῖς αὐτοῖς σφάλμασι περιπεπτωκότα.

65

ξεʹ. Δύο δούλων σφαλέντων, κατεκλείσθησαν ἐν φρουρᾷ ἐπὶ τοῖς αὐτοῖς

ἐγκλήμασιν· ἀγνώμων τοιγαροῦν ὁ ὀνειδίζων τὸν ἴδιον σύνδουλον.

66

ξϚʹ. Τὸν περιπεσόντα πειρασμῷ μὴ γέλα κατακρίνων, ἀλλὰ προσεύχου

συνεχῶς μὴ εἰσελθεῖν εἰς πειρασμόν· ὁ γὰρ ὑπὸ λαίλαπος λογισμῶν σκοτω-

θεὶς τὴν καρδίαν καὶ καταγωνισθεὶς ὑπὸ παθῶν, ἄνθρωπον οὐκ ἐντρέπεται

καὶ Θεὸν οὐ φοβεῖται. Καὶ εἰ μὲν δυνάστης ὑπάρχει, μετὰ ἀδείας πράττει τὰ

κακά· εἰ δὲ ἀσθενὴς καὶ πτωχός, θαρρῶν τῇ δυστροπίᾳ, ἀναισχύντως καὶ

αὐτὸς τὰ φαῦλα διαπράττεται.

67

ξζʹ. Μὴ γίνου φιλήδονος καταφρονητής· ἄκουε δὲ τοῦ Ἱεροψάλτου

βοῶντος· ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ

φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνός,

ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ

ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

68

ξηʹ. Ἔλαβες κελλίον, ὦ μοναχέ, προσεύχου συνεχῶς ἐν ταπεινῇ καρ-

δίᾳ, ὥσπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρός, καὶ μὴ ποιήσεις σεαυ-

τὸν σπήλαιον λῃστῶν, ἐπιτελῶν τὰ ἀθέμιτα, ἵνα μὴ αἰσχυνθῇς ἐν ἡμέρᾳ τῆς

κρίσεως, ὅτε ἀποκαλύπτονται τὰ κρυπτὰ τῶν ἀνθρώπων.

69

ξθʹ. Ὁ ἐν ἀμητῷ ἀμελῶν, εὐθηνίας ἐκτὸς ἔσται αὐτοῦ ὁ οἶκος· καὶ νῦν

ὁ καταφρονῶν, ἐν καιρῷ τῶν ἀμοιβῶν, τῆς παρακλήσεως τῶν δικαίων

ἐκτὸς εὑρίσκεται.

70

οʹ. Ἔρχεται καιρὸς ἡμῖν, ἀδελφοί, μεστὸς φόβου καὶ τρόμου· ἡνίκα

ἀποκαλύπτονται ἃ διεπραξάμεθα ἐν κρυπτῷ καὶ σκοτίᾳ. Καὶ οὐαὶ τῇ ψυχῇ

τῇ μὴ ἐχούσῃ τὸν Κύριον βοηθόν.

71

οαʹ. Δεῦτε, ἐννοηθῶμεν, ἀδελφοὶ φιλόχριστοι, περὶ τῆς συντελείας ἑκά-

στου ἡμῶν, πῶς διακείμεθα ἐν τῷ ματαίῳ βίῳ. Μάταιος γάρ ἐστι τοῖς μα-

ταίοις ἐπιβεβιωκόσι διάγων· μακάριοι δέ εἰσιν οἱ ἐν αὐτῷ [βίῳ] ἐμπορευσά-

μενοι τὴν καλὴν πραγματείαν.

72

οβʹ. Ὥσπερ πλούσιος ἀνὴρ ἐν οὐρίῳ ἀνέμῳ τὸν πλοῦν διανοίγων, ἀνά-

κειται ἐν στρωμνῇ, ὑψηλὸν ἔχων ὄμμα, προσδοκῶν εὐφρασίαν· ἵστανται οἱ

μάγειροι εὐτρεπίζοντες τὰ σῖτα, ἕπεται καὶ στρατιωτῶν στῖφος· ἐπῆλθεν

ἄφνω λαῖλαψ, συνετάραξε τὴν θάλασσαν, συνέτριψε τὸ πλοῖον, καὶ αὐτὸς

μονώτατος ἀπερρίφη ὑπὸ τῶν κυμάτων εἰς νήσους ἀοικήτους, θηρίων πλή-

ρεις οὔσας· κράζει καὶ ὀδύρεται, καὶ οὐκ ἔστιν ὁ εἰσακούων· τύπτει τὸ πρό-

σωπον, δονεῖται ὅλῳ τῷ σώματι καὶ καθ' ἑκάστην ὥραν προσδοκᾷ τὸν θά-

νατον. Ὁ πρὸ ὀλίγου σοβαρὸς τήκεται τῷ λιμῷ καὶ τῷ φόβῳ, καὶ ξηραίνε-

ται δίψει, καὶ οὐκ ἔστιν ὁ παραμυθούμενος. Οὕτως καὶ ἡμεῖς οἱ ἀμελεῖς

πάσχομεν ἐπὶ ξηρᾶς· τρυφώντων γὰρ ἡμῶν ἐν βίῳ τῷ ματαίῳ, ἦλθεν ἄφνω

θάνατος, ἥρπασε τὸν ἀμελῆ καὶ ἔρριψεν εἰς φοβεροὺς τόπους, ἔνθα κολασθή-

σονται πάντες ἁμαρτωλοί, ἀθετήσαντες ἀεὶ τὸν ἴδιον Δεσπότην.

73

ογʹ. Κατανοήσωμεν ἀσφαλῶς, ἐν ποίῳ φόβῳ ἔσται ὁ ὑπὸ κυμάτων

ἐκριφεὶς εἰς ὅρια ἀοίκητα, καὶ μὴ ἔχων παντελῆ παραμυθίαν τινός· ἐννοη-

θῶμεν τοίνυν ἐν ποίῳ φόβῳ ἔσται ὁ ῥιφεὶς ἁμαρτωλὸς ἐν τόπῳ κολάσεως.

74

οδʹ. Ἡ καρδία μου στενάζει, καὶ οἱ ὀφθαλμοί μου ἐπιθυμοῦσι δάκρυα,

καὶ ἡ ἁμαρτία μου αἰχμαλωτίζει μου τὸν νοῦν, ἵνα μὴ κατανυγεὶς δεηθῶ

τοῦ Κυρίου μετὰ πικρῶν δακρύων, τοῦ μὴ ῥιφῆναί με ἐν σκότει ἐξωτέρῳ.

75

οεʹ. Ὁ ῥυσάμενος τὸν λαόν σου ἐκ χειρὸς τοῦ Φαραὼ καὶ ἐκ καμίνου

σιδηρᾶς, καὶ διασώσας αὐτοὺς διὰ τῆς ἐρυθρᾶς θαλάσσης, ῥῦσαι καὶ ἡμᾶς ἐκ

τῶν ἀνομιῶν ἡμῶν, ὅπως εὕρωμεν χάριν ἐνώπιόν σου, ὅταν μέλλῃς κρῖναι

ζῶντας καὶ νεκρούς.

76

οϚʹ. Ἐν ὅσῳ ἐν ἡμῖν ἰσχύς ἐστι, δουλεύσωμεν τῷ Κυρίῳ ἐν εὐθύτητι

καρδίας, ἵνα ἐν καιρῷ θλίψεως εὕρωμεν αὐτὸν βοηθόν, ῥυόμενον ἡμᾶς ἐκ

μεγάλων κινδύνων.

77

οζʹ. Τοὺς δουλεύοντας αὐτῷ ἐν καθαρᾷ καρδίᾳ, δοξάσει ἐν δόξῃ ἀνει-

κάστῳ· τῆς γὰρ δόξης τῶν Ἁγίων τέλος οὐχ εὑρίσκεται.

78

οηʹ. Κατέπιε τὸ κῆτος τὸν προφήτην Ἰωνᾶν, διὰ προστάγματος Θεοῦ,

καὶ ὡς ἐν ταμιείῳ τινὶ ἐφυλάττετο ἐν τῇ κοιλίᾳ τοῦ κήτους· ἔδυ ἡ κεφαλὴ

αὐτοῦ εἰς σχισμὰς ὀρέων, καὶ ἐκύκλωσεν αὐτὸν ἄβυσσος ἐσχάτη· κατέβη εἰς

γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. Κἀκεῖ προσευχόμενος ἐβόα, οὕτω

λέγων· ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. Ἀνέσχισεν ἡ

προσευχὴ τὸν βυθόν, ἔτεμε τὸν ἀέρα, ἀνέβη εἰς οὐρανοὺς καὶ εἰσῆλθεν εἰς τὰ

ὦτα τοῦ Κυρίου. Μᾶλλον δὲ αὐτὸς ὁ Κύριος, ὁ πληρῶν τὴν σύμπασαν, οὐ

μακρὰν ἀφίστατο τοῦ γνησίου οἰκέτου.

79

οθʹ. Προσέταξεν ὁ Θεὸς τῷ κήτει, καὶ ἐξέρασε τὸν Προφήτην· καὶ ὡς

ἀπὸ πλοίου ἀποβάς, ἤρχετο τοῦ κηρύγματος.

80

πʹ. Τρίβουσιν ἁμαρτωλοί, κατὰ δικαίων, ὀδόντας· πειρασμοὶ ὑπέρχον-

ται· στεφανοῦνται ὅσιοι· αἰσχύνονται ἀσεβεῖς, κακὰ βουλευσάμενοι κατὰ

ἁγίων Θεοῦ.

81

παʹ. Ἐδιώκετό ποτε ὑπὸ πονηρᾶς γυναικὸς Ἠλιοὺ ὁ Θεσβίτης· ὁ δὲ

Κύριος δι' ὀρνέου ἔτρεφε τὸν προφήτην· ἐπὶ δὲ τοῖς ἁμαρτωλοῖς λιμὸς ἐπῆλ-

θε δεινός.

82

πβʹ. Ἐν ἅρματι πυρίνῳ ἀνελήφθη ὁ προφήτης Ἠλιού· ἡ δὲ ἄνομος Ἰε-

ζάβελ ἐξ ὕψους τοῦ ἑαυτῆς οἴκου καταρραγεῖσα ἐπὶ γῆς, κατεβρώθη ἐν πλα-

τείαις πόλεως.

83

πγʹ. Ἔβαλον οἱ παράνομοι τὸν προφήτην Ἱερεμίαν ἐν τῷ λάκκῳ τοῦ

βορβόρου, μὴ ἀνεχόμενοι ἀκοῦσαι λόγον θεοσεβείας. Ἤκουσε τὴν τόλμην

αὐτῶν Ἀβιμέλεχ ὁ Αἰθίοψ, λευκὸς ὑπάρχων τῇ ψυχῇ καὶ τῇ πίστει ἐξαστρά-

πτων, ἤλεγξε τὸν βασιλέα ἐπὶ παρανομίᾳ. Ἔλαβεν ἐξουσίαν, ἀνείλκυσε τὸν

προφήτην, καὶ ἔτυχεν εὐλογίας.

84

πδʹ. Ἐπέστησαν οἱ πορθοῦντες ἐπὶ τοὺς πορθήσαντας ἀεὶ τοὺς τοῦ

Θεοῦ προφήτας, καὶ ἐδόθη ὁ λαὸς τῶν Ἑβραίων ἐν χειρὶ τῶν πολεμίων. Εἶ-

δον οἱ πολέμιοι τὸν προφήτην τοῦ Θεοῦ, καὶ ἔλυσαν ἐκ τῶν πεδῶν δῶρα

προσκομίσαντες· ἐθεώρουν γὰρ αὐτὸν ἐν πολλῇ εὐσεβείᾳ. Ὥσπερ γὰρ ὁ βα-

στάζων λύχνον φωτίζει τοὺς παρόντας, οὕτως ἐστὶν ἡ ἀρετὴ πάντοτε, τὸ

κλέος ἀεὶ βαστάζουσα.

85

πεʹ. Ἔβαλον τὸν προφήτην Δανιὴλ οἱ ἀσεβεῖς εἰς τὸν λάκκον τῶν

λεόντων διὰ θεοσέβειαν, ὅπως ὑπ' αὐτῶν καταβρωθῇ, καὶ οὐκ ἔγνωσαν οἱ

ἄνομοι, ὅτι εἰς ἐντροπὴν ἰδίαν τοῦτο κατεργάζονται. Ὁ δὲ Κύριος ἐν χειρὶ

τοῦ Ἀββακούμ, καὶ δι' ἀγγέλου ἁγίου, ἄριστον ἀπέστειλε τῷ γνησίῳ οἰκέ-

τῃ. Οἱ δὲ ἄγριοι θῆρες ἰδόντες τὸν προφήτην ἐν μέσῳ αὐτῶν, κύπτοντες

προσεκύνουν· δύναμις γὰρ οὐράνιος ἐνέφραξε τὰ στόματα τῶν λεόντων τοῦ

μὴ λυμαίνεσθαι τὸν δίκαιον.

86

πϚʹ. Ἀνείλκυσαν τὸν Προφήτην ἐκ μέσου τῶν θηρίων, καὶ ἐξηλέγχετο

ἐκ μέρους ἡ ἀσέβεια αὐτῶν, θεασάμενοι αὐτὸν ὡς νυμφίον ἐκ παστοῦ, στίλ-

βοντα τῷ προσώπῳ καὶ τῇ δόξῃ λαμπόμενον.

87

πζʹ. Εἰκότως τὸ δεύτερον ἀμφέβαλον Βαβυλωνίων τὸ ἔθνος, μὴ ἄρα

ἐκαχέκτησαν οἱ ἄγριοι θῆρες, τοῦ μηκέτι ἐσθίειν τῶν ἀνθρώπων τὰ σώματα·

ἕκτην γὰρ ἡμέραν ποιήσας ὁ ἐκλεκτὸς τοῦ Θεοῦ ἀνὰ μέσον τῶν ἑπτὰ λεόν-

των, πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ. Τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ ἦλθεν ὁ βα-

σιλεὺς πενθῆσαι τὸν δίκαιον, κύψας δὲ ἐν τῷ λάκκῳ, θεωρεῖ αὐτὸν καθήμε-

νον μεταξὺ τῶν λεόντων, ὥσπερ ποιμένα ἀνὰ μέσον τῶν ἰδίων προβάτων.

τούτου χάριν εἰκότως ἠμφισβήτουν οἱ ἄπιστοι περὶ τῆς τούτου σωτηρίας.

Ἡνίκα δὲ ἐνεβλήθησαν ἐν τῷ λάκκῳ τῶν λεόντων οἱ ἐχθροὶ τοῦ δικαίου,

θεασάμενοι αὐτοὺς μεληδὸν σπαραχθέντας, καὶ τῶν ὀστέων αὐτῶν λεπτυν-

θέντων εἰς τέλος, λίαν θαυμάσαντες ἀνεβόησαν ἰσχυρῶς· μέγας εἶ, Κύριε, ὁ

θεὸς τοῦ Δανιήλ.

88

πηʹ. Οἱ τρεῖς παῖδες οἱ περὶ Ἀζαρίαν μὴ προσκυνήσαντες τῇ εἰκόνι τῇ

χρυσῇ, ἰσχυρῶς πεδηθέντες ἐρρίφησαν εἰς τὴν ἐξαφθεῖσαν φλόγα· τὸ δὲ πῦρ

οὐ κατετόλμησε φλογίσαι τρίχας αὐτῶν· ἀλλ' ἐξελθοῦσα ἡ φλὸξ ἐνεπύρωσε

τοὺς ταύτην ἐκκαύσαντας.

89

πθʹ. Ταῦτα οὖν ἐννοοῦντες, ὦ γνήσιοι ἀδελφοί, μὴ εὑρεθῶμεν ἀδόκι-

μοι ἐν καιρῷ τῶν πειρασμῶν· διὰ γὰρ τῆς ὑπομονῆς τῶν πειρασμῶν μεγα-

λύνονται [γὰρ] οἱ θεοφιλεῖς ἀεί.

90

Ϙʹ. Ὡς ἔτι ἐν ἡμῖν ἰσχύς ἐστι, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ καὶ

εὐθείᾳ καρδίᾳ καὶ ἐν καλῇ προαιρέσει· ἵνα ἐν καιρῷ πειρασμοῦ βοηθήσας τῇ

ἡμῶν ἀσθενείᾳ, στεφανηφόρους ἀναδείξας, εἰσάξῃ ἡμᾶς εἰς τὴν βασιλείαν

αὐτοῦ. Ἀμήν.

{Λόγοι παραινετικοὶ πρὸς τοὺςκατ' Αἴγυπτον μοναχούςΠαραίνεσις αʹ} Δόξα σοι, ὁ Θεός, δόξα σοι· καὶ πάλιν ἐρῶ, δόξα σοι, ὁ Θεός, ὑπερύ-μνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, ἀγαπητοί, διαπαντός, τῷ ἀξιώσαντιἡμᾶς ὑπὸ τὸν χρηστὸν αὐτοῦ ζυγόν, καὶ ῥυσαμένῳ τῶν προσκαίρων καὶφθαρτῶν. Βούλομαι διακονῆσαι λόγους, οὓς ἡ χάρις ἐφώτισέ μου τὴν διά-νοιαν. Λαλῆσαι δὲ βούλομαι οὐκ ἐν σεσοφισμένοις λόγοις, κἀγὼ ἄνθρωπόςεἰμι ἰδιώτης καὶ εὐτελέστατος· ἀλλ' ὅμως τὰ σεσοφισμένως λεγόμενα οὐπᾶσίν ἐστι δῆλα, καὶ μάλιστα τοῖς μὴ μετεσχηκόσι τῆς κοσμικῆς φιλοσο-φίας. Ὅθεν χρὴ εὔσημον λόγον διδόναι, πρὸς ὃν δύνανται οἱ ἀναγινώσκον-τες νοῆσαι, κατὰ τὸν μακάριον Ἀπόστολον· ἐάν, φησί, μὴ εἰδῶ τὴν δύναμιντῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν σὺν ἐμοὶ βάρ-βαρος. Δύναται δὲ ὁ πνευματικὸς λόγος πεῖσαι τοὺς ὑπηκόους τῆς πίστεως,εἴπερ δίχα τῆς γραμματικῆς καὶ ῥητορικῆς. Εὐλογητὸς δὲ ὁ Θεὸς ὁ παρέ-χων τοῖς πᾶσι τὰ πάντα καὶ φωτίζων ἕκαστον πρὸς τὸ συμφέρον. Ὅτι δὲὑπὲρ τὰ ἐμὰ μέτρα τοῦτο ὑπάρχει, οὐκ ἀγνοῶ· ἀλλὰ γέγραπται· καιρὸς τοῦσιγᾶν, καὶ καιρὸς τοῦ λαλεῖν. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως, μὴ βοηθήσαντες κατὰδύναμιν τοῖς κάμνουσιν ὑπ' ἀπειρίας, καὶ μάλιστα ἐν τῷ καιρῷ τούτῳ, ὡςαὐτοῖς καὶ χειμαζομένοις ὑπὸ κακῆς διδασκαλίας καὶ ἀθέσμου συμβουλίας;Ὁ γὰρ αἱμοβόρος λέων, καὶ τῆς ἀληθείας ἐχθρός, οὐ παύεται ἐξαπατῶντοὺς μὴ λίαν προσέχοντας, οὐ σάρκας ἀνθρώπων κατεσθίειν βουλόμενος,ἀλλὰ ψυχὰς ἐν γεέννῃ συγκατασπᾶν προθυμούμενος. Πόσους οἴεσθε μετὰτὴν ἀναχώρησιν πάλιν τοῖς ἀτίμοις πάθεσιν ὑποτάξαντα; Πόσους μετὰ τὸστοιχειωθῆναι τῇ ἀδελφότητι ἀποστάτας ἀπειργάσατο, καὶ αὐτοῦ τοῦ σχή-ματος ξένους κατέστησεν; Ὅθεν χρὴ μὴ παρατρέπεσθαι, ἀλλ' ἀδελφὸς ὑπὸἀδελφοῦ βοηθούμενος ἀνάλωτοι καθίστανται ταῖς τοῦ Διαβόλου παγίσιν.Ἡμεῖς δέ φαμεν κατὰ τὸν Ἀπόστολον· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶνλογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶἱκάνωσεν ἡμᾶς δουλεύειν αὐτῷ, ἀναξίους ὄντας. Ὑμῖν δὲ δῴη ὁ Κύριος, λα-βόντας τὸν λόγον, ὡς τὴν ἀγαθὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν καρ-πὸν ἀποδοῦναι τὸν ἐν δικαιοσύνῃ Χριστῷ τῷ Σωτῆρι ἡμῶν· ᾧ ἡ δόξα εἰςτοὺς αἰῶνας. Ἀμήν.{Προτροπὴ εἰς τὴν θεοσέβειαν. Παραίνεσις βʹ} Ἀγαπητέ, Χριστιανὸς εἶ διὰ τῆς χάριτος τοῦ Θεοῦ; Τήρησον τὰς ἐντο-λὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθήσῃ· γέγραπται γάρ· ὅτι ἐπ'ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, ἀλλ' ἐνπαντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷἐστιν. Εἰ δὲ βούλει καὶ ἐπὶ τὸν ἀκριβῆ βίον τῶν μοναχῶν ἐλθεῖν, ὅπως καὶτῶν κρειττόνων ἐπιτύχῃς, ἐὰν μὴ θῇς ἐν τῷ λογισμῷ σου, ὅτι ἤδη μετέστηςτοῦ βίου τούτου, καὶ ἡγήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ, ὥσπερσκηνὴν καταλελυμένην, οὐ δύνασαι νικῆσαι τὰ πάθη τὰ γήϊνα καὶ τὰς κο-σμικὰς ἐπιθυμίας, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον τῆς σαρκὸςκαὶ ἀπώλειαν· ἀψευδὴς γὰρ ὁ εἰπών· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνη-