The Greek Library Catalogue

Anonymous

De patientia

Edition reference
De patientia, ed. Phrantzolas, op. cit., vol. 3, 306–322.
CTS identifier
urn:cts:greekLit:tlg4138.tlg039.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

309

λύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος, δικαίως τῆς βασιλείας κληρονόμοι γε-

νήσονται.

310

Τὴν ὑπομονὴν τοίνυν καὶ ἐλπίδα πρὸ πάντων ἑκάστη ψυχὴ βουλομένη

εὐαρεστῆσαι Θεῷ γενναίως κρατείτω, καὶ οὕτως δυνήσεται διεξελθεῖν πᾶσαν

ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ. Οὐδὲ γὰρ εἰς τοσοῦτο παραχωρεῖ ὁ

Θεὸς ψυχὴν εἰς αὐτὸν ἐλπίζουσαν καὶ αὐτὸν ὑπομένουσαν πειρασθῆναι, ὥστε

ἐξαπορηθῆναι καὶ παραδοθῆναι εἰς πειρασμοὺς καὶ θλίψεις, ἃς οὐ δύναται

ὑπενεγκεῖν· ὡς ὁ Ἀπόστολός φησιν· πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πει-

ρασθῆναι, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι

ἡμᾶς ὑπενεγκεῖν. Οὐδὲ γὰρ ὅσον βούλεται ὁ Πονηρὸς πειράζει καὶ θλίβει

τὴν ψυχήν, ἀλλ' ὅσον παραχωρεῖται αὐτῷ ὑπὸ τοῦ Θεοῦ. Μόνον ἡ ψυχὴ

γενναίως ὑποφέρουσα, τὴν ἐλπίδα κρατείτω τὴν ἐν πίστει, ἀπεκδεχομένη

τὴν παρ' αὐτοῦ βοήθειαν καὶ ἀντίληψιν, καὶ ἀμήχανον αὐτὴν ἐγκαταλειφθῆ-

ναι. Ἀλλ' ὅσον ἀγωνίζεται, διὰ πίστεως καὶ ἐλπίδος προσφεύγουσα Θεῷ,

καὶ τὴν παρ' αὐτοῦ βοήθειαν καὶ λύτρωσιν ἀδιστάκτως ἐκδεχομένη, τοσού-

τῳ ταχύτερον λυτροῦται αὐτὴν ὁ Κύριος πάσης περιεχούσης θλίψεως. Οἶδε

γὰρ αὐτὸς πόσον ὀφείλει εἰς δοκιμασίαν καὶ πειρασμὸν εἰσελθεῖν ἡ ψυχή,

311

καὶ τοσοῦτο καὶ παραχωρεῖ· μόνον αὐτὴ ἐγκρατὴς γενέσθω εἰς τέλος, καὶ

οὐ μὴ καταισχυνθῇ. Καθὼς εἴρηται· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ

ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Καὶ πά-

λιν· ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στε-

νοχωρίαις, καὶ τὰ ἑξῆς. Καὶ ὁ Κύριός φησιν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος

σωθήσεται. Καὶ πάλιν· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ

ἀλλαχοῦ λέγει· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; Ἢ τίς ἐνέμεινε τῷ

λόγῳ αὐτοῦ, καὶ κατελείφθη; Καὶ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐ-

τόν; Εἰ γὰρ οἱ ὀλίγης συνέσεως καὶ νοὸς μέτοχοι γεγονότες ἄνθρωποι ἐπί-

στανται δοκιμάζειν καὶ διακρίνειν, πόσον βάρος καὶ γόμον ἕκαστον τῶν

ζώων βαστάζειν δύναται, οἷον, ἡμίονος ἢ κάμηλος· καὶ τοσοῦτον ἐπιφορτί-

ζουσι κατὰ τὴν δύναμιν τοῦ ζώου. Καὶ ὁ κεραμεὺς πλάσας τὰ σκεύη, ἐὰν μὴ

ἐν τῇ καμίνῳ βάλῃ αὐτά, ἵνα πυρωθέντα στερεωθῇ, ἐπιτήδεια εἰς χρῆσιν ἀν-

θρώποις οὐ γίνεται· ἐπίσταται δὲ πόσον ἐν τῷ πυρὶ χρὴ ἐάσαι, ἕως οὗ χρή-

312

σιμα γένηται· οὐδὲ ὑπὲρ τὸ δέον αὐτὰ ἀφίησιν ἐν τῇ καμίνῳ, ἵνα μὴ κατα-

καέντα διαφθαρῇ· οὐδὲ πάλιν ἐλλιπόμενα, ἵνα μὴ ἀποίητα ᾖ καὶ ἄχρηστα. Εἰ

οὖν ἐπὶ τῶν φθειρομένων καὶ φαινομένων τοσαύτην διάκρισιν καὶ γνῶσιν οἱ

ἄνθρωποι κέκτηνται, πόσῳ μᾶλλον ὁ Θεὸς ὢν ἀκατάληπτος τῇ γνώσει καὶ

τῇ συνέσει, καὶ ὅλος σοφία ὑπάρχων, ἐπίσταται πόσων δοκιμασιῶν καὶ πει-

ρασμῶν χρῄζουσιν αἱ ψυχαί, αἱ αὐτῷ εὐαρεστῆσαι θέλουσαι καὶ τῆς αἰωνίου

ζωῆς ἐπιτυχεῖν ἐπιθυμοῦσαι· καὶ οὕτως ὑπομείνασαι γενναίως καὶ προθύμως

ἐν ἐλπίδι πᾶσαν θλῖψιν μέχρι τέλους, τότε δόκιμοι καὶ ἐπιτήδειοι τῆς βασι-

λείας τῶν οὐρανῶν καθίστανται.

Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως οὐ χρησιμεύει εἰς τὸ γενέσθαι ἀπ'

αὐτοῦ νήματα λεπτότατα, ἐὰν μὴ ἐπὶ πολὺ κοπανισθῇ· καὶ ὅσον βασανίζε-

ται, τοσούτῳ καθαρώτερον καὶ ἐπιτηδειότερον γίνεται, οὕτω καὶ ἡ φιλόθεος

ψυχὴ εἰς πολλὰς δοκιμασίας καὶ πειρασμοὺς εἰσερχομένη καὶ θλίψεις ὑπομέ-

νουσα γενναίως, καθαρωτέρα καὶ χρησιμωτέρα εἰς τὴν πνευματικὴν τῆς λε-

πτότητος ἐργασίαν καθίσταται, καὶ τέλος τὸν ἐπουράνιον τῆς βασιλείας χῶ-

ρον κληρονομεῖν καταξιοῦται. Ὥσπερ γὰρ τὸ νεόπλαστον σκεῦος ἐν πυρὶ

313

〈μὴ〉 βληθέν, ἀνεπιτήδειόν ἐστιν εἰς χρῆσιν ἀνθρώπων· ἢ ὥσπερ νήπιον,

ἐφ' ὅσον χρόνον εἰς τὸ τοῦ κόσμου ἔργον ἀνεπιτήδειον τυγχάνει, οὔτε γὰρ

πόλεις οἰκοδομεῖ, οὔτε φυτεῦσαι δύναται, οὔτε σπόρον καταθέσθαι, οὔτε ἕτε-

ρόν τι τοῦ κόσμου ἐπιτελεῖν, νήπιον γάρ ἐστιν, οὕτω καὶ αἱ ψυχαί, αἱ χάρι-

τος θείας μέτοχοι γενόμεναι, τροποφοροῦνται ἐν τῇ γλυκύτητι καὶ ἀναπαύ-

σει τοῦ Πνεύματος, διὰ τὴν νηπιότητα αὐτῶν τῇ τοῦ Κυρίου χρηστότητι μη-

δέπω δοκιμασθεῖσαι ἐν διαφόροις πειρασμοῖς καὶ θλίψεσιν ὑπὸ τῶν πονηρῶν

πνευμάτων, δι' ὧν δείκνυται ἡ ὑπομονή· ἀλλὰ ἀκμὴν νήπιοι τυγχάνουσι,

καὶ ἵν' οὕτως εἴπω, οὐδέποτε χρησιμεύουσι τῇ βασιλείᾳ, ὡς εἴρηται· εἰ δὲ

χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ, καὶ οὐχ

υἱοί. Ὥστε καὶ αἱ θλίψεις καὶ οἱ πειρασμοὶ συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, καὶ

δόκιμον καὶ στερεὰν τὴν ψυχὴν ἀπεργάζονται, ἐὰν γενναίως καὶ προθύμως

ἐν πεποιθήσει Θεοῦ καὶ ἐλπίδι ὑπομένῃ τὰ ἐπερχόμενα, ἀπεκδεχομένη ἐν πί-

στει ἀδιστάκτῳ τὴν ἀπὸ τοῦ Κυρίου λύτρωσιν καὶ τὸ ἔλεος αὐτοῦ. Καὶ ἀδύ-

νατον ἀποτυχεῖν αὐτὴν τῆς ἐπαγγελίας τοῦ Πνεύματος καὶ τῆς ἀπολυτρώ-

σεως τῶν τῆς κακίας παθῶν· καὶ καταξιωθῇ ὡς δόκιμος καὶ πιστὴ τὴν

314

εἰς τὸν Κύριον ἐλπίδα ἕως τέλους ἐν ὑπομονῇ κρατῆσαι.

Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους

ὑπέμειναν, καὶ ἕως θανάτου ἐλθόντες τὴν εἰς τὸν Κύριον ἐλπίδα, ἔμειναν εἰς

τὴν καλὴν ὁμολογίαν καὶ οὕτως δόκιμοι ἀποδειχθέντες τοὺς στεφάνους τῆς

δικαιοσύνης λαβεῖν κατηξιώθησαν. Οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασά-

νους ὑπενεγκόντες, πλείονα δόξαν καὶ παρρησίαν ἐκτήσαντο πρὸς τὸν Θεόν·

ὅσοι δὲ ἠπίστησαν, τὰς θλίψεις καὶ μάστιγας δεδοικότες, μὴ ἐμμείναντες τῇ

καλῇ ὁμολογίᾳ εἰς τέλος, ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα

καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται. Τὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλί-

ψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσιν ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων,

ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἤτοι κρυπτῶς ἔνδοθεν πόνοις θλί-

ψεων ἢ λογισμοῖς πονηροῖς, ἤτοι δὲ καὶ φανερῶς διὰ σωματικῶν παθῶν,

ὑπομείνασαι γενναίως καὶ τῆς ἐλπίδος κρατήσασαι καὶ τὴν μισθαποδοσίαν

τοῦ Κυρίου ἀπεκδεχόμεναι, τῶν στεφάνων τῆς δικαιοσύνης καταξιοῦνται,

τὴν αὐτὴν ἀπολύτρωσιν ἔνδοθεν ἐχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν

μαρτύρων ἐπὶ Θεῷ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκουσαι. Τὸ γὰρ αὐτὸ μαρτύριον

315

τῶν θλίψεων, ὅπερ ἐκεῖνοι διὰ τοῦ σταυροῦ, οὗτοι δὲ διὰ τῶν πνευμάτων

τῆς πονηρίας τῶν ἐν ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις καὶ

ἐπαναστάσεις τοῦ Πονηροῦ ὑπομένουσι, καὶ τὴν ἐλπίδα εἰς τέλος κρατοῦσι,

τοσούτῳ πλείονα δόξαν ἐπὶ Θεῷ πορίζονται. Καὶ ἐντεῦθεν λυτρωθήσονται

κατὰ τὴν ἐλπίδα τῆς προσδοκίας αὐτῶν καὶ τῆς παρακλήσεως τοῦ Πνεύμα-

τος ἀξιοῦνται, καὶ ἐκεῖθεν αἰωνίων ἀγαθῶν καὶ τῆς βασιλείας κληρονόμοι

γενήσονται. Ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ, τὰς θλίψεις μὴ ὑπομεί-

νασαι, ἀλλ' εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι, καὶ

ἀποστραφῶσι τῆς δικαίας ὁδοῦ καὶ τὸ ἔλεος τοῦ Κυρίου εἰς τέλος μὴ ἐκδέ-

χονται, αἱ τοιαῦται ψυχαί, ὡς ἄδικοι εὑρεθεῖσαι, τῆς αἰωνίου ζωῆς τυχεῖν

πῶς δυνήσονται; Ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ, διὰ τὸν Κύριον

τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα, μακροθυμεῖν καὶ ὑπομένειν εἰς τέλος, καὶ τὴν

εἰς αὐτὸν ἐλπίδα κρατῆσαι, καὶ οὕτως τῆς αἰωνίου σωτηρίας καταξιωθῆναι.

Ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς αἰωνίου γεέννης τῆς τιμω-

ρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις

τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν, τῶν ὑπὸ τοῦ Πονηροῦ ἐπαγομέ-

316

νων, παθοῦσιν ἀεί· καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους, τὸ ἔλεος Κυρίου

ἀπεκδεχόμενοι ἐν πίστει, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάρι-

τος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ Ἁγίου Πνεύματος ἔνδοθεν καταξιοῦν-

ται, καὶ τῆς αἰωνίου γεέννης ἐκεῖθεν ἐξειλοῦσι, καὶ τὴν αἰώνιον βασιλείαν

τοῦ Κυρίου κληρονομοῦσι. Τοιαύτην γὰρ ὁδὸν ὁ Κύριος ἔθετο, τὴν εἰς τὴν

ζωὴν ἀποφέρουσαν, στενὴν καὶ τεθλιμμένην, ὡς γέγραπται. Διὰ τοῦτο καὶ

ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐτήν.

Τοιαύτης τοίνυν ἐλπίδος ἡμῖν προκειμένης, καὶ τῶν τοιούτων ἐπαγγε-

λιῶν ἡμῖν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς Θεοῦ, πᾶσαν ἐπανάστασιν καὶ

θλῖψιν τοῦ Πονηροῦ γενναίως ὑπομείνωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην

ἡμῖν ἐν τοῖς οὐρανοῖς. Ὅσας γὰρ θλίψεις διὰ τὸν Κύριον ὑπομείνωμεν, τί

ἀντάξιον ᾖ πρὸς τὴν μέλλουσαν ἐπηγγελμένην ἡμῖν αἰωνίαν ζωήν, ἢ πρὸς τὴν

ἄνωθεν γινομένην ἐν ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ Ἁγίου Πνεύματος πα-

ράκλησιν, ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῆς κακίας καὶ πρὸς τὰ

ὀφειλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν, καθὰ εἴρηται· κρινόμενοι δὲ

317

ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ πάλιν·

οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀπο-

καλυφθῆναι εἰς ἡμᾶς. Γενώμεθα ὡς γενναῖοι στρατιῶται, ὑπὲρ τοῦ βασιλέως

ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν τῷ κόσμῳ ἦμεν, ὅτε ἐν βιωτικοῖς

ἀνεστρεφόμεθα πράγμασι, τοιαῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας ὑφιστάμε-

θα θλίψεις· ἀλλὰ νῦν ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, τοιαῦται

ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ Πονηροῦ καθ' ἡμῶν ἐγείρονται.

Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ Πονη-

ροῦ καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, καὶ εἰς χαύνωσιν ἢ

ὀλιγωρίαν ἄγειν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν; Ὅσον τοίνυν ὁ Πονηρὸς

καθ' ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἂν εὕρωμεν ἐν ὑπομονῇ ἀνδρείαν, καὶ γενναῖοι

καὶ πρόθυμοι καὶ ἑτοίμως ἔχοντες ἕως θανάτου, εὐχόμενοι ὑπομένειν διὰ

τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ μεθοδεῖαι λύονται. Ἔχομεν γὰρ τὸν

ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς καὶ ἡμῖν θλιβομένοις καὶ

ἐλπίζουσιν ἐπ' αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους καταισχύνει, ἡμῶν τὰ

318

νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν, διὰ τοῦ Κυρίου κομιζομένων.

Γενώμεθα ὡς ἄκμονες, τυπτόμενοι καὶ μὴ ἐκδιδόντες, μηδὲ τύπους χαυνώ-

σεως ἢ ὀλιγωρίας καὶ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν αὑτοῖς

δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς. Καὶ γὰρ

ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζό-

μενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος· ἐσχάτῳ καὶ ἀτίμῳ θανάτῳ

σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται, καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμετέραν

σωτηρίαν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ζωῆς· ἵνα δι' ἧς ὁδοῦ θλίψεως

καὶ πειρασμοῦ καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ ὁδεύωσιν οἱ εἰς

αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ συγκληρονόμοι αὐτοῦ βουλόμενοι γενέ-

σθαι. Ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν ἔσχατον ἀποθανὼν ἐπὶ σταυροῦ

ἐνίκησε σταυρωθείς· καὶ ἀποθανὼν ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν

διὰ τῆς σαρκός, καθαιρήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται·

319

ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ, ἐδειγμάτισε

θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν

τοῦ Πονηροῦ γενναίως καὶ προθύμως, ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνω-

μεν, τὸν ἀντικείμενον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον

ἐλπίδος. Καὶ οὕτω δόκιμοι εὑρεθέντες, καὶ ἐντεῦθεν τῆς αὐτοῦ ἀπολυτρώ-

σεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Πνεύματος πληρούμεθα καὶ τῆς

ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα· εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα

ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες

καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσωμεν τὸν ἀντικείμενον.

Διὸ πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθε,

ἀλλ' εὐκαίρους, καὶ ὑπομένειν πᾶσαν τοῦ Ἐχθροῦ ἐπανάστασιν, τὸν ἐπὶ τοῦ

Κυρίου θάνατον ἐν ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ καθὼς εἴ-

ρηται ὑπὸ τοῦ Κυρίου, καθ' ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος.

Ἀκολουθήσωμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐκαίρως ὑπομένειν μὲν πᾶσαν

θλῖψιν, ἤτοι κρυπτὴν ἤτοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομέ-

320

νειν προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν ἔχομεν πάντοτε ἐπιποθοῦντες, πόσῳ

μᾶλλον οἵας ἂν θλίψεις βαρείας εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομεί-

νωμεν. Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομο-

νήτως ἔχοντες, ἐπειδὴ τὸν ἐπὶ τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχο-

μεν, καὶ ἐν αὐτῷ ἡ διάνοια πάντοτε οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν

κληρονομῆσαι, καὶ τὰ αὐτοῦ παθεῖν ἀκολούθως ἐπιθυμείτω· ὥστε οἱ Χρι-

στὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται· ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐ-

τοῖς, γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς Χριστὸν ἐλπίδα.

Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν

τὸ αὐτοῦ θέλημα, καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ

μετὰ χαρᾶς, ἣν αὐτὸς ἡμῖν χαρίσηται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέ-

στησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν

ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις

εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἆρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται; Ἐν

321

τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ

αὐτοῖς, ὅτι ἐρρᾳθύμησαν!

Δεῦτε, φίλοι μου, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ. Πενθήσω-

μεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν

ψυχῆς. Συνίετε τὰς μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισο-

κάλου· ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην

πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικήν, ἔτι

δὲ καὶ πολυχρόνιον τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς τὴν ἄ-

σκησιν καὶ ὀκνηρίαν εἰς τὰ εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνάπαυσιν

σαρκικήν. Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτο ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦ-

μεν. Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτο ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι

αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δό-

ξης ἔρχεται μετ' εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ φοβερῶν δυνά-

μεων τῆς βασιλείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φο-

βοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ' ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, λέ-

γων· ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ

322

ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,

ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω.

Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημέ-

νου Πατρός, χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος

ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ

καὶ ἀνεξερεύνητε Θεέ, καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε, ἡ ζωή μου, Χρι-

στέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου καὶ μὴ ἀνταποδώσῃς μοι

κατὰ τὰ ἔργα μου, ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου, καὶ οἰκτείρησόν με

διὰ τὴν εὐσπλαγχνίαν σου. Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς

τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{Περὶ μακαρισμῶν καὶ ταλανισμῶν} Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες καὶ διὰ τὴν ἀγάπην αὐτοῦ κατα-φρονοῦντες πάντων τῶν γηΐνων πραγμάτων. Μακάριοι οἱ δακρύοντες ἡμέ-ρας καὶ νυκτός, ὅτι αὐτοὶ ῥυσθήσονται ἀπὸ τῆς μελλούσης ὀργῆς. Μακάριοιοἱ ταπεινοῦντες ἑαυτοὺς ἑκουσίως, ὅτι ἐκεῖ ὑψωθήσονται. Μακάριοι οἱ ἐγ-κρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου ἐκδέχεται αὐτούς. Μακάριοι οἱ κατα-πονοῦντες τὰ σώματα ἑαυτῶν ἐν ἀγρυπνίᾳ καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασιςτοῦ παραδείσου ἡτοίμασται αὐτοῖς. Μακάριοι οἱ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸλογισμῶν πονηρῶν, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον οἰκεῖ ἐν αὐτοῖς. Μακάριοι οἱἀγαπῶντες τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ὑπὲρ πάντα τὸν κόσμον, ὅτι αὐτοὶ φίλοιΧριστοῦ εὑρεθήσονται. Μακάριοι οἱ ἑκουσίως βαστάσαντες τὸν σταυρὸν αὐ-τῶν καὶ ἐν ἀληθείᾳ τῷ Χριστῷ ἀκολουθήσαντες, ὅτι αὐτοὶ καταλήψονταιτὴν ἄνω Ἱερουσαλήμ. Μακάριοι οἱ περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν ἐνἀληθείᾳ καὶ ἑτοίμους ἔχοντες τὰς λαμπάδας αὐτῶν, προσδοκῶντες τὸνἐπουράνιον Νυμφίον, ὅτι συμβασιλεύσουσιν αὐτῷ ἐν τῇ τῶν οὐρανῶν βασι-λείᾳ. Μακάριος ὁ κτησάμενος νοεροὺς ὀφθαλμοὺς καὶ κατανοήσας ἀκλινῶςτὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν, ὅτι καταλήψεται αὐτοῖς. Μακάριος ὁἔχων διηνεκῶς πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἀπολογίας καὶ σπουδάσαςεὐάρεστος εὑρεθῆναι. Μακάριος ὁ νικητὴς γενόμενος τῶν ἡδονῶν τῆς σαρ-κός, ὅτι παρρησίαν εὑρήσει τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς διαγνώσεως. Μακάριος ὁπενθήσας ἐπὶ τῆς γῆς διὰ τὸν Θεόν, ὅτι οἱ καρποὶ αὐτοῦ ἐν οὐρανοῖς ἀνα-βλαστήσουσι. Μακάριος ὁ μὴ φαγὼν δωρεὰν ἄρτον, ἀλλ' ἐν κόπῳ τῶνἰδίων χειρῶν, κατὰ τὸν Ἀπόστολον, καὶ ἄλλοις χορηγῶν ἐκ τῶν οἰκείωνπόνων, ὅτι ἀναπαύσεται ἐν τοῖς κόλποις Ἀβραάμ. Οὐαὶ δὲ τῷ ἐν πλημμελείαις ὑπάρχοντι καὶ τὸν τῆς μετανοίας καιρὸνμὴ ἐπιγινώσκοντι, ὅτι ἐκεῖ μετανοήσει ὀλοφυρόμενος εἰς αἰῶνας ἀνόνητα.Οὐαὶ τῷ λέγοντι, ὅτι τὸ παρὸν χρήσομαι τῇ σαρκὶ καὶ ἐν γήρᾳ μετανοήσω,ὅτι ὡς παγίας, οὕτως ἐπελεύσεται αὐτῷ ἄφνω ὁ θάνατος, καὶ ἡ προσδοκίααὐτοῦ ἀπολεῖται. Οὐαὶ τῷ ἑκουσίως ἁμαρτάνοντι καὶ αὔριον μετανοεῖν βού-λεται, οὐ γὰρ ἐπιγινώσκει τί τέξεται ἡ ἐπιοῦσα καὶ ἡ ἐν μέσῳ νύξ. Οὐαὶ τῷδιδόντι χεῖρα τῷ πονηρῷ, γινώσκοντι τὸ ἀγαθόν, ὅτι πονηροὶ ἄγγελοι πα-ραλήψονται αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου αὐτοῦ. Οὐαὶ τῷ τιθέντι πρόσκομ-μα τῷ πλησίον ἐκ τῶν ἑαυτοῦ πράξεων πονηρῶν, ὅτι λόγον ὑφέξει ἐν ἡμέρᾳκρίσεως ὑπὲρ ὧν καὶ ἄλλους ἐσκανδάλισεν ἐν τοῖς αὐτοῖς πονηροῖς αὐτοῦἐπιτηδεύμασιν. Οὐαὶ τῷ ἀποτασσομένῳ τῷ κόσμῳ καὶ πάλιν τὰ τοῦ κόσμουφρονοῦντι, ὅτι ἡ παραβολὴ τοῦ ἀρότρου μετελεύσεται αὐτόν. Οὐαὶ τῷ ἐξα-κολουθοῦντι τοῖς θελήμασι τῆς σαρκὸς καὶ καταφρονοῦντι τῆς ἐπιμελείαςτῆς ψυχῆς αὑτοῦ, ὅτι διαλυθήσεται εἰς γῆν ἡ ζωὴ αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ.Οὐαὶ τῷ μὴ σπεύδοντι ἐν πάσῃ ἰσχύϊ αὐτοῦ ἀπεντεῦθεν εὐτρεπίσαι τὴν ἐκεῖ-θεν ἀπολογίαν δοῦναι. Οὐαὶ τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιή-σουσιν, ὅταν ἐπισκέψηται Κύριος; Σπουδάσατε, ἀγαπητοί, εἰς τὸν βραχὺν καιρὸν τοῦτον ἑαυτοῖς βοηθῆ-σαι, καὶ διὰ μετανοίας καὶ δακρύων ἐξιλεώσασθαι τὸν μακρόθυμον καὶἐλεήμονα Θεόν, τὸν ἐκδεχόμενον ἡμῶν τὴν ἐπιστροφὴν καὶ παρέχοντα τὴνζωήν. Μὴ καταφρονήσωμεν τῆς σωτηρίας ἡμῶν. Μὴ ἡδυνθῶμεν εἰς τούτουκόσμου ἡδονάς, ὅτι πρὸς ὥραν εἰσὶν καὶ ὕστερον μετάμελον ἐμποιοῦσι καὶπάλιν τοὺς αὐτοὺς ἔρχονται· καὶ πᾶσα ἡ δόξα τοῦ κόσμου τούτου ἀπὸ γῆςεἰς γῆν χωρεῖ, καὶ οὐδὲν ἄλλο ἡμῖν συνοδεύει, εἰ μὴ μόνον ἡ ἁμαρτία καὶ ἡἐκ ταύτης κόλασις. Οὐδεὶς ἡμῖν βοηθήσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ φίλος, οὐσυγγενής, εἰ μὴ ἡ ἐντεῦθεν μετάνοια καὶ ταύτης αἱ συνεργοὶ ἀρεταί, ἡ ἀλη-θὴς ἀγάπη, ἡ ταπεινοφροσύνη, ἡ ὑπακοή, ἡ ἐγκράτεια. Αὗται συνέρχονταιἡμῖν ἐκ τοῦ βίου τούτου. Αὗται ἀνθίστανται ταῖς ἐναντίαις δυνάμεσιν, ταῖςβουλομέναις κατέχειν ἡμᾶς ἐν τῇ ἐξόδῳ ἡμῶν τῇ ἐκ τοῦ βίου τούτου. Αὗταιπαριστῶσιν ἡμᾶς τῷ Σωτῆρι Χριστῷ, προσκυνῆσαι καὶ δοξάσαι, σὺν τῷΠατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.{Περὶ πίστεως} Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστινἀγαγεῖν βουλόμενος ἔλεγεν· ὁ ἐν ὀλίγῳ πιστός, καὶ ἐπὶ πολλῷ πιστός ἐστι·καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι. Τί ἐστι τὸ ὀλίγον, καὶτί ἐστι τὸ πολύ; Τὸ ὀλίγον, τὰ τοῦ αἰῶνος τούτου εἰσὶν ἐπαγγέλματα, ἅπερὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴνλοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ με-ριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ ἐπ' αὐτὸν πεποιθήσει ἐλπίζειν τὸν εἰς αὐ-τὸν καταφεύγοντα. Τὸ δὲ πολύ, τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρή-ματα, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως πε-ρὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν. Ὅτι ἐνετείλατο· ὑμεῖς δέ, φησίν, ζητεῖτετὴν βασιλείαν τοῦ Θεοῦ μόνον καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προσ-τεθήσεται ὑμῖν· ὅπως ἐκ τῶν ὀλίγων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος,εἰ πιστεύει Θεῷ· ὅτι ἐπηγγείλατο παρέχειν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦ-τα ὄντων, καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόν-των. Ἕκαστος γάρ, ἐν τῷ λόγῳ ᾧ εἶπεν ὁ Κύριος, εἰ πιστεύει, περὶ τῶνπροσκαίρων δοκιμάζεται καὶ ἐλέγχεται. Πῶς; Ἄκουε. Πιστεύειν λέγεις καὶ βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς Θεοῦγενέσθαι, γεννηθεὶς ἄνωθεν, καὶ συγκληρονόμος Θεοῦ γενέσθαι καὶ αἰῶναςὅλους συμβασιλεύειν Χριστῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶἀναριθμήτοις αἰῶσι, ὡς ὁ Θεός; Πάντως ἐρεῖς, ναί, διὰ ταύτην γὰρ τὴν αἰ-τίαν καὶ ἀναχωρήσας τοῦ βίου, ἑαυτὸν τῷ Χριστῷ ἐξέδωκα. Δοκίμασον τοί-νυν σεαυτόν, μήποτέ σε μέριμναι βιωτικαὶ καὶ γήϊναι κατέχωσιν ἔτι καὶφροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆςἐπιμελείας καὶ ἀναπαύσεως, τῇ σῇ δυνάμει περιγινόμενος καὶ προνοούμενοςσεαυτοῦ, ἅπερ προσετάχθης ὅλως περὶ αὐτῶν μὴ μεριμνῆσαι. Εἰ γὰρ πιστεύεις τὰ αἰώνια καὶ ἀθάνατα καὶ παράμονα καὶ ἄφθαρταλήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ Θεὸς ἔ-δωκε τοῖς θηρίοις καὶ πετεινοῖς καὶ ἀσεβέσιν ἀνθρώποις; Οὐ πιστεύεις πα-ρασχέσθαι σοι τὸν Κύριον; Ὥσπερ γὰρ καὶ ἐνετείλατο τοῦ μὴ μεριμνᾶν, εἰ-πών· μὴ μεριμνήσητε, τί φάγετε ἢ τί περιβάλλεσθε· ταῦτα γὰρ πάντα τὰἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν γὰρ οἶδεν ὁ Πατὴρ ὁ οὐράνιος, ὅτι χρῄζετετούτων ἁπάντων. Καὶ ἐπάγει, ὀνειδίζων ὀλιγοπίστους· ἐμβλέψατε εἰς τὰ πε-τεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὔτε θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁοὐράνιος τρέφει αὐτά. Πόσῳ μᾶλλον διαφέρετε τῶν πετεινῶν; Καὶ πάλινἐπασφαλιζόμενος λέγει· μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον. Εἰ δὲ ἔτι περὶτούτων μεριμνᾷς καὶ οὐκ ἐνεπίστευσας ἑαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰαἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσαςλαβεῖν, καὶ νομίζεις πιστεύειν, ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκό-μενος. Καὶ πάλιν· ὥσπερ τὸ σῶμα τιμιώτερόν ἐστι τοῦ ἐνδύματος, οὕτω καὶ