De fide
- Edition reference
- De fide, ed. Phrantzolas, op. cit., vol. 3, 327– 337.
- CTS identifier
urn:cts:greekLit:tlg4138.tlg041.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
329
ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος.
330
Πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν
αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἀτι-
μίας, δι' ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ Κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστευόν-
των θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παρὰ ἀνθρώποις παθῶν, καὶ καθαρίσῃ ἐκ
τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας ὁ μόνος θεραπευτὴς καὶ ἀληθινὸς Ἰατρός;
Ἐρεῖς πάντως· πιστεύω· εἰς τοῦτο γὰρ ἕστηκα, καὶ ταύτην ἔχω τὴν προσδο-
κίαν. Γνῶθι τοίνυν ἐρευνήσας ἑαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰα-
τροὺς γηΐνους ἀποφέρει, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θερα-
πεῦσαι. Εἶδες πῶς σεαυτὸν ἀπατᾷς! Ὁρᾷς ὅτι νομίζεις πιστεύειν, μηδέπω
πιστεύων, ὡς δεῖ, ἐξ ἀληθείας; Εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθα-
νάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπεύε-
σθαι, ἆρα ἀδυνατεῖ θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη τε καὶ
νοσήματα, ἂν πρὸς αὐτὸν μόνον καταφεύγῃς, ὑπεριδὼν ἰατρικῶν ἐπιτηδευ-
μάτων; Ὁ γὰρ τὴν ψυχὴν κτίσας, αὐτὸς καὶ τὸ σῶμα πεποίηκε· καὶ ὁ ἐκεί-
νην τὴν ἀθάνατον ἰώμενος, αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαί-
331
ρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι. Ἀλλὰ πάντως ἐρεῖς μοι· ταῦτα ὁ
Θεὸς ἔδωκεν εἰς θεραπείαν τῷ σώματι, τάς τε βοτάνας καὶ γῆς φάρμακα
καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη, προευτρεπίσαι τῷ
ἀπὸ γῆς ὄντι σώματι ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν οἰκονομήσας.
Σύμφημι κἀγὼ οὕτως ἔχειν. Ἀλλὰ γνῶθι, τίσι ταῦτα δέδοται καὶ τί-
σιν ᾠκονομήθη. Ὁ Θεός, κατὰ πολλὴν καὶ ἄπειρον αὑτοῦ φιλανθρωπίαν καὶ
χρηστότητα, ἐκπεσόντος τοῦ ἀνθρώπου ἀπὸ τῆς ἐντολῆς, ἧς εἴληφε, καὶ ὑπὸ
τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονότος, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἐρημίαν
καὶ μέταλλόν τι ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορι-
σθέντος, καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονότος, καὶ ἀπίστως διὰ τῆς
πλάνης τῶν παθῶν ὑπὸ πάθη καὶ νοσήματα τῆς σαρκὸς περιπέπτωκεν, ὁ
πρὶν ἀπαθὴς καὶ ἄνοσος δηλονότι, καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς
αὐτοῖς πάθεσι πεπτωκότες, ᾠκονόμησε ταῦτα νῦν τοῖς ἀσθενέσι καὶ ἀπί-
στοις, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων
γένος, διὰ πολλὴν χρηστότητα, ἀλλ' ἔδωκεν εἰς ψυχαγωγίαν καὶ ἐπιμέλειαν
332
καὶ θεραπείαν τοῦ σώματος τοῖς τοῦ κόσμου τούτου ἀνθρώποις τοῖς ἔξω πᾶ-
σι· ἐκείνοις γὰρ συνεχώρησε τούτοις χρᾶσθαι, τοῖς τῷ Θεῷ μηδέπω δυναμέ-
νοις ἑαυτοὺς ἐξ ὅλου ἐμπιστεύειν.
Σὺ δὲ ὁ μονάζων, ὁ προσεληλυθὼς Χριστῷ καὶ υἱὸς Θεοῦ βουλόμενος
εἶναι καὶ ἄνωθεν ἐκ Πνεύματος γεννηθῆναι καὶ ἀνώτερος τοῦ πρώτου καὶ
ἀπαθοῦς ἀνθρώπου, καὶ μείζονας ἐπαγγελίας ἐκδεχόμενος, τὴν τοῦ Κυρίου
ἐπιδημίαν τῆς εὐδοκίας, καὶ ξένος τοῦ κόσμου τούτου γενόμενος, καὶ καινο-
τέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν, παρὰ πάντας τοὺς
τοῦ κόσμου ἀνθρώπους, κεκτῆσθαι ὀφείλεις· ἐπεὶ ἐὰν οὕτως, ὡς καὶ πάντες,
διάγῃς, οὐδὲν διαφέρεις τῶν κοσμικῶν. Εἰ δὲ καὶ ὁ κόσμος γαμεῖ, ἐσθίει καὶ
πίνει, χρυσῷ καὶ ἀργύρῳ κέχρηται, ἐμπορίαις, τέχναις, πλούτῳ· ἅπερ πάντα
ᾠκονόμησεν ὁ Θεὸς τῷ ἀνθρώπῳ πεσόντι ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ἄνευ
Θεοῦ τι τῶν ἐν χρήσει οἰκονομηθέντων τοῖς ἀνθρώποις ἐροῦμεν εἶναι. Σὺ δὲ
πάντων τούτων ἐκτὸς γέγονας διὰ τὴν εἰς Χριστὸν τελείαν εὐαρέστησιν. Οὕ-
333
τω δὴ καὶ τῆς τοῦ κόσμου τῶν παθῶν θεραπείας, ἰατρικῶν τε ἐπιτηδευμά-
των ἐκτὸς εἶναι ὀφείλεις, ὡς προσπεφευγὼς Χριστῷ, τῷ πάντα παρέχειν
τοῖς ἑαυτοῦ δούλοις ἐπαγγειλαμένῳ. Εἰ δὲ τὰ αὐτὰ τῷ κόσμῳ φρονεῖς καὶ
πάσχεις, ὅμοιος αὐτῶν ἔτι τυγχάνεις, ἄπιστος, νομίζων εἶναι πιστὸς καὶ οἰ-
κεῖος Χριστοῦ. Καινῆς γὰρ καὶ ξένης προαιρέσεως καὶ πίστεως καὶ ἀναστρο-
φῆς καὶ πολιτείας, παρὰ πάντα τὸν κόσμον, ὀφείλεις ἐπιμελήσασθαι καὶ τυ-
χεῖν ὁ βουλόμενος τελείως εὐαρεστῆσαι Χριστῷ καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἐξα-
κολουθῆσαι καὶ τὰ ἐναντία φρονεῖν τῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, ἐπει-
δὴ καινὴν καὶ παράδοξον ἀκοὴν ἐπίστευσας, αἰωνίων ἀγαθῶν ἐπαγγέλματα
καὶ πόλεως οὐρανίου κληρονομίαν καὶ βασιλείας ἀκηράτου καὶ τρυφῆς διη-
νεκοῦς καὶ αἰωνίου ἀπολαύσεως, καὶ καρδίας ἁγιασμὸν καὶ διὰ Πνεύματος
παντελῆ σοι γενομένην κάθαρσιν. Ὁ γὰρ βουλόμενος ἐξ ἀληθείας Χριστοῦ
εἶναι ἄνθρωπος καὶ τῶν αἰωνίων ἀγαθῶν ἐλπίζων ἐπιτυχεῖν, τοὺς πόνους
καὶ τὰς θλίψεις πλοῦτον ἡγεῖσθαι μετὰ χαρᾶς ὀφείλει, καὶ τὴν κακουχίαν
ἀνάπαυσιν, τὴν σκληρὰν δίαιταν τρυφήν, τὸ ὄνειδος τιμὴν καὶ τὰς ὕβρεις
334
δόξαν λογίζεσθαι· αὕτη γάρ ἐστι τῶν τοῦ Θεοῦ δούλων ἡ δόξα, τῶν τῷ
Κυρίῳ αὐτῶν ἀκολουθούντων καὶ τοῖς αὐτοῦ λόγοις πειθομένων.
Ἀλλ' οὐ μόνον τὸ ὄνειδος ὁ ἀγωνιστὴς καὶ στρατιώτης τοῦ Χριστοῦ
φέρειν ὀφείλει, ἀλλὰ καὶ ἐὰν ἀπαντήσῃ πλοῦτος, ὡς κοπρίαν βδελύσσεσθαι
προσήκει· ἐὰν δόξα καὶ ἀρχή, μὴ ἐπαρθῇ καὶ τυφωθῇ· ἐὰν ἔπαινοι καὶ τιμαὶ
ἀνθρώπων, ὡς οὐ δέοντα οὕτως ἡγεῖσθαι· μᾶλλον δὲ ἐν τούτοις θλίβεσθαι
τοῖς νομιζομένοις ἐνδόξοις, καὶ ἐπ' ἐκείνοις χαίρειν καὶ ἥδεσθαι τοῖς ἐν κό-
σμῳ ἀτίμοις. Δύναται γὰρ ἔσθ' ὅτε ὄνειδος μὲν ἐνεγκεῖν, δόξας δὲ καὶ τιμὰς
μὴ ἐνεγκεῖν, ἀλλ' ἐπαρθῆναι καὶ ἑαυτοὺς ἐκστῆναι καὶ τὴν ὁδὸν τῆς δικαιο-
σύνης τὴν ταπεινὴν ἀφιέναι, ὡς φησὶν ὁ Παῦλος· διὰ τῶν ὅπλων τῆς δικαιο-
σύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὅπως τῶν ἀμφοτέ-
ρων ἁπάντων πραγμάτων δοκιμαζόντων αὐτὸς ἴσος καὶ ἄσειστος τυγχάνῃ,
ἑαυτοῦ μηδέπω ἐξιστάμενος. Τὸν γὰρ ὄντως εὐαρεστῆσαι τῷ Κυρίῳ βουλό-
μενον, οὕτως εἶναι δεῖ, καὶ τὸν ἀγῶνα τῆς αὐτοῦ προαιρέσεως οὕτω τελειῶ-
335
σαι. Ὥσπερ οὖν ὁ ἄκμων τυπτόμενος ἀεὶ οὐκ ἐνδίδωσιν, οὐδὲ κοιλωμάτων
τύπους δέχεται εἰς ἑαυτόν, ἀλλ' ἔστιν ὁ αὐτὸς ἴσος ἀεί· οὕτω καὶ ὁ χριστια-
νίζειν βουλόμενος, εἰς τὰς διαφόρους θλίψεις τε καὶ τοὺς πειρασμούς, ἤτοι
τὰς ἔξωθεν τῶν ἀνθρώπων ἐπαγομένας ὕβρεις ἢ διωγμοὺς ἢ ζημίας ἤ τινα
τοιαῦτα, ἤτοι τὰς ἔνδοθεν ὑπὸ τῶν τῆς κακίας πνευμάτων διαφόρως ἐπαγο-
μένας, μενέτω οὖν ἴσος, φέρων γενναίως πάντα τὰ ἐπερχόμενα. Ὀχύρωμα
καὶ ἀλιστήριον καὶ πύργον ἰσχύος ἀπὸ προσώπου Ἐχθροῦ ἔχων τὸν Κύριον
ἀεί, καὶ ἐπ' αὐτῷ καταφευγέτω ἐν τῷ καιρῷ τοῦ πολέμου, μὴ ἔν τινι τῶν
ἐχθρῶν χώρᾳ τυγχάνων, καὶ λεγέτω· γενοῦ μοι ὁ Θεὸς εἰς καταφυγήν, καὶ
εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. Οὕτως δύναται περιγενέσθαι πάντων τῶν
ἐπερχομένων πειρασμῶν καὶ θλίψεων, πάντοτε τὸν Κύριον καὶ τὴν εἰς αὐτὸν
πίστιν καὶ ἐλπίδα ὡς βεβαίαν πεποίθησιν διαπαντὸς πρὸ ὀφθαλμῶν ἔχων.
Ἀλλὰ καὶ δόξα ἀνθρώπων καὶ ἔπαινοι καὶ τιμαὶ καὶ ἀρχαὶ ἐὰν ἀπαντῶσιν,
ὡς προείρηται, μὴ κοιλότητας καὶ τύπους ἐν τῇ ψυχῇ ἐμποιείτωσαν, ἐν τῷ
336
ἥδεσθαι αὐτοῖς καὶ ἐπαναπαύεσθαι, καὶ διὰ ταῦτα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι·
διὰ γὰρ δεξιῶν καὶ ἀριστερῶν πειραζόμενος, τουτέστι διὰ δόξης καὶ ἀτι-
μίας, διὰ δυσφημίας καὶ εὐφημίας, ἴσος καὶ ἀνένδοτος εἶναι χρὴ ἐπ' ἀμφοτέ-
ροις τοῖς μέρεσιν, ἄσειστος ἀεὶ τυγχάνων.
Οὕτως ὁ ἐπὶ τὴν πέτραν τὸν ἑαυτοῦ θεμέλιον οἰκοδομήσας πρώην,
πλημμύραι καὶ ποταμοὶ θλίψεων καὶ χειμῶνες πειρασμῶν, ἀνέμων τε δει-
νῶν τῶν πνευμάτων τῆς πονηρίας προσκρουόντων καὶ προσρησσόντων, οὐκ
ἔπεσεν, ἐπειδὴ τεθεμελίωτο ἐπὶ τὴν πέτραν. Εἰς τοιαύτην ἕξιν καὶ ἀγαθὴν
μελέτην, ἀνδρείας τε λέγω καὶ γενναιότητος, μακροθυμίας τε καὶ ὑπομονῆς,
πίστεως καὶ ἐλπίδος καὶ πεποιθήσεως, πρότερον ἐξασκήσας ἑαυτὸν διὰ τοῦ
λόγου τοῦ Θεοῦ καὶ ἐθίσας ἦθος ἀγαθὸν καὶ ἀγωγὴν ὁσίαν, καὶ τοῖς λοιποῖς
τῆς ἀρετῆς ἐπιτηδεύμασι διατρίβων καὶ τῷ λόγῳ ἑπόμενος τοῦ Θεοῦ, ἔπειτα
τὴν ἐξ ὕψους δύναμιν ἐν προσδοκίᾳ πίστεως δεξάμενος, ὁ τοιοῦτος ἀληθῶς
γίνεται θεμέλιος καὶ οἶκος καὶ στύλος καὶ ἑδραίωμα ἐν τῇ χάριτι τοῦ Θεοῦ,
337
καὶ πολλῶν ψυχῶν αἴτιος ζωῆς καθίσταται, τὴν ἀσθένειαν τῶν πολλῶν βα-
στάζειν δυνάμενος.
Καὶ ἡμεῖς τοίνυν εἰς πᾶσαν ἀρετὴν ἑαυτοὺς ἐξασκήσαντες καὶ παντὶ
τρόπῳ ἀγαθῷ πρὸς τὴν εὐαρέστησιν τῆς ζωῆς ἑαυτοὺς ἀποδόντες, καὶ ἀνεν-
δότου πρὸς πάντα πειρασμὸν τοῦ νοῦ γενομένου καὶ ὑπὸ τῆς χάριτος τοῦ
Θεοῦ δυναμούμενοι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ
Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{Παραίνεσις ἀσκηταῖς κατὰ στοιχεῖον} Ἀρχὴ ἀποταγῆς μοναχοῦ φοβεῖσθαι τὸν Κύριον· ἄφοβος δὲ μοναχὸςἔξω τῶν πυλῶν τῆς βασιλείας τοῦ Θεοῦ αὐλισθήσεται. Ἀρχὴ ζωῆς ἀγαθῆςμοναχοῦ γνῶσις Θεοῦ· ἀγνωσία δὲ Θεοῦ σκοτίζει ψυχὴν μοναχοῦ. Ἀγαθὴκληρονομία μοναχοῦ σωφροσύνη καὶ ἁγιασμός· ἀποκληρονόμος δὲ γίνεταιπατέρων ὁ ἐκτὸς τούτων μοναχός. Ἄσκησις μοναχοῦ μελέτη τῶν γραφῶνκαὶ ποίησις ἐντολῶν Θεοῦ· ἀνάσκητος δέ ἐστιν ὁ μὴ ἐν τούτοις ἀναστρεφό-μενος μοναχός. Βρῶσις μοναχοῦ τὸ ποιεῖν τὸ θέλημα 〈τοῦ Θεοῦ, βρῶμα δὲ〉 αἰσθη-τὸν οὐ παρίστησι τῷ Χριστῷ μοναχόν, ἀλλ' εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφε-δρῶνα ἐκπορεύεται. Βῆμα μοναχοῦ σεμνῶς κινούμενον ἐκτριβέτω βαθμοὺςἐκκλησίας· βῆμα δὲ μοναχοῦ ἄσεμνον μὴ ἐκπορευέσθω ἐξ οἰκίας εἰς οἰκίαν.Βίος μοναχοῦ ἀκηλίδωτος ἔστω, μὴ χλευαζόμενος ὑπὸ γυναικαρίων σεσω-ρευμένων ἁμαρτίαις· βέλος γὰρ πειρατηρίου ἐστὶν ἐν καρδίᾳ μοναχοῦ γυνὴἑταιριζομένη ἐν οἰκίᾳ. Βουλὴ μοναχοῦ μετὰ συνετοῦ γινέσθω· βουλὴ δὲ ἀσυ-νέτου μὴ κατοικείτω ἐν καρδίᾳ μοναχοῦ. Γρηγορῶν μοναχὸς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς,ἐκδιώκει νυκτερινὰς φαντασίας. Γαυριῶν μοναχὸς ἐπὶ κατορθώμασι καὶ κα-θεύδων, ἱστοὺς ἀράχνης ὑφαίνει. Γενναῖος μοναχὸς τῷ σταυρῷ τοῦ Χριστοῦἐκφεύγει βρόχους διαβολικούς. Γήϊνος μοναχός, καὶ εἰς γῆν νενευκώς, πᾶσισατανικός. Γνώμη μοναχοῦ διαπαντὸς ἔστω πρακτικὴ ἔργων ἀγαθῶν. Γυ-μνάσιον μοναχοῦ λογισμοὶ ἐπάλληλοι. Γρηγόρησις μοναχοῦ πιστοῦ πραΰνειλογισμοὺς ῥυπαρούς. Γεώργιον μοναχοῦ ψυχὴ ἀγαθὴ καρποφοροῦσαεὐαγγελικῶς. Γεωργῶν ταύτην μοναχός, φάγεται τὸν καρπὸν αὐτῆς. Γλυκὺςκαρπὸς ἐν στόματι, τῶν ἰδίων ὁ μισθός. Δύναμις ἀθάνατος μοναχοῦ ἀκτημοσύνη βαστάζουσα τὸν σταυρόν· δει-νὸν γὰρ παρὰ μοναχοῖς φιλαργυρία, ἀποκλείουσα βασιλείαν οὐρανῶν. Δὸςκαρδίαν, μοναχέ, εἰς ὤμους σου, ἵνα τῷ νοῒ καὶ τῷ πρακτικῷ ἀποδιώξῃςἀπὸ σοῦ τὸν ἀντικείμενον. Δῶρον ἀγαθὸν μοναχοῦ παρθενία, ἁρματηλάτηναὐτὸν εἰς οὐρανοὺς ἀνάγουσα σὺν τῷ Ἠλίᾳ· διό, μοναχέ, ταύτης ἐραστὴςγενόμενος, ἐπίβηθι τῷ πυρίνῳ ἅρματι δροσιζόμενος ὀχετοῖς δυσίν. Δάκρυονἐξ ὀφθαλμῶν προχεόμενον, δένδρον ζωῆς εἰς ὕψος ἐγειρόμενον ταπεινοφρο-σύνης δυνάμει· κεκτημένος τοῦτο μοναχὸς τρυγήσει τοὺς ἀγαθοὺς καρπούς.Δύναμις παρθενίας ἀποχὴ βρωμάτων· ὁ δὲ κραιπαλῶν μοναχὸς σπιλώσεισάρκα αὐτοῦ. Δημοσιεύων μοναχὸς δόμα αὐτοῦ, βδελυχθήσεται, καὶ ἀκού-σεται παρὰ Χριστοῦ· ἀπέχεις τὸν μισθόν σου· δυσωπούμενος δὲ ἐξειπεῖν, λή-ψεται μισθὸν παρὰ τοῦ τὰ κρύφια γινώσκοντος Χριστοῦ. Διδοὺς μοναχὸς τὰτοῦ Θεοῦ τῷ Θεῷ, μὴ ἐπαιρέσθω· δεόμενος δὲ τοῦ Θεοῦ λεγέσθω· Δέσποτα,ἐκ τῶν σῶν τὰ σὰ προσφέρω· παρὰ σοῦ λύτρωσιν ψυχῆς μόνον ζητῶ. Εὐχομένου μοναχοῦ καθαρῶς ἐν νυκτεριναῖς προσευχαῖς, εἰσακούσεταιΚύριος· ἐν ἡμέρᾳ δὲ τοῦτον λαμπρυνεῖ ὁ Θεὸς καὶ ὡς ἡμέραν καθ' ἡμέρανἀναδείξει αὐτόν. Ἐλεήμων μοναχὸς φιλάδελφος ἔσται καὶ κληρονομήσει τὴνγῆν τὴν ἀγαθήν. Ἐν ὑπερηφανίᾳ μοναχοῦ οὐκ ἀναπαύσεται Κύριος· ἐν τα-πεινοφροσύνῃ δὲ αὐτοῦ ἀναπαύσεται τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐνθύμησις μο-ναχοῦ διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ ἐν τάχει κληρονο-μήσει αὐτήν. Ἐν παντὶ καιρῷ ἔστω ὁ χιτὼν τοῦ μοναχοῦ ἄσπιλος· οὐχ ὁὑφαντός, ἀλλ' ὁ πνευματικός· ἐν μέσῃ γὰρ νυκτὶ ὁ τοιοῦτος συνεισελεύσεταιτῷ Νυμφίῳ. Ἔλαιον ἐπικομιζέσθω μοναχός, εἰς ἀπάντησιν τοῦ Νυμφίου· ἔ-ξω γὰρ μένει μοναχὸς μετὰ τῶν μωρῶν πέντε παρθένων, ὁ μὴ ἐλαίῳ φαι-δρύνων τὴν ἑαυτοῦ λαμπάδα. Ζωὴ μοναχοῦ κατὰ μίμησιν Ἀγγέλων γινέσθω, καταφλέγουσα ἁμαρ-τίας· ζωὴ γάρ ἐστιν ἡ τῶν μετανοούντων ὁλοκάρπωσις. Ζωὴ μοναχοῦ χα-ρακτηριζέτω τὰ μέλη αὐτοῦ νενεκρωμένα πρὸς ἐπιθυμίαν ὑπάρχοντα· ζωὴγὰρ Ἰωάννου καὶ βίος, ὑπογραμμὸς γέγονε τῶν μοναχῶν. Ζάλη δαιμόνωνἀπὸ μοναχῶν φευγέτω· γαλήνη Ἀγγέλων παρὰ μοναχοῖς χορευέτω. Ζάληςδαιμονικῆς ἐπερχομένης κρατείτω μοναχὸς θυμοῦ· ζωὴ γὰρ μοναχοῦ ἐνπρᾳότητι καὶ ὑπομονῇ γνωρίζεται. Ζέων τῷ πνεύματι μοναχὸς ἀποδιώκειτὸν Διάβολον· ζηλῶν δὲ ἀνόμως ὁ μοναχὸς τὸν ἀδελφὸν αὐτοῦ, ἀνόμωςἐπισπᾶται τὸν Διάβολον. Ζύμη κακίας μὴ ὀνομαζέσθω παρὰ μοναχοῖς· ἀγά-πη δὲ εἰλικρινὴς κρατείτω μοναχῶν. Ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ τοῦ μοναχοῦ. Ἥσυχος μονα-χὸς οὐ ταράσσει ἀδελφούς· κραυγὴ δὲ μοναχοῦ διαστρέφει μονήν. Ἦχονψαλμῳδίας μὴ ἀπαναίνου, μοναχέ· αὕτη γὰρ ἡ τῶν Ἀγγέλων ὑμνολογία.Ἦχον θεάτρων διαβολικῶν φεῦγε, μοναχέ· αὕτη γὰρ ἡ τῶν δαιμόνων ἀπά-τη. Ἤτω ἐπὶ τοῦ μετώπου σου διαπαντὸς ὁ σταυρὸς τοῦ Χριστοῦ, μοναχέ·ἤτω καὶ ἐν τῇ καρδίᾳ σου διαπαντὸς ὁ τοῦ Θεοῦ φόβος, ἀσκητά. Ἡσυχίαμοναχοῦ μετὰ καθαρᾶς καρδίας, δυσωπεῖ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἦθος χρη-στὸν μοναχοῦ φιλαδελφίαν ἐργάζεται καὶ μάχην ἀποδιώκει. Ἡρμοσμένοςτῷ Κυρίῳ μοναχὸς μὴ ἐκδιδότω ἑαυτὸν τῷ Διαβόλῳ, ἵνα μὴ καταισχυνθῇἐπὶ τοῦ νυμφῶνος. Θυρεὸς μοναχοῦ ἀκαταμάχητος, ὕμνος Ἀγγέλων ἐν τῷ στόματι αὐ-τοῦ· θάνατος δὲ μοναχοῦ ὕπνος ὑπὲρ ὕμνον ἀγαπώμενος. Θησαυρὸς μονα-χοῦ ἀκτημοσύνη ἑκούσιος· θειότατός ἐστιν ὁ ταύτην ἐπανῃρημένος μοναχός.Θησαύρισον, μοναχέ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ οἱ τῆς ἀπολαύσεως αἰῶνες.Θεωρίᾳ μοναχοῦ ἐν Γραφαῖς ἁγίαις γινέσθω. Θύρα μοναχοῦ μὴ μοχλοῖς σι-δηροῖς κλειέσθω, ἀλλὰ τῷ ἀκρογωνιαίῳ λίθῳ στηριζέσθω. Θεοσέβεια μονα-χοῦ ἐν φιλοξενίᾳ γνωριζέσθω, καὶ ἐν ἀγαλλιάσει κατευθυνέσθω. Θαυμαστὸνπρόσωπον μοναχοῦ διὰ προσευχῆς γίνεται, καὶ διὰ ἐλεημοσύνης γνωρίζεται. Ἱλαρὸς τῇ ὄψει μοναχὸς ἀσκητῶν ἀνάπαυσις ἔσται καὶ λογισμῶν πο-νηρῶν καθαιρέτης. Ἰωάννης σου ὑπογραμμὸς γενέσθω, μοναχέ, τρίχας κα-μήλου περιβεβλημένος, ἵνα Ἠλίας τῇ μηλωτῇ σκεπάσας εἰς οὐρανοὺς ἀνα-γάγῃ σε. Ἰάκωβος χαίρειν προτρέπεται ἐπὶ ταῖς προσπιπτούσαις συμφοραῖςὑπομονὴν ἐκδιδάσκων. Ἰωάννης σε πρὸς τὸν ἐν ἀρχῇ Λόγον καθωδήγησεν.Ἰκμὰς ἐν μετώπῳ ἱλαρότητος πνευματικῆς γινομένης μοναχοῦ, εὐφραίνειπλῆθος μοναχῶν. Ἰταμὸς μοναχὸς σκορπίζει σύλλογον ἀδελφῶν. Ἰσότηςἐπὶ μοναχῶν ὑπερηφανίαν ἐξορίζει καὶ ταπεινοφροσύνην εἰσοικίζει. Ἰσάγγελοςγίνεται μοναχός, κοιλίας καταφρονῶν καὶ κραιπάλην οὐκ ἀγαπῶν. Κάλλος ἀμήχανον ἐν ψυχῇ μοναχοῦ, παρθενία ἐκλάμπουσα· κάκιστον