De octo cogitationibus
- Edition reference
- De octo cogitationibus, ed. Phrantzolas, op. cit., vol. 3, 295–304.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg037.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
295
λῃς νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπα τὴν ἀκτημοσύνην καὶ τὴν εὐτέλειαν.
Ἐὰν θέλῃς νικῆσαι τὸν θυμόν, κτῆσαι πρᾳότητα καὶ [τὴν] μακροθυμίαν, καὶ
ἐνθυμοῦ πόσα κακὰ ἐποίησαν οἱ Ἰουδαῖοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι-
στόν· καὶ ὁ Φιλάνθρωπος οὐκ ὠργίσθη αὐτοῖς, ἀλλὰ μᾶλλον ηὔχετο ὑπὲρ
αὐτῶν καὶ ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι
296
τί ποιοῦσιν. Ἐὰν θέλῃς νικῆσαι τὴν ἄκαιρον λύπην, μηδέποτε λυπηθῇς διά
τι ποτὲ πρόσκαιρον πρᾶγμα· καὶ ἐὰν δαρῇς ἢ ἀτιμασθῇς ἢ διωχθῇς, μὴ
λυπηθῇς, ἀλλὰ μᾶλλον χαῖρε. Τότε μόνον λυποῦ, ὅταν ἁμαρτήσῃς· ἀλλὰ καὶ
τότε συμμέτρως, ἵνα μὴ πέσῃς εἰς ἀπόγνωσιν καὶ ἀπολεσθῇς. Ἐὰν θέλῃς νι-
κῆσαι τὴν ἀκηδίαν, κάμνε τί ποτε μικρὸν ἐργόχειρον, ἢ ἀναγίνωσκε καὶ εὔ-
χου πυκνά. Ἐὰν θέλῃς νικῆσαι τὴν κενοδοξίαν, μὴ ἀγάπα τοὺς ἐπαίνους,
μηδὲ τὴν πρωτοκαθεδρίαν· μᾶλλον δὲ ἀγάπα, ἵνα σε ψέγωσι ψευδόμενοι καὶ
ἀτιμαζόμενοι· καὶ κράζε καὶ τὸν ἑαυτὸν τοῦ παντὸς ἁμαρτωλοῦ ἁμαρτωλό-
τερον. Ἐὰν θέλῃς νικῆσαι τὴν ὑπερηφανίαν, εἴ τι ἂν ποιήσῃ, μὴ λέγε ὅτι ἢ
ἀπὸ ἰδίου μου κόπου ἤνυται ἢ ἀπὸ ἰδίας ἀνδρείας· ἀλλὰ κἂν νηστεύῃς κἂν
ἀγρυπνῇς κἂν χαμαικοιτῇς κἂν ψάλλῃς κἂν διακονῇς κἂν μετανοίας πολλὰς
ποιῇς, λέγε ὅτι ἐκ τῆς τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως ἤνυνται, οὐχὶ δὲ
ἐκ τῆς ἐμῆς δυνάμεως, οὐδὲ ἐκ τῆς ἐμῆς σπουδῆς.
Σπούδασον, τέκνον, ἵνα ὑπάρχῃς πάντοτε ἁπλοῦς καὶ ἄκακος, καὶ μὴ
ἔχε ἄλλα εἰς τὴν καρδίαν σου καὶ ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρ δο-
λιότης ἐστί. Γίνου ἀληθινὸς καὶ μὴ ψεύστης, διότι τὸ ψεῦδος ἐκ τοῦ Πονη-
297
ροῦ ἐστι. Μὴ ἀπόδος ποτὲ κακὸν ἀντὶ κακοῦ, ἀλλ' ἐάν σε κακοποιήσῃ τις
κακόν ποτε, συγχώρησον αὐτῷ, ἵνα καὶ σοὶ συγχωρήσῃ ὁ Θεός. Ἐάν σε
πολεμῇ ἡ μνησικακία, εὔχου ἐξ ὅλης ψυχῆς ὑπὲρ τοῦ ἀδελφοῦ ἐκείνου, καὶ
ἀναχωρῇ ἡ μνησικακία. Βλέπε, μὴ παραδέξαι τὸ πάθος τοῦ φθόνου, ἵνα μή
σε καταπίῃ ὁ Διάβολος ζῶντα· ἀλλὰ μᾶλλον ἐξαγόρευε τὸ πρᾶγμα καὶ πα-
ρακάλει τὸν Θεόν, ἵνα σε λυτρώσῃ ἐκ τοῦ τοιούτου κινδύνου. Ἐὰν ἴδῃς τινὰ
ἁμαρτάνοντα, μὴ καταλαλήσῃς, μηδὲ κατακρίνῃς αὐτόν, μηδὲ μισήσῃς αὐ-
τόν, ἵνα μὴ πέσῃς καὶ σὺ εἰς τὸ αὐτὸ ἁμάρτημα· μᾶλλον δὲ λέγε ὅτι ἐγὼ
χείρων εἰμί· καί, ὅτι σήμερον αὐτός, κἀγὼ αὔριον. Γίνωσκε ὅτι φοβοῦνται
καὶ οἱ δαίμονες τοῦ μοναχοῦ τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἐγκράτειαν,
τὴν ταπείνωσιν, τὰς εὐχὰς καὶ τὰ δάκρυα καὶ τὰς λοιπὰς ἀρετάς. Ἐὰν θέ-
λῃς, ἵνα σοι χαρίσῃ ὁ Θεὸς δάκρυα καὶ κατάνυξιν καὶ ἀπάθειαν, ὑπομιμνῄ-
σκου τὸν θάνατον καὶ τὸν τάφον σου πάντοτε. Ἐὰν ἐκ τοῦ Διαβόλου πλανη-
θῇς καὶ πέσῃς εἰς ἁμαρτίαν, ἢ εἰς μικρὰν ἢ εἰς μεγάλην, μὴ ἔλθῃς εἰς ἀπό-
γνωσιν καὶ ἀπολεσθῇς, ἀλλὰ δράμε εἰς ἐξαγόρευσιν καὶ εἰς τὴν μετάνοιαν,
298
καὶ ὁ Θεὸς οὐκ ἀποστρέφεταί σε. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Καὶ δέχεταί σε ὁ Θεός.
Μὴ ἀγαπήσῃς ἀπέρχεσθαι εἰς τὰς πόλεις. Ἐὰν γὰρ μὴ ἴδῃς πονηρά, ἔ-
ση καθαρός. Μὴ πίνε οἶνον εἰς μέθην, ἵνα μὴ ποιήσῃς τὴν καρδίαν σου μαί-
νεσθαι εἰς τὰς ἡδονάς. Μὴ φάγῃς δεύτερον τῆς ἡμέρας, ἵνα μὴ παχυνθῇ σου
τὸ σῶμα, καὶ σὺν αὐτῷ τὰ πάθη. Μὴ κλῄσῃς τὴν θύραν σου ἐπὶ ξένῳ· ὅτι ἐν
ᾧ μέτρῳ μετρήσεις, ἀντιμετρηθήσεταί σοι. Ἐπισκέπτου τοὺς ἀρρώστους, ἵνα
καὶ σὲ ἐπισκέψεται ὁ Θεός. Μὴ πολλὰ κοιμῶ, ἀλλ' αἴτει ἀδιαλείπτως τὴν
βοήθειαν τοῦ Θεοῦ, ἵνα φύγῃς ὥσπερ ὄρνεον ἐκ παγίδος. Μὴ πολυλόγει, ἵνα
μὴ ἐμπέσῃς εἰς ψεῦδος. Μὴ κτήσῃς ἑαυτῷ ὑπὲρ τὴν χρείαν σου, ἀλλὰ ζῆσον
ἐν βίῳ μετρίῳ. Ἡσύχαζε καὶ τὰ ἴδια πράττε. Ὅλῃ δυνάμει κράτει γλώσσης
καὶ κοιλίας. Ἔχε ταπεινοφροσύνην. Γίνου ὡς ἀγνοῶν καὶ ἰδιώτης. Ἔχε
πρᾳότητα εἰς πάντας ἀνθρώπους. Πολλὴν ζημίαν ἡγοῦ ἐκ τοῦ λαλεῖν καὶ
299
γελᾶν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἔχει. Πάντοτε τὴν θλῖψιν καὶ τὸν θάνατον
ἔχε πρὸ ὀφθαλμῶν σου, καὶ μηδέποτε ἀπελπίσῃς πειρασμόν. Ἐξέταζε σεαυ-
τὸν ἑσπέρας καὶ πρωῒ πῶς παρῆλθες· ταῦτα δὲ ἄνευ κόπου κατορθῶσαι
ἀδύνατον. Γίνωσκε, ὅτι καθάπερ ἡ γῆ οὐ δύναται καρποφορῆσαι τὸν ἄνθρωπον
ἄνευ σπέρματος καὶ ὕδατος, οὕτως ἀδύνατον καρποφορῆσαι τὸν ἄνθρωπον
χωρὶς κακοπαθείας καὶ ταπεινοφροσύνης. Φρόντιζε αὑτοῦ ὡς εἰκόνος Θεοῦ
διαπαντός. Φοβοῦ τὸν Θεὸν ὡς μέλλων ἀπολογίαν δοῦναι αὐτῷ περὶ πάν-
των τῶν ἔργων σου. Διαλογίζου σεαυτῷ καθ' ἑκάστην ποῖον πάθος ἐνίκη-
σας. Ὁ πιστεύων ὅτι ἔνι κρίσις, οὐ κρίνει τινὰ τῶν ἀνθρώπων, ἀλλὰ φυλάτ-
τει ἑαυτὸν ἕως τῶν μικρῶν καὶ ἐλαχίστων. Ὁ πιστεύων ὅτι μέλλει τὸ σῶμα
αὐτοῦ ἀναστῆναι, φροντίζει τοῦ καθαρίσαι αὐτὸ ἀπὸ μολυσμοῦ.
Στῆθι οὖν, ἀγαπητέ, ἐν φόβῳ Θεοῦ, φυλάττων καὶ πληρῶν τὸ πρακτι-
κόν, μὴ παρέχων πρόσκομμα τῇ συνειδήσει σου· ἀλλὰ πρόσεχε αὐτῇ, ἵνα
καὶ αὐτὴ ἔσεταί σοι φύλαξ, δεικνύουσα ἕκαστον εἰς ὃ ἐμπίπτεις, ἵνα μὴ κα-
ταλείψῃ καὶ ἐμπέσῃς εἰς χεῖρας τῶν ἐχθρῶν σου. Γίνωσκε, ὅταν ἄρξηται ὁ
300
νοῦς τοῦ μοναχοῦ φεύγειν ἀπὸ τῶν θελημάτων αὐτοῦ καὶ προσφεύγειν τῷ
Θεῷ, πρῶτον ἡ ἀκηδία πολεμεῖ αὐτόν· τὸ δὲ ἐξαλεῖφον τὴν ἀκηδίαν ἔστιν ἡ
προσευχὴ καὶ ἡ πρὸς Θεὸν ἀδολεσχία· τὸ δὲ περιποιοῦν τὴν ἀδολεσχίαν ἔ-
στιν ἡ ἐγκράτεια· τὸ δὲ φυλάσσον τὴν ἐγκράτειαν, ἔστιν ὁ σωματικὸς κό-
πος, ἤγουν ἡ στενὴ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.
Ἰδοὺ ἡ στενὴ αὕτη ὡς ἐν κατόπτρῳ φαίνεται τοῖς μοναχοῖς διὰ λόγου·
πάντα γὰρ τούτοις πικρὰ τὰ παρόντα. Ἡ κτῆσις ἐπίβουλος, ἡ χρῆσις ἀντί-
παλος· ἡ ἀπόκτησις ὀδυνηρά, ἡ εὐτέλεια πικρά, ἡ ἔνδεια ἐπώδυνος· ἡ ἄσκη-
σις μοχθηρά, ἡ ἐγκράτεια ἐπίπονος· ἡ ἀκρίβεια ἐπισφαλής, ἡ σιωπὴ ἐπώδυ-
νος. Ἐὰν ἐλέγξῃ, χρεώστης γίνεται τοῦ βαλεῖν μετάνοιαν· ἐὰν σιωπήσῃ,
μαραίνεται ἀπὸ ζήλου Θεοῦ. Ἐν ἅπασι τοῖς καλοῖς ἀντεκατέστησεν ὁ μισό-
καλος δαίμων τὸ ὅμοιον κακόν. Ἐν τῇ ἐλεημοσύνῃ, ἀντέθηκε τὴν χρηστεμ-
πορίαν· ἐν τῇ ἀσκήσει, τὴν οἴησιν· ἐν τῇ ἀγρυπνίᾳ, κατηγορίαν· ἐν τῇ εὐχῇ,
τὸν ὄκνον· ἐν τῇ ἀκτημοσύνῃ, τὴν καπηλείαν· ἐν τῇ ἀγάπῃ, τὴν κολακείαν·
301
ἐν τῇ φιλοξενίᾳ, τὴν ἀδιαφορίαν καὶ τὴν γαστριμαργίαν. Πάντα συνέχεε,
πάντα συνέφυρε, πᾶσιν ἐκοινώνησε.
Κινδυνεύει λοιπὸν ὁ βίος τῶν μοναχῶν καταλυθῆναι. Ἡ κεφαλὴ σὺν
τοῖς ποσὶν ὑφίσταται βλάβην· οἱ ὀφθαλμοὶ σὺν ταῖς χερσὶν ὑπομένουσιν ἀρ-
ρωστίαν. Ἡ κτῆσις τὴν πίστιν ἐμάρανεν· ἡ χρῆσις τὴν ἄσκησιν ἠλλοίωσεν.
Ἐβιάσατο τὴν ταπεινοφροσύνην ἡ αὐθεντία· ἀνέτρεψε τὴν ἐλπίδα ἡ τῶν
προσκαίρων κτῆσις. Τὸ ἔργον τῆς ψυχῆς ἐσκότωσεν ἡ πρᾶξις τοῦ σώματος·
ἡ μέριμνα τῆς σαρκὸς ἤμβλυνε τῆς διανοίας τὸν ἔλεγχον. Οὐκ ἄγει σχολὴν
ἡ συνείδησις κατανύξαι τὸν νοῦν. Οὐκ ἐπιτρέχουσιν οἱ λογισμοὶ συνεργῆσαι
πρὸς μετάνοιαν. Καὶ εἰ μὴ σφάλλομαι ταῦτα λέγων, τύπος ἐστὶν αἰχμαλω-
σίας ἡ τοιαύτη κατάστασις· ἐπωρώθημεν γὰρ καὶ οὐ θέλομεν ἐννοῆσαι ὅτι ἡ
ψυχὴ ποιῆσαι ὁμοῦ καλὸν καὶ κακὸν οὐ δύναται· κακὸν δὲ διὰ καλοῦ ἐπιτη-
δεύει. Διὰ νηστείας κενοδοξεῖ· δι' ἐγκρατείας ὑπερηφανεύεται. Θεῷ προσα-
νέχειν οὐ βούλεται, τῷ εἰπόντι, οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.
Σὺ οὖν, εἰ ἐν ἀληθείᾳ τὸν Κύριον ἠγάπησας καὶ τῆς μελλούσης βασι-
302
λείας τυχεῖν ἐπιζητεῖς καὶ πόνον περὶ τῶν πταισμάτων ἔσχηκας καὶ κρίσεως
αἰωνίου καὶ κολάσεως μέμνησαι, φόβον τῆς ἐκ τοῦ κόσμου τούτου ἐξόδου
σου ἀναλαβόν. Μὴ ἔχε ἀγάπην ἢ φροντίδα ἢ μέριμναν χρημάτων ἢ κτημά-
των ἢ γονέων ἢ δόξης τοῦ βίου, μὴ φίλων, μὴ συγγενῶν, μὴ ἀδελφῶν, μη-
δενὸς τῶν ἐπιγείων τὸ παράπαν· ἀλλὰ πᾶσαν τὴν περὶ τούτων σχέσιν καὶ
φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας ἔτι καὶ τὴν ἰδίαν σου σάρκα πρὸ τού-
των ἀπάντων, γυμνὸς καὶ ἀμέριμνος καὶ ἄοκνος τῷ Χριστῷ ἀκολούθει,
πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων καὶ τὴν ἐκεῖθεν βοήθειαν ἐκδεχόμενος· ὁ γὰρ
θάνατος ἄωρος καὶ ἡ κρίσις ἐγγύς, καὶ οὐαὶ τῷ ἀνετοίμῳ.
Οὐαί σοι, ψυχή, ὅτι ἀναισθήτως διάγεις ἐν τῇ παρούσῃ ζωῇ, τρυφῶσα
καθ' ἑκάστην ἡμέραν καὶ γελῶσα καὶ ῥεμβομένη καὶ τὸν ἄνετον διώκουσα
βίον, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι μέλλεις θρηνῆσαι, ὡς ἐκεῖνος ὁ πλούσιος,
ἐν τῇ φλογὶ τοῦ αἰωνίου πυρὸς βασανιζομένη.
Οὐαί σοι, ψυχή, ὅτι οὐκ ἀνέχεις θλῖψιν τινὰ παρὰ τοῦ ἀδελφοῦ ἐπαγο-
303
μένην σοι, ἢ λόγον στρυφνόν, ἀλλ' εὐθὺς εἰς ἀντιλογίαν καὶ ἀντιπάθειαν χω-
ρεῖς, καὶ ἀπόλλεις τὸν στέφανον τῆς ὑπομονῆς καὶ πρᾳότητος, καὶ μετὰ τῶν
μνησικάκων αἰωνίως καταδικάζῃ.
Οὐαί σοι, ψυχή, ὅτι μισεῖς τὸν ἀδελφόν σου καὶ λοιδορεῖς, ἢ τῶν τὰ ὅ-
μοια ποιούντων ἀνέχεις, καὶ διὰ τοῦτο μετὰ τῶν φονέων τιμωρηθήσῃ· ὁ
γὰρ μισῶν, φησί, τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί.
Οὐαί σοι, ψυχή, ὅτι καταφρονεῖς τῶν ἐντολῶν τοῦ Θεοῦ, μόνῳ δὲ τῷ
σχήματι τοῦ μοναχοῦ καὶ ὀνόματι ὑπολαμβάνεις εἶναι τὴν σωτηρίαν. Ἀκού-
σῃ γὰρ ἐν φοβερᾷ τῇ ἡμέρᾳ τοῦ Κυρίου λέγοντος· οὐ πᾶς ὁ λέγων μοι Κύ-
ριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέ-
λημά μου· πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον ἡτοι-
μασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Οὐαί σοι, ψυχή, ὅτι ἀγαπᾷς τὴν δόξαν τῶν ἀνθρώπων καὶ τὴν τιμήν,
καὶ τὸν καλλωπισμὸν τῶν ἱματίων, καὶ τὴν κτῆσιν τῶν ὑλῶν, καὶ διὰ τοῦτο
βδελυκτὴ παρὰ τῷ Θεῷ φανεῖσα ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀπόπεμπτός τε
304
τοῦ προσώπου αὐτοῦ γενήσῃ, καὶ τοῖς ἀλαζόσι δαίμοσι συναριθμηθήσῃ.
Οὐαί σοι, ψυχή, ὅτι καθ' ἑκάστην ἡμέραν ἁμαρτάνεις, καὶ τὴν μετά-
νοιαν ἡμέρας ἐξ ἡμέρας ἀναβάλλεις. Ἐπιστήσεται οὖν σοι ἡ ἔξοδος, ὡς κλέ-
πτης ἐν νυκτὶ ἄφνω, καὶ δέσμιος ἀπαχθήσῃ ἐν τῇ τοῦ πυρὸς γεέννῃ, ἀνόνη-
τα θρηνοῦσα καὶ ἑαυτὴν τῆς ἀβουλίας καταβοῶσα.
Οὐαί σοι, ψυχή, ὅτι οὐ φρίττεις ἐννοοῦσα πῶς μέλλεις ὀφθῆναι τῷ
προσώπῳ τοῦ Θεοῦ ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὅτε καὶ αἱ δυνάμεις
τῶν οὐρανῶν τῷ φόβῳ σαλεύονται, ἔχουσα τὸν χιτῶνα βδελυκτὸν καὶ κα-
τερρυπωμένον.
{Περὶ καταστάσεως πνευματικῆς} Ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γα-στριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασίακαὶ τὰ ὅμοια τούτοις, οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχα-τον δὲ πάντων τῶν κακῶν ἡ ἀπόγνωσις· καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενοςπεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίαςἀπωλείας. Ἐν δὲ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἔστι ταῦτα· ἡσυχία, ἐγκρά-τεια, σωφροσύνη, ἀγάπη, ὑπομονή, χαρά, εἰρήνη, ταπεινοφροσύνη καὶ τὰ ὅ-μοια τούτοις, οἷς ἐξακολουθεῖ ἡ αἰώνιος ζωή.{Περὶ ὑπομονῆς} Ὁ βουλόμενος Θεῷ εὐαρεστῆσαι καὶ κληρονόμος Θεοῦ διὰ πίστεωςγενέσθαι, ἵνα καὶ αὐτὸς υἱὸς Θεοῦ προσαγορευθῇ, γεννηθεὶς ἐκ ΠνεύματοςἉγίου, πρὸ πάντων τῆς μακροθυμίας καὶ τῆς ὑπομονῆς δραξάμενος, ὀφείλειτὰς ἀπαντώσας θλίψεις, στενοχωρίας τε καὶ ἀνάγκας γενναίως ὑποφέρειν,ἤτοι σωματικὰς νόσους καὶ πάθη, ἤτοι ὀνειδισμοὺς καὶ ὕβρεις ὑπὸ ἀνθρώ-πων, ἤτοι ἀοράτους θλίψεις διαφόρους, τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶντῆς πονηρίας πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν ζωὴν εἰσελθεῖν,εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἀπαγαγεῖν βουλομένων·κατ' οἰκονομίαν τοῦ Θεοῦ, συγχωροῦντος ἑκάστῃ ψυχῇ δοκιμασθῆναι ἐνδιαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν οἱ ἐξ ὅλης ψυχῆς ἀγαπῶντες τὸνΘεόν, εἰ πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ Πονηροῦ γενναίως ὑποφέρουσι καὶτῆς ἐλπίδος τοῦ Θεοῦ οὐκ ἀφίστανται, ἀλλὰ πάντοτε τὴν λύτρωσιν διὰ τῆςχάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμενοι· διὸ καὶ ἐξελθεῖν δυνή-σονται πάντα πειρασμόν, καὶ οὕτως τῆς ἐπαγγελίας τυχόντες, ἄξιοι τῆς βα-σιλείας καθίστανται. Ὀφείλει οὖν ψυχή, ἐν τῷ λόγῳ τοῦ Κυρίου κατακολου-θοῦσα, τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν αἴρειν, ὡς γέγραπται· τουτέστιν,ἑτοίμως ἔχουσα ὑπομένειν διὰ Χριστὸν πᾶσαν θλῖψιν καὶ πειρασμόν, ἤτοιφανερὸν ἤτοι κρυπτόν, καὶ εἰς τὸν Κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε,ὅτι ἐν ἐξουσίᾳ αὐτοῦ ἐστιν καὶ τὸ θλιβῆναι τὴν ψυχήν, παραχωρουμένην ὑπ'αὐτοῦ, καὶ τὸ λυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι' αὐτοῦ. Εἰ δὲμὴ ἀνδρίζεται καὶ γενναίως φέρει, ὑπομένουσα πάντα πειρασμὸν καὶ θλῖψιν,ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦἀγῶνος, ἢ καὶ ἀπελπίζει, ὡς μηκέτι λυτρουμένη, ὅπερ καὶ τοῦτο αὐτῆς τῆςκακίας ἐστὶ τέχνη, εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα· καὶτῆς ἐλπίδος ἐγκρατὴς μὴ γενομένη, ἀπεκδεχομένη τὸ ἔλεος τοῦ Κυρίου ἐνπίστει ἀδιστάκτῳ, τῆς ζωῆς ἡ τοιαύτη οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντωντῶν ἁγίων οὐ γέγονεν, οὔτε τοῖς ἴχνεσι τοῦ Κυρίου περιεπάτησεν. Κατανόησον καὶ ἴδε, πῶς ἐξ ἀρχῆς οἱ πατέρες καὶ πατριάρχαι καὶπροφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες δι' αὐτῆς ὁδοῦ τῶν θλίψεων καὶ τῶνπειρασμῶν διελθόντες, οὕτως ἐγενήθησαν εὐαρεστῆσαι Θεῷ, ὑπομείναντεςπάντα πειρασμὸν καὶ θλῖψιν γενναίως, καὶ ἐν ταῖς στενοχωρίαις ἥδοντο, διὰτὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὡς ἡ Γραφή φησι· τέκνον,ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔ-θυνον τὴν καρδίαν σου καὶ καρτέρει. Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· εἰ δὲχωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχυἱοί. Καὶ ἀλλαχοῦ πάλιν· τὰ ἐπιφερόμενά σοι πάντα, ὡς ἀγαθὰ πρόσδεξαι·εἰδὼς ὅτι ἄνευ Θεοῦ οὐδὲν γίνεται. Καὶ ὁ Κύριος λέγει· μακάριοί ἐστε, ὅτανὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶνψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολλὸςἐν τοῖς οὐρανοῖς. Καὶ τό· μακάριοι οἱ δεδιωγμένοι ἕνεκα δικαιοσύνης, ὅτιαὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Δεδιωγμένοι δέ, ἤτοι φανερῶς ὑπὸτῶν ἀνθρώπων, ἤτοι κρυπτῶς ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας· ἀνταγωνί-ζονται γὰρ πρὸς τὴν τὸν Θεὸν ἀγαπῶσαν ψυχὴν καὶ εἰς θλίψεις διαφόρουςἐμβάλλουσι, πρὸς τὸς ἐμποδίσαι αὐτὴν εἰσελθεῖν εἰς τὴν ζωήν· ἅμα δὲ ἵνακαὶ δοκιμασθῶσιν, εἰ κατὰ ἀλήθειαν ἀγαπῶσι τὸν Θεόν, ἐν τῷ ὑπομένεινπᾶσαν θλῖψιν καὶ τῆς ἐλπίδος εἰς τέλος κρατῆσαι καὶ τὴν λύτρωσιν ἐπιδείξα-σθαι ἐκδεχόμεναι. Ἢ πάλιν καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδοςἐλαττουμένη ἀποδειχθήσεται, μὴ ἀγαπῶσα τὸν Θεὸν ἐξ ἀληθείας. Αἱ δὲ διά-φοροι θλίψεις καὶ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀξίας οὔσας καὶ ἀναξίουςψυχάς· τὰς ἐχούσας πίστιν, ἐλπίδα καὶ ὑπομονήν, καὶ τὰς μὴ ἐχούσας· ἵναἐν πᾶσιν ἀποδειχθήσονται δόκιμοι καὶ πισταὶ καὶ ἄξιαι ψυχαί, ἕως τέλουςὑπομένουσαι καὶ τῆς ἐλπίδος τῆς πίστεως κρατήσασαι, καὶ οὕτως τὴν ἀπο-